ψύχαν, καὶ ἀποτίθησι τοῦτον ἐν τῷ ἀρτοφορίῳ. Εἶτα λαμβάνει καὶ τοὺς ἑτέρους, καὶ ποιεῖ ὡσαύτως εἰς ἕνα ἕκαστον, καὶ συστέλλει αὐτοὺς πάντας ἐν τῷ ἀρτοφορίῳ. Ἔπειτα ὁ ἱερεὺς εὔχεται ὡς σύνηθες, καὶ μεταδίδοται ὡς σύνηθες, καὶ ἐκπληροῖ τὴν θείαν μυσταγωγίαν κατὰ τὸ διατεταγμένον. Ὅτε δὲ μέλλει ἱερουργῆσαι προηγιασμένην, εἰσελθὼν ἐν τῷ ἱερατείῳ, ἐνδύεται τὴν ἱερατικὴν στολὴν, σφραγίζων καὶ ἀσπαζόμενος μόνον, μηδὲν δὲ ἐπιλέγων εἰ μὴ, Τοῦ Κυρίου δεηθῶμεν, εἰς ἓν ἕκαστον τῶν ἐνδυμάτων. Καὶ λαβὼν ὁ διάκονος καιρὸν, ἐξέρχεται. Ὁ δὲ ἱερεὺς ἐκφωνεῖ, Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρός. Καὶ εὐθὺς ὁ ἐκκλησιάρχης τὸ, Δεῦτε, προσκυνήσωμεν, γʹ, καὶ λέγεται ὁ προοιμιακὸς ψαλμός. Ὁ δὲ ἱερεὺς, λέγει τὰς εὐχὰς τοῦ λυχνικοῦ. Μετὰ δὲ τὴν συμπλήρωσιν τοῦ ψαλμοῦ λέγεται ἡ συναπτὴ παρὰ τοῦ διακόνου, καὶ μετὰ τὴν ἐκφώνησιν στιχολογεῖται τὰ, Πρὸς Κύριον, γινομένων καὶ μετανοιῶν εἰς τὸ Ἀλληλούϊα. Ἐν ἑκάστῳ δὲ ἀντιφώνῳ γίνεται συναπτὴ μικρὰ παρὰ τοῦ διακόνου, καὶ ἡ ἐκφώνησις παρὰ τοῦ ἱερέως. Ἀρξαμένης δὲ τῆς στιχολογίας, ἀπέρχεται ὁ ἱερεὺς ἐν τῇ ἁγίᾳ προθέσει, καὶ λαβὼν τὸν προηγιασμένον ἄρτον ἐκ τοῦ ἀρτοφορίου, τίθησιν αὐτὸν μετ' εὐλαβείας πολλῆς ἐν τῷ ἁγίῳ δίσκῳ, βαλὼν καὶ εἰς τὸ ἅγιον ποτήριον οἶνον καὶ ὕδωρ συνήθως, σιωπῶν μηδὲν λέγων, καὶ λαβὼν θυμίαμα, θυμιᾷ τὸν ἀστερίσκον καὶ τὰ καλύμματα, καὶ περικαλύψας αὐτὰ μηδὲν ὅλως λαλῶν, μήτε εὐχὴν τῆς προθέσεως, κἂν καὶ ἔν τισιν εὕρηται, ἀλλ' ἢ μόνον τὸ, Δι' εὐχῶν τῶν ἁγίων Πατέρων. Προηγιασμένη γάρ ἐστι καὶ τετελειωμένη αὕτη ἡ θυσία. Μετὰ δὲ τὸ κάθισμα τὸ, Κύριε, ἐκέκραξα, εἰς τὸν ἦχον τοῦ ἰδιομέλου τῆς ἡμέρας, ἱστῶμεν στίχ. ιʹ, καὶ δευτεροῦμεν τὸ ἰδιόμελον· εἶτα τὸ μαρτυρικὸν, τὰ τρία προσόμοια τοῦ Τριῳδίου, καὶ τὰ γʹ τοῦ Μηναίου, δευτεροῦντες τὸ ἕν.
crumb, and places this loaf in the artophorion. Then he takes the others also, and does likewise to each single one, and gathers them all together in the artophorion. Next the priest prays as is customary, and communicates as is customary, and completes the divine mystagogy according to what is ordained. And when he is about to celebrate the Presanctified, entering the sanctuary, he puts on his priestly vestment, making the sign of the cross and kissing it only, and saying nothing over it save Let us pray to the Lord over each single one of the vestments. And the deacon, having taken permission, goes out. And the priest exclaims: Blessed is the kingdom of the Father. And straightway the ecclesiarch says Come, let us worship, thrice, and the introductory psalm is recited. And the priest says the prayers of the lamp-lighting. And after the completion of the psalm the litany is said by the deacon, and after the exclamation the verses Unto the Lord are recited in psalmody, prostrations also being made at Alleluia. And at each antiphon a little litany takes place by the deacon, and the exclamation by the priest. And once the psalmody of verses has begun, the priest goes away to the holy prothesis, and taking the presanctified loaf out of the artophorion, he places it with great reverence upon the holy paten, having also poured wine and water into the holy chalice as is customary, keeping silent and saying nothing; and taking incense, he censes the asterisk and the veils, and having covered them without speaking at all, not even the prayer of the prothesis, even though in some copies it be found, save only Through the prayers of the holy Fathers. For this sacrifice is presanctified and perfected. And after the kathisma, at Lord, I have cried, to the tone of the idiomelon of the day, we appoint ten verses, and we repeat the idiomelon; then the martyrikon, the three prosomoia of the Triodion, and the three of the Menaion, repeating the one.