Migne Reading Room

PG 43 · cols. 1297–1308 · Read from the page

Addenda [ad Col. 533]: Officium de Mysteriis ante Consecratis / Liturgia Praesanctificatorum (Ἀκολουθία τῶν Προηγιασμένων)

Addenda [ad Col. 533]: Officium de Mysteriis ante Consecratis / Liturgia Praesanctificatorum (Ἀκολουθία τῶν Προηγιασμένων)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:1297Read from the page
προσκομιδῇ τῆς Κυριακῆς, ποιεῖ ὡς σύνηθες. Καὶ μετὰ τὸ περικόψαι τὸν πρῶτον ἄρτον, καὶ θῦσαι, καὶ κεντῆσαι, περικόπτει καὶ τοὺς ἑτέρους ἄρτους, λέγων εἰς ἕνα ἕκαστον τὸ, Εἰς ἀνάμνησιν, Ὡς πρόβατον, καὶ τὸ, Θύεται, καὶ τὸ, Εἷς τῶν στρατιωτῶν. Εἶθ' οὕτως χέει ἐν τῷ ἁγίῳ ποτηρίῳ οἶνον καὶ ὕδωρ, λέγων τὰ συνήθη· καὶ συγκαλύπτει αὐτὸ μετὰ τῶν ἱερῶν καλυμμάτων, καὶ θυμιᾷ λέγων τὴν εὐχὴν τῆς προθέσεως· καὶ οὕτως ἄρχεται τῆς θείας λειτουργίας, καὶ ἐκπληροῖ αὐτὴν ὡς ἔθος.
proskomide of Sunday, he does as is customary. And after cutting around the first loaf, and sacrificing it, and piercing it, he cuts around the other loaves as well, saying over each single one In remembrance, As a sheep, and Is sacrificed, and One of the soldiers. Then thus he pours wine and water into the holy chalice, saying the customary words; and he covers it with the sacred veils, and censes, saying the prayer of the prothesis; and thus he begins the Divine Liturgy, and completes it as is customary.
Ὅτε δὲ μέλλει σφραγίσαι τοὺς ἄρτους, λέγει, Ποίησον τὸν μὲν ἄρτον τοῦτον. Ἑνικῶς, ὡς εἷς ἐστιν ὁ Χριστὸς, οὐχ ὥς τινες δὲ ἀμαθῶς λέγουσι τοὺς ἄρτους τούτους. Καὶ ὅτε μέλλει ὑψῶσαι, ὑψοῖ ὅλους ὁμοῦ, καὶ μελίζει τὸν προσκομιζόμενον πρῶτον ἄρτον, καὶ τίθησι τὴν μερίδα ἐν τῷ ἁγίῳ ποτηρίῳ, καὶ ἐγχέει καὶ τὸ ζέον, ὡς ἔθος. Εἶτα λαβὼν τὴν ἁγίαν λαβίδα
And when he is about to sign the loaves, he says: Make this bread—in the singular, since Christ is one, and not as some ignorantly say, these loaves. And when he is about to elevate, he elevates them all together, and divides the first loaf that is offered, and places the portion in the holy chalice, and pours in the zeon also, as is customary. Then, taking the holy spoon
PG 43:1300Read from the page
μετὰ τῆς δεξιᾶς χειρὸς, βάφει αὐτὴν ἐν τῷ ἁγίῳ αἵματι· τῇ δὲ ἀριστερᾷ χειρὶ λαμβάνει ἕκαστον ἄρτον, καὶ εἰσφέρει τὴν ἁγίαν λαβίδα μετὰ τοῦ ἁγίου αἵματος βεβαμμένην, καὶ ἐγγίζει αὐτὴν ἐν τῷ ἁγίῳ ἄρτῳ σταυροειδῶς ἐν τῷ μέρει ἐν ᾧ ἐχαράχθη ὁ σταυρὸς ὑπὸ τὴν
with his right hand, he dips it in the holy blood; and with his left hand he takes each loaf, and brings in the holy spoon steeped with the holy blood, and touches it to the holy loaf crosswise in the part wherein the cross was engraved beneath the
PG 43:1301Read from the page
ψύχαν, καὶ ἀποτίθησι τοῦτον ἐν τῷ ἀρτοφορίῳ. Εἶτα λαμβάνει καὶ τοὺς ἑτέρους, καὶ ποιεῖ ὡσαύτως εἰς ἕνα ἕκαστον, καὶ συστέλλει αὐτοὺς πάντας ἐν τῷ ἀρτοφορίῳ. Ἔπειτα ὁ ἱερεὺς εὔχεται ὡς σύνηθες, καὶ μεταδίδοται ὡς σύνηθες, καὶ ἐκπληροῖ τὴν θείαν μυσταγωγίαν κατὰ τὸ διατεταγμένον. Ὅτε δὲ μέλλει ἱερουργῆσαι προηγιασμένην, εἰσελθὼν ἐν τῷ ἱερατείῳ, ἐνδύεται τὴν ἱερατικὴν στολὴν, σφραγίζων καὶ ἀσπαζόμενος μόνον, μηδὲν δὲ ἐπιλέγων εἰ μὴ, Τοῦ Κυρίου δεηθῶμεν, εἰς ἓν ἕκαστον τῶν ἐνδυμάτων. Καὶ λαβὼν ὁ διάκονος καιρὸν, ἐξέρχεται. Ὁ δὲ ἱερεὺς ἐκφωνεῖ, Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρός. Καὶ εὐθὺς ὁ ἐκκλησιάρχης τὸ, Δεῦτε, προσκυνήσωμεν, γʹ, καὶ λέγεται ὁ προοιμιακὸς ψαλμός. Ὁ δὲ ἱερεὺς, λέγει τὰς εὐχὰς τοῦ λυχνικοῦ. Μετὰ δὲ τὴν συμπλήρωσιν τοῦ ψαλμοῦ λέγεται ἡ συναπτὴ παρὰ τοῦ διακόνου, καὶ μετὰ τὴν ἐκφώνησιν στιχολογεῖται τὰ, Πρὸς Κύριον, γινομένων καὶ μετανοιῶν εἰς τὸ Ἀλληλούϊα. Ἐν ἑκάστῳ δὲ ἀντιφώνῳ γίνεται συναπτὴ μικρὰ παρὰ τοῦ διακόνου, καὶ ἡ ἐκφώνησις παρὰ τοῦ ἱερέως. Ἀρξαμένης δὲ τῆς στιχολογίας, ἀπέρχεται ὁ ἱερεὺς ἐν τῇ ἁγίᾳ προθέσει, καὶ λαβὼν τὸν προηγιασμένον ἄρτον ἐκ τοῦ ἀρτοφορίου, τίθησιν αὐτὸν μετ' εὐλαβείας πολλῆς ἐν τῷ ἁγίῳ δίσκῳ, βαλὼν καὶ εἰς τὸ ἅγιον ποτήριον οἶνον καὶ ὕδωρ συνήθως, σιωπῶν μηδὲν λέγων, καὶ λαβὼν θυμίαμα, θυμιᾷ τὸν ἀστερίσκον καὶ τὰ καλύμματα, καὶ περικαλύψας αὐτὰ μηδὲν ὅλως λαλῶν, μήτε εὐχὴν τῆς προθέσεως, κἂν καὶ ἔν τισιν εὕρηται, ἀλλ' ἢ μόνον τὸ, Δι' εὐχῶν τῶν ἁγίων Πατέρων. Προηγιασμένη γάρ ἐστι καὶ τετελειωμένη αὕτη ἡ θυσία. Μετὰ δὲ τὸ κάθισμα τὸ, Κύριε, ἐκέκραξα, εἰς τὸν ἦχον τοῦ ἰδιομέλου τῆς ἡμέρας, ἱστῶμεν στίχ. ιʹ, καὶ δευτεροῦμεν τὸ ἰδιόμελον· εἶτα τὸ μαρτυρικὸν, τὰ τρία προσόμοια τοῦ Τριῳδίου, καὶ τὰ γʹ τοῦ Μηναίου, δευτεροῦντες τὸ ἕν.
crumb, and places this loaf in the artophorion. Then he takes the others also, and does likewise to each single one, and gathers them all together in the artophorion. Next the priest prays as is customary, and communicates as is customary, and completes the divine mystagogy according to what is ordained. And when he is about to celebrate the Presanctified, entering the sanctuary, he puts on his priestly vestment, making the sign of the cross and kissing it only, and saying nothing over it save Let us pray to the Lord over each single one of the vestments. And the deacon, having taken permission, goes out. And the priest exclaims: Blessed is the kingdom of the Father. And straightway the ecclesiarch says Come, let us worship, thrice, and the introductory psalm is recited. And the priest says the prayers of the lamp-lighting. And after the completion of the psalm the litany is said by the deacon, and after the exclamation the verses Unto the Lord are recited in psalmody, prostrations also being made at Alleluia. And at each antiphon a little litany takes place by the deacon, and the exclamation by the priest. And once the psalmody of verses has begun, the priest goes away to the holy prothesis, and taking the presanctified loaf out of the artophorion, he places it with great reverence upon the holy paten, having also poured wine and water into the holy chalice as is customary, keeping silent and saying nothing; and taking incense, he censes the asterisk and the veils, and having covered them without speaking at all, not even the prayer of the prothesis, even though in some copies it be found, save only Through the prayers of the holy Fathers. For this sacrifice is presanctified and perfected. And after the kathisma, at Lord, I have cried, to the tone of the idiomelon of the day, we appoint ten verses, and we repeat the idiomelon; then the martyrikon, the three prosomoia of the Triodion, and the three of the Menaion, repeating the one.
Δόξα. Καὶ νῦν. Θεοτόκιον. Εἴσοδος ἄνευ εὐαγγελίου. Ὅτε δὲ μέλλει εἰπεῖν Εὐαγγέλιον,
Glory. Both now. Theotokion. Entrance without the Gospel. But when he is about to read the Gospel,
PG 43:1304Read from the page
ἤγουν, εἰς τὴν εὕρεσιν τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου, τῶν ἁγίων τεσσαράκοντα μαρτύρων, τοῦ Εὐαγγελισμοῦ, καὶ τῇ Μεγάλῃ Ἑβδομάδι, τότε εἰσοδεύει μετὰ τοῦ Εὐαγγελίου. Ὁ διάκονος· Σοφία, ὀρθοὶ, τὸ, Φῶς ἱλαρόν.
namely, on the Finding of the Precious Head of the Forerunner, on the Holy Forty Martyrs, on the Annunciation, and in Great Week, then he makes the entrance with the Gospel. The deacon: Wisdom, stand upright; O Gladsome Light.
Ὁ διάκονος· Πρόσσχωμεν.
The deacon: Let us attend.
Ὁ ἱερεὺς· Εἰρήνη πᾶσι. Ὁ διάκονος· Σοφία. Ὁ ἀναγνώστης τὸ προκείμενον, καὶ ἡ Γένεσις. Τὸ δεύτερον προκείμενον. Καὶ μετὰ τοῦτο ἐκφωνεῖ ὁ διάκονος· Κελεύσατε. Ὁ δὲ ἱερεὺς λαβὼν τῇ δεξιᾷ χειρὶ θυμιατὸν καὶ μανουάλιον μετὰ κηροῦ, ἵσταται ἐνώπιον τῆς ἁγίας τραπέζης, καὶ σφραγίζων σταυρὸν, λέγει· Σοφία, ὀρθοί. Φῶς Χριστοῦ φαίνει πᾶσι. Ὁ ἀναγνώστης. Παροιμιῶν τὸ ἀνάγνωσμα, καὶ ἡ παροιμία. Καὶ μετὰ τὴν συμπλήρωσιν, λέγει ὁ ἱερεύς· Εἰρήνη σοι.
The priest: Peace to all. The deacon: Wisdom. The reader recites the prokeimenon, and Genesis; the second prokeimenon. And after this the deacon exclaims: Command. And the priest, taking in his right hand a censer and a candlestick with a taper, stands before the holy table, and making the sign of the cross, says: Wisdom, stand upright. The Light of Christ shines upon all. The reader: The reading from Proverbs, and the proverb. And after the completion, the priest says: Peace to you.
Ὁ διάκονος, Σοφία. Ὁ ψάλτης, τὸ, Κατευθυνθήτω. Στίχος αʹ, Κύριε, ἐκέκραξα. Στίχος βʹ, Θοῦ, Κύριε, φυλακήν. Στίχος γʹ, Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου. Καὶ μετὰ τὴν συμπλήρωσιν ποιοῦμεν μετανοίας γʹ· εἶτα ὁ διάκονος τὴν ἐκτενῆ, καὶ τὰ λοιπά.
The deacon: Wisdom. The chanter: Let my prayer be set forth. Verse 1: Lord, I have cried. Verse 2: Set a watch, O Lord. Verse 3: Incline not my heart. And after the completion we make three prostrations; then the deacon recites the litany of fervent supplication, and the rest.
Εἰς δὲ τὴν μεγάλην εἴσοδον τὸ, Νῦν αἱ δυνάμεις. Ἡ εὐχὴ τοῦ Χερουβικοῦ οὐ λέγεται, ἀλλὰ θυμιῶν ὁ ἱερεὺς λέγει τὸν νʹ· καὶ μετὰ τὴν πρόοδον τῶν ἁγίων δώρων, πληρουμένου τοῦ, Νῦν αἱ δυνάμεις, βάλλομεν μετανοίας γʹ, ἀσκεπεῖς ὄντες. Αἱρεῖ δὲ ὁ ἱερεὺς τὰ καλύμματα ἐκ τῶν ἁγίων δώρων, καὶ σκεπάζει αὐτὰ μετὰ τοῦ ἀέρος· ὅταν δὲ μέλλῃ ὑψῶσαι τὸν ἅγιον ἄρτον, οὐ μέν τοι ἀνακαλύπτει τὰ ἅγια, ἀλλ' ἔτι κεκαλυμμένων τῶν θείων ὄντων δώρων, εἰσάγει ὁ ἱερεὺς τὴν χεῖρα αὐτοῦ δέει πολλῷ, καὶ ἅπτεται τοῦ θείου ἄρτου μετ' εὐλαβείας καὶ φόβου, λέγοντος τοῦ διακόνου· Πρόσσχωμεν, ἐκφωνεῖ· Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις. Καὶ τὰ λοιπὰ, ὡς ἔθος.
And at the Great Entrance: Now the Powers. The prayer of the Cherubic Hymn is not said, but while censing the priest recites Psalm 50; and after the procession of the holy gifts, as Now the Powers is being completed, we make three prostrations, bareheaded. And the priest removes the veils from the holy gifts, and covers them with the aer; but when he is about to elevate the holy loaf, he does not, however, uncover the holy gifts, but while the divine gifts are still covered, the priest introduces his hand with great awe, and touches the divine loaf with reverence and fear; as the deacon says Let us attend, he exclaims: The presanctified holy things for the holy. And the rest, as is customary.
Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ.
THE DIVINE LITURGY OF THE PRESANCTIFIED.
Ὁ διάκονος λέγει· Εὐλόγησον, δέσποτα. Καὶ ὁ ἱερεὺς ἐκφώνως·
The deacon says: Bless, master. And the priest aloud:
PG 43:1305Read from the page
Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Blessed is the kingdom of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and unto the ages of the ages. Amen.
PG 43:1308Read from the page
Καὶ ὁ προοιμιακὸς παρὰ τοῦ ταχθέντος μοναχοῦ, καὶ μετὰ τὸν προοιμιακὸν, λέγει ὁ διάκονος.
And the introductory psalm by the appointed monk, and after the introductory psalm, the deacon says:
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
In peace let us pray to the Lord.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης.
For the peace from above.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος.
For the peace of the whole world.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου.
For this holy house.
Ὑπὲρ τοῦ ἀρχιεπισκόπου.
For the archbishop.
Ὑπὲρ τῆς ἁγίας μονῆς ταύτης.
For this holy monastery.
Ὑπὲρ εὐκρασίας ἀέρων.
For seasonable weather.
Ὑπὲρ πλεόντων ὁδοιπορούντων.
For those who sail and travel.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης.
For our deliverance from all.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον.
Help, save, have mercy, and keep.
Τῆς παναγίας ἀχράντου ὑπερευλογημένης.
Commemorating our all-holy, spotless, most blessed.
Ἐκφώνως.
Aloud:
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For unto Thee is due all glory, honour, and worship, to the Father, and to the Son, and to the Holy Spirit, now and ever and unto the ages of the ages.
Εὐχὴ ἀντιφώνου πρώτου.
Prayer of the First Antiphon.
Κύριε οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ προσσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν. Ποίησον μεθ' ἡμῶν σημεῖον εἰς ἀγαθόν. Ὑδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου, εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ ὄνομα τὸ ἅγιόν σου· διότι μέγας εἶ, καὶ ποιῶν θαυμάσια. Σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν, καὶ παρακαλεῖν καὶ σώζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομα τὸ ἅγιόνσου.
O Lord compassionate and merciful, long-suffering and plenteous in mercy, give ear unto our prayer, and attend unto the voice of our supplication. Work with us a sign for good. Guide us in Thy way, that we may walk in Thy truth; gladden our hearts, that we may fear Thy holy name; because Thou art great, and doing wonders. Thou art God alone, and there is none like unto Thee among gods, O Lord, mighty in mercy, and good in strength, to help, and to comfort and to save all who hope in Thy holy name.
Ὁ διάκονος.
The deacon:
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Again and again in peace let us pray to the Lord.
Notes, col. 1308

On the reading

Printed προσσχες, for πρόσσχες.

Printed Ὑδήγησον, for Ὁδήγησον.

Printed ἅγιόνσου, for ἅγιόν σου.