καὶ παλάμῃ δότε θύρσον ἀειδόμενον Διονύσου· ἀλλὰ χοροῦ ψαύοντα, Φάρῳ παρὰ γείτονι νησῳ, στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη, ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω. Εἰ γὰρ ἐφερπύσσειε δράκων, κυκλούμενος ὁλκῷ, μέλψω θεῖον ἄεθλον, ὅπη κισσώδεϊ θύρσῳ φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων· εἰ δὲ λέων φρίξειεν, ἐπαυχενίην τρίχα σείων, Βάκχον ἀνευάζω, βλοσυρῆς ἐπὶ πήχεϊ Ῥείης μαζὸν ὑποκλέπτοντα λεοντοβότοιο θεαίνης· εἰ δὲ θυελλήεντι μετάρσιος ἅλματι ταρσῶν πόρδαλις ἀΐξῃ, πολυδαίδαλον εἶδος ἀμείβων, ὑμνήσω Διὸς υἷα, πόθεν γένος ἔκτανεν Ἰνδῶν, πορδαλίων ὀχέεσσι καθιππεύσας ἐλεφάντων· ει δέμας ἰσάζοιτο τύπῳ συὸς, υἷα Θυώνης ἀείσω, ποθέοντα συοκτόνον εὔγαμον Αὔρην, ὀψιγόνου τριτάτοιο Κυβηλίδα μητέρα Βάκχου· εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω, κόλπον ἁλὸς δύνοντα, κορυσσομένοιο Λυκούργου· ει φυτὸν αἰθύσσοιτο, νόθον ψιθύρισμα τιταίνων, μνήσομαι Ἰκαρίοιο, πόθεν παρὰ θυιάδι ληνῷ βότρυς ἀμιλλητῆρι ποδῶν ἐθλίβετο ταρσῷ.
and place in my palm the celebrated thyrsus of Dionysus; but set before me Proteus of many turns touching the dance beside the neighbouring island of Pharos, that he may appear wearing his varied form, since I strike up a varied hymn. For if as a serpent he should creep along, coiling in his trail, I shall sing the divine contest, where with ivy-wreathed thyrsus the dread tribes of serpent-haired Giants were cloven down; and if as a lion he should bristle, shaking the mane upon his neck, I cry Euoi to Bacchus upon the arm of grim-visaged Rhea, stealthily drawing the breast of the lion-rearing goddess; and if with stormy leap of his paws the leopard springs aloft, exchanging his manifold-wrought shape, I shall hymn the son of Zeus, how he slew the race of Indians, riding down elephants with his teams of leopards; if his frame should match the shape of a boar, the son of Thyone I shall sing, desiring boar-slaying, fair-wedded Aura, the Cybelid mother of the late-born third Bacchus; and if he should become imitative water, I shall sing Dionysus diving into the bosom of the brine when Lycurgus armed himself; if as a tree he should quiver, stretching forth a counterfeit whisper, I shall call to mind Icarius, how beside the frantic wine-vat the grape-cluster was crushed by the rival sole of feet.
Ἄξατέ μοι νάρθηκα, Μιμαλλόνες· ὠμαδίην δὲ νεβρίδα ποικιλόνωτον ἐθήμονος ἀντὶ χιτῶνος σφίγξατέ μοι στέρνοισι, Μαρωνίδος ἔμπλεον ὀδμῆς, νεκταρέης· βυθίῃ δὲ παρ' Εἰδοθέῃ καὶ Ὁμήρῳ φωκάων βαρὺ δέρμα φυλασσέσθω Μενελάῳ. Εὔϊά μοι δότε ῥόπτρα καὶ αἰγίδας· ἡδυμελῆ δὲ ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μή κεν ὀρίνω Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχὼ,
Bring me the giant fennel, O Mimallones; and upon my shoulders bind tight to my breast a dapple-backed fawnskin in place of my accustomed tunic, full of the Maronian fragrance of nectar; and beside Eidothea of the deep and Homer let the rank hide of seals be kept for Menelaus. Give me the Euian tambourines and goatskins; and to another bestow the sweet-melodied double-toned pipe, lest I provoke my Phoebus; for he refuses the breath-filled echo of reeds,