Migne Reading Room

PG 43 · cols. 36–45 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:36Read from the page
λεῖται, οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀόρατα πνευματικὰ ζῶα, οὐδὲ τετάρτην φωνὴν ἀποδίδωσιν τὰ αὐτὰ, οὐδὲ μίαν μόνην· ἀλλὰ τρεῖς φωνὰς ἑνικὰς, τὸ, Ἅγιος, ἅγιος, ἅγιος· καὶ οὐ λέγουσιν, Ἅγιοι, ἅγιοι, ἵνα τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι, μηδὲ τῶν τριῶν τὸν ἀριθμὸν ἀποκρύψωσιν· ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιαστείαν, μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ πολυθεΐαν ὀνομάσωσιν. Εἷς γάρ ἐστι Θεὸς Πατὴρ ἐν Υἱῷ, Υἱὸς ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι· καὶ διὰ τοῦτο ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος, Πατὴρ ἀληθινὸς ἐνυπόστατος, καὶ Υἱὸς ἀληθινὸς ἐνυπόστατος, καὶ Πνεῦμα ἅγιον ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα, μία θεότης, μία οὐσία, μία δοξολογία, εἷς Θεός. Ὠνόμασας Θεόν; συμπεριείληφας τῇ διανοίᾳ τὴν Τριάδα. Ἔσχες Πνεῦμα ἅγιον; κατηξίωσαι τῆς δυνάμεως τῆς πατρῴας καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἐδόξασας τὸν Πατέρα; ἐσήμανας τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ἀλλὰ μὴ κατὰ συναλοιφήν. Ἔστι γὰρ ὁ Πατὴρ Πατήρ· ἔστιν ὁ Υἱὸς Υἱός· ἔστι τὸ ἅγιον Πνεῦμα ἅγιον Πνεῦμα· ἀλλ' οὐκ ἠλλοτριωμένη ἡ Τριὰς τῆς ἑνότητος καὶ τῆς ταυτότητος. Τιμᾶται δὲ ὁ Πατὴρ, καθὸ Πατήρ ἐστι· τιμᾶται ὁ Υἱὸς, καθὸ Υἱός ἐστι· τιμᾶται τὸ Πνεῦμα τὸ ἅγιον, καθὸ Πνεῦμα ἀληθὲς, καὶ Πνεῦμα Θεοῦ. Οὕτω λέγει ὁ Μονογενής· Ὁ τιμῶν τὸν Πατέρα τιμᾷ τὸν Υἱόν. Αὐτῷ γὰρ λέγειν τὸν Πατέρα, Υἱὸν σημαίνεις, καὶ Υἱὸν τιμᾷς· καὶ ὁ Υἱὸν τιμῶν τιμᾷ τὸν Πατέρα. Αὐτῷ γὰρ ὀνομάζειν σε τὸν Υἱὸν, τιμᾷς τὸν Πατέρα, οὐκ ἐλάττονα τὸν Χριστὸν φάσκων τοῦ Πατρός.
complished, nor do those same holy and invisible spiritual living beings cry out a fourth time, nor do those same beings render a fourth voice, nor a single one alone; rather, three singular voices, the Sanctus: Holy, holy, holy; and they do not say: Holies, holies, lest they declare that which is singular to be many-named, nor yet conceal the number of the Three; rather, thrice do they render the sanctification, yet in a uniform and singular manner do they utter the expression, lest they should name a polytheism. For there is one God: Father in Son, Son in Father with the Holy Spirit; and therefore Holy resting among the holy, true and enhypostatic Father, and true and enhypostatic Son, and true and enhypostatic Holy Spirit: being three, one Godhead, one substance, one doxology, one God. Have you named God? You have encompassed the Trinity in your thought. Have you received the Holy Spirit? You have been counted worthy of the paternal power and that of the Son of God. Have you glorified the Father? You have signified the Son and the Holy Spirit, yet not by way of coalescence. For the Father is Father; the Son is Son; the Holy Spirit is Holy Spirit; yet the Trinity is not estranged from unity and identity. And the Father is honoured inasmuch as He is Father; the Son is honoured inasmuch as He is Son; the Holy Spirit is honoured inasmuch as He is true Spirit and Spirit of God. Thus speaks the Only-begotten: He who honours the Father honours the Son. For by the very act of calling Him Father, you signify a Son, and you honour the Son; and he who honours the Son honours the Father. For by your very naming of the Son, you honour the Father, affirming Christ to be no whit inferior to the Father.
ΙΑʹ. Εἰ γὰρ ἐν ἡμῖν τοῖς ἀνθρώποις ἔπεστι τὸ τοιοῦτον φρόνημα, καὶ οὐχ ἥσσονας τοὺς υἱοὺς βουλόμεθα, οὐδὲ ἠλαττωμένους παρὰ τὴν τῶν πατέρων τιμήν· ἡ γὰρ εἰς τοὺς υἱοὺς ἀτιμία εἰς τοὺς πατέρας ἀναλογεῖται· πόσῳ μᾶλλον ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἂν βουληθείη ποτὲ ἐλαττωθῆναι τὸν αὐτοῦ Υἱόν; Ὁ τοίνυν τὸν ἀληθῶς ὄντα τοῦ Πατρὸς Υἱὸν ἀποδέοντα τῆς τοῦ Πατρὸς δόξης ὑπολαμβάνων, μᾶλλον ἀτιμάζει, ἀντὶ τιμῆς ἀγνοίᾳ φερόμενος. Ὡς οὖν ἀποκαλύπτει τὸν Πατέρα φάσκων· Οὐδεὶς οἶδε τὸν Πατέρα, ει μὴ ὁ Υἱός· καὶ οὐδεὶς οἶδε τὸν Υἱὸν, ει μὴ ὁ Πατήρ· τολμῶ λέγειν, Οὐδὲ τὸ Πνεῦμά τις οἶδεν, εἰ μὴ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, παρ' οὗ ἐκπορεύεται, καὶ παρ' οὗ λαμβάνει. Πῶς δὲ ἀλλότριον Θεοῦ τὸ Πνεῦμα λέγειν τολμῶσιν, οἱ μανίᾳ μᾶλλον κατεχόμενοι, οὐκ ἀληθείᾳ, καὶ οὐ μανθάνουσι τὴν ἀληθινὴν φωνὴν τοῦ ἀξιοπίστου καὶ ἁγίου Παύλου τοῦ ἀποστόλου, ᾧ δεξιὰν ἔδωκεν ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος, ὁ κατηξιωμένος ἔχειν τὴν κλεῖν τῆς βασιλείας, τοῦ ἀκούσαντος ἀπ' οὐρανῶν· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; τοῦ κατηξιωμένου ἀκοῦσαι ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· τοῦ λέγοντος· Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ
11. For if among us mortals there exists such a sentiment, and we wish our sons to be no whit inferior nor diminished in comparison with the honour of their fathers—for dishonour towards sons rebounds proportionately upon their fathers—how much more would God and Father never wish His Son to be diminished? Whoever, therefore, supposes Him Who truly is the Son of the Father to fall short of the glory of the Father rather dishonours Him, being carried away by ignorance instead of honour. Accordingly, just as He reveals the Father when saying: No one knows the Father, save the Son; and no one knows the Son, save the Father; so I venture to say: Neither does anyone know the Spirit, save the Father, and the Son, from Whom He proceeds and from Whom He receives. How, then, do they dare to call the Spirit alien from God—men possessed rather by madness, not truth—and fail to learn the true voice of the trustworthy and holy Apostle Paul, to whom Peter, the chiefest of the apostles, he who was counted worthy to hold the key of the kingdom, gave the right hand; of him who heard from the heavens: Saul, Saul, why dost thou persecute Me? of him who was counted worthy to hear unutterable words, which it is not permitted a human being to speak; of him who says: No one knows the things of a human being, save
Notes, col. 36

On the reading

Printed ει, for εἰ.

PG 43:37Read from the page
μὴ τὸ πνεῦμα τοῦ ανθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· ἀπὸ τοῦ παραδείγματος τὰ ἄνω βουλόμενος φράζειν, ἵνα μὴ τὸ τοῦ ἀνθρώπου παράδειγμα εἰς τὸν Θεὸν ἀπεικάσῃ, ἀλλὰ τῷ παραδείγματι μέρος τῶν ἄνω ἀποκαλύψῃ. Ὅλη γὰρ ἡ κτίσις συναχθεῖσα ἀγγέλων καὶ ἀρχαγγέλων, χερουβὶμ καὶ σεραφὶμ, σὺν στρατιᾷ ἐπουρανίῳ, οὐρανοῦ τε καὶ γῆς, ἐπιγείων καὶ οὐρανίων καὶ καταχθονίων, φωστήρων τε καὶ ἀστέρων, ξηρῶν τε καὶ ὑγρῶν, καὶ πάντων ἁπαξαπλῶς τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, οὐ δύναται ἐνδείξασθαι, οὔτε ὑποδείγματι ἀφομοιωθῆναι τῷ ἑαυτῶν Δεσπότῃ. Κατὰ χάριν γὰρ τῷ ἀνθρώπῳ τὴν εἰκόνα χαρίζεται, λέγων· Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εικόνα Θεοῦ ἐποίησεν αὐτόν. Χαρίσματι γὰρ ἔχει τὴν εικόνα πᾶς ἄνθρωπος. Οὐδεὶς δὲ τῷ ἑαυτοῦ Δεσπότῃ ἀπεικασθήσεται· τὸ μὲν γὰρ ἀόρατον, τὸ δὲ ὁρατόν· τὸ μὲν ἀθάνατον, τὸ δὲ θανάτου δεκτικόν· καὶ τὸ μὲν πάσης σοφίας πηγὴ, καὶ πάντα ἔχον ἐν ἑαυτῷ τετελειωμένα, ὁ δὲ ἄνθρωπος χάρισμα ἔχων ἀπὸ μέρους, λειπόμενός ἐστι τῶν τελειοτάτων, εἰ μὴ θέλει ὁ Θεὸς παρασχεῖν κατ' ἀξίαν τοῖς κομιζομένοις τὴν διὰ χαρίσματος τελειότητα.
the spirit of the human being that dwells in him; wishing by way of the example to express the things above, lest he should liken the human example unto God, but rather through the example reveal in part the things above. For the whole creation gathered together—of angels and archangels, cherubim and seraphim, with the heavenly host, of heaven and earth, of things earthly and heavenly and subterranean, of luminaries and stars, of things dry and moist, and simply of all things in heaven and on earth—cannot set forth, nor by way of an example be assimilated to, their own Master. For by grace He bestows the image upon the human being, saying: God made the human being; according to the image of God He made him. For by a gift of grace every human being possesses the image. Yet no one shall be likened to his own Master: for the One is invisible, while the other is visible; the One is immortal, while the other is susceptible of death; and the One is the fountainhead of all wisdom and holds all things brought to perfection in Himself, whereas the human being, possessing a gift of grace in part, falls short of the most perfect things, unless God wills to grant according to worthiness unto those who receive it the perfection that comes through grace.
ΙΒʹ. Ὅμως ὑποδείγματι κεχρημένος ὁ αὐτὸς ἅγιος Ἀπόστολος· Οὐδεὶς, φησὶ, οἶδεν ἄνθρωπος τὰ τοῦ ἀνθρώπου, ει μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω· καὶ οὐκ εἶπεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ κατοικοῦν ἐν αὐτῷ· ἀλλὰ, τὸ Πνεῦμα τοῦ Θεοῦ, μόνον· ἵνα μή τις σύνθετον καὶ συγκείμενον νοήσῃ τὸ Θεῖον. Εἰ μὴ, φησὶ, τὸ Πνεῦμα τοῦ Θεοῦ· τὸ γὰρ Πνεῦμα τοῦ Θεοῦ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Οὐκ ἀλλότριον τοίνυν τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐρευνῶν βάθη. Εἰ γὰρ ἡμᾶς μέμφεται τὸ θεῖον γράμμα λέγον· Ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ οὐ χρεία ἐστί σοι τῶν κρυπτῶν, καὶ ὑψηλότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐξέταζε. Ἆρα εἴπωμεν καὶ περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι μᾶλλον περιεργίᾳ, καὶ οὐχὶ μᾶλλον γνησιότητι ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ; ποῦ γὰρ ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ; διὰ ποίαν αἰτίαν; λέγε, ὦ ἀνόητε. Ὡς περιεργαζόμενον; ὡς ἀλλοτριεπίσκοπον; ὡς μὴ ἰδίων ἐπιθυμοῦν; Μὴ γένοιτο! Ἀλλ' ἐπειδὴ καταξιοῦνται οἱ ἅγιοι τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἑαυτοῖς κατοικίζειν, ἐπὰν ἐν τοῖς ἁγίοις γένηται τὸ Πνεῦμα τὸ ἅγιον, χαρίζεται αὐτοῖς ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, εἰς τὸ βαθέως δοξάζειν (ὡς καὶ Δαβὶδ τοῦτο ὁμολογεῖ· Ἐκ βαθέων γὰρ, φησὶ, ἐκέκραξά σοι, Κύριε) καὶ ἀπειρομεγέθως, καὶ μὴ σμικρῶς καὶ ἀτελῶς, καθάπερ οἱ τῆς Ἀρείου αἱρέσεως, καὶ ἔξωθεν πᾶσαι, καὶ ἐξότε νόμος διὰ Μωϋσέως ἐδόθη, αἱ μετ' αὐτὸν σχισθεῖσαι αἱρέσεις πρὸ τῆς Χριστοῦ ἐνσάρκου παρουσίας ἕνδεκα, καὶ μετὰ τὴν ἔνσαρκον παρουσίαν ἄλλαι ἑξήκοντα, χωρὶς τῶν πρὸ τοῦ νόμου, καὶ πασῶν τούτων πέντε, καὶ τῶν ἄλλων τεσσάρων
12. Nevertheless, employing an example, the same holy Apostle says: For what human being knows the things of a human being, save the spirit of the human being that dwells in him? Even so, no one knows the things of God; and he did not say: save the Spirit of God Who dwells in Him, but simply: save the Spirit of God, lest anyone should conceive the Divine to be composite and compounded. Save, says he, the Spirit of God; for the Spirit of God searches all things, even the depths of God. The Spirit of God Who searches the depths is therefore not alien. For if divine Scripture reproves us when saying: Ponder the things that have been commanded you, and you have no need of hidden things; seek not things too high for you, and examine not things too deep for you—shall we say concerning the Holy Spirit as well that It searches the depths of God out of meddlesome curiosity rather than genuine kinship? For where does It search the depths of God? For what reason? Tell me, O senseless man! As busying Itself meddlesomely? As prying into what belongs to another? As desiring things not Its own? Far be it! Rather, since the saints are counted worthy to make the Holy Spirit dwell within themselves, whenever the Holy Spirit comes to be in the saints, He grants unto them to search the depths of God, unto glorifying Him deeply (even as David too confesses this: Out of the depths, says he, have I cried unto Thee, O Lord) and with boundless greatness, and not pettily and imperfectly, like those of the heresy of Arius, and all the heresies outside, both the eleven heresies that split off after Moses, since the time when the law was given through him, prior to the incarnate coming of Christ, and another sixty after the incarnate coming, apart from those prior to the law—both five mothers of all these, and the other four
Notes, col. 37

On the reading

Printed ανθρώπου, for ἀνθρώπου.

Printed εικόνα, for εἰκόνα.

Printed ει, for εἰ.

PG 43:40Read from the page
Ἑλληνικῶν αἱρέσεων· αἵτινές εἰσι πρὸ νόμου ἐννέα· ὁμοῦ δὲ ἅπασαι σὺν ταῖς ἑαυτῶν μητράσι τῶν ἀριθμῶν ὀγδοήκοντα· ὧν εἰσι μητέρες μὲν πέντε οὕτως· Βαρβαρισμὸς, Σκυθισμὸς, Ἑλληνισμὸς, Ἰουδαϊσμὸς, Σαμαρειτισμός. Ἐκ τούτων, ἐξ Ἑλληνισμοῦ μὲν αἱρέσεις τέσσαρες, Πυθαγορείων, Πλατωνικῶν, Στωϊκῶν, Ἐπικουρείων. Ἀπὸ δὲ τοῦ νόμου πρὸ Χριστοῦ παρουσίας τῆς ἐνσάρκου ἕνδεκα· ἐκ μὲν Ἰουδαίων ἑπτὰ, Γραμματέων, Φαρισαίων, Σαδδουκαίων, Ἐσσαίων, Νασσαραίων, Ἡμεροβαπτιστῶν, Ἡρωδιανῶν. Ἐκ δὲ Σαμαρειτῶν τέσσαρες, Γοροθηνῶν, Σεβουαίων, Ἐσσηνῶν, Δοσιθέων· ὁμοῦ ἕνδεκα ἀπὸ νόμου ἐξ Ἰουδαίων καὶ Σαμαρειτῶν φύσασαι.
Greek heresies, which are nine prior to the law; and all of them together with their own mothers are eighty in numbers; of which there are five mothers, thus: Barbarism, Scythism, Hellenism, Judaism, Samaritanism. Out of these, from Hellenism come four heresies: of Pythagoreans, Platonists, Stoics, Epicureans. And from the law prior to the incarnate coming of Christ come eleven: from the Jews seven—of Scribes, Pharisees, Sadducees, Essenes, Nasaraeans, Hemerobaptists, Herodians; and from the Samaritans four—of Gorothenes, Sebuaeans, Essenes, Dositheans: altogether eleven sprung from the law out of Jews and Samaritans.
ΙΓʹ. Πᾶσαι οὖν αἱ πρὸ ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας, ἐπὶ Ἀδὰμ ἀρξάμεναι, καὶ μέχρις αὐτῆς, εἴκοσίν εἰσι· μετὰ δὲ τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρουσίαν ἕως βασιλείας Οὐαλεντινιανοῦ, καὶ Οὐάλεντος, καὶ Γρατιανοῦ, πᾶσαι αἱ αἱρέσεις αἱ ψευδῶς ἐπιφημίσασαι τὸ τοῦ Χριστοῦ ὄνομα ἑαυταῖς, ἑξήκοντά εἰσιν, οὕτως ἀριθμούμεναι· Σιμωνιανοὶ, Μενανδριανοὶ, Σατορνῖλοι, Βασιλιδιανοὶ, Νικολαΐται, Γνωστικοὶ, οἱ δὲ Στρατιωτικοὶ καὶ Φιβιωνῖται, παρὰ δέ τισι Σεκουνδιανῖται, παρ' ἄλλοις δὲ Σωκρατῖται, παρ' ἑτέροις δὲ Ζακχαῖοι, παρὰ δέ τισι Κοδδιανοὶ λεγόμενοι καὶ Βορβορῖται, Καρποκρατῖται, Κηρινθιανοὶ οἱ δὲ Μηρινθιανοὶ, Ναζωραῖοι, Ἐβιωναῖοι, Οὐαλεντῖνοι, Σεκουνδιανοὶ, οἷς συνάπτεται Ἐπιφάνιος καὶ Ἰσίδωρος, Πτολεμαιονῖται, Μαρκόσιοι, Κολορβάσιοι, Ἡρακλεωνῖται, Ὀφῖται, Καϊανοὶ, Σηθιανοὶ, Ἀρχοντικοὶ, Κερδωνιανοὶ, Μαρκιωνισταὶ, Λουκιανισταὶ, Ἀπελληϊανοὶ, Σευηριανοὶ, Τατιανοὶ, Ἐγκρατῖται, Κατάφρυγας οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται, Πεπουζιανοὶ οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοὶ, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκαιδεκατῖται, οἱ τὸ Πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες· Ἄλογοι οἱ τὸ Εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι, Ἀδαμιανοὶ, Σαμψαῖοι, οἱ καὶ Ἑλκεσαῖοι, Θεοδοτιανοὶ, Μελχισεδεκιανοὶ, Βαρδησιανισταὶ, Νοητιανοὶ, Οὐαλήσιοι, Καθαροὶ οἱ καὶ Ναυαταῖοι οἱ καὶ Μοντήσιοι ὡς ἐν Ῥώμῃ καλοῦνται, Ἀγγελικοὶ, Ἀποστολικοὶ, Ἀποτάκται, Σαβελλιανοὶ, Ὠριγενισταὶ οἱ καὶ αἰσχροποιοὶ, Ὠριγενισταὶ οἱ τοῦ Ἀδαμαντίου, οἱ Παύλου τοῦ Σαμοσατέως, Μανιχαῖοι οἱ καὶ Ἀκοανῖται, Ἱερακῖται, Μελητιανοὶ οἱ κατ' Αἴγυπτον σχίσμα ὄντες, Ἀρειανοὶ οἱ καὶ Ἀρειομανῖται, Αὐδιανοὶ τὸ σχίσμα, ἀλλ' οὐχ αἵρεσις, Φωτινιανοὶ, Μαρκελλιανοὶ, Ἡμιάρειοι, Πνευματομάχοι οἱ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ βλασφημοῦντες, Ἀεριανοὶ, Ἀέτιοι οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ ἄνομος· Διμοιρῖται οἱ μὴ τελείαν Χριστοῦ τὴν ἐνανθρώπησιν ὁμολογοῦντες, Ἀπολινάριοι οἱ καὶ τὴν ἁγίαν Μαρίαν τὴν ἀει-
13. All those prior to the incarnate coming of Christ, therefore, beginning in the time of Adam and reaching down unto it, are twenty; and after the incarnate coming of Christ down to the reign of Valentinian, and Valens, and Gratian, all the heresies that falsely attached the name of Christ unto themselves are sixty, numbered thus: Simonians, Menandrians, Satornilians, Basilidians, Nicolaitans, Gnostics—who are also Stratiotics and Phibionites, and among some Secundianites, among others Socratites, among still others Zacchaeans, and among some called Coddians and Borborites—Carpocratites, Cerinthians who are also Merinthians, Nazoraeans, Ebionites, Valentinians, Secundians, to whom are joined Epiphanius and Isidore, Ptolemaeonites, Marcosians, Colorbasians, Heracleonites, Ophites, Caianites, Sethians, Archontics, Cerdonians, Marcionists, Lucianists, Apelleians, Severians, Tatianists, Encratites, Cataphrygians who are also Montanists and Tascodrougites, Pepuzians who are also Priscillianists and Quintillianists, to whom are joined Artotyrites, Quartodecimans, who keep the Passover on one fixed day of the year; Alogi, who reject the Gospel and the Apocalypse of John, Adamians, Sampsaeans, who are also Elkesaites, Theodotians, Melchisedecians, Bardesianists, Noetians, Valesians, Cathari who are also Novatians, who are also called Montenses as in Rome, Angelics, Apostolics, Apotactites, Sabellians, Origenists who are also committers of shameful deeds, Origenists of the school of Adamantius, the followers of Paul of Samosata, Manichaeans who are also Acuanites, Hieracites, Meletians who are a schism in Egypt, Arians who are also Ariomaniacs, Audians—the schism, though not a heresy—Photinians, Marcellians, Semi-Arians, Pneumatomachians who blaspheme the Holy Spirit of God, Aerians, Aetians who are also Anomoeans, to whom is joined Eunomius, or rather the lawless one; Dimoerites who do not confess the Incarnation of Christ to be complete, Apollinarians, and those who say that the holy Mary the Ever-
Notes, col. 40

On the reading

Printed Κατάφρυγας, for Κατάφρυγες.

PG 43:41Read from the page
παρθένον λέγοντες μετὰ τὸ τὸν Σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῇφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριανίτας· καὶ οἱ εἰς ὄνομα αὐτῆς κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριανοί· Μεσσαλιανοὶ, οἷς συνάπτονται Μαρτυριανοὶ ἀπὸ Ἑλλήνων, καὶ Εὐφημῖται καὶ Σατανιανοί.
Virgin was joined to Joseph after having given birth to the Saviour, whom we have called Antidicomarianites; and those who offer a small cake in her name, who are called Collyridians; Messalians, to whom are joined Martyrians from among the Greeks, and Euphemites and Satanians.
ΙΔʹ. Καὶ ἁπλῶς περιεκάκησα καὶ περικακῶ τοσούτων αἱρέσεων ὀνόματα εἰς ἀριθμὸν φέρειν, καὶ τὰς ἀθεμίτους αὐτῶν πράξεις διηγεῖσθαι· καὶ περὶ τῶν δύο σχισμάτων, τῶν τε κατ' Αἴγυπτον, φημὶ, προειρημένων Μελητιανῶν, τῶν διὰ τὴν ἐπὶ τοῦ διωγμοῦ γενομένην τινὰ πτῶσιν, παρὰ δὲ τῶν ἡμετέρων δεχθέντων ἐν τοῖς αὐτῶν κλήροις μετὰ μετάνοιαν, ἑαυτοὺς σχισάντων, οὐ μὴν δὲ ἐν αἱρέσει ὄντων· καὶ τῶν κατὰ τὴν Μεσοποταμίαν προειρημένων, ὡσαύτως Αὐδιανῶν, τῶν καὶ σχισματικῶν ὄντων, ἀλλ' οὐκ ἀλλοτρίαν πίστιν ἐχόντων, μόνον ἰδιωτικῶς περὶ τοῦ κατ' εἰκόνα φιλονεικούντων, οὐ διὰ πίστιν ἀφηνιαζόντων, καὶ ἑαυτοὺς ἀφοριζόντων, οὐδὲ διά τι ἕτερον, ἀλλὰ κατὰ ἐθελοακρότητα δικαιοσύνης δῆθεν, διὰ τὸ μὴ συγκοινωνεῖν ἐπισκόποις καὶ πρεσβυτέροις, τοῖς χρυσὸν καὶ ἄργυρον κεκτημένοις, καὶ διὰ τὸ ποιεῖν τὸ Πάσχα ἐν ᾧ καιρῷ Ἰουδαῖοι ποιοῦσι, καὶ σχίζοντες ἑαυτοὺς τούτων χάριν καὶ ἀπαλλοτριοῦντες τῆς ἑνώσεως τῆς ὀρθοδόξου Ἐκκλησίας. Οἱ γὰρ μὴ λαβόντες Πνεῦμα ἅγιον οὐκ ἔμαθον τὰ βάθη τοῦ Θεοῦ, καὶ εἰς ταύτας περιεκλάσθησαν τὰς αἱρέσεις καὶ εἰς τὰς τῶν σχισμάτων διὰ προφάσεως ἐρεσχελίας· καταλείψαντες γὰρ τὴν ἀλήθειαν, ἐπὶ πολλὰς τρίβους ἐβάδισαν, ἄλλοτε ἄλλως καὶ ἄλλα διανοούμενοι. Φησὶ δὲ ὁ αὐτὸς ἅγιος Ἀπόστολος, δηλῶν ἡμῖν δι' ἣν αἰτίαν τοῦτο εἶπεν· Ἡμεῖς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν, ὅπως γνῶμεν τὰ ἐκ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες, καὶ τὰ ἑξῆς. Τὸ Πνεῦμα τοίνυν τοῦ Θεοῦ οὐκ ἀλλότριον Θεοῦ· εἰ γὰρ ἀλλότριον Θεοῦ ἐστι, πῶς τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾷ; Ἀλλὰ τί ἐρεῖς μοι, ὦ κενόδοξε, ὁ πολεμῶν σεαυτὸν, ἵνα μὴ εἴπω τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ; τί γὰρ, κενόδοξε, πολεμεῖς τὸν ἀκαταπολέμητον; τί μάχῃ τῷ ἀκαταμαχήτῳ; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Σεαυτὸν σκανδαλίζεις, καὶ οὐ τὸν Λόγον. Σαυ-
14. And frankly I have grown weary—and am still weary—of bringing the names of so many heresies into a tally and recounting their unlawful deeds; and concerning the two schisms: both the aforesaid Meletians in Egypt, I mean, who sundered themselves on account of a certain lapse that took place during the persecution—when men had been received back into their own clerical ranks by our people after repentance—yet are assuredly not in heresy; and likewise the aforesaid Audians in Mesopotamia, who are also schismatics, yet hold no alien faith, only wrangling in an unlearned fashion over that which is according to the image, not rebelling on account of faith and separating themselves, nor for aught else save out of a self-willed extremity of supposed righteousness, on account of refusing to hold communion with bishops and presbyters who possess gold and silver, and on account of keeping the Passover at the season when the Jews keep it, both sundering themselves for the sake of these things and estranging themselves from the unity of the orthodox Church. For those who did not receive the Holy Spirit did not learn the depths of God, and were broken off and twisted away into these heresies and into those of the schisms through a pretext of cavilling; for having forsaken the truth, they walked upon many paths, thinking differently at different times and devising different notions. Now the same holy Apostle speaks, showing us for what reason he said this: Now we have received the Spirit of God, that we might know the things freely given to us by God, which things we also speak, not in words taught by wisdom, but in words taught by the Holy Spirit, comparing spiritual things with spiritual, and so forth. The Spirit of God is therefore not alien from God; for if He is alien from God, how does He search the depths of God? Yet what will you say to me, O vainglorious man, you who wage war against yourself—not to say against the Holy Spirit of God? For why, O vainglorious man, do you wage war against the Unconquerable? Why do you fight against the Invincible? It is hard for you to kick against the goads. You trip up yourself, and not the Word. Your-
Notes, col. 41

On the reading

Printed παρθένον, for πάρθενον.

Printed συνῇφθαι, for συνῆφθαι.

PG 43:44Read from the page
τὸν ἁλίσκεις, καὶ οὐ τὸ Πνεῦμα· σαυτὸν ἀπαλλητριοῖς ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος, καὶ οὐ τὸν Υἱὸν ἀπὸ Πατρὸς, οὐδὲ τό Πνεῦμα τὸ ἅγιον ἀπὸ Πατρὸς καὶ Υἱοῦ.
convict yourself, and not the Spirit; you alienate yourself from the grace of God, and neither the Son from the Father, nor the Holy Spirit from the Father and the Son.
ΙΕʹ. Πάντως γὰρ λέγεις κατὰ δεινότητα· ἤκουσα γὰρ ἤδη καί τινας ματαιόφρονας, τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀλήθειαν μετατιθέντας εἰς βλασφημίας, καὶ λέγοντας· Ἐρευνᾷ μὲν τὰ βάθη τοῦ Θεοῦ, ἀλλ' οὐ καταλαμβάνει, διὰ τὸ μὴ προσκεῖσθαι τῷ ῥητῷ τὸν λόγον τοῦτον, ἀλλὰ μόνον εἰπεῖν τὸν Ἀπόστολον· Ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ, καὶ οὐ πρόσκειται τὸ, καταλαμβάνει. Ὢ πολλῆς ἠλιθιότητος! Χρεία γὰρ ἦν, ὦ θεήλατε, μετὰ τὸ εἰπεῖν ἐρευνᾷ, εἰπεῖν τὸ, καταλαμβάνει; Κατὰ γὰρ τὴν σὴν ἀφυΐαν, χωλὸν ἂν ηὑρίσκετο τὸ πρᾶγμα προστιθεμένης τῆς λέξεως· νῦν δὲ οὐχ ὑπολείπεταί σοι πρόφασις· πανταχόθεν γὰρ ἡ Γραφὴ συνάγει τῷ εὐλαβεστάτῳ ἀνδρὶ τὴν ἀλήθειαν. Περὶ γὰρ τοῦ παντοκράτορος Θεοῦ γέγραπται οὕτως, ὅτι Ὁ Θεὸς δοκιμάζων νεφροὺς, καὶ ἐρευνῶν ταμιεῖα κοιλίας. Εἰ δὲ δοκιμάζει νεφροὺς, ἆρα οὐκ οἶδεν, ὅτι δοκιμάζει; ἢ τὸ πᾶν τῆς γνώσεως ἐν τῷ δοκιμάζειν ἀπεφήνατο; Ἐρευνῶν δὲ ταμιεῖα κοιλίας, πάλιν οὐ πρόσκειται τὸ, καταλαμβάνων. Ἄρα ἐὰν μὴ πρόσκειται τῷ ῥητῷ τὸ, καταλαμβάνει, θάνατον ἐμαυτῷ προξενήσω, παραπλέξας τῷ ῥητῷ τὸ, οὐ καταλαμβάνει, κατὰ τὸν σὸν λόγον, ὦ ἀνόητε; Οὕτως οὖν καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου εἴρηται, ὅτι ἐρευνᾷ, καὶ οὐ χρεία ἦν εἰπεῖν, ὅτι καὶ καταλαμβάνει· ἐπ' αὐτοῦ λόγου δηλοῖ, ὅτι ἔστιν ἐν τῷ Πνεύματι τῷ ἁγίῳ ἡ γνῶσις τοῦ Θεοῦ, καὶ τῶν βαθέων τοῦ Θεοῦ. Κἂν σε μὴ εἴπῃ. καταλαμβάνει, τὸ αὐτό μοι νόησον, καὶ μὴ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυε. Ὡς γὰρ ἐπὶ τοῦ Πατρὸς οὐ τολμητέον λέγειν τὸ, Ἐρευνᾷ καὶ οὐ καταλαμβάνει· αὐτὸς γὰρ τὸν ἄνθρωπον ἔκτισε σὺν Υἱῷ καὶ ἁγίῳ Πνεύματι· ἀεὶ γὰρ ἡ Τριὰς Τριὰς, καὶ οὐδέποτε προσθήκην λαμβάνει· οὕτω δὴ καὶ περὶ τοῦ ἁγίου Πνεύματος νοητέον. Ὅταν γὰρ εἴπῃ, ὅτι ἐποίησε τὸν ἄνθρωπον, Ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεος τὸν οὐρανὸν καὶ τὴν γῆν, σημαίνει Πατρὸς φωνὴν, συγκαλοῦσαν εἰς δημιουργίαν· καὶ τὸ, Ποιήσωμεν, λέγων, εἴποιμι ἂν περὶ τοῦ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Οὕτω γὰρ λέγει· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Συνδημιουργεῖ τοίνυν ὁ Λόγος τῷ Πατρί· συνδημιουργεῖ καὶ τὸ ἅγιον Πνεῦμα. Ὁ τοίνυν ποιήσας τὸν ἄνθρωπον παντοκράτωρ Θεὸς, οὐκ οἶδε τὰ τοῦ ἀνθρώπου, ἐρευνῶν ταμιεῖα κοιλίας; Ἀλλὰ τὸ πλεῖστον τῆς τοῦ Θεοῦ γνώσεως ὁ λόγος ἐπιφέρει τοῦτο λέγων, ἵνα μή τις τῶν ἐν ἡμῖν ἁμαρτανόντων νομίσῃ ἔτι ἀπὸ Θεοῦ κεκρύφθαι. Αὐτὸς γὰρ οἶδε τὸν ἄνθρωπον, καὶ τὰ τοῦ ἀνθρώπου.
15. For you certainly speak out of cleverness; indeed, I have already heard certain vain-minded persons turning the truth of our God and Saviour into blasphemies and saying, "He searches the depths of God, yet He does not comprehend them," because this expression is not added to the text, whereas the Apostle merely said, "He searches the depths of God" (1 Cor. 2:10), and "He comprehends" is not appended. Oh, what great folly! Was there any need, O God-smitten man, after saying "He searches," to say "He comprehends"? For according to your dullness of wit, the matter would have been found lame had that word been added; as it is, however, no pretext is left to you, for from every quarter Scripture gathers the truth for the most reverent man. For concerning Almighty God it is written thus, that "God tries the reins, and searches the chambers of the belly" (Ps. 7:10; Prov. 20:27). Now if He tries the reins, does He then not know because He tries them? Or did He set forth the fullness of knowledge in trying them? And in "searching the chambers of the belly," again "comprehending" is not appended. If, then, "He comprehends" is not appended to the text, shall I bring death upon myself by weaving "He does not comprehend" into the text, according to your argument, O foolish man? Thus, therefore, concerning the Holy Spirit also it has been said that "He searches," and there was no need to say that He also comprehends; from the statement itself He shows that there is in the Holy Spirit the knowledge of God and of the depths of God. Even if it does not say to you "He comprehends," understand the very same thing for me, and do not destroy your own soul. For just as in the case of the Father one must not dare to say, "He searches and does not comprehend"—for He Himself created man together with the Son and the Holy Spirit, since the Trinity is ever Trinity and never receives addition—so indeed must one understand concerning the Holy Spirit as well. For when it says that He made man—"For in the beginning God made the heaven and the earth" (Gen. 1:1)—it signifies the voice of the Father calling together unto creation; and in saying, "Let Us make" (Gen. 1:26), I would say He speaks concerning the Son and the Holy Spirit. For thus it says: "By the Word of the Lord the heavens were established, and all the host of them by the Spirit of His mouth" (Ps. 32:6). The Word, then, creates together with the Father; the Holy Spirit also creates together with Him. Does Almighty God, therefore, Who made man, not know the things of man when He searches the chambers of the belly? Rather, the word adduces the utmost bound of God's knowledge in saying this, lest any among us who sin should suppose that he is still hidden from God. For He Himself knows man, and the things of man.
Ιϛʹ. Ἐρευνᾷ τοίνυν ὁ Πατὴρ ταμιεῖα κοιλίας καὶ οἶδεν· ἐρευνᾷ τὸ Πνεῦμα τὰ βάθη τοῦ Θεοῦ, καὶ
16. The Father, therefore, searches the chambers of the belly and knows them; the Spirit searches the depths of God, and
Notes, col. 44

On the reading

Printed ἀπαλλητριοῖς, for ἀπαλλοτριοῖς.

Printed τό Πνεῦμα, for τὸ Πνεῦμα.

Printed εἴπῃ., for εἴπῃ,.

Printed Θεος, for Θεὸς.

PG 43:45Read from the page
οἶδεν· ἀποκαλύπτει γὰρ ἁγίοις τὰ τοῦ Θεοῦ μυστήρια, λαὶ διδάσκει βαθέως τὸν Θεὸν δοξάζειν, καὶ τὴν τούτου ἀκαταληψίαν τοῖς αὐτοῦ ὑποδεικνύει. Ἄρα γοῦν οὐκ ἀλλότριον τοῦ Θεοῦ τὸ Πνεῦμα. Οὐ γὰρ εἶπε περὶ ἀγγέλων, ἐρευνᾷν βάθη Θεοῦ, οὐδὲ περὶ ἀρχαγγέλων. Οὐδεὶς γὰρ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, φησὶν ὁ Υἱὸς τοῦ Θεοῦ, οὔτε οἱ ἄγγελοι τοῦ οὐρανοῦ, οὔτε ὁ Υἱὸς, ει μὴ ὁ Πατήρ. Νομίζουσι δὲ οἱ ἀνόητοι, οἱ μὴ κεκοσμημένοι Πνεύματι ἁγίῳ, μή ἐστί τι ἐν τῷ Πατρὶ, ὅπερ οὐκ ἔστιν ἐν τῇ Θεότητι τοῦ Υἱοῦ; Ὡς γὰρ ἔχει ὁ Πατὴρ ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔχει ὁ Υἱὸς ζωὴν ἐν ἑαυτῷ· καὶ· Πάντα τὰ τοῦ Πατρός μου ἐμά ἐστι, φησὶν ὁ αὐτὸς τοῦ Θεοῦ ἅγιος Λόγος. Τίνα δέ ἐστι τὰ τοῦ Πατρὸς, ἀλλ' ἢ ταῦτα; Τὸ Θεὸς τοῦ Πατρός ἐστι; τοῦτο καὶ τοῦ Υἱοῦ. Ἡ ζωὴ τοῦ Πατρός ἐστι; τοῦτο καὶ τοῦ Υἱοῦ. Τὸ φῶς τοῦ Πατρός; δηλονότι καὶ τοῦ Υἱοῦ. Τὸ ἀθάνατον τοῦ Πατρός; ὡσαύτως καὶ τοῦ Υἱοῦ. Τὸ ἀκατάληπτον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν. Ει τοίνυν τὰ τοῦ Πατρὸς, αὐτοῦ ἐστι, καὶ ἡ ἐν τῷ Πατρὶ γνῶσις, καὶ ἐν τῷ Υἱῷ καὶ ἐν τῷ ἁγίῳ Πνεύματι ὑπάρχει. Εἰ δέ τις νομίζει τὴν Υἱὸν ἀγνοεῖν τὴν ἡμέραν, μαθέτω ὁ ἀμαθὴς, καὶ μὴ βλασφημείτω. Προτείνω γὰρ αὐτῷ γνῶσιν, καὶ γνώσεται. Λέγε μοι, ὦ ἀγαπητέ· — ἀγαπητὸν γάρ σε καλῶ, οὐδένα γὰρ μισῶ, ἢ μόνον τὸν διάβολον καὶ τὰ ἔργα τοῦ διαβόλου καὶ τὴν κακοπιστίαν, ἐπὶ σοὶ δὲ εὔχομαι, ἵνα ἔλθῃς εἰς τὴν τοῦ θεοῦ ἀλήθειαν, καὶ μὴ σεαυτὸν ἀπολέσῃς ἐν τῇ εἰς θεὸν βλασφημίᾳ. Βαθέα γάρ εἰσι τὰ ῥήματα τοῦ ἁγίου θεοῦ, Πνεύματι δὲ ἁγίῳ διὰ τῶν χαρισμάτων δίδοται. ᾯ μὲν γὰρ, φησὶ, δίδοται λόγος σοφίας, ᾧ δὲ λόγος διδασκαλίας, καὶ τὰ ἑξῆς. Τὸ δὲ αὐτὸ Πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται· ἵνα σοι δείξῃ καὶ τὴν τοῦ ἁγίου Πνεύματος αὐθεντίαν· ὅταν γὰρ τὸ αὐτὸ Πνεῦμα, πᾶσι τὰ χαρίσματα δίδωσιν ὡς βούλεται. Τοίνυν παρακάλεσον τὸν Πατέρα, ἵνα ἀποκαλύψῃ σοι τὸν Υἱόν· καὶ παρακάλεσον τὸν Υἱὸν, ἵνα ἀποκαλύψῃ σοι τὸν Πατέρα. Καὶ πάλιν παρακάλεσον τὸν Πατέρα, ἵνα σοι δῷ τὸν Υἱὸν, καὶ ἀποκαλύψῃ σοι τὸ ἅγιον Πνεῦμα, καὶ δῴη σοι αὐτὸ ἔχειν ἐν σοὶ, ἵνα ἐλθὲν ἐν σοὶ ἅγιον Πνεῦμα ἀποκαλύψῃ σοι πᾶσαν γνῶσιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἵνα μάθῃς, ὅτι ἐν τῷ Υἱῷ οὐκ ἔνι οὐδεμία ἀγνωσία, οὐδὲ ἐν τῷ ἁγίῳ Πνεύματι.
knows them; for He reveals to the saints the mysteries of God, and teaches them deeply to glorify God, and shows forth His incomprehensibility to those who are His own. Surely, then, the Spirit is not alien to God. For He did not say concerning angels that they search the depths of God, nor concerning archangels. "For no one knows the day nor the hour," says the Son of God, "neither the angels of heaven, nor the Son, save the Father" (Mark 13:32). Yet do foolish men, unadorned with the Holy Spirit, suppose whether there is anything in the Father that is not in the Divinity of the Son? "For as the Father has life in Himself, so has the Son life in Himself" (John 5:26); and: "All things that are My Father's are Mine" (John 17:10), says the same holy Word of God. And what are the things of the Father, save these? Does being God belong to the Father? This belongs to the Son also. Does life belong to the Father? This belongs to the Son also. Does light belong to the Father? Manifestly to the Son also. Does immortality belong to the Father? Likewise to the Son also. Incomprehensibility belongs to the Father and to the Son. All things that belong to the Father belong to the Son. If, therefore, the things of the Father are His, the knowledge that is in the Father subsists also in the Son and in the Holy Spirit. And if anyone supposes that the Son is ignorant of the day, let the unlearned man learn, and let him not blaspheme. For I set knowledge before him, and he shall know. Tell me, O beloved—for I call you beloved, since I hate no one save only the devil and the works of the devil and evil belief, whereas for you I pray that you may come unto the truth of God, and not destroy yourself in blasphemy against God. For deep are the words of the holy God, and they are given by the Holy Spirit through spiritual gifts. "For to one," it says, "is given the word of wisdom, and to another the word of instruction" (1 Cor. 12:8), and so forth. "But one and the same Spirit dividing to each as He wills" (1 Cor. 12:11)—that He may show you also the sovereign authority of the Holy Spirit, since the selfsame Spirit gives the spiritual gifts to all as He wills. Entreat the Father, therefore, that He may reveal unto you the Son; and entreat the Son, that He may reveal unto you the Father. And again entreat the Father, that He may give unto you the Son, and reveal unto you the Holy Spirit, and grant unto you to possess Him within yourself, so that the Holy Spirit, having come within you, may reveal unto you all knowledge of Father and Son and Holy Spirit, that you may learn that in the Son there is no ignorance whatsoever, nor in the Holy Spirit.
ΙΖʹ. Ει γὰρ καὶ ἄγγελοι λείπονται μείζονος ἐξ οὐσίας καὶ γνώσεως, μὴ γένοιτο καὶ τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τὸ ἅγιον Πνεῦμα λείπεσθαι! Πνευματικῶς δὲ λέγει ὁ Θεὸς, ὁ ἀπὸ τοῦ Πατρὸς ἐλθὼν πρὸς ἡμᾶς ἅγιος Λόγος· Οἱ δὲ ψυχικοὶ ἀνακρίνονται, μὴ νοοῦντες τοῦ Υἱοῦ την σοφίαν, μᾶλλον δὲ τῆς σοφίας τὸν λόγον. — Ἐπερωτῶ σε, καὶ λέγε μοι· Τίς μείζων ἐστὶν, ὁ Πατὴρ, ἢ ἡ ἡμέρα ἐκείνη περὶ ἧς λέγει;
17. For even though angels fall short of a greater essence and knowledge, far be it that the Son of God and the Holy Spirit should also fall short! Spiritually does God speak—the holy Word Who came unto us from the Father—whereas "unspiritual men are judged" (1 Cor. 2:14-15), not understanding the wisdom of the Son, or rather the word of wisdom. — I ask you, and tell me: Which is greater, the Father, or that day concerning which He speaks?
Notes, col. 45

On the reading

Printed λαὶ, for καὶ.

Printed ει μὴ, for εἰ μὴ.

Printed Ει τοίνυν, for Εἰ τοίνυν.

Printed τὴν Υἱὸν, for τὸν Υἱὸν.

Printed ἐλθὲν, for ἐλθὸν.

Printed Ει γὰρ, for Εἰ γὰρ.

Printed την σοφίαν, for τὴν σοφίαν.