Migne Reading Room

PG 43 · cols. 24–33 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:24Read from the page
οὐκ ἀμφιβάλλομεν, ἵνα μὴ ἀπολώμεθα· οὕτω καὶ ἐπὶ τοῦ Υἱοῦ γέγραπται, ὅτι Θεὸς ὁ Υἱὸς, καὶ κἂν οὐ πρόσκειται τὸ, Θεὸς ἀληθινὸς, μανίαν ἑαυτοῖς ἐπισωρεύομεν, εἰ τολμήσωμεν βλασφημῆσαι, καὶ μὴ εἰπεῖν τὸν Υἱὸν Θεὸν ἀληθινόν. Ἀρκεῖ γὰρ ἐπὶ τῷ ἑνὶ τὸν πάντα σύνδεσμον τῆς Τριάδος φέρειν, καὶ ἀπὸ τοῦ Πατρὸς νοεῖν τὸν Υἱὸν Θεὸν ἀληθινὸν, καὶ τὸ Πνεῦμα ἀληθινὸν, ἀντιπαρακειμένων τοῖς ἑκατέροις ὀνόμασι τῶν ἰσοῤῥόπων τῆς ἀληθείας· τῷ μὲν Πατρὶ, τὸ Θεὸς ἀληθινὸς, τῷ δὲ Υἱῷ, τὸ Θεός· ἀνάπαλιν δὲ τῷ Υἱῷ, τὸ φῶς τὸ ἀληθινὸν, τῷ δὲ Πατρὶ, τὸ φῶς· ἵνα τὰς δύο δόξας τὰς περὶ θεότητος συζεύξαντες, περὶ Πατρὸς μὲν Θεὸς ἀληθινὸς, περὶ δὲ Υἱοῦ φῶς ἀληθινὸν, καὶ περὶ Πατρὸς τὸ φῶς, καὶ περὶ Υἱοῦ τὸ Θεὸς, ἀπὸ τοῦ φωτὸς, καὶ Θεὸς, τὴν μίαν θεότητα, καὶ ἀπὸ τοῦ Θεὸς ἀληθινὸς, καὶ φῶς ἀληθινὸν, τὴν μίαν ἑνότητα τῆς δυνάμεως ὁμολογήσωμεν.
have no doubt thereof, lest we perish—so too with respect to the Son it is written that the Son is God, and even though the phrase true God is not adjoined, we heap madness upon ourselves if we should dare to blaspheme and refuse to call the Son true God. For it suffices to refer the entire bond of the Trinity to the One, and from the Father to understand the Son as true God and the Spirit as true, since equivalent terms of truth stand set over against the respective names: to the Father, true God, and to the Son, God; and conversely, to the Son, the true light, and to the Father, light—so that, yoking together the two expressions concerning the Godhead, namely true God concerning the Father and true light concerning the Son, as well as light concerning the Father and God concerning the Son, we may from light and God confess the one Godhead, and from true God and true light confess the one unity of power.
Εʹ. Ὡσαύτως καὶ ἐπὶ τοῦ ἁγίου Πνεύματος· Ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἔρχεται, φησὶ, τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ ἔτι περὶ ἑαυτοῦ, ὅτι Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ περὶ Πατρὸς, Τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν· καὶ περὶ τοῦ Πνεύματος, Καὶ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. Τὸ δὲ Πνεῦμα ἀῤῥήτως συμπρᾶττον τῷ Υἱῷ ἐκβάλλει αὐτὸν εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ αὐτὸς ὁ Κύριος, Πνεῦμα Κυρίου, οὗ εἵνεκεν ἔχρισέ με· τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐν προφήταις λαλοῦν· Τάδε λέγει Κύριος παντοκράτωρ, ὁ λαλῶν ἐν τοῖς προφήταις Κύριος, ὁ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα· βροντὴν μὲν τὴν ἐνηχουμένην ἀνθρώποις· κτίζων δὲ πνεῦμα, εἰς ἐνέργειαν ὑετῶν ἀποστελλομένων ἀπὸ τοῦ Θεοῦ τῇ γῇ. Καὶ περὶ μὲν κτισμάτων οὕτω φησὶ, Στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, ταῦτα γὰρ κτιστὰ ὑπάρχει. Ἀπαγγέλλων δὲ τὸν Χριστὸν αὐτοῦ τοῖς ἀνθρώποις, οὐκέτι κτίζων, οὐκέτι στερεῶν, ἀλλ' ἀπαγγέλλων αὐτὸν τοῖς ἀνθρώποις, τὸν ἀληθῶς γεννητὸν ἐξ αὐτοῦ, τὸν ἄκτιστον, τὸν ἄτρεπτον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὄντα ἐκ τοῦ ἀεὶ ὄντος, τὸν διὰ Ἰωάννου κηρυχθέντα, ἀεὶ ὄντα. Ὁ ὢν γὰρ, φησὶ, ἀπέσταλκέ με, φησὶν ὁ Μωϋσῆς. Καὶ ὁ Ἰωᾶννης, Ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Ὤν ἐστιν ὁ Υἱὸς, ὤν ἐστιν ὁ Πατὴρ, ὁ ὢν πρὸς τὸν ὄντα ἐξ αὐτοῦ γεννηθεὶς, οὐ συναλοιφὴ ὢν τῷ Πατρὶ, οὐκ ἀρξάμενος τοῦ εἶναι· ἀεὶ δὲ γνήσιος σὺν Πατρὶ, ἀεὶ Πατὴρ γεννήσας τὸν Υἱόν. Οὐκ ἦν γάρ ποτε καιρὸς, ὅτε ὁ Πατὴρ οὐκ ἦν Πατήρ· οὐκ ἦν ποτε καιρὸς, ὅτε ὁ Υἱὸς οὐχ ὑπῆρχε Πατρὶ τῷ μόνῳ. Εἰ γὰρ ἦν καιρὸς, ὅτε οὐκ ἦν Πατὴρ, ἄρα αὐτὸς ἦν Υἱὸς ἑτέρου Πατρὸς, πρὸ τοῦ εἶναι τὸν Πατέρα τοῦ Μονογενοῦς· καὶ δοκοῦντες εἰς τὸν Πατέρα εὐσεβεῖν, τελείως ἀσεβοῦσιν. Ἐν Θεῷ οὐ χρόνος, οὐ καιρὸς, οὐ στιγμὴ χρόνου, οὐκ ἄτομον
5. In like manner also with respect to the Holy Spirit: If I depart, He comes, He says, the Spirit of truth (John 16:7). And again concerning Himself, that I am the truth (John 14:6); and concerning the Father, The Spirit of My Father Who speaks in you (Matt. 10:20); and concerning the Spirit, And My Spirit stands in your midst (Hag. 2:5). And the Spirit, working ineffably together with the Son, drives Him out into the wilderness to be tempted by the devil (Matt. 4:1). And the Lord Himself says, The Spirit of the Lord, wherefore He has anointed Me (Luke 4:18; Isa. 61:1); and the Holy Spirit speaking in the prophets says: Thus says the Lord Almighty, the Lord Who speaks in the prophets, Who establishes thunder and creates wind (Amos 4:13)—thunder, on the one hand, that which resounds unto men, and creating wind, on the other, for the working of rains sent forth from God upon the earth. And concerning created things He speaks thus, Establishing thunder and creating wind, for these are created things. Yet when proclaiming His Christ unto men, He is no longer creating, no longer establishing, but proclaiming Him unto men: Him Who is truly begotten from Him, the uncreated, the immutable, the unchangeable, Him Who ever is from Him Who ever is, Him Who was proclaimed through John as ever existing. For I AM, He says, has sent me, says Moses (Exod. 3:14). And John says: He Who is in the bosom of the Father, He has declared Him (John 1:18). Existing is the Son, existing is the Father—He Who is, begotten from Him unto Him Who is, neither being a coalescence with the Father nor having begun to be; rather, He is ever genuine with the Father, and the Father has ever begotten the Son. For there was never a season when the Father was not Father; there was never a season when the Son did not exist for the only Father. For if there had been a season when the Father was not Father, then He Himself would have been the Son of another Father prior to His being the Father of the Only-begotten; and while supposing themselves to be reverent towards the Father, they commit utter impiety. In God no time, no season, no point of time, no indivisible unit
Notes, col. 24

On the reading

Printed Ἰωᾶννης, for Ἰωάννης.

PG 43:25Read from the page
ὥρας, οὐ ῥιπὴ ὀφθαλμοῦ, οὐ διανοίας μετέωρον ἐνδέχεται· ἀλλ' ὅσον δ' ἀναβῇ σου ἡ διάνοια Υἱοῦ καταλαμβάνειν καὶ πιστεύειν, νόει ἅμα καὶ Πατέρα. Τὸ γὰρ ὄνομά ἐστι σημαντικόν· ὅταν γὰρ Υἱὸν καλέσῃς, Υἱὸν λέγων, νόει Πατέρα· ἀπὸ γὰρ τοῦ Υἱοῦ Πατὴρ νοεῖται. Καὶ ὅταν καλέσῃς Πατέρα, σημαίνεις Υἱόν· Πατὴρ γὰρ πάντως Υἱοῦ καλεῖται.
of an hour, no twinkling of an eye, no suspense of thought is admissible; rather, so far as your mind ascends to comprehend and believe in the Son, understand the Father also at the same moment. For the name itself is significant: whenever you name the Son, in saying Son understand the Father, for from the Son the Father is understood. And whenever you name the Father, you signify the Son, for a Father is assuredly called the Father of a Son.
Ϛʹ. Πότε οὖν δύνασαι τολμᾷν, καὶ λέγειν ὅτι οὐκ ἦν Πατὴρ ὁ Πατὴρ, ἵνα καὶ Υἱὸν τολμήσῃς εἰπεῖν μὴ εἶναι; Εἰ δὲ οὐ τολμᾷς ἀξίαν προσθεῖναι Πατρὶ (τὸ γὰρ ἀεὶ ὂν ἐν ταυτότητι ὑπάρχει, καὶ οὐκ ἐπιδέεται προσθήκης, οὐ δόξης, οὐ προκοπῆς), μάθε μὴ βλασφημεῖν, ὦ πολεμῶν τὴν πίστιν, μᾶλλον δὲ σεαυτὸν ἀπὸ πίστεως διώκων, ἀλλ' ἀεὶ πίστευε Πατέρα ἀΐδιον ἀληθῶς γεννήσαντα Υἱὸν, τὸν ἀεὶ ὄντως ὄντα, πρὸς τὸν ὄντως ὄντα Πατέρα. Υἱὸς γὰρ ἀεὶ οὐ συναλοιφὴ ὢν τῷ Πατρὶ, οὐ συνάδελφος, ἀλλ' Υἱὸς γνήσιος ἐκ Πατρὸς γεγεννημένος, φυσικὸς Υἱὸς, οὐ θετός· Υἱὸς ὁμοούσιος τῷ Πατρί· οὐ συνούσιος, ἀλλ' ὁμοούσιος, τουτέστιν οὐκ ἔξωθεν τοῦ Πατρὸς γεννηθεὶς, ὥς τινες εἰρωνείᾳ φέρονται, θέσει θέλοντες εἶναι τὸν Υἱὸν, καὶ οὐκ ἀληθείᾳ. Σύνδεσμος δὲ τῆς πίστεως ὁμοούσιον λέγειν. Ἐὰν γὰρ εἴπῃς τὸ ὁμοούσιον, ἔλυσας Σαβελλίου τὴν δύναμιν. Ὅπου γὰρ ὁμοούσιον, μιᾶς ὑποστάσεώς ἐστι δηλωτικόν· ἀλλὰ καὶ ἐνυπόστατον σημαίνει τὸν Πατέρα, καὶ ἐνυπόστατον τὸν Υἱὸν, καὶ ἐνυπόστατον τὸ Πνεῦμα τὸ ἅγιον. Ὅταν δὲ τὸ ὁμοούσιον λέγῃ [τις], οὐκ ἀλλότριον τῆς αὐτῆς θεότητος σημαίνει, ἀλλὰ Θεὸν ἐκ Θεοῦ τὸν Υἱὸν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς θεότητος, οὐ τρεῖς θεούς. Οὐδὲ γὰρ ἐὰν εἴπωμεν τὸν Υἱὸν καὶ τὸν Πατέρα Θεὸν, δύο θεοὺς λέγομεν· εἷς γάρ ἐστιν ἡμῶν ὁ Θεὸς, ὥς φησιν ὁ μακάριος Μωϋσῆς, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Οὐ θεοὺς λέγομεν, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ ἅγιον Πνεῦμα, καὶ οὐ θεούς· οὐδὲ γὰρ πολυθεῖα ἐν Θεῷ. Διὰ δὲ τῶν τριῶν ὀνομάτων ἡ μία θεότης Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· καὶ οὐ δύο υἱοὶ, Μονογενὴς γὰρ εἷς ὁ Υἱός· τὸ ἅγιον Πνεῦμα, Πνεῦμα ἅγιον, Πνεῦμα Θεοῦ, ἀεὶ ὂν σὺν Πατρὶ καὶ Υἱῷ, οὐκ ἀλλότριον Θεοῦ, ἀπὸ δὲ Θεοῦ ὂν, ἀπὸ Πατρὸς ἐκπορευόμενον, καὶ τοῦ Υἱοῦ λαμβάνον. Ἀλλ' ὁ μὲν Υἱὸς μονογενὴς ἀκατά-
6. When, then, can you dare even to say that the Father was not Father, so as to dare to say that the Son also did not exist? And if you do not dare to add dignity to the Father (for that which ever exists abides in sameness, and stands in no need of addition, or glory, or advancement), learn not to blaspheme, O you who war against the faith—or rather who drive yourself away from faith—but ever believe in an eternal Father Who has truly begotten a Son Who ever truly exists in relation to the Father Who truly exists. For the Son is ever, neither being a coalescence with the Father nor a brother to Him, but a genuine Son begotten from the Father, a Son by nature, not adoptive: a Son consubstantial with the Father—not co-substantial as a fellow-partner of substance, but consubstantial, that is, not begotten from outside the Father, as certain persons scoffingly allege, wishing the Son to exist by adoption and not in truth. And the bond of the faith is to confess the consubstantial. For if you utter the word consubstantial, you undo the force of Sabellius. For where [not] consubstantial is used, it is indicative of a single hypostasis; whereas consubstantial signifies the Father as subsistent, and the Son as subsistent, and the Holy Spirit as subsistent. And whenever [anyone] utters the word consubstantial, he signifies One not alien from the same Godhead, namely the Son as God from God, and the Holy Spirit as God of the same Godhead—not three gods. Nor indeed, if we call the Son and the Father God, do we speak of two gods; for our God is one, as the blessed Moses says: The Lord your God, the Lord is one (Deut. 6:4). We do not speak of gods: we call the Father God, the Son God, and the Holy Spirit God, and not gods; for neither is there polytheism in God. Rather, through the three names is signified the one Godhead of Father and Son and Holy Spirit; and there are not two sons, for the Only-begotten Son is one; and the Holy Spirit is Holy Spirit, Spirit of God, ever existing with the Father and the Son, not alien from God, but being from God, proceeding from the Father, and receiving from the Son. Yet the Only-begotten Son is incom-
Notes, col. 25

On the reading

Printed πολυθεῖα, for πολυθεΐα.

PG 43:28Read from the page
ληπτος, καὶ τὸ Πνεῦμα ἀκατάληπτον, ἐκ Θεοῦ δὲ, οὐκ ἀλλότριον Πατρὸς καὶ Υἱοῦ· οὐδὲ συναλοιφή ἐστι Πατρὸς καὶ Υἱοῦ, ἀλλὰ Τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας· οὐχ ἑτέρα ἡ οὐσία παρὰ τὴν θεότητα, οὐδὲ ἑτέρα ἡ θεότης παρὰ τὴν οὐσίαν· ἀλλ' ἡ αὐτὴ θεότης, καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα.
prehensible, and the Spirit is incomprehensible, yet from God, not alien from the Father and the Son; nor is there a coalescence of Father and Son, but the Trinity exists everlastingly of the selfsame substance; the substance is not other beside the Godhead, nor is the Godhead other beside the substance; rather, it is the selfsame Godhead, and from the selfsame Godhead are the Son and the Holy Spirit.
Ζʹ. Καὶ τὸ μὲν Πνεῦμα, ἅγιον Πνεῦμα· ὁ δὲ Υἱὸς, Υἱός· τὸ δὲ Πνεῦμα παρὰ Πατρὸς ἐκπορευόμενον, καὶ ἐκ τοῦ Υἱοῦ λαμβάνον, ἐρευνῶν τὰ βάθη τοῦ Θεοῦ, ἀναγγέλλον τὰ τοῦ Υἱοῦ, ἐν κόσμῳ ἁγιάζον ἁγίους διὰ τῆς Τριάδος, τρίτον τῇ ὀνομασίᾳ· Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Ἀπελθόντες, φησὶ, βαπτίσατε εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ἐπεὶ σφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς Τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐ ξένον τῆς δωρεᾶς· ἀλλ' εἷς Θεὸς, μία πίστις, εἷς Κύριος, ἓν χάρισμα, μία Ἐκκλησία, ἓν βάπτισμα. Ἀεὶ γὰρ ἡ Τριὰς Τριὰς, οὐδέποτε προσθήκην λαμβάνει, οὕτως ἀριθμουμένη, Πατὴρ, Υἱὸς καὶ ἅγιον Πνεῦμα· οὐ συναλοιφὴ ἡ Τριάς· οὐ διεστώς τι ἐν αὐτῇ τῆς ἰδίας αὐτῆς μονάδος· ἐν ὑποστάσει δὲ τελειότητος, τέλειος ὁ Πατὴρ, τέλειος ὁ Υἱὸς, τέλειον τὸ Πνεῦμα τὸ ἅγιον· Πατὴρ, καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Τὸ δὲ ἀνάπαλιν Πνεῦμα χαρίσμασιν ἐνταττόμενον· Διαιρέσεις γὰρ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Μὴ ἐκπέσωμεν τοῦ προκειμένου, μὴ ἀποστῶμεν τῆς ἀληθείας. Ἡμεῖς οὐ συνηγοροῦμεν ὑπὲρ Θεοῦ, ἀλλ' εὐσεβῶς νοοῦμεν, ἵνα μὴ ἀπολώμεθα· καὶ φθεγγόμεθα, οὐχ ὡς καταλαμβάνοντες· ὡς ἄνθρωποι γὰρ φθεγγόμεθα, ἃ κατειλήφαμεν. Ἡ γὰρ εἰς Θεὸν τιμὴ, ἄπειρος καὶ μυριονταπλασίως περὶ τὸν ἡμέτερον νοῦν δεδόξασται, καὶ ἔστι δεδοξασμένη, μηδὲν προσλαμβάνουσα δόξης, μήτε ἀφαιρουμένη· οὐδὲν γὰρ ἐν Τριάδι κτιστὸν ἢ ἐπιγενητόν· ἀλλ' ὁ μὲν Πατὴρ τὸν Υἱὸν γεννᾷ· οὐκ ἦν δέ ποτε χρόνος, ὅτε οὐκ ἦν ὁ Υἱός· οὐδὲ γὰρ ὁ Πατὴρ ἐν χρόνῳ τινὶ Πατὴρ οὐκ ἐκαλεῖτο· ἀλλὰ ἦν ἀεὶ Πατὴρ, καὶ ἦν ἀεὶ Υἱὸς, οὐ συνάδελφος, ἀλλὰ Υἱὸς γεννηθεὶς ἀνεκδιηγήτως, καὶ ὀνομαζόμενος ἀκαταλήπτως, σὺν Πατρὶ δὲ ὢν ἀεὶ, μηδέποτε διαλείπων τοῦ εἶναι. Πατὴρ οὖν ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος. Υἱὸς γεννητὸς, ἀλλὰ καὶ ἄκτιστος καὶ ἀκατάληπτος. Πνεῦμα ἅγιον ἀεὶ,
7. And the Spirit indeed is Holy Spirit, and the Son is Son; and the Spirit proceeds from the Father and receives from the Son, searching the depths of God, declaring the things of the Son, sanctifying saints in the world through the Trinity, third in naming: Father and the Son and the Holy Spirit. Going forth, He says, baptize into the name of Father and Son and Holy Spirit; since It is the seal of grace, the bond of the Trinity, not alien from the number, not sundered from the naming, not foreign to the gift; rather, there is one God, one faith, one Lord, one gift of grace, one Church, one baptism. For the Trinity is everlastingly Trinity, and never admits an addition, being numbered thus: Father, Son, and Holy Spirit; the Trinity is no coalescence, nor is aught within It sundered from Its own proper unity; and in subsistence of perfection, perfect is the Father, perfect is the Son, perfect is the Holy Spirit: Father, and Son, and Holy Spirit. Conversely, the Spirit is ranked with the gifts of grace: For there are diversities of gifts, yet the same Spirit; and there are diversities of ministries, yet the same Lord; and there are diversities of workings, yet the same God, Who works all things in all. Let us not fall away from the matter set before us, let us not depart from the truth. We do not plead as advocates on God's behalf, rather we think piously, lest we perish; and we speak, not as comprehending, for as human beings we speak what we have grasped. For the honour directed towards God, boundless and ten-thousandfold surpassing our mind, has been glorified and remains glorified, neither gaining aught of glory nor suffering diminution; for nothing in the Trinity is created or subsequently produced; rather, the Father begets the Son, and there was never a time when the Son was not; for neither was the Father in any time not called Father; rather, He was everlastingly Father, and He was everlastingly Son, not a brother-german, but a Son ineffably begotten and incomprehensibly named, existing everlastingly with the Father and never ceasing to be. The Father, therefore, is unbegotten and uncreated and incomprehensible. The Son is begotten, yet also uncreated and incomprehensible. The Holy Spirit is everlastingly,
PG 43:29Read from the page
οὐ γεννητὸν, οὐ κτιστὸν, οὐ συνάδελφον, οὐ πατράδελφον, οὐ προπάτορον (sic), οὐκ ἔκγονον, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ, Πνεῦμα ἅγιον· Πνεῦμα γὰρ ὁ Θεός.
not begotten, not created, not a brother-german, not a paternal uncle, not a forefather (sic), not a grandson, but from the selfsame substance of Father and Son, the Holy Spirit; for God is Spirit.
Ηʹ. Ἕκαστον δὲ τῶν ὀνομάτων μονώνυμον, μὴ ἔχον δευτέρωσιν. Καὶ γὰρ ὁ Πατὴρ Πατήρ· καὶ οὐκ ἔχει ἀντιπαράθετον, οὐδὲ ἑτέρῳ Πατρὶ συζευγνύμενον· ἵνα μὴ δύη θεοί. Καὶ Υἱὸς μονογενὴς Θεὸς ἀληθινὸς ἐκ Θεοῦ ἀληθινοῦ, οὐ Πατρὸς ἔχων ὄνομα, οὐδὲ ἀλλότριον Πατρὸς, ἀλλ' ἑνὸς Πατρὸς ὑπάρχων· Μονογενὴς δὲ, ἵνα μονώνυμος ᾖ ὁ Υἱός· καὶ Θεὸς ἐκ Θεοῦ, ἵνα εἷς Θεὸς Πατὴρ καὶ Υἱὸς καλῆται· καὶ τὸ Πνεῦμα τὸ ἅγιον μονογενὲς, οὐχ Υἱοῦ ἔχον ὄνομα, οὐ Πατρὸς τὴν ὀνομασίαν· ἀλλὰ Πνεῦμα ἅγιον οὕτω καλούμενον, οὐκ ἀλλότριον Πατρός. Αὐτὸς γὰρ ὁ Μονογενὴς λέγει, Τὸ Πνεῦμα τοῦ Πατρὸς, καὶ, Τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐκ τοῦ ἐμοῦ λήψεται· ἵνα μὴ ἀλλότριον νομισθείη Πατρὸς μηδὲ Υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, Πνεῦμα θεῖον, τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ Πνεῦμα τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ Παράκλητον, μονωινύμως καλούμενον, μὴ ἔχον ἀντιπαράθεσιν, μὴ ἐξισούμενον ἑτέρῳ τινὶ πνεύματι, μὴ καλούμενον ὀνόματι Υἱοῦ, ἢ ὀνομαζόμενον ὀνομασίᾳ Πατρός· ἵνα μὴ τὰ μονώνυμα ὀνόματα ὁμώνυμα ὑπάρχῃ. Πλὴν ὅτι τὸ Θεὸς, ἀλλ' ἐν Πατρί· τὸ Θεὸς ἐν Υἱῷ· τὸ Θεὸς ἐν ἁγίῳ Πνεύματι, τὸ Θεοῦ καὶ Θεός. Πνεῦμα γὰρ Θεοῦ καὶ Πνεῦμα τοῦ Πατρὸς, καὶ Πνεῦμα τοῦ Υἱοῦ· οὐ κατά τινα σύνθεσιν, καθάπερ ἐν ἡμῖν ψυχὴ καὶ σῶμα, ἀλλ' ἐν μέσῳ Πατρὸς καὶ Υἱοῦ, ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τρίτον τῇ ὀνομασίᾳ· Ἀπελθόντες γὰρ,
8. Moreover, each of the names is singular in appellation, admitting no duplication. For the Father is Father; and He has nothing set over against Him, nor is He yoked together with another Father, lest there be two gods. And the Son is only-begotten, true God from true God, neither bearing the name of Father nor alien from the Father, but belonging to one Father: Only-begotten, so that the Son may be singular in appellation; and God from God, so that Father and Son may be called one God; and the Holy Spirit is unique, bearing neither the name of Son nor the appellation of Father, but called thus, Holy Spirit, not alien from the Father. For the Only-begotten Himself says: The Spirit of the Father, and: He Who proceeds from the Father, and He shall receive of Mine; lest He should be supposed alien from Father or Son, rather than of the selfsame substance, of the selfsame Godhead, Spirit divine, the Spirit of truth, the Spirit of God, the Spirit the Paraclete, called singularly by name, having no counterpart set over against Him, not equated with any other spirit, neither called by the name of Son nor named by the appellation of Father, lest the singular names should become equivocal. Save that the name God—nay, it is in the Father; the name God is in the Son; the name God is in the Holy Spirit, that which is of God and is God. For He is Spirit of God, and Spirit of the Father, and Spirit of the Son: not by way of some composition, just as soul and body are in us, but in the midst of Father and Son, from the Father and the Son, third in naming: For going forth,
Notes, col. 29

On the reading

Printed δύη, for δύο.

Printed μονωινύμως, for μονωνύμως.

PG 43:32Read from the page
φησὶ, βαπτίσατε εἰς τὸ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Εἰ δὲ βαπτίζει ὁ Πατὴρ εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα Θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι Θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν· καὶ βαπτίζει Χριστὸς εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα Θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι Θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν· τίς τολμήσει καταπολεμῆσαι τὴν ἑαυτοῦ ψυχὴν, τὸ Πνεῦμα ἀλλότριον τῆς θεότητος λέγων; Εἰ γὰρ εἰς ὄνομα Θεοῦ, καὶ εἰς ὄνομα Υἱοῦ, καὶ εἰς ὄνομα ἁγίου Πνεύματος, μία σφραγὶς τῆς Τριάδος, μία ἄρα δύναμις τῆς θεότητος ἐν Τριάδι. Εἰ δὲ τὸ ἕν ἐστι Θεὸς, τὰ δὲ ἄλλα κτιστὰ, καὶ οὐ Θεὸς, τίνι λόγῳ συνδέδεται τὰ δύο εἰς τὸ ἓν τῇ σφραγῖδι τῆς τελειότητος; Ἄρα γοῦν εἰς βασιλικὸν ὄνομα ἐσφραγίσθημεν τὸ ἓν τοῦ Πατρὸς, καὶ τὰ ἄλλα οὐ βασιλικὰ, ἀλλ' ἔτι στοιχείοις καὶ κτίσμασι δεδουλώμεθα, καὶ οὐκ ἠδύνατο μόνον τὸ ὄνομα τοῦ Πατρὸς σώζειν, ἀλλὰ ἑαυτῷ κτίσας ἄλλα δύο στοιχεῖα κατὰ τὴν τῶν βλασφημούντων ὑπόνοιαν, ἵνα προσλάβῃ ἡ αὐτοῦ θεότης καὶ ἄλλας δυνάμεις, καὶ δυνηθῇ σῶσαι τὸν παρ' αὐτοῦ σφραγιζόμενον, κατὰ λύτρωσιν ἁμαρτημάτων λάβῃ ἀφέσεως ὁ παρ' αὐτοῦ κτισθεὶς ἄνθρωπος.
He says, baptize into the name of Father and Son and Holy Spirit. Now if the Father baptizes into His own name, into the name of God, and perfect is the seal sealed in us in the name of God; and Christ baptizes into His own name, into the name of God, and perfect is the seal sealed in us in the name of God; who will dare to war against his own soul by calling the Spirit alien from the Godhead? For if into the name of God, and into the name of the Son, and into the name of the Holy Spirit there is one seal of the Trinity, then there is one power of the Godhead in the Trinity. Whereas if the one is God, and the others are created things and not God, on what principle are the two bound together into the one in the seal of perfection? Were we, then, sealed into the one royal name of the Father, while the others are not royal, but we remain enslaved to elements and created things, and was the name of the Father alone unable to save—rather, having created two other elements for Himself, according to the supposition of the blasphemers, so that His Godhead might take to itself other powers as well and become able to save him who is sealed by Him, the human being created by Him might receive forgiveness by way of redemption from sins.
Θʹ. Φεῦ τῆς τοιαύτης ληρωδίας! ὢ τῆς τοιαύτης βλασφημίας! Πόθεν ὑπεισῆλθε τὸν βίον ἄλλη πάλιν καινὴ ἀπιστία, μᾶλλον δὲ εἴποιμι κακοπιστία; Χείρων γὰρ ἡ κακοπιστία τῆς ἀπιστίας. Ἡ μὲν γὰρ ἀπιστία πίστιν λαμβάνουσα διορθώσεται· ἡ δὲ κακοπιστία ἀκατόρθωτος, δυσχερῶς σωζομένη, μή τι ἂν ἄρα τὸ χάρισμα ἄνωθεν ἐπιφοιτήσῃ. Φησὶ οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ Ἀνανίαν· Τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ Σατανᾶς ψεύσασθαι τῷ Πνεύματι τῷ ἁγίῳ; καὶ φησι· Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ Θεῷ. Ἄρα Θεὸς ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι. Ὡς καὶ ὁ Παῦλος συνᾴδει τῷ λόγῳ τούτῳ, λέγων· Ὑμεῖς δὲ ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Ἄρα οὖν Θεὸς τὸ Πνεῦμα, ὡς προεῖπον· διὸ ναὸς Θεοῦ κληθήσονται καὶ οἱ ἅγιοι ἄνθρωποι κατοικήσαντες ἑαυτοῖς τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα· καθὼς μαρτυρεῖ ὁ κορυφαιότατος τῶν ἀποστόλων, ὁ καταξιωθεὶς μακαρισθῆναι ὑπὸ Κυρίου, ὅτι ὁ Πατὴρ αὐτῷ ἀπεκάλυψε. Τοίνυν ὁ Πατὴρ ἀποκαλύπτει τὸν Υἱὸν τὸν ἀληθινὸν αὐτῷ, καὶ μακαρί-
9. Alas for such nonsensical talk! O such blasphemy! Whence did another new unbelief—or rather, I should say, evil belief—steal once again into human life? For evil belief is worse than unbelief. For unbelief, on receiving faith, will be set right; whereas evil belief is beyond setting right, scarcely being saved, unless perchance grace should visit it from above. Thus the blessed Peter says to those around Ananias: Why has Satan tempted you to lie to the Holy Spirit? and he says: Thou hast not lied to men, but to God. Therefore the Spirit, from Father and Son, is God, to Whom those who purloined from the price lied. Just as Paul too accords with this teaching, saying: And you are a temple of God, and the Spirit of God dwells in you. So then, the Spirit is God, as I said beforehand; wherefore holy human beings also shall be called a temple of God, having made the Holy Spirit of God dwell for themselves; even as the chiefest of the apostles testifies, he who was counted worthy to be pronounced blessed by the Lord, because the Father revealed it to him. Accordingly, the Father reveals the true Son to him, and he is pronounced bless-
PG 43:33Read from the page
ζεται· καὶ ὁ αὐτὸς πάλιν ἀποκαλύπτει τὸ ἅγιον αὐτοῦ Πνεῦμα· ἔδει τὸν πρῶτον τῶν ἀποστόλων τὴν πέτραν τὴν στερεὰν, ἐφ' ἣν ἡ Ἐκκλησία τοῦ Θεοῦ ᾠκοδόμηται, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· πύλαι δὲ ᾅδου αἱ αἱρέσεις, καὶ οἱ αἱρεσιάρχαι· κατὰ πάντα γὰρ τρόπον ἐν αὐτῷ ἐστερεώθη ἡ πίστις, ἐν τῷ λαβόντι τὴν κλεῖν τῶν οὐρανῶν, ἐν τῷ λύοντι ἐπὶ τῆς γῆς καὶ δέοντι ἐν τῷ οὐρανῷ. Ἐν τούτῳ γάρ ἐστι πάντα τὰ ζητούμενα λεπτολογήματα τῆς πίστεως εὑρισκόμενα. Οὗτός ἐστιν ὁ τρίτον ἀρνησάμενος, καὶ τρίτον ἀναθεματίσας πρὶν ἢ τὸν ἀλέκτορα φωνῆσαι. Τὴν ὑπερβολὴν γὰρ τῆς αὐτοῦ πρὸς τὸν ἑαυτοῦ Δεσπότην ἀγαπήσεως σημαίνων, διισχυριζόμενος ἔλεγεν· Εἰ καὶ πάντες ἀρνήσονταί σε, ἐγὼ οὐκ ἀρνήσομαι· ὅσον τῷ ἐπ' ἀνθρώπῳ λέγω. Οὗτός ἐστιν ὁ κλαύσας ἐπὶ τῇ φωνῇ τοῦ ἀλεκτρυόνος· ἵνα ἀληθῶς ὁμολογήσῃ τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ σύλληψιν οὐ δοκήσει οὖσαν, ἀλλ' ἀληθινήν· ἵνα εἴπῃ αὐτὸν ἀληθινὸν ἄνθρωπον ἐν τῷ κλαίειν ἐπὶ τῇ αὐτοῦ συλλήψει παραδοθέντος· ὁ συγκοινωνὸς τοῦ ἐπὶ τοῦ στήθους ἀνακλιθέντος. Ὁ μὲν γὰρ παρὰ τοῦ Υἱοῦ μανθάνων, καὶ ἀπὸ τοῦ Υἱοῦ λαμβάνων τῆς γνώσεως τὴν δύναμιν, ἀπεκάλυπτεν· ὁ δὲ παρὰ τοῦ Πατρὸς ὠφελεῖτο, τὴν ἀσφάλειαν τῆς πίστεως θεμελιῶν· ὃς ἐν τῇ νηῒ ἐπὶ τῆς Τιβεριάδος γυμνὸς πάλιν μετὰ τὸ κληθῆναι ἡλίευεν· ὁ δὲ μαθητὴς ὃν ἠγάπα ὁ Ἰησοῦς, ἐπὶ τῷ ῥήματι ὃ εἶπεν ὁ Σωτήρ· Παιδία, μή τι προσφάγιον ἔχετε; Καί φησι, Βάλετε εἰς τὰ δεξιὰ τοῦ πλοίου, καὶ εὑρήσετε· ἐπὶ δὲ τῷ γενομένῳ ῥήματι ἐκπλαγέντες, τῷ Πέτρῳ φησὶν ὁ Ἰωάννης, ὃν ἠγάπα ὁ Ἰησοῦς· Ὁ Κύριός ἐστιν. Ἄνθρωπος μὲν κατὰ σάρκα ἀπὸ Μαρίας γεννηθεὶς ἐν ἀληθείᾳ, οὐ μὴν δοκήσει, Θεὸς δὲ πνεῦμα ὢν ἀπὸ τῶν ἐπουρανίων ἐκ Πατρὸς ἐλθών· ὁ ἀκούων παρὰ τοῦ αὐτοῦ· Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ὁ πεπιστευμένος τὴν ποίμνην· ὁ καλῶς ὁδηγῶν ἐν τῇ δυνάμει τοῦ ἰδίου Δεσπότου· ὁ ὁμολογῶν περὶ σαρκός· ὁ ἀληθινῶς τὰ Πατρὸς ἀπαγγέλλων περὶ Υἱοῦ· ὁ τὸ Πνεῦμα σημαίνων, καὶ τὴν αὐτοῦ ἀξίαν ἐν θεότητι· ὁ δεξιὰν διαδοὺς τῷ Παύλῳ καὶ Βαρνάβᾳ κοινωνίας σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ἵνα διὰ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα.
ed; and he himself again reveals His Holy Spirit: for it befitted the first of the apostles, the firm rock upon which the Church of God has been built, and the gates of Hades shall not prevail against it—now the gates of Hades are the heresies and the heresiarchs; for in every way the faith was made firm in him, in him who received the key of the heavens, in him who looses upon the earth and binds in heaven. For in him are found all the subtle inquiries of the faith that are sought out. This is he who thrice denied and thrice cursed before the cock crew. For signifying the excess of his love towards his own Master, he affirmed insistently and said: Even if all shall deny Thee, I will not deny—so far as lies in a human being, I mean. This is he who wept at the sound of the cock, so that he might truly confess that the seizure of the Son of God was not in mere semblance, but true; so that he might declare Him who was betrayed to be a true human being by weeping at His seizure: the fellow-companion of him who leaned back upon His breast. For the one, learning from the Son and receiving from the Son the power of knowledge, made revelation; while the other derived benefit from the Father, laying the foundation for the security of the faith; he who in the ship upon the Sea of Tiberias was fishing naked once again after having been called; and the disciple whom Jesus loved, at the word which the Saviour spoke: Children, have you aught to eat? And He says: Cast to the right side of the boat, and you shall find; and when they were astonished at the word that came to pass, John, whom Jesus loved, says to Peter: It is the Lord. Truly a human being according to the flesh, begotten from Mary in truth, and assuredly not in mere semblance, yet God, being Spirit, having come from the heavenly realms from the Father; he who hears from the Same: Peter, tend My lambs, he who was entrusted with the flock; he who guides well in the power of his own Master; he who confesses concerning the flesh; he who truly proclaims the things of the Father concerning the Son; he who signifies the Spirit and His dignity in the Godhead; he who gave the right hand of fellowship to Paul and Barnabas together with James and John, so that by three witnesses every word might be established.
Ιʹ. Οὐδὲν γὰρ ἄνευ τῶν δύο καὶ τριῶν μαρτύρων δύναται εἶναι. Εἰς αὐτὰ γὰρ ἐβεβαιοῦτο δι' αἰνίγματος τῶν ἐν τῷ νόμῳ, μόνον Πατέρα ἐπιγνόντων, εἰ μή τι λάβωσι δύναμιν Υἱοῦ, καὶ διὰ τῶν μαρτύρων Πατρὸς καὶ Υἱοῦ ἐνδυναμωθῶσι, διὰ δὲ τῆς τρίτης μαρτυρίας λάβωσι Πνεῦμα ἅγιον, καὶ πληρωθῶσι φανερῶς τῶν φωνῶν τῶν χερουβὶμ καὶ σεραφὶμ, κραζόντων τὸ τρίτον τὸ, Ἅγιος, ἅγιος, ἅγιος. Οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τε-
10. For nothing can stand without the two and three witnesses. For unto these things it was confirmed through a riddle for those under the law, who recognized the Father alone, unless they should receive something of the power of the Son, and be strengthened through the witnesses of Father and Son, and through the third testimony receive the Holy Spirit, and be manifestly filled with the voices of the cherubim and seraphim crying out thrice the Sanctus: Holy, holy, holy. For not by two voices is the doxology in heaven ac-