αὐτῇ βίβλῳ ῥητοῦ, ὅτι Ἔβρεξε Κύριος πῦρ, ὁ πρὸς Ἀβραὰμ ἐληλυθὼς, παρὰ Κυρίου ἀπ' οὐρανοῦ, τοῦ αὐτὸν ἀποστείλαντος. Οὐδὲ ἔγνωσαν αὐτὸν ἀπ' Αἰγύπτου ἐκβάλλοντα, οὐδὲ συνῆκαν τοῦ προφήτου λέγοντος· Καὶ σὺ, Βηθλεέμ, οὐχὶ ἐλαχίστη. Πῶς γὰρ οἰόν τε ἐλαχίστην καλεῖν πόλιν χωρήσασαν ὃν οὐρανὸς καὶ πάντα χωρεῖν οὐ δεδύνηνται; Καὶ, ὅτι Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος. Τί δὲ ἀπὸ Βηθλεὲμ ἐκπορεύεται; Καὶ ἄνθρωπός ἐστι, καὶ πῶς θεολογεῖται;
spoken in the same book, that the Lord, Who had come unto Abraham, rained down fire from the Lord out of heaven, Who had sent Him. Neither did they recognize Him bringing them out from Egypt, nor did they understand the prophet when he says: And thou, Bethlehem, art by no means the least. For how is it possible to call a city the least when it has contained Him Whom heaven and all things have not been able to contain? And again, that Out of thee shall come forth for Me a ruler. What then proceeds forth from Bethlehem? He is both man, and how is He spoken of as God?
ΡΙϚʹ. Ταράσσει αὐτοὺς τὸ εἶναι Θεὸν καὶ ἄνθρωπον. Ἐν ταυτῷ γὰρ, Αἱ διέξοδοι αὐτοῦ ἀπαρχῆς, ἀπὸ κτίσεως κόσμου· τοῦτο δὲ οὐκ ἔστιν οὐκέτι ἀνθρώπου, ἀλλὰ Θεοῦ. Οὐ μέμνηνται δὲ, ὅτι Ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Τὸ δὲ, καλέσουσι, σημαίνει τὸν τρόπον τῶν ἁγίων καὶ πιστῶν τῶν υἱῶν τῆς Ἐκκλησίας. Ἐξεταζόμενοι γὰρ ὑπὸ τῶν Κυριοκτόνων Ἰουδαίων περὶ τοῦ Σωτῆρος, ὅτι Πῶς εἰς τὸν σταυρωθέντα ὁμολογοῦσιν; ἀκούουσι παρὰ τῶν αὐτῶν πιστῶν, ὅτι Παρ' ὑμῖν ἐσταύρωται, μεθ' ἡμῶν δὲ Θεός ἐστι. Τοῦ δὲ Δαβὶδ οὐκ ἤκουσαν, καὶ οὐκ ἔγνωσαν αὐτοῦ τὸν φόβον, ὃν ὁρῶν ἐν ἁγίῳ Πνεύματι, ἔλεγε, φρίττων την αὐτοῦ τοῦ Κυρίου μέλλουσαν ἔσεσθαι οἰκονομίαν, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, καὶ τὰ ἑξῆς. Σάββατα τοίνυν τὰ ἀρχαῖα παρελήλυθε, Σάββατον δὲ ἀληθινὸν παρ' ἡμῖν κηρύττεται. Ἤργησε δὲ ἡ πρώτη περιτομὴ ἓν μέλος σμικρότατον περιτέμνουσα, ἐνεργεῖ δὲ εὖ μάλα ἡ ἐπουράνιος περιτομὴ, ὅλον τὸ σῶμα περιτέμνουσα. Τὰ γὰρ ὕδατα καὶ ἡ ἁγία ἐπίκλησις οὐκ ἐν ἑνὶ μέλει τοῦ ἀνθρώπου γίνεται, ἀλλ' ὅλον τὸ σῶμα ἀνθρώπου καθαροποιεῖ, περιτέμνει, πάντων τῶν κακῶν ἀπαλλάττει. Ἡ γοῦν ἁγία Ἐκκλησία παρέλαβε ταῦτα τὰ μυστήρια· ἐπανέστησαν δὲ αὐτῇ καὶ δεινοὶ ἐχθροὶ οἰκειακοὶ λεγόμενοι, μὴ ὄντες δὲ ἐκ τῆς τῶν ἀποστόλων τοῦ Κυρίου ἀληθοῦς πίστεως· ει γὰρ ἦσαν ἐξ αὐτῶν, μεμενήκεσαν ἂν μετ' αὐτῶν. Ἀλλὰ νόθοι ὄντες καὶ σύμμικτοι, ἐπιθυμίαν κακὴν τῆς δι' ἰχθύων καὶ συκιῶν Αἰγυπτίων ὀδωδῆς πάλιν ἐπιθυμοῦσι, βλασφημοῦντες ἄνω καὶ κάτω τὸν Υἱὸν τοῦ Θεοῦ· Ἀρειομανῖται, οὓς ἤδη ἐν τοῖς πρὸ τούτου λόγοις ἐστηλιτεύσαμεν· ἄλλοι δὲ Σαβέλλιοι. Καὶ οἱ μὲν Σαβέλλιοι τέλεον ἀρνοῦνται τοῦ εἶναι τὸν Υἱὸν καὶ ἅγιον Πνεῦμα, λέγοντες ὅτι ὁ Υἱὸς αὐτός ἐστιν ὁ Πατὴρ, καὶ ὁ Πατὴρ αὐτός ἐστιν ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα αὐτός ἐστιν ὁ Πατήρ· ὡς μὴ εἶναι Υἱὸν καὶ ἅγιον Πνεῦμα. Δεύτεροι Ἰουδαῖοι, καὶ Κυριοκτόνοι ἀπελεγχόμενοι. Ἀρειομανῖται δὲ οἱ πάντων ἀσεβέστατοι, οι τὸν Υἱὸν ἀπὸ τῆς πατρῴας οὐσίας διαιρεῖν καὶ ἀπαλλοτριοῦν τολμῶντες, οὐκ
Chapter 116. It troubles them that He is both God and man. For in the same passage it says, His goings forth are from the beginning, from the creation of the world: now this no longer belongs to man, but to God. Nor do they remember that Behold, a virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name Emmanuel. And the phrase, they shall call, signifies the custom of the holy and faithful sons of the Church. For when they are questioned by the Lord-slaying Jews concerning the Saviour, as to how they confess Him Who was crucified, they hear from those same believers that Among you He has been crucified, whereas with us He is God. Nor did they listen to David, nor recognize his fear, which, beholding in the Holy Spirit, he uttered as he shuddered at the dispensation of the Lord Himself that was about to come to pass, saying: The Lord said unto my Lord, Sit Thou at My right hand, and what follows. The ancient Sabbaths, therefore, have passed away, and the true Sabbath is proclaimed among us. Moreover, the first circumcision, which circumcised a single tiniest member, has ceased, whereas the heavenly circumcision works exceedingly well, circumcising the whole body. For the waters and the holy invocation do not take place in a single member of a man, but purify a man's whole body, circumcise it, and deliver it from all evils. The holy Church, accordingly, received these mysteries; yet terrible enemies, called members of the household, rose up against her, though they are not of the true faith of the Lord's apostles: for had they been of them, they would have remained with them. Being bastards, however, and a mixed rabble, they crave once more with an evil craving the stench of Egyptian fishes and fig-trees, blaspheming up and down against the Son of God: Ariomanites, whom we have already pilloried in the discourses prior to this; and others are Sabellians. Now the Sabellians utterly deny the existence of the Son and the Holy Spirit, saying that the Son is Himself the Father, and the Father is Himself the Son, and the Holy Spirit is Itself the Father: so that there is neither Son nor Holy Spirit. They are convicted as second Jews and slayers of the Lord. Yet the Ariomanites are the most impious of all, who dare to divide and alienate the Son from the paternal substance, and do not