Migne Reading Room

PG 43 · cols. 120–129 · Read from the page

Ancoratus (Ἀγκυρωτός)

Ancoratus (Ἀγκυρωτός)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:120Read from the page
εἰς τέσσαρας ἀρχάς· ὄνομα τῷ ἑνὶ Φεισών· καὶ ὁρῶμεν τὸν Φεισὼν ἐπ' ὄψεσιν ἡμῶν, καὶ Φεισὼν μὲν ἔστιν ὁ Γάγγης παρὰ τοῖς Ἰνδοῖς καλούμενος καὶ Αἰθίοψιν, Ἕλληνες δὲ τοῦτον καλοῦσιν Ἰνδὸν ποταμόν· πᾶσαν γὰρ τὴν Εὐῗλὰτ περικυκλοῖ, τὴν μικρὰν καὶ τὴν μεγάλην, τὰ μέρη τῶν Ἐλυμαίων· διαπερᾷ δὲ τὴν μεγάλην Αἰθιοπίαν, καὶ πίπτει εἰς τὸν νότον, καὶ δύει ἔσωθεν Γαδείρων, εἰς τὸν μέγαν Ὠκεανόν. Δεύτερος ποταμὸς Γεών. Καὶ αἰσθητὸν ὁρῶμεν τὸν ποταμὸν, καὶ οὐκ ἀλληγορούμενον. Οὗτος γὰρ ὁ κατὰ τὴν Αἰθιοπίαν κατερχόμενος, καὶ διαπερῶν τὴν μικρὰν Αἰθιοπίαν, Ἀνουβίτην τε καὶ Βλεμενίαν καὶ Ἐξωμίτιν, καὶ ἐπικλύζων τὰ μέρη Θηβαΐδος καὶ Αἰγύπτου, καὶ εἰς τὴν θάλασσαν ταύτην ἐκπίπτων. Εἰ δέ τις ἀπιστεῖ, ἀκουέτω τοῦ Ἰερεμίου λέγοντος· Ἵνα τί ὑμῖν καὶ τῇ γῇ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γεὼν τὸ τεθολωμένον; Τρίτος, φησὶ, ποταμὸς Τίγρης, πορευόμενος, ὁ κατέναντι τῶν Ἀσσυρίων. Διατέμνει γὰρ τὰ μέρη τῆς Ἀνατολῆς, καὶ δύνει ὑπὸ τὴν γῆν, καὶ ἀνίσχει ἀπὸ τῆς Ἀρμενίας καταμέσον Καρδιέων καὶ Ἀρμενίων, καὶ ἀναπηγάζει πάλιν, καὶ ἀνατέμνεται εἰς τὴν τῶν Ἀσσυρίων γῆν. Ἀλλὰ καὶ ὁ ποταμὸς ὁ τέταρτος Εὐφράτης, ὡσαύτως ὁμοίως τῷ αὐτῷ τρόπῳ δύνων ὑπὸ τὴν γῆν, ἀνέρχεται ἀπὸ τῆς Ἀρμενίας, καὶ οὕτως ἐπικλύζει τὴν Περσίδα. Εἰ τοίνυν οὐκ ἔνι παράδεισος αἰσθητὸς, οὐκ ἔνι πηγή· ει οὐκ ἔνι πηγὴ, οὐκ ἔνι ποταμός· εἰ οὐκ ἔνι ποταμὸς, οὐκ εἰσὶ τέσσαρες ἀρχαί. Εἰ οὐκ ἔνι Φεισὼν, οὐκ ἔνι Γεών. Εἰ οὐκ ἔνι Τίγρης, οὐκ ἔνι Εὐφράτης· εἰ οὐκ ἔνι Εὐφράτης, οὐκ ἔνι συκῆ, οὐκ ἔνι φύλλα, οὐκ ἔνι Ἀδὰμ, οὐκ ἔνι φαγεῖν, οὐκ ἔνι Εὔα, οὐκ ἔφαγεν ἀπὸ τοῦ ξύλου, οὐκ ἔνι Ἀδάμ. Εἰ οὐκ ἔνι Ἀδὰμ, οὐκ εἰσὶν ἄνθρωποι, ἀλλὰ μῦθος λοιπὸν ἡ ἀλήθεια, καὶ ἀλληγορεῖται τὰ πάντα. Ἔστι τοίνυν Ἀδάμ· ἐσμὲν γὰρ ἐξ αὐτοῦ τὸ γένος αὐτοῦ ὄντες πάντες κατὰ διαδοχὴν, καὶ ὁρῶμεν αὐτὸν διὰ τοῦ πλήθους ἐν τῇ διαδοχῇ.
into four heads; the name of the one is Phison; and we behold the Phison before our eyes, and Phison is the Ganges, so called among the Indians and Ethiopians, whereas the Greeks call this the river Indus; for it encircles the whole of Evilat, the Little and the Great, the regions of the Elymaeans; and it passes through Great Ethiopia, and falls towards the south, and sinks within Gades into the great Ocean. The second river is Geon. And we behold the river as perceptible to the senses, and not allegorized. For this is the one that comes down through Ethiopia, and passing through Little Ethiopia, Anubitis as well as Blemenia and Exomitis, and watering the regions of the Thebaid and of Egypt, falls out into this sea. And if anyone disbelieves, let him hear Jeremiah saying: What have you to do with the land of Egypt, to drink the troubled water of Geon (Jer. 2:18)? The third river, it says, is the Tigris, proceeding over against the Assyrians. For it cuts through the regions of the East, and sinks beneath the earth, and rises from Armenia in the midst of the Cardiaeans and Armenians, and gushes forth again, and is cleft into the land of the Assyrians. Moreover, the fourth river also, the Euphrates, likewise sinking in the selfsame manner beneath the earth, comes up from Armenia, and thus waters Persia. If therefore there is no perceptible paradise, there is no spring; if there is no spring, there is no river; if there is no river, there are no four heads. If there is no Phison, there is no Geon. If there is no Tigris, there is no Euphrates; if there is no Euphrates, there is no fig tree, there are no leaves, there is no Adam, there is no eating, there is no Eve, she did not eat from the tree, there is no Adam. If there is no Adam, there are no human beings, but truth is henceforth a myth, and all things are allegorized. Adam therefore exists; for we are from him, all of us being his race by succession, and we behold him through the multitude in the succession.
ΝΘʹ. Ἀδὰμ γὰρ γεννᾷ κατὰ τὴν ἰδέαν αὐτοῦ τὸν
59. For Adam begot according to his own likeness
Notes, col. 120

On the reading

Printed Εὐῗλὰτ, for Εὐϊλὰτ.

Printed ει οὐκ ἔνι πηγὴ, for εἰ οὐκ ἔνι πηγὴ.

PG 43:121Read from the page
Σήθ· Ἱνα μή τις νομίσῃ τὸν πεπλασμένον ἄλλον, καὶ τοὺς γεγεννημένους ἄλλους, τοῦτό φησιν. ἡ Γραφὴ, κατὰ τὴν ἰδέαν αὐτοῦ. Σὴθ δὲ γεννᾷ τὸν Ἐνὼς, Ἐνὼς τὸν Καῗνὰν, Καῗνὰν τὸν Μαλελιὴλ, Μαλελιὴλ τὸν Ϊαρὲτ καὶ τὸν Ἐνὼχ, Ἐνὼχ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λαμὲχ, Λαμὲχ τὸν Νῶε, καὶ γέγονε κατακλυσμὸς οὐκ ἀλληγορίᾳ ἀλλ' ἀληθείᾳ, καὶ ἀπώλετο πᾶσα ψυχὴ, ἔμειναν δὲ ὀκτὼ ψυχαὶ ἀνθρώπων. Ψυχὰς δὲ ἂν ἀκούσῃς, μὴ νομίσῃς πλάσματα· ἀπὸ γὰρ τοῦ ἑνὸς εἴδους ὁ ἄνθρωπος ὅλος καλεῖται. Κατέβη γὰρ Ἰακὼβ εἰς Αἴγυπτον ἐν ψυχαῖς ἑβδομηκονταπέντε, οὐχ ὅτι αἱ ψυχαὶ εἶποντο ἄνευ σωμάτων, ἀλλὰ σὺν σώμασι· Καὶ ἦμεν ἐν τῷ πλοίῳ ὡς ὀγδοήκοντα ψυχαὶ, φησὶν ὁ Λουκᾶς ὁ συγγραψάμενος τὰς Πράξεις τῶν ἀποστόλων. Καὶ ἡ συνήθεια τοὺς δούλους σώματα εἴωθε καλεῖν. Δεσπότης, φησὶν, ἑκατὸν σωμάτων, ἀλλὰ καὶ ψυχὰς ἐχόντων· ἐπειδὴ δὲ ἡ δεσποτεία τῶν ἀνθρώπων σωμάτων κυριεύει, ἀλλ' οὐ ψυχῶν, διὰ τοῦτο τοὺς δούλους εὐλόγως σώματα ἐκάλεσαν σὺν ψυχῇ, ἵνα δείξῃ τὴν χρῆσιν τῶν σωμάτων. Ἐξῆλθε γὰρ Νῶε ἐκ τῆς κιβωτοῦ γεννήσας τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Σὴμ δὲ γεννᾷ τὸν Ἀρφαξὰδ, Ἀρφαξὰδ γεννᾷ τὸν Καῗνὰν, Καῗνὰν τὸν Σάλα, Σάλα τὸν Ἕβερ, Ἕβερ τὸν Φαλὲκ, Φαλὲκ τὸν Ῥαγὰμ, Ῥαγὰμ τὸν Σεροὺχ, Σεροὺχ τὸν Ναχὼρ, Ναχὼρ τὸν Θάῤῥα, θάῤῥα τὸν Ἀβραὰμ, Ἀβραὰμ τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἰακὼβ, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρὲς, Φαρὲς τὸν Ἐσρὼμ, Ἐσρὼμ τὸν Ἀρὰμ, Ἀρὰμ τὸν Ἀμιναδὰμ, Ἀμιναδὰμ τὸν Ναασὼμ, Ναασὼμ τὸν Σαλμὼν, Σαλμὼν τὸν Βοὸζ, Βοὸζ τὸν Ἰωβὴδ ἐκ τῆς Ῥοὺθ, Ϊωβὴδ Ϊεσσαὶ, Ἰεσσαὶ τὸν Δαβὶδ τὸν βασιλέα, Δαβὶδ τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομῶν τὸν Ῥοβοὰμ, Ῥοβοὰμ τὸν Ἀβιὰ, Λβιὰ τὸν Ἀσὰφ, Ἀσὰφ τὸν Ἰωσαφὰτ, Ἰωσαφὰτ τὸν Ἰωρὰμ, Ἰωρὰμ τὸν Ὀχοζίαν, Ὀχοζίας τὸν Ἰωὰς, Ἰωὰς τὸν Ἐμεσίαν, Ἐμεσίας τὸν Ὀζίαν τὸν κληθέντα Ἀζαρίαν, Ὀζίας τὸν Ϊωάθαμ, Ϊωάθαμ τὸν Ἅχαζ, Ἅχαζ τὸν Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασῆ, Μανασῆς τὸν Ἀμὼς, Ἀμὼς τὸν Ἰωσίαν, Ἰωσίας Ἰεχονίαν, Ϊεχονίας πάλιν τὸν Σαλαθιὴλ, Σαλαθιὴλ τὸν Ζοροβάβελ, Ζοροβάβελ τὸν Ἀβιοὺδ, Ἀβιοὺδ τὸν Ἐλιακεὶμ, Ἐλιακεὶμ τὸν Ἀσὼρ, Ἀσὼρ τὸν Σαδὼκ, Σαδὼκ τὸν Ἀχεὶμ, Ἀχεὶμ τὸν Ἐλιοὺδ, Ἐλιοὺδ τὸν Ἐλεάζαρ, Ἐλεάζαρ τὸν Ματθίαν, Ματθίας τὸν Ἰακὼβ, Ϊακὼβ τὸν Ἰωσήφ.
Seth; lest anyone suppose that he who was moulded was one and those who were begotten were of another kind, Scripture says this: according to his own likeness (Gen. 5:3). And Seth begot Enos, Enos Cainan, Cainan Maleliel, Maleliel Jaret and Enoch, Enoch Mathusala, Mathusala Lamech, Lamech Noah; and the flood came to pass not in allegory, but in truth, and every soul perished, while eight souls of human beings remained. And whenever you hear of souls, do not suppose figments; for from the one part the whole human being is named. For Jacob went down into Egypt with seventy-five souls (Gen. 46:27), not because the souls followed without bodies, but with bodies: And we were in the ship about eighty souls (cf. Acts 27:37), says Luke, who wrote the Acts of the Apostles. And common usage is accustomed to call slaves bodies: A master, one says, of a hundred bodies, yet having souls as well; and since human lordship exercises dominion over bodies, and not over souls, on this account they reasonably called slaves bodies together with the soul, to show the use of the bodies. For Noah went forth from the ark having begotten Shem, Ham, and Japheth. And Shem begot Arphaxad, Arphaxad begot Cainan, Cainan Sala, Sala Heber, Heber Phalek, Phalek Rhagam, Rhagam Seruch, Seruch Nachor, Nachor Tharra, Tharra Abraham, Abraham Isaac, Isaac Jacob, Jacob Judah, Judah Phares, Phares Esrom, Esrom Aram, Aram Aminadam, Aminadam Naasom, Naasom Salmon, Salmon Booz, Booz Jobed by Ruth, Jobed Jesse, Jesse David the king, David Solomon by the wife of Uriah, Solomon Roboam, Roboam Abia, Abia Asaph, Asaph Josaphat, Josaphat Joram, Joram Ochozias, Ochozias Joas, Joas Emesias, Emesias Ozias who was called Azarias, Ozias Joatham, Joatham Achaz, Achaz Ezekias, Ezekias Manases, Manases Amos, Amos Josias, Josias Jechonias, Jechonias again Salathiel, Salathiel Zorobabel, Zorobabel Abiud, Abiud Eliakeim, Eliakeim Asor, Asor Sadok, Sadok Acheim, Acheim Eliud, Eliud Eleazar, Eleazar Matthias, Matthias Jacob, Jacob Joseph.
Ζʹ. Ἰωσὴφ γέρων ὢν χῆρος μετὰ τὸ λαβεῖν πρώτην γυναῖκα, καὶ ποιῆσαι ἐξ αὐτῆς παῖδας ἄῤῥενας μὲν τέσσαρας, Ϊακὼβ τὸν ἀδελφὸν τοῦ Κυρίου
7. Joseph, being an old man and a widower after taking a first wife, and having begotten by her four male children, James who was the brother of the Lord
Notes, col. 121

On the reading

Printed Ἱνα, for Ἵνα.

Printed φησιν. ἡ, for φησὶν ἡ.

Printed Καῗνὰν, for Καϊνὰν.

Printed θάῤῥα, for Θάῤῥα.

Printed Λβιὰ, for Ἀβιὰ.

Printed Ζʹ., for Ξʹ..

PG 43:124Read from the page
καλούμενον διὰ τὸ συνανατραφῆναι αὐτῷ, καὶ Σίμωνα καὶ Ἰούδαν καὶ Ἰωάννην, δύο δὲ θυγατέρας, Ἄνναν καὶ Σαλώμην· οὗτος ὁ Ἰωσήφ γέρων ὢν καὶ χῆρος, κατὰ ἀνάγκην τῶν κλήρων βαλλομένων ἐπὶ χήρους καὶ ἀγάμους καθ' ἑκάστην φυλὴν εἰς τὰς ἀπὸ ναοῦ παρθένους, διὰ τὸ ἀφιερωθῆναι ἐν τῷ ναῷ τοὺς πρωτοτόκους παῖδας ἄρρενάς τε καὶ θηλείας, ἔλαβε κατὰ κλῆρον τὴν ἁγίαν παρθένον Μαρίαν, ἐξ ἧς κατὰ σάρκα ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ Πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς, οὔτε συναφείᾳ σώματος· γεννᾶται τοίνυν ὁ Κύριος ἐκ φυλῆς Ἰούδα, ἐκ σπέρματος Δαβὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα, Θεὸς ὢν, ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας Αὐγούστου.
so called because he had been brought up with Him, and Simon and Judas and John, and two daughters, Anna and Salome; this Joseph, being an old man and a widower, by necessity of the lots cast upon widowers and unmarried men in each tribe for the virgins from the temple, because the firstborn children, both male and female, were consecrated in the temple, received by lot the holy Virgin Mary, of whom according to the flesh was born our Lord Jesus Christ through the Holy Spirit, not from the seed of a man, nor by union of body; the Lord, therefore, is born of the tribe of Judah, of the seed of David and Abraham according to the flesh, being God, in the fortieth year of the reign of Augustus.
Αὔγουστος δὲ ἐβασίλευσεν ἑξήκοντα ἓξ ἔτη καὶ μῆνας ἕξ.
And Augustus reigned sixty-six years and six months.
Μετ' αὐτὸν δὲ παῖς αὐτοῦ Τιβέριος διαδέχεται τὴν ἀρχὴν ἔτη κγʹ.
And after him his son Tiberius succeeds to the rule for twenty-three years.
Μετὰ Τιβέριον Γάϊος ἔτη τρία καὶ μῆνας θʹ, ἡμέρας κβʹ.
After Tiberius, Gaius, three years and nine months, twenty-two days.
Μετὰ Γάϊον Κλαύδιος ἔτη ιγʹ.
After Gaius, Claudius, thirteen years.
Μετὰ Κλαύδιον Νέρων ἔτη ιγʹ.
After Claudius, Nero, thirteen years.
Μετὰ Νέρωνα Οὐεσπασιανὸς ἔτη θʹ.
After Nero, Vespasian, nine years.
Μετὰ Οὐεσπασιανὸν Τῖτος ὁ υἱὸς αὐτοῦ ἔτη βʹ.
After Vespasian, Titus his son, two years.
Μετὰ Τῖτον Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη εʹ καὶ μῆνας εʹ.
After Titus, Domitian his brother, five years and five months.
Μετὰ Δομετιανὸν Νερούας ἔτη δʹ.
After Domitian, Nerva, four years.
Μετὰ Νερούαν Τραϊανὸς ἔτη ιθʹ.
After Nerva, Trajan, nineteen years.
Μετὰ Τραϊανὸν Ἀδριανὸς ἔτη κβʹ.
After Trajan, Hadrian, twenty-two years.
Μετὰ Ἀδριανὸν Ἀντωνῖνος Εὐσεβὴς ἔτη κβʹ.
After Hadrian, Antoninus Pius, twenty-two years.
Μετὰ Ἀντωνῖνον Μάρκος Αὐρηλιανὸς Ἀντωνῖνος ὁ καὶ Οὐῆρος ἔτη ιθʹ.
After Antoninus, Marcus Aurelianus Antoninus, who is also Verus, nineteen years.
Κόμμοδος ἔτη ιδʹ.
Commodus, fourteen years.
Περτίναξ ἔτη ϛʹ.
Pertinax, six years.
Σευῆρος ἔτη ιηʹ.
Severus, eighteen years.
Ἀντωνῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ζʹ.
Antoninus his son, seven years.
Μαρκῖνος ἔτος ἕν.
Markinos, one year.
Ἀντωνῖνος ἄλλος ἔτη βʹ.
Another Antoninus, two years.
Notes, col. 124

On the reading

Printed Μαρκῖνος, for Μακρῖνος.

PG 43:125Read from the page
Ἀλέξανδρος οὐχ ὁ Μακεδὼν ἔτη γʹ.
Alexander, not the Macedonian, three years.
Μαξιμῖνος ἔτη γʹ.
Maximinus, three years.
Γορδιανὸς ἔτη ϛʹ.
Gordian, six years.
Φίλιππος ἔτη ϛʹ.
Philip, six years.
Δέκιος ἔτος αʹ.
Decius, one year.
Γαλσοφῶν καὶ Οὐαλησιανὸς ἔτη γʹ.
Galsophon and Valesianus, three years.
Γαληνὸς ἔτη ιεʹ.
Galenus, fifteen years.
Κλαύδιος ἄλλος ἔτος ἕν.
Another Claudius, one year.
Αὐρίλλιος ἔτη ιδʹ.
Aurillius, fourteen years.
Τάκιτος μῆνας ϛʹ.
Tacitus, six months.
Πρόβος ἔτη ϛʹ.
Probus, six years.
Οἱ περὶ Κᾶρον καὶ Καρῖνον καὶ Νουμεριανὸν ἔτη βʹ.
Carus and Carinus and Numerian, two years.
Διοκλητιανὸς ἔτη ηʹ.
Diocletian, eight years.
Μετὰ Διοκλητιανὸν Μαξιμιανός.
After Diocletian, Maximian.
Λικίνιος.
Licinius.
Κῶνστας.
Constans.
Κωνσταντῖνος.
Constantine.
Ἰουλιανός.
Julian.
Ἰοβιανός.
Jovian.
Οὐαλεντινιανός.
Valentinian.
Οὐάλης.
Valens.
Γρατιανός.
Gratian.
Ἕως τοῦ ἐνιαυτοῦ μετὰ τὸ τελευτῆσαι Γρατιανὸν, ἔτη οʹ. Τὸ ἔτος γὰρ τοῦτό ἐστι ἐνενηκοστὸν Διοκλητιανοῦ, Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ιʹ, Γρατιανοῦ δὲ ἔτος ϛʹ, ὑπατείᾳ Γρατιανοῦ Αὐγούστου τὸ τρίτον, Ἐσκυτίου λαμπροτάτου, ἰνδίκτος βʹ.
Until the year after Gratian died, seventy years. For this year is the ninetieth of Diocletian, the tenth of Valentinian and Valens, and the sixth year of Gratian, in the third consulship of Gratian Augustus, with the most illustrious Escutius, in the second indiction.
ΞΑʹ. Ἡμεῖς τοίνυν ἀπὸ τοῦ προειρημένου Ἀδὰμ κατὰ ἀκολουθίαν, καὶ οὐκ ἀπώλετο ἡ τάξις, οὐδὲ τὰ ὑπὸ Θεοῦ γινόμενα ἀλληγοροῦνται. Ἔστι τοίνυν Ἀδὰμ, καὶ ἔστι φύλλα συκῆς, καὶ συκῆ, καὶ ξύλον τοῦ ειδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ, καὶ ξύλον ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ ὄφις, καὶ παρακοὴ, καὶ ὑπακοὴ, καὶ εισὶ ποταμοὶ, καὶ ἔστιν Εὔα, καὶ τὸ πλάσμα. Πάντα γὰρ δυνατὰ τῷ Θεῷ, καὶ τὰ φθαρτὰ μεταβάλλειν εἰς ἀφθαρσίαν, καὶ τὰ ἐπὶ γῆς ποιῆσαι ἐν ἀφθαρσίᾳ διατελεῖν. Καὶ μὴ θαυμαζέτω τις. Τοῦτο γὰρ ἦλθε, καὶ ἔδειξε, λαβὼν σάρκα φθαρτὴν, καὶ ἐνδυσάμενος ἐν τῇ θεότητι, καὶ ἀποδείξας ἄφθαρτον. Τίς γὰρ ἐγκαλέσει Θεῷ; Ἴδωμεν δὲ καὶ ἄλλην θεωρίαν. Ἐξέβαλεν αὐτοὺς ἔξω τοῦ παραδείσου, καὶ ἔθετο τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τηρεῖν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. Καὶ ἐξελθόντες οἱ περὶ τὸν Ἀδὰμ, ᾤκησαν ἀπέναντι τοῦ παραδείσου.
Chapter LXI. We, therefore, come in succession from the aforesaid Adam, and the order has not perished, nor are the things wrought by God allegorized. There is, then, Adam, and there are fig leaves, and a fig tree, and the tree of knowing the knowledge of good and evil, and the tree of life in the midst of paradise, and a serpent, and disobedience, and obedience, and there are rivers, and there is Eve, and the fashioned creature. For all things are possible unto God, both to transform corruptible things into incorruption, and to make the things upon earth abide in incorruption. And let no one marvel. For He came and showed this, taking corruptible flesh, and clothing Himself with it in His divinity, and demonstrating it to be incorruptible. For who shall bring a charge against God? Yet let us behold another contemplation also. He cast them out of paradise, and set the cherubim and the flaming sword to guard the entrance of the tree of life. And going forth, those with Adam dwelt over against paradise.
Notes, col. 125

On the reading

Printed ειδέναι, for εἰδέναι.

Printed εισὶ, for εἰσὶ.

PG 43:128Read from the page
Μηδεὶς μύθοις ἀπατάτω κενοῖς. Δύναται γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων ἐγεῖραι τέκνα· καὶ δύναται ὁ Θεὸς καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν· καὶ δύναται ἐπὶ γῆς ποιῆσαι ἀνάπαυσιν παραδείσου, ὅτι ἠθέλησεν. Οὐ γὰρ ἡ γῆ ἄλλου Θεοῦ, καὶ οὐρανὸς ἄλλου Θεοῦ, ἀλλὰ πάντα τοῦ αὐτοῦ ἐστι, καὶ ὡς θέλει χαρίζεται ἑκάστῳ τὴν ἀφθαρσίαν. Καὶ γὰρ τὸ σῶμα τοῦ Ἀδὰμ οἴδαμεν ἐκ γῆς πεπλασμένον ἐξ ἧσπερ καὶ ἡμῶν τὰ σώματα, καὶ ἐλπίδα ἔχομεν ζωῆς αἰωνίου, καὶ ἀφθάρτου κληρονομίας. Καὶ γὰρ τοῦ Σωτῆρος τὸ σῶμα ἀπὸ Μαρίας ἦν, καὶ συνήνωται πνευματικῶς τῇ τοῦ Λόγου ἐν οὐρανῷ ἀφθαρσίᾳ. Ταῦτα δὲ πάντα συνηγάγομεν ἐνταῦθα παρεθέμεθα, μηδὲν παράῤῥιψαι τῶν γεγραμμένων θέλοντες, ἀλλὰ μᾶλλον ἁπλότητι φέρεσθαι, πιστοί τε εὑρίσκεσθαι πρὸς τὸν Θεὸν ἐν οἷς ὡς ἐν ἀληθείᾳ ἔγραψεν ἡμῖν, καὶ ἐδωρήσατο τὴν τῆς ἀληθείας ὁδὸν καὶ ἡμῶν σωτηρίαν· συγχωρεῖν αὐτῷ μόνῳ πρέπον ἐστὶν εἰδέναι τὰ ἀκατάληπτα.
Let no one be deceived by empty myths. For God is able from these stones to raise up children; and God is also able to transform corruptible things into incorruption; and He is able upon earth to make a rest of paradise, because He willed it. For the earth does not belong to another God, and heaven to another God, but all things belong to the same One, and as He wills He bestows incorruption upon each. For indeed we know that the body of Adam was fashioned from earth, out of which very earth our bodies also are, and we have hope of eternal life and of an incorruptible inheritance. For the body of the Saviour also was from Mary, and has been spiritually united in heaven with the incorruption of the Word. And all these things we have gathered together here [and] set forth, wishing to cast aside nothing of the things written, but rather to be borne along in simplicity, and to be found faithful towards God in the things which He has written for us in truth, and whereby He has granted the way of truth and our salvation; to yield to Him alone is fitting as knowing the things that are incomprehensible.
ΞΒʹ. Ἄλλην δὲ πάλιν μυθώδη μωρίαν οὗτος ὁ Ὠριγένης, ᾧ ὁ Θεὸς συγχωρήσει, φαντασίαν τοῖς ἀνθρώποις ἀλληγοροῦνται, παρεισήγαγε, φάσκων, οὓς εἶπεν ἡ θεία Γραφὴ χιτῶνας δερματίνους πεποιηκέναι τὸν Θεὸν τοῖς περὶ τὸν Ἀδὰμ, μὴ εἶναι χιτῶνας δερματίνους, ἀλλὰ τοῦτό φησι χιτῶνα δερμάτινον, τὸ σαρκῶδες τοῦ σώματος, ἢ αὐτὸ τὸ σῶμα μετὰ τὴν παρακοὴν καὶ τὸ βεβρωκέναι τοῦ ξύλου, ἐνέδυσε τὰς ψυχάς· καὶ ἔστι σύνθετον ὅλον εἰπεῖν. Σοφίζεται γὰρ αὐτὸς ὁ Ὠριγένης δῆθεν καί φησι· Μὴ γὰρ ὁ Θεὸς βυρσοδεύτης ἦν, ἵνα βυρσήσας δέρματα, χιτῶνας ἐργάσηται τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ; Πολὺ δὲ κτηνωδέστερον τὸ τοιοῦτον. Τί εὐχερέστερον ἦν, οὐρανὸν κσὶ γῆν ἐξ οὐκ ὄντος ποιῆσαι τὸν Θεὸν, ἢ χιτῶνας δερματίνους; Πότε γὰρ τὰ θαυμάσια αὐτοῦ θέλων οὐκ εἰργάσατο, καὶ ἄψυχα εἰς ἔμψυχα μεταβαλών; πότε οὐ δεδύνηται; τὴν μὲν ῥάβδον Μωϋσέως ξηρὰν οὖσαν καὶ ξυλίνην, ὄφιν ἔμψυχον ἐποίησε Μωϋσέα καταδιώκοντα· ἀφ' οὗ Μωϋσῆς εἰς φυγὴν ἐτρέπετο, ἵνα δείξῃ ὅτι οὐκ ἦν φάντασμα, ἀλλ' ἀληθὲς τὸ γενόμενον. Πῶς δὲ τεσσαράκοντα ἔτη τοῦ λαοῦ τὰ ἱμάτια οὐκ ἐρικνώθη, καὶ τρίχες οὐκ ἐκόμων, καὶ τὰ ὑποδήματα οὐκ ἐπαλαιοῦντο; Εἰπάτωσαν δέ μοι οἱ ἠλίθιοι οἱ τῇ φρενοβλαβείᾳ Ὠριγένους τοῦτο τὸ μέρος ἀκολουθήσαντες· Ἀναστάντος τοῦ Χριστοῦ ἐκ τῶν νεκρῶν, καὶ καταλείψαντος τὰς ὀθόνας ἐν τῷ μνήματι, ὡς γέγραπται, γυμνὸς ἄρα ἐφαίνετο τοῖς μαθηταῖς ἀναστὰς ἐκ τῶν νεκρῶν σὺν σώματι καὶ ψυχῇ· ὁπηνίκα δὲ ἐδείκνυε τοῖς περὶ τὸν Θωμᾶν τὰ ὀστᾶ αὐτοῦ καὶ τὰς σάρκας, χεῖράς τε καὶ τὴν πλευρὰν, δηλονότι οὐκ ἦν γυμνός.
Chapter LXII. Yet another mythical folly did this Origen, whom God will forgive, bring in by way of fantasy for men who allegorize, alleging that the tunics of skin which divine Scripture says God made for those around Adam were not tunics of skin, but he says that this is the tunic of skin: the fleshly part of the body, or the body itself, wherewith after the disobedience and the eating from the tree He clothed the souls; and the whole, so to speak, is compounded. For Origen himself forsooth plays the sophist and says: Was God then a tanner, that by tanning hides He might fashion tunics for Adam and Eve? Yet far more brutish is such talk. Which was easier, for God to make heaven and earth out of nothing, or tunics of skin? For when did He will to work His wonders and fail to work them, even changing lifeless things into living things? When has He not been able? The rod of Moses, dry and wooden as it was, He made a living serpent pursuing Moses, from which Moses turned to flight, in order to show that what took place was no phantom, but true. And how for forty years did the garments of the people not shrivel up, and their hair not grow long, and their sandals not wear old? And let the fools who have followed Origen's derangement in this part tell me: When Christ rose from the dead and left the linen cloths in the tomb, as it is written, was He then seen naked by the disciples when risen from the dead with body and soul; whereas when He showed to those around Thomas His bones and flesh, both hands and side, clearly He was not naked?
Notes, col. 128

On the reading

Printed παράῤῥιψαι, for παραῤῥῖψαι.

Printed βυρσοδεύτης, for βυρσοδέψης.

Printed κσὶ, for καὶ.

PG 43:129Read from the page
Τοίνυν τὰ ἱμάτια τίς αὐτῷ ὕφανε τὰ μετὰ τὴν ἀνάστασιν; Ἀλλ' ἐρεῖς μοι πάντως, Ἐνδύματα πνευματικὰ ὁ αὐτὸς ποιήσας. Καὶ εἰ τοιαῦτα ἐνδύματα ἠδύνατο ἑαυτῷ ποιεῖν, ἐκείνους τοὺς δερματίνους χιτῶνας οὐκ ἠδύνατο ποιῆσαι τοῖς περὶ τὸν Ἀδὰμ οἰκείῳ θελήματι; Ὄντως ἐκπίπτει τοῦ Ὠριγένους ἡ ἀλληγορία. Εἰ γὰρ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐκτίσθη τῷ Ἀδὰμ ἡ σὰρξ, πόθεν ἄρα ἔλαβεν ὁ Θεὸς τὴν πλευράν; ὃς διεγερθεὶς ἀπὸ τῆς ἐκστάσεως, φησί· Ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου τοῦτο.
Who then wove for Him the garments after the resurrection? Yet you will surely say to me: He Himself made spiritual garments. And if He was able to make such garments for Himself, was He unable by His own will to make those tunics of skin for those around Adam? Truly Origen's allegory falls to the ground. For if it was after the eating from the tree that flesh was created for Adam, whence then did God take the rib? For when he awoke from the trance, he says: This is bone of my bones, and flesh of my flesh.
ΞΓʹ. Τοῦ λοιποῦ τοίνυν μηδεὶς ἡμῖν κόπους παρεχέτω. Οὕτω γὰρ δοξάζει ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία ἀπὸ τῶν ἀνέκαθεν. Οὐ παραστήσεται γὰρ ἡμῖν Ὠριγένης ἐν ἡμέρᾳ κρίσεως. Θαυμάζω γὰρ ὡς ἀληθῶς, πῶς τινες ἀνέχονται τοῦ βλασφημήσαντος τὸν ἑαυτοῦ Δεσπότην. Ἀναγνώτωσαν Ὠριγένους τὰ Περὶ ἀρχῶν οἱ τοιοῦτοι, καὶ μαθέτωσαν οἱ δοκοῦντες εἶναι υἱοὶ τῆς Ἐκκλησίας τῆς καθολικῆς, καὶ μὴ τὸν Υἱὸν ἀπὸ τῆς τοῦ Πατρὸς θεότητος χωρίζειν τολμάτωσαν, πῶς οὐκ ἀπηξίωσεν Ὠριγένης εἰπεῖν ὅτι οὐχ ὁρᾷ τὸν Πατέρα ὁ Υἱός. ἀλλ' οὐ τὸν συνετὸν καὶ πιστὸν καὶ πιστεύοντα τῇ ἀληθείᾳ καὶ τῇ πνευματικῇ διδασκαλίᾳ. Παῦσαι τοίνυν, Ὠρίγενες, καὶ παύσασθε, οἱ τοῦ Ὠριγένους μαθηταί. Ἀληθεύουσι γὰρ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ἤπερ ὑμεῖς καὶ ὁ ὑμῶν διδάσκαλος. Παυσάσθωσαν οἱ Γνωστικοὶ, Ἀλλά φησι· « Ὡς οὐ δύναται ὁρᾷν τὸν Πατέρα ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα οὐ δύναται ἰδεῖν τὸν Υἱόν. » Καὶ πάλιν· « Οἱ ἄγγελοι οὐ δύνανται ἰδεῖν τὸ ἅγιον Πνεῦμα, καὶ οἱ ἄνθρωποι οὐ δύνανται ἰδεῖν τοὺς ἀγγέλους. » Καὶ ἐφαντασίασεν ἑαυτὸν, μᾶλλον καὶ οὓς ἠπάτησεν, καταγνωστικοὶ δὲ ὄντες τὸν τρόπον. Καὶ παυσάσθωσαν Οὐαλεντινιανοὶ καὶ Μανιχαῖοι καὶ Μαρκιωνισταὶ, οἱ κατὰ πάντα πεπλανημένοι. Καὶ παυσάσθωσαν Ἀρειανοὶ καὶ Ἀνόμοιοι καὶ Σαβέλλιοι, καὶ Πνευματῖται οἱ καὶ Πνευματομάχοι, καὶ Διμοιρῖται οἱ ἀνοήτως τὸν νοῦν παρεκβάλλοντες. Πάντα γὰρ ἀληθεύει ἡ θεία Γραφή· συνέσεως δὲ χρεία ἐστὶ τοῦ εἰδέναι τὸν Θεὸν, πιστεύειν αὐτῷ καὶ τοῖς αὐτοῦ λόγοις, καὶ τὰ ὑπὸ τοῦ Θεοῦ κεχαρισμένα καὶ δεδομένα καὶ ἐσόμενα, καὶ εἰδέναι κατὰ τὴν ὑπόσχεσιν τὴν τῶν νεκρῶν ἀνάστασιν ἐν τελειότητι. Πᾶσα γὰρ αἵρεσις ψεύδεται, μὴ λαβοῦσα Πνεῦμα ἅγιον, κατὰ τὴν παράδοσιν τῶν Πατέρων ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ καθολικῇ Ἐκκλησίᾳ.
Chapter LXIII. Henceforth, then, let no one cause us trouble. For thus does the holy Church of God hold in glory from of old. For Origen will not stand beside us in the day of judgement. For I marvel in very truth how certain persons endure the man who blasphemed his own Master. Let such persons read Origen's books On First Principles, and let those who suppose themselves to be sons of the catholic Church learn—and let them not dare to sever the Son from the Godhead of the Father—how Origen did not disdain to say that the Son does not see the Father. Rather, he says: "Just as the Son cannot see the Father, so too the Holy Spirit cannot behold the Son." And again: "The angels cannot behold the Holy Spirit, and men cannot behold the angels." And he deluded himself with fantasies, and much more those whom he deceived, yet not the man of understanding who is faithful and believes the truth and spiritual teaching. Cease, then, Origen, and cease, you disciples of Origen! For the apostles and the prophets speak the truth rather than you and your teacher. Let the Gnostics cease, who in their manner are rather worthy of condemnation. And let the Valentinians and Manichaeans and Marcionites cease, who have gone astray in all respects. And let the Arians and Anomoeans and Sabellians cease, and the Pneumatitae who are also Pneumatomachi, and the Dimoeritae who senselessly cast aside the mind. For divine Scripture speaks the truth in all things; yet understanding is needed to know God, to believe Him and His words, and the things graciously bestowed and given by God and yet to be, and to know according to the promise the resurrection of the dead in perfection. For every heresy lies, not having received the Holy Spirit according to the tradition of the Fathers in the holy catholic Church of God.
ΞΔʹ. Καὶ περὶ τούτων αὐτῶν αὖθις πάλιν ἐροῦμεν
Chapter LXIV. And concerning these very matters we shall speak yet again