Migne Reading Room

PG 42 · cols. 9–20 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:9Read from the page
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΠΙΦΑΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΕΙΑΣ ΤΗΣ ΚΥΠΡΟΥ ΚΑΤΑ ΑΙΡΕΣΕΩΝ ΟΓΔΟΗΚΟΝΤΑ ΤΟ ΕΠΙΚΛΗΘΕΝ ΠΑΝΑΡΙΟΣ ΕΙΤ' ΟΥΝ ΚΙΒΩΤΙΟΣ.
Of Our Father Among the Saints Epiphanius, Bishop of Constantia in Cyprus, Against Eighty Heresies, the Work Surnamed Panarios, that is, Ark.
ΤΑΔΕ ΕΝΕΣΤΙ ΚΑΙ ΕΝ Τῼ ΔΕΥΤΕΡῼ ΤΟΜῼ ΤΟΥ ΑΥΤΟΥ ΔΕΥΤΕΡΟΥ ΒΙΒΛΙΟΥ, Πέμπτῳ δὲ ὄντι κατὰ τὸν προειρημένον ἀριθμὸν, ἐν ᾧ εἰσιν αἱρέσεις πέντε οὕτως.
These things are also contained in the Second Tome of the Same Second Book, being fifth according to the aforesaid number, in which there are five heresies, as follows.
Αʹ. Παύλου τοῦ Σαμοσατέως. Οὗτος ἀνύπαρκτον τὸν Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, λόγον προφορικὸν ὄντα σχηματίσας. Ἀπὸ δὲ Μαρίας καὶ δεῦρο εἶναι προκαταγγελτικῶς τὰ περὶ αὐτοῦ ἐν ταῖς θείαις Γραφαῖς εἰρημένα ἔχοντος· μὴ ὄντος δὲ, ἀλλὰ ἀπὸ Μαρίας καὶ δεῦρο ἀπὸ τῆς ἐνσάρκου παρουσίας.
1. Of Paul of Samosata. This man almost affirms that Christ is non-existent, fashioning Him as being an uttered word; holding that He exists from Mary and hitherto, the things spoken concerning Him in the divine Scriptures being by way of foretelling; whereas He did not exist, but [existed] from Mary and hitherto from His coming in the flesh.
Βʹ. Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, οἱ [ἀπὸ] τοῦ Μάνη μαθηταὶ τοῦ Πέρσου. Χριστὸν σχήματι λέγοντες, ἥλιον σέβοντες καὶ σελήνην. Ἄστροις τε καὶ δυνάμεσι καὶ δαίμοσιν εὐχόμενοι, ἀρχὰς δύο εἰσ-
2. Manichaeans, who are also called Acuanites, the disciples [from] Manes the Persian; saying that Christ was in appearance, worshipping sun and moon; praying to stars and powers and daemons, two first principles in-
PG 42:12Read from the page
ἄγοντες, πονηράν τε καὶ ἀγαθὴν, ἀεὶ οὔσας. Χριστὸν δὲ δοκήσει πεφηνέναι, καὶ δοκήσει πεπονθέναι. Παλαιὰν Διαθήκην βλασφημοῦντες, καὶ τὸν ἐν αὐτῇ λαλήσαντα Θεόν. Κόσμον δὲ οὐ τὸν πάντα, ἀλλὰ μέρος ἐκ Θεοῦ γεγενῆσθαι ὁριζόμενοι.
troducing, evil and good, existing eternally; and defining that Christ appeared in semblance and suffered in semblance, blaspheming the Old Testament and the God Who spoke therein, and that not the whole world, but a part, came into being from God.
Γʹ. Ἱερακῖται, οἱ ἀπὸ τοῦ Ἱέρακος τοῦ Λεοντοπολίτου τῆς Αἰγύπτου, ἐξηγητοῦ τινος σαρκὸς ἀνάστασιν ἀθετοῦντος. Χρώμενοι Παλαιᾷ καὶ Νέᾳ Διαθήκῃ, καὶ ἀπαγορεύοντες γάμον παντελῶς, μονάζοντάς τε καὶ παρθένους δεχόμενοι, καὶ ἐγκρατευομένους, καὶ χήρους. Τὰ δὲ μηδέπω ἐν ἡλικίᾳ γεγονότα παιδία βασιλείας μὴ μετέχειν, διὰ τὸ μὴ ἠθληκέναι.
III. Hieracites, who derive from Hierax of Leontopolis in Egypt, a certain expositor who rejects the resurrection of the flesh; using the Old and New Testaments, and forbidding marriage altogether, receiving monks and virgins, as well as the continent and the widowed, and holding that young children not yet come of age have no share in the kingdom, because they have not contended in the struggle.
Δʹ. Μελητιανοὶ, οἱ ἐν Αἰγύπτῳ σχίσμα ὄντες, ἀλλ' οὐχ αἵρεσις, μὴ συνευξάμενοι τοῖς ἐν τῷ διωγμῷ παραπεπτωκόσι· νῦν δὲ Ἀρειανοῖς συναφθέντες.
IV. Meletians, who in Egypt are a schism, and not a heresy, having refused to pray together with those who lapsed in the persecution; and now joined to the Arians.
Εʹ. Ἀρειανοὶ, οἱ καὶ Ἀρειομανῖται, οἱ τὸν Υἱὸν τοῦ Θεοῦ κτίσμα λέγοντες, καὶ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος, σάρκα μόνον τὸν Σωτῆρα ἀπὸ Μαρίας εἰληφέναι διαβεβαιούμενοι, καὶ οὐχὶ ψυχήν. Ἦν δὲ οὗτος ὁ Ἄρειος πρεσβύτερος Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας.
V. Arians, who are also called Ariomaniacs, who say that the Son of God is a creature, and the Holy Spirit a creature of a creature, affirming that the Saviour took flesh alone from Mary, and not a soul. Now this Arius was a presbyter of Alexander, bishop of Alexandria.
Αὕτη καὶ ἡ τοῦ δευτέρου βιβλίου, πέμπτου δὲ ἀπ' ἀρχῆς τῆς ἀκολουθίας ὄντος, ἀνακεφαλαίωσις αἱρέσεων πέντε.
This, too, is the recapitulation of the five heresies of the second book, which is the fifth from the beginning of the sequence.
ΚΑΤΑ ΠΑΥΛΟΥ ΤΟΥ ΣΑΜΟΣΑΤΕΩΣ,
Against Paul of Samosata,
Τεσσαρακοστὴ πέμπτη, ἡ καὶ ἑξηκοστὴ πέμπτη.
Forty-fifth, which is also sixty-fifth.
Αʹ. Παῦλος ὁ Σαμοσατεὺς καλούμενος τούτους διαδέχεται, γεγονὼς μετὰ Ναυᾶτον καὶ Ὠριγένην, τὸν λοιπὸν ἐν αἱρέσει ἀριθμούμενον δι' ἣν ἠθέλησεν ὑψαυχενίαν ἑαυτῷ ἐπισπάσασθαι, καὶ ἐπαρθῆναι κατὰ τῆς ἀληθείας διὰ τῆς κομπώδους αὐτοῦ φλυαρίας καὶ ἐκ διαβόλου ἐπισπεισμένης ἐννοίας. Ὃν πενθεῖν δεῖ, ὡς ἀληθῶς φθόνῳ διαβόλου ἐξοκείλαντα, καὶ ἀπὸ ὕψους παραπεπτωκότα. Ἐπ' αὐτῷ γὰρ πληροῦται τὸ εἰρημένον· Βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
I. Paul, who is called of Samosata, succeeds these, having lived after Novatus and Origen, and is henceforth reckoned in heresy on account of the haughtiness which he wished to draw upon himself, and his being lifted up against the truth through his boastful prating and the notion instilled by the devil; whom one must mourn, as having truly run aground through the envy of the devil and fallen away from on high. For in him is fulfilled that which was spoken: The bewitching of wickedness obscures good things, and the wandering of desire perverts a guileless mind (Wisd. 4:12).
Οὗτος δὴ οὖν ὁ ἡμῖν εἰς ἐξήγησιν ἐπιμνημονευόμενος Παῦλος ὁ Σαμησατεύς, οὗ τοῦ ὀνόματος ἐν ἀρχῇ ἐμνήσθημεν, καὶ τῆς αἱρέσεως αὐτοῦ ποιούμεθα τὴν διήγησιν, ἀπὸ Σαμοσάτων ἦν τῆς ἐπὶ τὰ μέρη τῆς Μεσοποταμίας καὶ Εὐφράτου· ὃς ἐν τούτῳ τῷ χρόνῳ,
Now this Paul of Samosata, then, who is brought to mind by us for exposition, whose name we mentioned at the beginning and of whose heresy we are setting forth the account, was from Samosata, which lies in the parts of Mesopotamia and the Euphrates; who at this time,
PG 42:13Read from the page
ἐν ἡμέραις Αὐρηλιανοῦ καὶ Πρόβου τῶν βασιλέων, ἐπὶ τῆς Ἀντιοχέων καθίσταται ἐπίσκοπος τῆς ἁγίας καθολικῆς Ἐκκλησίας. Ἀρθεὶς δὲ τῇ διανοίᾳ ἐξέπεσε τῆς ἀληθείας, καὶ ἀνεκαίνισε τὴν αἵρεσιν τοῦ Ἀρτέμωνος, τοῦ ποτε ὄντος ἐν ἀρχῇ πρὸ ἐτῶν πολλῶν καὶ ἐσβεσμένου.
in the days of the emperors Aurelian and Probus, was appointed bishop of the holy Catholic Church of the Antiochenes. Being lifted up in mind, however, he fell away from the truth, and renewed the heresy of Artemon, who had once existed in the beginning many years before and had been extinguished.
Φάσκει δὲ οὗτος Θεὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἕνα Θεόν· ἐν Θεῷ δὲ ἀεὶ ὄντα τὸν αὐτοῦ Λόγον καὶ τὸ Πνεῦμα αὐτοῦ, ὥσπερ ἐν ἀνθρώπου καρδίᾳ ὁ ἴδιος λόγος· μὴ εἶναι δὲ τὸν Υἱὸν τοῦ Θεοῦ ἐνυπόστατον, ἀλλὰ ἐν αὐτῷ Θεῷ· ὥσπερ ἀμέλει καὶ ὁ Σαβέλλιος καὶ ὁ Ναυᾶτος καὶ ὁ Νόητος καὶ ἄλλοι· οὐκ ἴσως δὲ ἐκείνοις οὗτος, ἀλλὰ ἄλλως παρ' ἐκείνους. Ἐλθόντα δὲ τὸν Λόγον, καὶ ἐνοικήσαντα ἐν Ἰησοῦ ἀνθρώπῳ ὄντι. Καὶ οὕτως, φησὶν, εἷς ἐστιν ὁ Θεὸς, καὶ οὐχὶ Πατὴρ ὁ Πατὴρ, καὶ Υἱὸς ὁ Υἱὸς, καὶ ἅγιον Πνεῦμα τὸ ἅγιον Πνεῦμα· ἀλλὰ εἷς Θεὸς ὁ Πατὴρ καὶ Υἱὸς αὐτοῦ ἐν αὐτῷ, ὡς λόγος ἐν ἀνθρώπῳ. Δῆθεν ἀπὸ τῶν μαρτυριῶν τούτων ἑαυτοῦ τὴν αἵρεσιν προβαλλόμενος, ἀπὸ τοῦ εἰρηκέναι τὸν Μωϋσέα· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Οὐ φάσκει δὲ οὗτος κατὰ τὸν Νόητον, τὸν Πατέρα πεπονθέναι· ἀλλά φησιν, Ἐλθὼν ὁ Λόγος ἐνήργησε μόνος, καὶ ἀνῆλθε πρὸς τὸν Πατέρα. Καὶ πολλὴ παρὰ τούτῳ ἡ ἀτοπία.
Now this man asserts that God the Father and the Son and the Holy Spirit are one God; and that His Word and His Spirit exist eternally in God, just as a man's own word is in his heart; and that the Son of God is not hypostatically subsistent, but is within God Himself, just as indeed Sabellius and Novatus and Noetus and others held—though this man does not hold equally with them, but in another manner distinct from theirs—and that the Word came and dwelt in Jesus, who was a man. And thus, says he, God is one, and it is not that the Father is Father, and the Son is Son, and the Holy Spirit is Holy Spirit; rather, the Father and His Son within Him are one God, as word is in a man. Forsooth from these testimonies he puts forward his heresy, from the fact that Moses said: The Lord thy God is one Lord (Deut. 6:4). Yet this man does not assert, after the manner of Noetus, that the Father suffered; rather, he says, the Word came and wrought alone, and went back up to the Father. And great is the absurdity found with this man.
Βʹ. Ἴδωμεν δὲ εἰ οἱ λόγοι αὐτοῦ συσταθήσονται τοῦ ἠπατημένου. Φάσκει γὰρ, ὅτι εἶπεν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Καὶ αὐτοὶ δέ φαμεν ἐκ Πατρὸς Θεὸν Λόγον, καὶ μετ' αὐτοῦ ἀεὶ ὄντα ἐξ αὐτοῦ γεγεννημένον. Ἀλλ' οὐχὶ τὸν Πατέρα λέγομεν ἄνευ Λόγου ἐνυποστάτου. Ἀλλ' ὁ Λόγος τοῦ Πατρὸς ὁ μονογενὴς Υἱὸς Θεὸς Λόγος, ὡς φησί· Πᾶς ὁ ὁμολογῶν ἐν ἐμοὶ, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου. Τὸ δὲ, ἐν ἐμοὶ, ἔμπροσθεν τοῦ Πατρός μου, ἔδειξε φύσει ἐνυπόστατον τὸν Πατέρα. Οὗτοι δὲ, τὸν Ἰουδαϊσμὸν παραφθείροντες, οὐδὲν περισσότερον τῶν Ἰουδαίων κεκτημένοι, δεύτεροι Ἰουδαῖοι κληθήσονται, καὶ Σαμοσατῖται, μηδὲν ἕτερον ὄντες ἢ τῷ ὀνόματι μόνον οἰήσει προϊσχημένοι. Τὸν γὰρ ἐκ Θεοῦ Θεὸν Υἱὸν μονογενῆ καὶ Λόγον ἀρνούμενοι, ἐκεῖνοί εἰσιν ὁποῖοι καὶ οἱ αὐτὸν ἐν τῇ παρουσίᾳ ἀρνησάμενοι, θεοκτόνοι τε καὶ κυριοκτόνοι, καὶ ἐπαρνησίθεοι γεγονότες. Τἀληθῆ δὲ, ὅτι οὔτε περιτομὴν ἔχουσιν, οὔτε σάββατον φυλάσσουσι, καὶ τὰ ἄλλα πάντα καθάπερ Ἰουδαῖοι.
II. Let us see, however, whether the arguments of this deluded man will hold together. For he asserts that He said: I am in the Father, and the Father in Me (John 14:10). And we ourselves also say that God the Word is from the Father, and is ever with Him, having been begotten from Him; yet we do not say that the Father is without a hypostatically subsistent Word. Rather, the Word of the Father is the only-begotten Son, God the Word, as He says: Everyone who confesses in Me, I also will confess in him before My Father (Matt. 10:32). And the phrase, in Me, before My Father, showed the Father to be hypostatically subsistent by nature. But these men, corrupting Judaism and possessing nothing more than the Jews, shall be called second Jews, and Samosatites, being nothing else save holding forth in notion by name alone. For since they deny the only-begotten Son and Word, God from God, they are of the very same sort as those who denied Him at His coming, having become God-slayers and Lord-slayers, and deniers of God; though the truth is that they neither possess circumcision, nor keep the Sabbath, nor all the other observances as the Jews do.
PG 42:16Read from the page
Γʹ. Καὶ γὰρ τῷ ὄντι καὶ αὐτοὶ οὐ δύο φαμὲν εἶναι Θεοὺς, οὐδὲ θεότητας, ἀλλὰ μίαν θεότητα· ἐπειδὴ γὰρ οὔτε δύο λέγομεν Πατέρας, οὔτε δύο Υἱοὺς, οὔτε δύο Πνεύματα ἅγια· ἀλλὰ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, μίαν θεότητα, μίαν δοξολογίαν. Οὗτος δὲ οὐ λέγει μόνον Θεὸν, διὰ τὸ πηγὴν εἶναι τὸν Πατέρα, ἀλλὰ μόνον Θεὸν, ἀναιρῶν ὅσον τὸ κατ' αὐτὸν τὴν τοῦ Υἱοῦ θεότητα καὶ ὑπόστασιν, καὶ τοῦ ἁγίου Πνεύματος· ἔχων δὲ αὐτὸν τὸν Πατέρα ἕνα Θεὸν, ἄγονον Υἱοῦ· ὡς εἶναι τὰ δύο ἀτελῆ, Πατέρα καὶ Υἱόν· τὸν μὲν Πατέρα ἄγονον Υἱοῦ, καὶ ἄκαρπον τὸν Λόγον Θεοῦ ζῶντος, καὶ σοφίας ἀληθινῆς. Λόγον γὰρ, οἷον τὸν ἐν καρδίᾳ εἶναι νομίζουσι, καὶ σοφίαν, οἷον ἐν ψυχῇ ἀνθρώπου ἕκαστος ἔχει, τὴν ἐκ Θεοῦ φρόνησιν ἐκ Θεοῦ κεκτημένος. Διὰ τοῦτο πρόσωπον ἓν τὸν Θεὸν ἅμα τῷ Λόγῳ φασὶν, ὡς ἄνθρωπον ἕνα καὶ τὸν αὐτοῦ λόγον· οὐδὲν πλέον τῶν Ἰουδαίων, ὡς ἔφην, δοξάζοντες, τυφλώττοντες ἀπὸ τῆς ἀληθείας, καὶ κεκωφωμένοι ἀπὸ τοῦ θείου λόγου καὶ κηρύγματος τῆς ζωῆς τῆς αἰωνίου. Οὔτε γὰρ αἰδοῦνται τὸν ἀληθῆ τοῦ Εὐαγγελίου λόγον τὸν λέγοντα· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν. Ει γὰρ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, τὸ ὂν εἶναι οὐ κατὰ τὴν προφορὰν μόνον ἐστὶν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν. Καὶ εἰ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, οὐχ ὁ Λόγος ἐστὶ πρὸς ὃν ἦν. Οὐδὲ γὰρ ὁ πρὸς ὃν ἦν, ἔστι Λόγος.
III. For indeed we ourselves also in truth do not say that there are two Gods, nor two Godheads, but one Godhead; since we speak neither of two Fathers, nor of two Sons, nor of two Holy Spirits, but of Father and Son and Holy Spirit—one Godhead, one doxology. Yet this man does not say that God is one because the Father is the fountainhead, but makes Him solitary God, abolishing, so far as lies in him, the Godhead and hypostasis of the Son and of the Holy Spirit, and holding the Father Himself as one God, barren of a Son; so that the two, Father and Son, are imperfect: the Father barren of a Son, and the Word of the living God and of true wisdom unfruitful. For they suppose the Word to be such as that which is in the heart, and wisdom to be such as each person possesses in the soul of a man, having acquired from God the understanding that comes from God. Wherefore they say that God together with the Word is one person, just like one man and his word—holding, as I said, nothing more than the Jews, being blind to the truth, and deafened to the divine word and to the proclamation of eternal life. For neither do they reverence the true word of the Gospel which says: In the beginning was the Word, and the Word was with God, and the Word was God. All things came into being through Him, and without Him came into being not even one thing that has come into being (John 1:1-3). For if in the beginning was the Word, and the Word was with God, His being existent is not according to utterance alone, but according to hypostasis. And if the Word was with God, the Word is not He with Whom He was; nor indeed is He with Whom He was the Word.
Ει γὰρ ἐν καρδίᾳ Λόγον Θεὸς ἔχει, καὶ οὐ γεγεννημένον, πῶς πληροῦται τὸ, ἦν, καὶ ὅτι Θεὸς ἦν ὁ Λόγος; Οὐ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος ἄνθρωπος πρὸς τὸν ἄνθρωπον· οὔτε γὰρ ζῇ, οὔτε ὑπέστη· καρδίας δὲ ζώσης καὶ ὑφεστώσης κίνημά ἐστι μόνον, καὶ οὐχ ὑπόστασις. Λέγεται γὰρ ἅμα, καὶ παραχρῆμα οὐκέτι ἐστίν· ἀλλὰ λαλούμενος διαμένει. Τοῦ δὲ Θεοῦ ὁ Λόγος, ὡς φησὶ τὸ ἅγιον Πνεῦμα ἐν στόματι τοῦ Προφήτου· Ὁ Λόγος σου εἰς τὸν αἰῶνα διαμένει. Συμφώνως δὲ τούτῳ εὐαγγελιστὴς λέγει, Θεὸν ὁμολογῶν φανερωθέντα καὶ παραγενόμενον, οὐ συμπαραλαμβάνων τῇ τοῦ Λόγου σαρκώσει τὸν Πατέρα. Ὁ Λόγος γὰρ, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Καὶ οὐκ εἶπεν· Ὁ Λόγος καὶ ὁ Πατὴρ σὰρξ ἐγένετο. Καὶ ὅτι, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, κάι Θεὸς ἦν ὁ Λόγος. Καὶ οὐκ εἶπεν, Ἐν Θεῷ ἦν ὁ Λόγος.
For if God holds a Word in His heart, and not One begotten, how is that saying fulfilled, He was, and that the Word was God (John 1:1)? For the word of a man is not a man with a man, since it neither lives nor subsists; rather, it is merely a movement of a living and subsisting heart, and not a hypostasis. For no sooner is it uttered than straightway it is no more, remaining only whilst it is being spoken. Whereas the Word of God, as the Holy Spirit says in the mouth of the Prophet: Thy Word abides for ever (Ps. 118:89). And in harmony with this the Evangelist speaks, confessing God made manifest and come near, without including the Father together in the incarnation of the Word. For the Word, says he, became flesh, and dwelt among us (John 1:14); and he did not say: The Word and the Father became flesh. And again: In the beginning was the Word, and the Word was with God, and the Word was God; and he did not say: In God was the Word.
Δʹ. Καὶ ἵνα μή τινες νομίσωσι κακοβούλως, τα φωτεινὰ καὶ ζωτικὰ ῥήματα μεταβάλλοντες εἰς κακίαν ἑαυτῶν καὶ εἰς βλάβην (ἄλλως γὰρ καὶ ἄλλως ἔγκειται ἡ καρδία τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπι τὰ
IV. And lest certain men should maliciously suppose—turning these luminous and life-giving words to their own wickedness and harm (for in one way and another the heart of man is studiously set upon
PG 42:17Read from the page
πονηρὰ ἐκ νεότητος), καὶ ἄρξωνται λέγειν· Οὐκ εἶπεν, Ἐν Θεῷ ἦν ὁ Λόγος, ὡς καὶ σὺ φὴς, ἀλλὰ, Πρὸς Θεὸν ἦν ὁ Λόγος. Ἄρα γοῦν οὐκ ἔστιν ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς ὁ Λόγος, ἀλλὰ ἐκτὸς Θεοῦ ὁ Λόγος. Πάλιν ἐπιστρέφει διορθουμένη τοὺς ἑαυτῆς υἱοὺς ἡ Ἀλήθεια, ἐξελέγχουσα τὰς διανοίας τὰς κατ' αὐτῆς πορνευούσας· καί φησιν αὐτὸς ὁ Μονογενής· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Καὶ πάλιν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ὁ δὲ ἐν τοῖς προφήταις περὶ τοῦ Υἱοῦ, σωματικοὺς ἔχων ὄγκους, νοηματικοὺς δὲ ἔχων λόγους, ὑποκαταβαίνων τὴν ἀσθένειαν τῆς ἀνθρωπότητος, εἰς αἴσθησιν παραστάσεως, διὰ τῶν ἐν ἡμῖν γιγνομένων τὴν παράστασιν τοῦ Υἱοῦ, ὅτι ἐξ αὐτοῦ ἀληθῶς γεγέννηται Θεὸς ἐκ Θεοῦ, Θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐκ ἔξωθεν ὢν, ἀλλὰ ἐκ τῆς αὐτοῦ οὐσίας, φάσκει ἐν τῷ Δαβὶδ λέγων· Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὡς οἱ Ἑβδομήκοντα ἡρμήνευσαν· ὡς δὲ οἱ ἄλλοι ἐκδόται, Ἀκύλας μέν· Ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου· Σύμμαχος δέ· Ὡς κατ' ὄρθρον δρόσου ἡ νεότης σου· Θεοδοτίων δέ· Ἐκ μήτρας ἀπὸ πρωῒ νεότητός σου· Πέμπτη δὲ ἔκδοσις· Ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος ἐν νεότητί σου· ἡ δὲ Ἕκτη ἔκδοσις· Ἐκ γαστρὸς ζητήσουσί σε, δρόσος νεανικότητός σου· ἐν δὲ τῷ Ἑβραϊκῷ· Μηρὲμ μεσσαὰρ, λακτὰλ, ἰελεδεχέθ.
evil things from youth—Gen. 8:21), and begin to say: He did not say, In God was the Word, as thou thyself also affirmest, but, The Word was with God; therefore the Word is not of the hypostasis of the Father, rather the Word is outside God—Truth turns back once more, setting right her own sons and refuting the minds that play the harlot against her; and the Only-begotten Himself says: I came forth from the Father, and am come (John 16:28). And again: I am in the Father, and the Father in Me (John 14:10). Moreover He Who in the prophets speaks concerning the Son, using bodily expressions yet conveying spiritual meanings, condescending to the weakness of humanity so as to bring into perception the presentation—through the things that take place among us—of the presentation of the Son, namely that from Him is truly begotten God from God, true God from true God, not being from without, but out of His essence, declares in David, saying: From the womb before the morning star have I begotten thee (Ps. 109:3), as the Seventy translated; and as the other editors render it—Aquila: From the womb awakened at dawn for thee is the dew of thy childhood; Symmachus: As at dawn of dew is thy youth; Theodotion: From the womb from early morning is thy youth; the Fifth Edition: From the womb from dawn is dew for thee in thy youth; the Sixth Edition: From the womb shall they seek thee, the dew of thy youthful vigour; and in the Hebrew: Merem messaar, laktal, ieledecheth.
Ὅπερ ἐστὶ σαφῶς καὶ ἀναμφιβόλως· Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε. Τὸ γὰρ μηρὲμ γαστρός ἐστι· μεσσαὰρ δὲ τὸ ὀρθριαίτερον πάντων, ὅπερ ἐστὶ πρὸ Ἑωσφόρου· λακτὰλ, καὶ πρὸ τῆς δρόσου παιδίον· ἰελεδεχὲθ, τουτέστι τὸ, ἐγέννησά σε· ὅπως ἐκ τοῦ λόγου γνῴης, ὅτι ὁ ἐνυπόστατος Θεὸς Λόγος ἐκ Πατρὸς φύσει ἐστὶ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, πρὸ τοῦ τι εἶναι. Οὐ γὰρ τὸν Ἑωσφόρον μόνον ἔλεγε τὸν ἀστέρα, καίτοι γε πολλῶν ὄντων τῶν ἄστρων, καὶ ἡλίου καὶ σελήνης, ἐν τῇ τετάρτῃ ἡμέρᾳ γενομένων, προγενομένων δὲ θαλάσσης, καὶ ξύλων, καὶ καρπῶν· στερεώματός τε γῆς καὶ οὐρανοῦ, καὶ ἀγγέλων ἅμα σὺν τούτοις γεγονότων. Εἰ μὴ γὰρ ἅμα οὐρανῷ καὶ γῇ καὶ ἄγγελοι ἐκτίσθησαν, οὐκ ἂν ἔλεγε τῷ Ἰὼβ, ὅτι Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου φωνῇ. Τὸ οὖν, πρὸ Ἑωσφόρου, ἵνα εἴπῃ πρὸ τοῦ εἶναί τι καὶ
Which means clearly and unmistakably: From the womb before the morning star have I begotten thee. For merem means womb; messaar means that which is earliest of all at dawn, that is, before the morning star; laktal, and a child before the dew; ieledecheth, that is to say, I have begotten thee—so that from this saying thou mayest know that the hypostatically subsistent God the Word is begotten from the Father by nature, without beginning and timelessly, before anything existed. For He did not mean solely the star Lucifer, seeing that there are many stars, as well as sun and moon, which came into being on the fourth day, whereas the sea, trees, and fruits had come into being previously, along with the firmament, earth, and heaven, and the angels who came into being simultaneously with these. For had not the angels been created simultaneously with heaven and earth, He would not have said to Job: When the stars were made, all My angels praised Me with a loud voice (Job 38:7). Thus the phrase before the morning star is used so as to express before anything even existed and
PG 42:20Read from the page
κτισθῆναι. Ἦν γὰρ ἀεὶ Λόγος σὺν Πατρί· Δι' αὐτοῦ γὰρ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
be created. For the Word was ever with the Father; for through Him all things have come into being, and without Him came into being not even one thing (John 1:3).
Εʹ. Λέξειε δ' ἄν τις· Ἔδειξας εἶναι πρὸ ἄστρων τοὺς ἀγγέλους· ἅμα δὲ οὐρανῷ καὶ γῇ τούτους ἔφης γεγονέναι. Πόθεν πεποίησαι τὴν ἀπόδειξιν; λέγε ἡμῖν· οὐχὶ ἄρα πρὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντως γεγόνασιν; οὐδαμοῦ γὰρ τηλαυγῶς σημαίνει τὸν χρόνον τῆς τῶν ἀγγέλων ποιήσεως· καὶ ὅτι μὲν καλῶς αὐτοὺς ἔδειξας εἶναι πρὸ ἄστρων. Εἰ μὴ γὰρ ἦσαν, πῶς ὕμνουν Θεὸν ἐπὶ τῇ τῶν ἄστρων ποιήσει; Ἡμεῖς δὲ ἑκάστην ζητήματος εὕρεσιν οὐκ ἀπὸ ἰδίων λογισμῶν δυνάμεθα λέγειν, ἀλλὰ ἀπὸ τῆς τῶν Γραφῶν ἀκολουθίας. Τηλαυγῶς γὰρ σημαίνει ὁ τοῦ Θεοῦ λόγος, ὅτι οὔτε μετὰ τὰ ἄστρα γεγόνασιν ἄγγελοι, οὔτε πρὸ οὐρανοῦ καὶ γῆς, σαφῶς ἀμεταθέτου ὄντος τοῦ ῥητοῦ, ὅτι πρὸ οὐρανοῦ καὶ γῆς οὐδὲν ἦν τῶν κεκτισμένων· ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ὡς ἀρχῆς οὔσης κτίσεως, καὶ οὐδὲν πρὸ αὐτῆς τῶν κεκτισμένων.
V. Yet someone might say: Thou hast shown that the angels existed before the stars, whereas thou didst affirm that they came into being simultaneously with heaven and earth. Whence hast thou drawn this proof? Tell us: did they not then altogether come into being before heaven and earth? For nowhere does Scripture indicate clearly the time of the making of the angels—though indeed thou hast rightly shown them to exist before the stars; for had they not existed, how could they have hymned God at the making of the stars? We, however, cannot state any discovery of an inquiry out of our own reasonings, save from the sequence of the Scriptures. For the word of God indicates clearly that angels came into being neither after the stars nor before heaven and earth, since the text stands plainly immutable that before heaven and earth nothing among created things existed: because In the beginning God made the heaven and the earth (Gen. 1:1), inasmuch as that was the beginning of creation, and nothing among created things existed before it.
Οὐ δύναται οὖν, ὡς προεῖπον, ὁ ἐν ἀνθρώπῳ λόγος, ἄνθρωπος καλεῖσθαι, ἀλλὰ λόγος ἀνθρώπου. Εἰ δὲ ὁ Λόγος τοῦ Θεοῦ Θεός ἐστιν, οὐκ ἔστιν ἀνυπόστατος Λόγος, ἀλλὰ ἐνυπόστατος Θεὸς Λόγος ἐκ τοῦ Θεοῦ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως· Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· Οὗτός ἐστιν ὃν εἶπον ὑμῖν· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Οὗτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ὁρᾷς μονογενῆ Λόγον; Ὁρᾷς ἐν κόσμῳ πεπληρωμένον ἐν ἀνθρώποις, καὶ πλήρη ἔχοντα δόξαν Μονογενοῦς παρὰ Πατρός; οὐχ ὡς τοῦ Πατρὸς ὄντος Λόγου· οὐ Πατρὸς ἅμα Λόγῳ συναλιφῇ πεφηνότος· ὡς ἄνθρωπος ἅμα τῷ ἑαυτοῦ λόγῳ φαινόμενος, καὶ ὁ λόγος αὐτοῦ οὐ δύναται φανῆναι, ἐὰν μὴ παρῇ ὁ φθεγγόμενος τὸν λόγον. Τίνι τοίνυν πιστεύσω; Τίνι συνθῶμαι; Παρὰ τίνων λάβω ζωὴν ἐν μαθήμασι; Παρὰ τῶν ἁγίων εὐαγγελιστῶν, καὶ πνευματοφόρων, τῶν τὸν Λόγον παρὰ Πατρὸς ἀπεσταλμένον φησάντων; ἢ τούτων τῶν ἀπὸ Παύλου τοῦ Σαμοσατέως, τῶν σὺν τῷ Λόγῳ Θεὸν καὶ Λόγον σὺν τῷ Θεῷ φασκόντων, τῶν ἓν πρόσωπον Πατρὸς πρὸς τὸν Λόγον, καὶ τὸν Λόγον πρὸς τὸν Πατέρα ὁριζόντων; Εἰ δὲ ἓν τὸ πρόσωπον, πῶς ὁ μὲν ἀποστέλλει,
Therefore, as I said before, the word that is in a man cannot be called a man, but the word of a man. Yet if the Word of God is God, He is not a non-hypostatic Word, but a hypostatically subsistent God the Word, begotten from God without beginning and timelessly: For the Word became flesh, and dwelt among us, and we beheld His glory, glory as of the Only-begotten from the Father, full of grace and truth. John bears witness concerning Him, and cries aloud, saying: This is He of Whom I spoke to you: He Who comes after me has come to be before me, because He was prior to me (John 1:14-15). This One came into the world, that the world might be saved through Him (cf. John 3:17). He was in the world, and the world came into being through Him, and the world knew Him not (John 1:10). Dost thou see the only-begotten Word? Dost thou see Him fulfilled in the world among men, and holding the full glory of the Only-begotten from the Father—not as though the Father were the Word, nor as though the Father had appeared in coalescence together with the Word, like a man appearing together with his own word, whose word cannot appear unless he who utters the word is present? Whom, then, shall I believe? With whom shall I agree? From whom shall I receive life in teachings? From the holy evangelists and Spirit-bearers, who declared that the Word was sent from the Father? Or from these followers of Paul of Samosata, who assert God with the Word and the Word with God, defining one person of the Father in relation to the Word, and the Word in relation to the Father? Yet if the person is one, how does the One send,