Migne Reading Room

PG 42 · cols. 81–92 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus II (Anacephalaeosis et Haereses LXV–LXIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:81Read from the page
τὰ ζιζανιώδη τῆς αὐτοῦ διδασκαλίας ἐξεμέσας. Πόσα δέ τις ὑπενέγκοι πρὸς τὴν τοσαύτην διαβολὴν τοῦ μιμολόγου τούτου, ὡς παντί που δῆλον εἴη! Κἂν τε μὴ ἐπιξεσθῶσιν αἱ λέξεις πρὸς ἀνατροπὴν, ἀρκέσουσιν εἰς αἰσχύνην μόνον τὸ εἰδέναι, ὅτι ταῦτα παρ' αὐτοῖς νομιστεύεται ἀσύστατα ὄντα, καὶ μηδεμίαν δύναμιν ἔχοντα. Τὰ μὲν γὰρ πρῶτα ἐν τοῖς δευτέροις καταλύει· τὰ δὲ δεύτερα ἕτερα παρὰ τὰ πρῶτα φθέγγεται. Ὁτὲ μὲν γὰρ τὸν κόσμον ἐκ Θεοῦ θέλει γεγενῆσθαι, ὁτὲ δὲ ἐκ τῶν ἀρχόντων, καὶ τὸν Θεὸν μὴ ἔχειν εἰς τὸν κόσμον τι αἴτιον, ἀλλὰ ἀπολλύμενον τὸν κόσμον. Ποτὲ δὲ τὸ στερέωμα δέρματα εἶναι τῶν ἀρχόντων φάσκει, ποτὲ δὲ σταυροῦσθαι αὐτὰ ἄνω ἐν τῷ πόλῳ, κατατρέχειν καὶ συννεφεῖν, καὶ ὀργᾷν, καὶ ἐξοιστροῦσθαι πρὸς τὴν τῆς παρθένου θέαν, καὶ πρὸς τὴν ὡραιότητα τοῦ νεανίου.
having vomited out the tare-like [doctrines] of his teaching. Yet how many things might one bring forward against so great a slander of this mime-talker, as must surely be clear to everyone! And even if our expressions be not polished towards refutation, merely to know that among them these things are held as beliefs, though they are incoherent and possess no force at all, will suffice unto their shame. For the first things he overthrows in the second; and the second things he utters differently contrary to the first. For at one time he wishes the world to have come into being from God, while at another time from the archons, and that God has no cause at all towards the world, rather that the world perishes. And sometimes he alleges that the firmament is the skins of the archons, while sometimes that they themselves are crucified above in the celestial vault, run down and gather clouds, and swell with lust, and are goaded into frenzy at the sight of the virgin and at the comeliness of the youth.
Καὶ ὦ πολλῆς αἰσχύνης! Τί γὰρ τούτου μοχθηρότερον, ἀηδέστερόν τε καὶ αἰσχρότατον, τὸ θήλειαν ἑαυτῷ ἀνατυποῦν τὸ Πνεῦμα τῆς ἀληθείας; ὁτὲ δὲ ἀῤῥενοειδῶς ὀπτάνεσθαι τοῖς ἄρχουσιν; Αἰσχρὸν μὲν γὰρ παροινεῖν τὸ ἄνδρα θηλυεύεσθαι, καὶ ἐν θηλείας μορφῇ ὑπάρχειν· αἰσχρότατον δὲ πάλιν τὸ τὰ γύναια ἀνδραΐζεσθαι, καὶ τοῦ ἀνδρὸς φέρειν τὸ σχῆμα. Καὶ πῶς οὐχὶ ἀρετῆς ὂν Πνεῦμα καὶ θεῖον, ὑβριζόμενον μᾶλλον εὑρεθήσεται παρὰ τοῦ πλαστουργοῦ τούτου Μάνη; Πῶς δὲ οἱ ἐκδαρέντες οἰστροῦνται, λέγε μοι, ὦ οὗτος; πῶς δὲ μετὰ τὸ σταυρωθῆναι ἐξεδάρησαν; Εἰ δὲ καὶ ἐσταύρωνται, πῶς ἐπιτρέχουσι τῇ ἀφαντουμένῃ; Τίς δὲ ἀνέξεται τοῦ βλασφήμου, τοῦ ἀπὸ ἱδρώτων ἀρχόντων ἡμᾶς τρέφεσθαι ὁριζομένου, καὶ ἀπὸ ἐκκρίσεως αἰσχρότητος τὸν ὑετὸν ἡμῖν καταπέμπεσθαι; Πόθεν δὲ αὐτὸς πόμα πίνει ἐξ ὑετῶν ἀρυόμενος μετὰ τῶν ἰδίων αὐτοῦ μαθητῶν; Πῶς δὲ οὐ καταγέλαστος εἴη, ἡττώμενος τῇ τῶν σωματικῶν χρείᾳ, ἱδρῶτας πίνων; Καὶ γὰρ ἁμαρτία διάφορος μὲν ὑπάρχει· οὐ τοσαύτη δὲ ἔσται ἡ τιμωρία τῷ ἀκουσίως ἁμαρτάνοντι, ὡς τὸ μετὰ ἑκουσίας γνώμης τὸ ἁμάρτημα ἐπιτελοῦντι. Οἱ μὲν γὰρ ἄλλοι ἄνθρωποι, εἰ καὶ οὕτως ἦν, ὅπερ μὴ γένοιτο, φαντάζεται γὰρ ὁ ἐμμανής· πλὴν οἱ ἀγνοοῦντες ἱδρῶτας καὶ ἐκκρίσεις αἰσχρὰς, ὅτι ὑδρεύονται καὶ πίνουσι, σύγγνωστοι μᾶλλον ἐλέους ὑπάρχουσιν ἤπερ ὁ μετὰ τοῦ συνειδότος νενυγμένος μάτην διὰ τὴν ἧτταν τῆς ἀσθενείας αὐτοῦ ἐκ τῶν αὐτοῦ πομάτων χρώμενος καὶ τῶν ἄλλων τῶν ἐκ τῆς σαρκὸς χρήσεων.
And O what great shame! For what is more wicked than this, more unpleasant and most shameful, than to fashion the Spirit of truth for oneself as female, and at another time to appear in male form to the archons? For while it is shameful for a man in drunken insolence to play the woman, and to exist in a female's form, it is most shameful again for weak women to play the man, and to wear the guise of a man. And how shall the Spirit, being of virtue and divine, not rather be found insulted by this fiction-monger Manes? And how are those who have been flayed goaded by lust, tell me, O fellow; and how after being crucified were they flayed? And if indeed they have been crucified, how do they rush after her who vanishes away? And who will endure the blasphemer, who defines that we are nourished from the sweats of archons, and that rain is sent down to us from an excretion of shamelessness? And whence does he himself drink a draught drawn from rains together with his own disciples? And how would he not be ridiculous, overcome by the need of bodily things, drinking sweats? For indeed sin is varied; yet the punishment will not be so great for him who sins involuntarily as [for] him who accomplishes the sin with voluntary intent. For other human beings, even if it were so—which may it never be, for the madman is hallucinating—nevertheless those who are ignorant of sweats and shameful excretions, in that they draw water and drink, are more excusable and worthy of mercy than he who, pricked in vain with his conscience, on account of the defeat of his weakness partakes of his own drinks and of the other uses of the flesh.
ΛΓʹ. Καὶ πολλά ἐστιν ἐν οἷς οὗτος στόματι ψευδηγορίας τοὺς αὐτῷ πεισθέντας ἠπάτησε. Ποῖον γὰρ παρ' αὐτῷ οὐ καταγέλαστον; Τὸ, ἡγεῖσθαι μὲν τὰ σπέρματα βοτανῶν τε καὶ γεννημάτων, καὶ ὀσπρίων ψυχὰς εἶναι. Ὡς καὶ γελοῖον ἐπιχειρήσομεν λέγειν κατὰ τὴν αὐτοῦ μυθοποιίαν πρὸς ἔλεγχον αὐτοῦ. Ὅτι εἰ ψυχαὶ τυγχάνουσαι κόκκοι φακοῦ, καὶ φασίλεος, καὶ ἐρεβίνθου, καὶ τῶν ἄλλων, ψυχὴ δὲ καὶ
33. And there are many things wherein this man with a mouth of false speaking deceived those who were persuaded by him. For what sort of thing with him is not ridiculous? Namely, to deem the seeds of herbs and of crops and of pulses to be souls. As indeed we shall attempt to speak playfully according to his myth-making towards his refutation: That if grains of lentil, and of kidney-bean, and of chickpea, and of the rest happen to be souls, and a soul also
PG 42:84Read from the page
ταύρου ἡ αὐτὴ, ἐπαινετοὶ μᾶλλον οἱ κρέα φαγοῦντες κατὰ τὸν αὐτῶν λόγον ἤπερ οἱ τὰς πολιτείας ἐξασκοῦντες. Δέδιε γὰρ κατὰ τὴν αὐτοῦ ῥαψῳδοποιίαν, μήπως, μεταλαβὼν ἐμψύχων, ζώων τε καὶ τῶν ἄλλων, καὶ αὐτὸς ὅμοιος γένηται. Τοὐναντίον μᾶλλον. Συνελθόντες γὰρ ἄνδρες πεντήκοντα ἢ καὶ ἑκατὸν, ἐξ ἑνὸς ταύρου οἱ πάντες τραφήσονται, ὡς κατὰ τὴν αὐτοῦ ματαίαν συκοφαντίαν, ὅμως πρὸς ἔλεγχον λεκτέον, ὅτι οἱ πεντήκοντα ἢ οἱ ἑκατὸν ἔνοχοι γίνονται μιᾶς ψυχῆς. Ὁ δὲ τοὺς κόκκους τῶν σπερμάτων ἐσθίων μᾶλλον ἐν ἑνὶ βροχισμῷ μεταλήψεως τριάκοντα καὶ τεσσαράκοντα ψυχῶν ἔσται αἴτιος. Καὶ πάντα αὐτοῦ μάταια καὶ γελοιώδη.
of a bull is the same, those who eat flesh are more praiseworthy according to their argument than those who practise ascetic disciplines. For he fears, according to his rhapsodic fabrication, lest, having partaken of animate things, both animals and the rest, he himself also become like them. Quite the contrary rather. For if fifty or even a hundred men come together, from one bull they will all be fed—according to his vain cavil, yet towards his refutation it must be said—so that the fifty or the hundred become guilty of one soul. Whereas he who eats the grains of seeds will rather in a single gulp of partaking be answerable for thirty and forty souls. And all his claims are vain and laughable.
Παντὶ γὰρ τῷ νοῦν ἔχοντι ἐν Κυρίῳ τὰ τῆς ἀληθείας τεκμήρια εὔδηλα δήπουθέν ἐστιν ἐξ αὐτῆς τῆς ἀληθινῆς διδασκαλίας. Καὶ γὰρ τοῦ Σωτῆρος οὐδὲν ἀληθέστερον πρὸς ἀποκάλυψιν ζωῆς ἀνθρώπων. Φάσκει γὰρ οὗτος ὁ βάρβαρος ἡμῖν παρελθὼν, Πέρσης, καὶ δοῦλος τὴν γνώμην. Οὐδὲν γὰρ ἐλύπει τὸ δοῦλον αὐτὸν εἶναι κατὰ τὸ σῶμα. Φησὶν οὖν, ὅτι πᾶσαι αἱ ψυχαὶ ἶσαι εἰσὶ, καὶ ἡ μία ἐν ἅπασι τυγχάνει, ἔν τε ἀνθρώποις καὶ κτήνεσι, καὶ θηρσὶ, καὶ πετεινοῖς, καὶ ἑρπετοῖς, καὶ ζώοις, πτηνοῖς τε καὶ ἐναλίοις, κνωδάλοις τε καὶ ἐν σπέρμασι γεννημάτων, ἐν ξύλοις τε καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ὁρατοῖς. Καὶ οὐχ οὕτως ὑπέδειξεν ὁ Κύριος ἡμῶν. Ἦ γὰρ ἐλθὼν σῶσαι τὴν ἀνθρωπότητα, καὶ τὴν τῶν κτηνῶν ἐποιεῖτο, τὴν τῆς ἰάσεως ἐπιμέλειάν τε καὶ θεραπείαν, καὶ ἀνάστασιν τῶν πεπτωκότων ζώων συνάγων. Ἀλλ' οὐχ οὕτως διηγεῖται, οὐδὲ οὕτως διδάσκει, μὴ γένοιτο! Ἀλλ' οἶδε μὲν αὐτὸς τὰς ψυχὰς τῶν ἀνθρώπων σώζειν, ἣν συλλήβδην συνειληφὼς διὰ τοῦ αἰνίγματος ἔφη· Οὐκ ἦλθον εἰ μὴ διὰ τὸ πρόβατον τὸ ἀπολωλός. Ἵνα εἴπῃ πᾶσαν φύσιν ἀνθρωπείαν. Καὶ τί φησι; Ἐθεράπευε πάντας, οὓς ἔφερον αὐτῷ, σεληνιαζομένους καὶ κατεχομένους ἐν ποικίλαις νόσοις. Προσέφερον αὐτῷ τυφλοὺς, κωφοὺς, κυλλοὺς, παραλυτικοὺς, ἀναπήρους, καὶ ἐπὶ πάντας ἥπλου τὴν αὐτοῦ εὐεργεσίαν τε καὶ ἰατρείαν· οὐδαμοῦ δὲ γέγραπται, ὅτι προσήνεγκαν αὐτῷ ζῶα.
For to everyone who has a mind in the Lord the proofs of the truth are surely manifest from the true teaching itself. For indeed nothing is truer than the Saviour towards the revelation of human life. For this barbarian who has come forward to us, a Persian, and a slave in mind—for his being a slave according to the body caused no grief at all—alleges as follows. He says, therefore, that all souls are equal, and the one soul happens to be in all things, in human beings and cattle, and wild beasts, and birds, and creeping things, and animals, both winged and marine, and brutes, and in seeds of crops, both in trees and in all other visible things. And not thus did our Lord show. Else indeed, having come to save humanity, He would also have performed that of cattle, gathering together the care and healing of cure, and resurrection of fallen animals. Yet He does not recount thus, nor teach thus—far be it! Rather, He Himself knows how to save the souls of human beings, which having comprehended summarily through the riddle He stated: I came not save on account of the lost sheep; meaning every human nature. And what does it say? He healed all whom they brought to Him, moonstruck and held in manifold diseases. They brought to Him the blind, deaf, crippled, paralytics, maimed, and over all He spread out His beneficence and medical healing; yet nowhere is it written that they brought animals to Him.
Εἶτα πάλιν ἐλθὼν εἰς τὰ μέρη τῆς Γεργεσηνῶν, ὡς ὁ Μάρκος λέγει, ἢ ἐν τοῖς ὁρίοις τῶν Γεργεσηνῶν, ὡς ὁ Λουκᾶς φησιν, ἢ Γαδαρηνῶν, ὡς ὁ Ματθαῖος, ἢ Γεργεσαίων, ὡς ἀντίγραφά τινα ἔχει· τῶν γὰρ τριῶν κλήρων ὁ τόπος ἀνὰ μέσον ἦν· Καὶ ἰδοὺ δύο δαιμονιζόμενοι χαλεποὶ λίαν, ἐκ τῶν μνημείων ἐξερχόμενοι, καὶ ἔκραζον λέγοντες· Ἔα· τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ, ὅτι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς; Οἴδαμέν σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ. Ἦν δὲ ἀγέλη χοίρων ἐκεῖ βοσκομένη. Καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέ-
Then again, having come into the parts of the Gergesenes, as Mark says, or in the borders of the Gergesenes, as Luke states, or of the Gadarenes, as Matthew, or of the Gergesaeans, as certain copies have it—for the place was in the midst of the three allotments—And behold, two demoniacs exceedingly fierce, coming forth out of the tombs, and they cried out saying: Ha! what is there between us and Thee, Jesus, Son of God, that Thou hast come before the time to torment us? We know Thee Who Thou art, the Holy One of God. Now there was a herd of swine feeding there. And the demons besought Him say-
PG 42:85Read from the page
γοντες· Εἰ ἐκβάλλεις ἡμᾶς ἐκ τῶν ἀνθρώπων, ἀπόστειλον ἡμᾶς εἰς τοὺς χοίρους. Καὶ ὥρμησαν εἰς τὴν θάλασσαν, καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν. Καὶ ἐν μὲν τῷ Ματθαίῳ περὶ δύο λέγεται δαιμονιζομένων. Χοίρους δὲ σημαίνει ἁπλῶς, καὶ οὐ τὸν ἀριθμὸν δηλοῖ· ὁ δὲ Μάρκος καὶ τὴν ἀκρίβειαν τοῦ ἀριθμοῦ τῶν χοίρων διηγήσατο εἰπὼν, ὅτι Ἦλθε δὲ εἰς τὰ μέρη τῆς Γεργεσηνῶν, καὶ ἀπήντησεν αὐτῷ δαιμονιζόμενος, ὃς ἐδεσμεῖτο ἁλύσεσι σιδηραῖς, καὶ διέσπα τὰ δεσμὰ, καὶ ἐν τοῖς μνημείοις διῆγε, καὶ ἔκραζεν· Ἔα· τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Καὶ ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς· Τί σοι ὄνομά ἐστι; Καὶ εἶπεν, ὅτι λεγεὼν, ὅτι πολλὰ δαιμόνια εἰσῆλθεν εἰς αὐτόν. Καὶ παρεκάλουν αὐτὸν μὴ ἀποσταλῆναι ἔξω τῆς χώρας, ἀλλὰ εἰσελθεῖν εἰς τοὺς χοίρους· ἦν γὰρ ἐκεῖ ἀγέλη χοίρων βοσκομένη, καὶ ἐπέτρεψεν αὐτοῖς εἰσελθεῖν εἰς τοὺς χοίρους. Καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν. Ἦσαν γὰρ ὡς δισχίλιοι, καὶ ἐπνίγησαν ἐν τῇ θαλάσσῃ. Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον, καὶ ἀνήγγειλαν ἐν τῇ πόλει. Ἆρα οὖν δι' ἄγνοιαν ἠρώτα ὁ Θεὸς Λόγος, ὁ δι' ἡμᾶς ἄνθρωπος γεγονὼς, καὶ οὐκ ᾔδει τὸ ὄνομα τοῦ δαιμονίου πρὶν ἐρωτῆσαι; Ἀλλὰ εἴωθε τὸ Θεῖον ἐκ στόματος τῶν ἐρωτωμένων τὰς προφάσεις ἑκάστης ὑποθέσεως ἐκδήλους παρασκευάζειν. Οὕτω καὶ ἐνταῦθα, ἵνα δείξῃ τὸ φοβερὸν καὶ τὸ πλῆθος τῶν δαιμόνων, τὸ ἐρώτημα ποιεῖται, ἵνα ἐκ στόματος ἐκείνου τὸ θαυμαστὸν ἔργον ὑποδειχθήσεται. Καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· Μὴ πέμψῃς ἡμᾶς εἰς την ἄβυσσον· ἀλλ' ἐπίτρεψον ἡμῖν ἵνα εἰσέλθωμεν εἰς τοὺς χοίρους. Καὶ ἐπέτρεψεν αὐτοῖς· καὶ ἐξῆλθον οἱ δαίμονες εἰς τοὺς χοίρους. Καὶ ὥρμησεν ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν.
ing: If Thou castest us out from human beings, send us into the swine. And they rushed into the sea, and perished in the waters. And those who fed them fled, and reported it into the city. And in Matthew indeed it is spoken concerning two demoniacs. And he indicates swine simply, and does not declare the number; whereas Mark recounted even the exactness of the number of the swine, saying: And He came into the parts of the Gergesenes, and there met Him a demoniac, who was bound with iron chains, and tore apart the bonds, and passed his time in the tombs, and cried out: Ha! what is there between us and Thee, Jesus, Son of God? Hast Thou come before the time to torment us? And Jesus asked him: What is your name? And he said: Legion, because many demons had entered into him. And they besought Him that they might not be sent away outside the country, rather to enter into the swine; for there was a herd of swine feeding there, and He permitted them to enter into the swine. And the herd rushed down the cliff into the sea. For they were about two thousand, and were choked in the sea. And those who fed them fled, and reported it in the city. Was it then out of ignorance that God the Word, Who became man on our account, asked, and did He not know the name of the demon before asking? Rather, the Deity is accustomed out of the mouth of those questioned to render manifest the occasions of each matter. Thus here too, in order that He may show the dreadfulness and the multitude of the demons, He makes the question, in order that out of that one's mouth the marvellous work will be shown forth. And the demons besought Him saying: Send us not into the abyss; rather permit us that we may enter into the swine. And He permitted them; and the demons came out into the swine. And the herd of the swine rushed down the cliff into the sea; and they perished in the waters.
ΛΔʹ. Ὢ μεγάλης Θεοῦ φιλανθρωπίας! πῶς τὸ μὲν ψεῦδος ἐλέγχει, τοῖς δὲ δούλοις αὐτοῦ τὴν ἀλήθειαν ὑποδεικνύει δι' ἔργων, καὶ διὰ λόγων, καὶ διὰ πάσης αὐτοῦ τῆς ἐπιμελείας. Ἔργῳ γὰρ ἔδειξεν οὐχὶ τὴν αὐτὴν ψυχὴν εἶναι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς κτήνεσι, καὶ ἐν τοῖς ζώοις. Εἰ γὰρ ἡ αὐτὴ ψυχὴ ὑπῆρχε, τίνι λόγῳ ἕνα μὲν βουλόμενος καθαρίσαι, ἢ μίαν ψυχὴν σῶσαι τὴν τοῦ ἀνθρώπου τοῦ δαιμονῶντος, δισχιλίας ὁμοῦ ψυχὰς ἀπολέσαι οὐκ ἐφείσατο, εἰ ἡ αὐτὴ ἦν; Πῶς τὸν ἕνα καθαρίζει, ἢ τὴν μίαν ψυχὴν, εἰς δὲ τὰ ἄλλα σώματα, εἴτ' οὖν ψυχὰς ἐπιτρέπει τοὺς δαίμονας εἰσέρχεσθαι; Οὐκ ἔστι δῆλα τὰ τοῦ φωτὸς ἔργα; Ἐν φωτί εἰσιν οὗτοι οἱ λόγοι εἰργασμένοι; οὐ τῆς ἀληθείας τὸ πρόσωπον φαιδρόν; οὐχὶ πάντα λεῖα τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν; τίς, ταῦτα ἀκούσας καὶ συγκρίνας, οὐκ ἐλέγχῃ τὸν Μάνην καττύοντα ἃ μὴ δεῖ τὸ τὴν διάνοιαν τῶν ἀνθρώπων ἐκ τοῦ ὄντος διαστρέφειν; Ἀλλὰ πάλιν οἱ ἀλιτήριοι. Ἀπήκοα γὰρ καί τινος οὕτω διαλεγομένου. Ὡς παρ' ἡμῶν ἤκουσε ταυτηνὶ τὴν πραγματείαν, στραφεὶς ὁ κτηνώδης, ἐνόμισε μή
34. O what great loving-kindness of God towards mankind! How He refutes falsehood, and shows forth the truth to His servants through works, and through words, and through all His care! For by deed He showed that it is not the same soul both in human beings and in cattle, and in animals. For if the same soul existed, by what reason, when wishing to cleanse one man, or to save one soul—that of the demon-possessed human being—did He not spare to destroy two thousand souls together, if it was the same? How does He cleanse the one man, or the one soul, while into the other bodies, or rather souls, He permits the demons to enter? Are not the works of light manifest? Are these words wrought in light? Is not the countenance of truth radiant? Are not all things smooth to those who understand, and straight to those who find knowledge? Who, having heard and compared these things, would not convict Manes of cobbling together things he ought not, so as to pervert the mind of human beings away from reality? Yet again those accursed fellows! For I have even heard someone arguing thus: When he heard this treatise from us, the beast-like fellow turned round and supposed lest
Notes, col. 85

On the reading

Printed την, for τὴν.

PG 42:88Read from the page
πη ἄρα δύναται κατὰ τῆς τοῦ Θεοῦ ἀληθείας καὶ χλεύης, ἔμπλεα ῥήματα ἑαυτῷ προβαλλόμενος, [ἐνόμισε] τὰ ἀληθινὰ τῷ ψεύδει μηχανᾶσθαι, καί φησιν· Ἀλλὰ διενήνοχε τοῖς χοίροις τὸ τεθνάναι. Ἀπηλλάγησαν γὰρ αἱ ψυχαὶ ἀπὸ τῶν σωμάτων, καὶ ἐσώθησαν.
by any means he can against the truth of God, and putting forward for himself words full of mockery, [he supposed] to contrive against true things by falsehood, and says: Rather, dying profited the swine. For the souls were released from the bodies, and were saved.
Καὶ πολλὴ ἄνοια τῶν μὴ βλεπόντων, καὶ τὴν διάνοιαν τυφλωττόντων, μηδὲ εἰς αἴσθησιν ἀκοῆς τὰ ὑπ' αὐτῶν λεγόμενα λαμβανόντων. Εἰ γὰρ ὅλως τὸ ἀπὸ τοῦ σώματος ἀπαλλαγῆναι τὰς ψυχὰς σωτηρίαν ἡγεῖται, ἔδει μᾶλλον τὸν Σωτῆρα ἀποστεῖλαι τὸν δαιμονῶντα ἄνθρωπον, ἵνα σωθῇ ἡ ψυχὴ ἀπὸ σώματος ἀνθρώπου ἀπαλλαγεῖσα. Οὐκοῦν ἠγάπα μᾶλλον τὰς ψυχὰς τὰς ἐν τοῖς χοίροις ὑπὲρ τὴν ψυχὴν τὴν τοῦ ἀνθρώπου. Τίνι γὰρ τῷ λόγῳ οὐχὶ καὶ τὸν ἄνθρωπον μετὰ τῶν χοίρων ἐπέτρεψεν ἐμβληθῆναι εἰς θάλασσαν, καὶ ἀποθανεῖν, εἰς τὸ τὰς ψυχὰς ὅλας τοῦ τε ἀνθρώπου καὶ τῶν χοίρων καθαρίσαι, καὶ σῶσαι; Ἀλλ' οὐχ οὕτως εἴδομεν· ἀλλὰ Λάζαρον μὲν ἀπὸ μνημείου τεταρταῖον καλεῖ, καὶ ἐγείρει, καὶ εἰς κόσμον ἐπιστρέφει, οὐ πονηρίαν αὐτῷ προξενῶν, οὐδέ τι ἀβέλτερον αὐτῷ ἐργαζόμενος. Ἠγάπα γὰρ τὸν Λάζαρον, φησὶν ἡ Γραφή. Ὃν ἠγάπα τοίνυν, πῶς ἐν τῇ σαρκὶ ἀνακάμψαι ἐποίει, εἴπερ πονηρὰ ἡ σάρξ; πῶς δὲ οὐκ εἴασε μᾶλλον τὸν ἅπαξ ἀποθανόντα, καὶ ἀπὸ σώματος σωθέντα; Καὶ μή τις νομίσῃ τὸν Λάζαρον εὐθὺς πάλιν τετελευτηκέναι. Δείκνυσι γὰρ, σαφῶς τὸ ἅγιον Εὐαγγέλιον, ὅτι ἀνέκειτο ὁ Ἰησοῦς, καὶ ὁ Λάζαρος ἀνέκειτο μετ' αὐτοῦ. Ἀλλὰ καὶ ἐν Παραδόσεσιν εὕρομεν, ὅτι τριάκοντα ἐτῶν ἦν τότε ὁ Λάζαρος, ὅτε ἐγήγερται. Μετὰ δὲ τὸ ἀναστῆσαι αὐτὸν ἄλλα τριάκοντα ἔτη ἔζησε· καὶ οὕτω πρὸς Κύριον ἐξεδήμησε κοιμηθεὶς ἐκλήθη μετὰ σεμνοῦ ὀνόματος, καθάπερ πάντες ἕως τῆς ὥρας τῆς ἀναστάσεως, ὅτε μέλλει ὁ Μονογενὴς, ὡς ὑπέσχετο, ἀποκαθιστᾷν τὸ σῶμα τῇ ψυχῇ, καὶ τὴν ψυχὴν τῷ σώματι, καὶ διδόναι ἑκάστῳ καθὰ ἔπραξεν, ἤτοι ἀγαθὸν, ἤτοι φαῦλον
And great is the folly of those who do not see, and are blind in their mind, and do not even take into the perception of hearing the things spoken by themselves. For if he altogether deems the release of souls from the body to be salvation, the Saviour ought rather to have sent away the demon-possessed human being, in order that his soul might be saved, having been released from a human body. Therefore He loved the souls in the swine more than the soul of the human being! For by what reason did He not permit the human being also together with the swine to be cast into the sea and die, towards cleansing and saving all the souls both of the human being and of the swine? Yet we did not see it thus; rather, Lazarus on the fourth day He calls from the tomb, and raises up, and returns into the world, procuring no evil for him, nor working anything foolish upon him. For He loved Lazarus, states the Scripture. Him whom He loved, therefore, how did He cause to bend back in the flesh, if indeed the flesh is evil; and how did He not rather leave alone him who had once died and been saved from a body? And let no one suppose that Lazarus straightway died again. For the holy Gospel shows clearly that Jesus reclined at table, and Lazarus reclined with Him. Moreover, in Traditions also we have found that Lazarus was thirty years old at that time when he had been raised. And after He raised him up, he lived another thirty years; and thus he departed home to the Lord, having fallen asleep, he was called with a reverend name, just like all until the hour of the resurrection, when the Only-begotten, as He promised, is going to restore the body to the soul, and the soul to the body, and render to each according as he practised, whether good or base
ΛΕʹ. Εἰ μὴ γὰρ σωμάτων ἀνάστασις ἦν, πόθεν βρυγμὸς ὀδόντων; Ἀλλὰ μὴ πάλιν τὰ τῆς φρενοβλαβείας τινὲς εἴπωσιν, ὅτι ὀδόντες ἐπὶ τὸ μασᾶσθαι ἡμῖν εἰσι κατεσκευασμένοι. Ποίαν τοίνυν ἐδωδὴν μέλλομεν ἐσθίειν μετὰ τὴν τῶν νεκρῶν ἀνάστασιν; Εἰ γὰρ μετὰ ἀνάστασιν δεύτερον βέβρωκεν ὁ Ἰησοῦς, καὶ ἐξ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίον, καὶ συνηλίσθη τοῖς μαθηταῖς δι' ἡμερῶν τεσσαράκοντα· ἆρα οὐκ ἔσται βρῶσις; Καὶ περὶ μὲν βρώσεως σαφές ἐστιν, ὅτι Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ αὐτοῦ τοῦ Κυρίου ἡ ὑπόσχεσις, ὅτι Ἔσεσθε καθήμενοι ἐπὶ τῆς τραπέζης τοῦ Πατρός μου ἐσθίοντες καὶ πίνοντες. Καὶ τὸ μὲν ἐσθίειν καὶ πίνειν αὐτῷ μόνῳ
35. For if there were no resurrection of bodies, whence comes the gnashing of teeth? Yet let not certain people again utter the words of madness, that teeth have been fashioned for us towards chewing; what sort of food, therefore, are we going to eat after the resurrection of the dead? For if after the resurrection Jesus ate a second time, both a piece of broiled fish and a honeycomb from a bee-comb, and shared salt with the disciples throughout forty days, will there then not be food? And concerning food indeed it is clear: Blessed is he who shall eat bread in the kingdom of the heavens. And there is the promise of the Lord Himself: You shall be seated at the table of My Father eating and drinking. And the eating and drinking are to Him alone
PG 42:89Read from the page
ἔγνωσται· ἐπειδὴ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἀλλ' ἐπειδὴ ἐφθάσαμεν ἐπὶ τῷ τόπῳ, τὰς διαφορὰς τῶν ψυχῶν ὑφηγούμενοι, καὶ τὰ ἐξ αὐτῆς τῆς ἀληθείας, καὶ τοῦ ὑποδείγματος ἐντελοῦς ὄντως, ὅτι ἄλλη μὲν ψυχὴ ἀνθρώπου, ἄλλη δὲ κτήνους· καὶ οὐκ ἦλθε σῶσαι τὴν ψυχὴν τοῦ κτήνους, ἀλλὰ τοῦ ἀνθρώπου· διότι τὰ κτήνη οὐ κρίνεται. Ἄνθρωποι μὲν γὰρ κληρονομοῦσι βαπιλείαν οὐρανῶν, καὶ ἄνθρωποι κρίνονται. Ἀπελεύσονται γὰρ οὗτοι εἰς κρίσιν αἰώνιον, καὶ οὗτοι εἰς ζωὴν αἰώνιον, φησὶν ὁ Μονογενής.
known; since what eye did not see, and ear did not hear, neither did there ascend into the heart of man, are the things which God prepared for those who love Him. Yet since we arrived at the passage while expounding the differences of souls, and the matters from the truth itself, and since the example is truly complete—that the soul of a human being is one thing, and that of a beast another; and He did not come to save the soul of the beast, rather that of the human being; wherefore beasts are not judged. For human beings inherit the kingdom of the heavens, and human beings are judged. For these shall go away into eternal judgement, and these into eternal life, states the Only-begotten.
Λϛʹ-Μʹ. Τί δὲ οἱ τὰ ζητήματα κατοπτεύοντες; Ἐπὰν φθάσωσι, καὶ μὴ καταλάβωσι τοῦ ῥητοῦ τὴν σαφήνειαν, ἀσχάλλουσιν ἀντίθετα ἑαυτοῖς διανοούμενοι, ἤπερ χρήσιμα ἑαυτοῖς θηρώμενοι. Ἐπειδὴ γὰρ ὁ Ματθαῖος φησι, δύο δαιμονιζόμενοι· ὁ δὲ Λουκᾶς περὶ ἑνὸς διηγεῖται. Καὶ γὰρ εἷς τῶν εὐαγγελιστῶν λέγει, ὅτι Οἱ λησταὶ οἱ συνεσταυρωμένοι ἐβλασφήμουν αὐτόν· ὁ δὲ ἄλλος οὐχὶ ὅτι μόνον οὐκ ἐβλασφήμουν οἱ ἀμφότεροι, ἀλλὰ καὶ ἀπολογίαν τοῦ ἑνὸς σημαίνει. Καὶ γὰρ ἐπετίμα τῷ ἑτέρῳ, καὶ ἔλεγεν, ὅτι, Οὐ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν· οὗτος δὲ ὁ ἅγιος οὐδὲν ἐποίησε· καὶ πρὸς ἐπὶ τούτοις ἐπεφώνει λέγων· Μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου· καὶ τοῦ Σωτῆρος πρὸς αὐτὸν εἰπόντος, ὅτι Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἔοικε δὲ ταῦτα ὡς διαφωνίαν ἔχοντα ἐν τῇ Γραφῇ. Ἀλλὰ πάντα λεῖα ὑπάρχει. Κἂν τε γὰρ ἐν τῷ Ματθαίῳ δύο εἰσὶ δαιμονιζόμενοι, παρὰ τῷ Λουκᾷ οἱ αὐτοὶ ὑπάρχουσιν. Ἀλλ' ἐπειδὴ εἴωθεν ἡ Γραφὴ προφάσεις διδόναι τῶν εἰργασμένων, τούτου ἕνεκα οὐ μνημονεύει Λουκᾶς τῶν δύο, ἀλλὰ τοῦ ἑνός. Δύο μὲν γὰρ ἦσαν οἱ ἀπὸ τῶν δαιμονίων τεθεραπευμένοι· εἷς δὲ παρέμεινε τῇ πίστει, ὁ δὲ ἕτερος ἐξώκειλε. Διὰ τοίνυν τὴν παραμονὴν τῆς πίστεως ἠκολούθει τῷ Ἰησοῦ, ὡς ἔχει τὸ Εὐαγγέλιον, εἰς οἷον ἀπήρχετο τόπον. Τούτου ἕνεκα τὸν ἕνα παρέλιπε, καὶ τοῦ ἑνὸς τοῦ ἐν βασιλείᾳ τῶν οὐρανῶν ἐπεμνήσθη· καὶ οὐδὲν ἐναντιοῦται πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν.
36-40. And what of those who spy out questions? Whenever they arrive at a passage and do not grasp the clear meaning of the text, they chafe, devising contradictions for themselves rather than hunting out profitable things for themselves. For since Matthew states two demoniacs, whereas Luke recounts concerning one. For indeed one of the evangelists says: The robbers who were crucified with Him reviled Him; whereas the other indicates not only that both did not revile Him, rather even a defence by the one. For he rebuked the other, and said: Dost thou not fear God, seeing that we are in the same condemnation; whereas this holy One did nothing; and in addition to these things he called out saying: Remember me, Jesus, when Thou comest in Thy kingdom; and when the Saviour said to him: Amen I say to you, today you shall be with Me in paradise. Now these things seem as though having a discrepancy in the Scripture. Yet all things are smooth. For even though in Matthew there are two demoniacs, in Luke the same ones exist. Yet since the Scripture is accustomed to give occasions of the things wrought, on account of this Luke makes mention not of the two, rather of the one. For there were indeed two who had been healed from the demons; yet one abode in the faith, whereas the other ran aground. On account, therefore, of his perseverance in the faith he followed Jesus, as the Gospel has it, unto whatever place He departed. On account of this he passed over the one, and made mention of the one who is in the kingdom of the heavens; and nothing stands in opposition towards the discovery of the truth.
ΜΑʹ. Ἤδη δὲ καὶ ἑτέραν πρόφασιν ὁμοίαν ταύτης τῆς ὑποθέσεως τὸ Εὐαγγέλιον διηγεῖται, ὡς ὑπὸ ἑνός. Ὁ Κύριος δέκα λεπροὺς ἐκαθάρισε. Καὶ οἱ ἐννέα ἀπελθόντες οὐκ ἔδωκαν δόξαν τῷ Θεῷ· ὁ δὲ εἷς ὑποστρέψας ἔμεινεν, ὁ καὶ ὑπὸ Κυρίου ἐγκωμιαζόμενος, καθὸ ἔφη· Δέκα λεπροὶ ἐκαθαρίσθησαν· διὰ τί οὐδὲ εἷς ἐξ αὐτῶν ὑπέστρεψε δοῦναι
41. And already the Gospel recounts yet another occasion like this subject, as if by one author. The Lord cleansed ten lepers. And the nine, having departed, did not give glory to God; whereas the one, having turned back, remained, who also is praised by the Lord, according as He stated: Ten lepers were cleansed; why did not even one of them turn back to give
Notes, col. 89

On the reading

Printed βαπιλείαν, for βασιλείαν.

PG 42:92Read from the page
δόξαν τῷ Θεῷ, ἀλλὰ μόνος οὗτος ὁ ἀλλογενής; Καὶ ὁρᾷς, ὅτι διὰ τὸ εὐαίσθητον καὶ τῆς εὐγνωμοσύνης ἔργον τοῦ ἑνὸς ἀντὶ τῶν δέκα μνημονεύει. Ὡσαύτως δὲ ἐπειδὴ ὁ εἷς εὐαγγελιστὴς περὶ ληστῶν ἐμνημόνευσεν. Εἰώθαμεν γὰρ τὰ ἑνικὰ πληθυντικὰ λέγειν, καὶ τὰ πληθυντικὰ ἑνικά. Φάσκομεν γὰρ, ὅτι Διηγησάμεθα ὑμῖν, καὶ εἴδομεν ὑμᾶς, καὶ ἥκομεν πρὸς ὑμᾶς. Καὶ οὐ δύο οἱ λέγοντες, ἀλλὰ εἷς ὁ παρών. Ὁ δὲ εἷς κατὰ τὴν συνήθειαν τῆς χρήσεως ἐκ προσώπου πολλῶν πληθυντικῶς διηγεῖται. Οὕτω πληθυντικῶς περιείληφεν ἡ τοῦ Εὐαγγελίου ὑπόθεσις. Ὁ δὲ ἕτερος διηγεῖται, ὅτι εἷς μὲν ἦν ὁ βλάσφημος, ὁ δὲ εἷς ἐξωμολογεῖτο καὶ ἔτυχε σωτηρίας. Καὶ ὁρᾷς, ὡς πάντα τὰ τῆς ἀληθείας σαφῆ ὑπάρχει, καὶ οὐδὲν ἐναντίον ἐν τῇ Γραφῇ. Ἀλλὰ πάντα ταῦτα τὴν Γραφὴν διεξιόντες εἰς πλάτος ἠλάσαμεν, ὡς οἶμαι, τοῦ λόγου τὸ διήγημα. Καὶ γένοιτο μὲν ἡμᾶς κάμνειν τῷ πλάτει τοῦ λόγου, ἐλέγχειν δὲ τοὺς κατὰ τῆς ἀληθείας, εὐφραίνειν δὲ τοὺς υἱοὺς ταύτης διὰ τῶν τῆς ἀληθείας ἰατρικῶν φαρμάκων!
glory to God, save only this foreigner? And you see that on account of the sensibility and the work of gratitude He makes mention of the one instead of the ten. In like manner also, since the one evangelist made mention concerning robbers. For we are accustomed to speak singulars in the plural, and plurals in the singular. For we state: We recounted to you, and we saw you, and we have come to you. And those speaking are not two, rather one who is present. Yet the one, according to the custom of usage, recounts in the plural in the person of many. Thus in the plural has the account of the Gospel comprehended it. Whereas the other recounts that one indeed was the blasphemer, while the one confessed and obtained salvation. And you see how all the matters of the truth are clear, and nothing is contrary in the Scripture. Yet in going through the Scripture on all these things we have driven out at length, as I think, the narrative of our discourse. And may it be for us indeed to toil in the breadth of the discourse, while refuting those who are against the truth, and gladdening the sons of it through the medical remedies of the truth!
ΜΒʹ. Εἶτα πάλιν ἴδωμεν τὰ ἕτερα τοῦ ἀγύρτου· φάσκει γὰρ τὰς δύο Διαθήκας ἐναντίας πρὸς ἀλλήλας, καὶ τὸν Θεὸν τὸν λαλήσαντα ἐν τῷ νόμῳ ἕτερον ὄντα παρὰ τὸν Θεὸν τοῦ Εὐαγγελίου. Κἀκείνῳ μὲν ὄνομα ἄρχοντος τίθησιν, ᾧ δὲ τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἀγαθὸν Θεὸν ἑαυτοῦ λέγει. Καὶ εἴθε ἠλήθευε, καὶ οὐ σφαλλόμενος καθ' ἑαυτοῦ ἐβλασφήμει! Τῷ δὲ αὐτῷ λόγῳ καὶ αὐτοὶ συμφωνοῦμεν· ὅτι ἀγαθοῦ Πατρὸς τὸ ἀγαθὸν γέννημα, φῶς ἐκ φωτὸς, Θεὸς ἐκ Θεοῦ, Θεὸς ἀληθινὸς ἐκ Θεοῦ ἀληθινοῦ ἦλθε πρὸς ἡμᾶς, ἵνα ἡμᾶς σώσῃ. Εἰς τὰ ἴδια ἦλθε, καὶ οὐκ εἰς τὰ ἀλλότρια, οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἵματος, οὐδὲ ἐκ σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καίτοι γε οὐδεὶς ἐν τῷ κόσμῳ ἄνευ σαρκὸς ἐγεννήθη καὶ αἵματος· ἀλλὰ πάντες μέτοχοι σαρκὸς καὶ αἵματος γεγόνασι. Τί γὰρ ἦσαν, πρὶν ἢ ἐν σαρκὶ γεννηθῶσιν; ἢ τί δυνάμεθα εἶναι ἄνευ σαρκός; Ἐπειδὴ δὲ ὁ κόσμος ἐκ Θεοῦ γέγονε, καὶ ἡμεῖς κτισθέντες ἐκ σαρκὸς μέν ἐσμεν γεγεννημένοι πατέρων καὶ μητέρων, ἦλθεν ὁ Κύριος γεννῆσαι ἡμᾶς ἐκ πνεύματος καὶ πυρός. Ἐγεννήθημεν γάρ· καὶ ἔστιν ἀληθές· καὶ οὐ δύναταί τις ἀρνήσασθαι τὴν πρώτην γέννησιν, οὐδὲ τὸ ἐκ σαρκὸς εἶναι. Τὴν δὲ δευτέραν γέννησιν οὐκ ἐκ σαρκὸς γεγεννήμεθα, οὐδὲ ἐξ αἵματος, τουτέστιν οὐ τῇ ἀποχρήσει τῆς σαρκὸς κεχρημένοι καὶ τοῦ αἵματος, ἀλλὰ σάρκα καὶ ψυχὴν ἐν πνεύματι γεγεννημένοι μηκέτι σαρκικὴν οὖσαν, ἀλλὰ αἷμα, καὶ σάρκα, καὶ ψυχὴν πνευματικῶς συνηνωμένα· τουτέστιν Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς μεταβάλλουσι τὴν γνώμην, καὶ διὰ σαρκὸς, καὶ αἵματος, καὶ ψυχῆς Θεῷ εὐαρεστήσασιν.
42. Then again let us look at the other claims of the mountebank; for he alleges that the two Testaments are contrary to one another, and that the God who spoke in the law is different alongside the God of the Gospel. And upon that one indeed he sets the name of archon, whereas the Son and the good Father he calls his own God. And would that he spoke the truth, and did not stumble and blaspheme against himself! Yet with that same statement we ourselves also agree: that the good Offspring of the good Father, Light from Light, God from God, true God from true God came to us, in order that He might save us. Unto His own things He came, and not unto alien things; His own did not receive Him. Yet as many as received Him, He gave to them authority to become children of God, who were begotten not of blood, nor of flesh, rather of God. And yet indeed no one in the world was begotten without flesh and blood; rather all have become partakers of flesh and blood. For what were they before they were begotten in flesh; or what are we able to be without flesh? And since the world has come into being from God, and we, having been created, are indeed begotten out of the flesh of fathers and mothers, the Lord came to beget us out of spirit and fire. For we were begotten; and it is true; and no one is able to deny the first birth, nor being out of flesh. Yet as to the second birth we have been begotten not out of flesh, nor out of blood—that is, not indulging in the abuse of the flesh and of the blood, rather having been begotten in spirit as to flesh and soul that is no longer fleshly, rather blood, and flesh, and soul spiritually united together; that is, He gave to them authority to become children of God, namely to those who change their mind, and through flesh, and blood, and soul have been well-pleasing to God.