τῆς πρὸς τὸν Πατέρα αὐτοῦ ὁμοουσιότητος, ἔλεγεν· Ἐάν τις ἀνοίξῃ μοι, εισελθὼν, ἐγὼ καὶ ὁ Πατήρ μου μονὴν παρ' αὐτῷ ποιήσομεν. Καὶ οὐκέτι εἶπεν, Ἀποσταλήσομαι ὑπὸ τοῦ Πατρός μου· Ἐγὼ καὶ ὁ Πατὴρ παρ' αὐτῷ, ὡς κρούοντος τοῦ Υἱοῦ, καὶ τοῦ Πατρὸς σὺν αὐτῷ εἰσερχομένου· ὡς ἀεὶ εἶναι, καὶ μηδέποτε διαλιπεῖν Πατέρα ἀπὸ Υἱοῦ, καὶ Υἱὸν ἀπὸ τοῦ ἰδίου Πατρός. Διὸ καὶ ἐν ἑτέρῳ τόπῳ λέγει· Ἐγώ ειμι ἡ ὁδὸς, καὶ δι' ἐμοῦ εισελεύσονται πρὸς τὸν Πατέρα. Καὶ ἵνα μή τινες ἥσσονα πρὸς τὸν Πατέρα νομίσωσι, διὰ τὸ δι' αὐτοῦ πρὸς τὸν Πατέρα εἰσιέναι, φησίν· Οὐδεὶς ἐλεύσεται πρὸς μὲ, ἐὰν μὴ ὁ Πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν. Ὁ Πατὴρ οὖν φέρει πρὸς τὸν Υἱὸν, καὶ ὁ Υἱὸς φέρει πρὸς τὸν Πατέρα, εισφέρει δὲ ἐν Πνεύματι ἁγίῳ. Ἀεὶ γὰρ πάντοτε ἡ Τριὰς ἐν μιᾷ ἑνότητι θεότητος· τρία τέλεια, μία θεότης. Καὶ διέπεσεν ὁ τούτων λόγος.
the consubstantiality with the Father which He has, He used to say: If anyone opens to Me, having entered, I and My Father shall make Our abode with him. And He no longer said, I shall be sent by My Father; I and the Father with him—inasmuch as the Son knocks and the Father enters in with Him, so that they are always together, and the Father never parts from the Son, nor the Son from His own Father. Wherefore He also says in another place: I am the way, and through Me they shall enter in to the Father. And lest some should deem Him inferior to the Father because of their entering in to the Father through Him, He says: No one shall come to Me unless My heavenly Father draws him. The Father, then, brings to the Son, and the Son brings to the Father, and leads into His presence in the Holy Spirit. For always and at all times the Trinity abides in one unity of Godhead: three perfect, one Godhead. And their argument has collapsed.
ΝΕʹ. Πάλιν δὲ φάσκουσι· Τίνι τοίνυν τῷ λόγῳ εἴρηκεν ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς, ὅτι Ἀπέρχομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν; Εἰ τοίνυν Θεὸν αὐτοῦ ὁμολογεῖ, πῶς ἔτι ἔσται ἴσος αὐτῷ, ἢ ὑπ' αὐτοῦ γνησίως γεγεννημένος; Ἵνα δείξωσιν ἐν πᾶσιν ἀγνωσίαν Θεοῦ αὐτοὺς ἔχειν, καὶ ἐν μηδενί εἰσι φωτισμῷ τοῦ Εὐαγγελίου κατηυγασμένοι. Ψηλαφήσας γάρ τις καὶ ἀνερευνήσας ἀπὸ τοῦ αἰῶνος, καὶ κατὰ γενεὰν, εἴσεται τῆς ἀληθείας τῆς τοῦ Σωτῆρος ἡμῶν τελείας γνώσεως καὶ πρὸς τὸν Πατέρα ἰσότητος τὴν δύναμιν. Κνίζονται δὲ οὗτοι Ἰουδαϊκῷ φρονήματι περιβεβλημένοι, καὶ ἀγανακτοῦσι τῷ Υἱῷ τοῦ Θεοῦ, καθάπερ ἐκεῖνοι ἔλεγον, ὅτι Δι' οὐδὲν πονηρόν σε λιθάζομεν, ἀλλ' ὅτι, ἄνθρωπος ὢν, Υἱὸν Θεοῦ αὐτὸν ὀνομάζεις, ἴσον τῷ Θεῷ ποιῶν σεαυτόν. Οὕτω καὶ οὗτοι, τῷ αὐτῷ πάθει τῶν Φαρισαίων καὶ Ἰουδαίων περιπεσόντες, ἀγανακτοῦσι, μὴ θέλοντες λέγειν τὸν Υἱὸν ἴσον τῷ γεγεννηκότι. Ὅρα γάρ μοι τὴν τῶν Γραφῶν ἀκρίβειαν, ὅτι οὐδαμοῦ εἴρηκεν ἡ θεία Γραφὴ τὸν λόγον τοῦτον πρὸ τῆς ἐνσάρκου παρουσίας· ἀλλ' ὁ Πατὴρ τῷ Υἱῷ, Ποιήσωμεν ἄνθρωπον, λέγει, συνδημιουργὸν καλῶν τὸν Υἱὸν, καὶ γνήσιον δεικνὺς κατ' ἰσότητα. Καὶ οὐδαμοῦ εἴρηκεν ὁ Υἱὸς, Θεόν μου, καὶ Θεὸν ὑμῶν· καὶ, Ἤκουσεν Ἀδὰμ τῆς φωνῆς τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ· καὶ, Ποίησον σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων· καὶ, Ἔβρεξε Κύριος παρὰ Κυρίου· καὶ, Εἶπε Κύριος πρὸς Μωϋσῆν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ Δαβὶδ λέγει· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Καὶ οὐδαμοῦ εἶπεν ὁ Κύριος, Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὅτε δὲ ἔλαβε τὸ ἡμέτερον σῶμα, καὶ Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ ἐν ἡμῖν κατελογίσθη· τότε πρὸς τοὺς αὐτοῦ μαθητὰς, πρὸς οὓς ὤφειλε κατὰ πάντα ὁμοιωθῆναι χωρὶς ἁμαρτίας, Θεόν μου, ἔλεγε, καὶ Θεὸν ὑμῶν, καὶ Πατέρα μου καὶ Πατέρα ὑμῶν.
55. Again, they allege: By what reasoning, then, has Christ said to His own disciples: I am departing to My Father and your Father, and My God and your God? If, then, He acknowledges Him as His God, how shall He still be equal to Him, or genuinely begotten by Him? They say this so as to show that they possess ignorance of God in all things, and are illumined by no light whatever of the Gospel. For if anyone gropes and searches from of old and from generation to generation, he shall know the force of the truth of the perfect knowledge of our Saviour and of His equality with the Father. But these men, clothed with a Jewish mindset, are stung and indignant at the Son of God, even as those men used to say: For no evil deed do we stone Thee, but because, being a man, Thou namest Him Son of God, making Thyself equal to God. Thus these men also, having fallen into the same passion of the Pharisees and Jews, are indignant, refusing to declare the Son equal to Him Who begat Him. Observe for me the exactness of the Scriptures: that nowhere before His incarnate coming has divine Scripture uttered this expression; rather, the Father says to the Son, Let Us make man, calling the Son fellow-Creator and showing Him to be genuine in equality. And nowhere has the Son said, My God and your God; and, Adam heard the voice of God walking in paradise; and, Make for thyself an ark of incorruptible timbers; and, The Lord rained from the Lord; and, The Lord spoke to Moses: I am the God of Abraham, and the God of Isaac, and the God of Jacob. And David says: The Lord said to my Lord: Sit at My right hand. And nowhere did the Lord say, My God and your God. But when He took our body, and was seen upon the earth and conversed with men, and was reckoned among us, then to His disciples, to whom He ought in all things to be made like without sin, He used to say, My God and your God, and My Father and your Father.