τατεθέντος ἐν τῷ μνήματι, συγκλεισθέντος διὰ τοῦ λίθου καὶ σφραγῖδος τῶν ἐπιτεθέντων· οὐχὶ τῆς θεότητος συγκλεισθείσης, οὐ τῆς θεότητος ταφείσης, συγκατελθούσης δὲ τῇ ψυχῇ τῇ ἁγίᾳ εἰς τὰ καταχθόνια, ἑλούσης ἐκεῖθεν τὴν τῶν ψυχῶν αἰχμαλωσίαν, κλασάσης κέντρον θανάτου, διαῤῥηξάσης τὰ κλεῖθρα καὶ τοὺς μοχλοὺς τοὺς ἀδαμαντίνους, καὶ λυσάσης ὠδῖνας θανάτου ἐν ἰδίᾳ ἐξουσίᾳ, ἀνελθούσης σὺν τῇ ψυχῇ, μὴ ἐαθείσης τῆς ψυχῆς εἰς ᾅδην, μηδὲ τῆς σαρκὸς ἑωρακυίας διαφθορὰν, ἀναστησάσης αὐτὴν τῆς θεότητος ἀεὶ συνούσης αὐτῇ· ἀναστάντος σὺν αὐτῇ τοῦ Κυρίου Θεοῦ Λόγου καὶ Υἱοῦ Θεοῦ σὺν ψυχῇ καὶ σώματι καὶ παντὶ τῷ σκεύει, συνενωθέντος αὐτοῦ τοῦ σκεύους εἰς πνεῦμα, αὐτὸ τὸ σῶμα πνευματικὸν ὑπάρξαν, τὸ ποτὲ ἁφῇ ὑποκείμενον, καὶ μάστιξι παραδοθὲν ἑκουσίῳ τῆς θεότητος θελήματι, καὶ πειρασθῆναι ὑπὸ τοῦ Σατανᾶ συγχωρηθὲν, καὶ πείνᾳ προσπελάζειν, καὶ ὕπνῳ καὶ καμάτῳ, λύπῃ τε καὶ ἀδημονίᾳ. Αὐτὸ τὸ σῶμα τὸ ἅγιον συνενωθὲν λοιπὸν θεότητι, ἀπαραλείπτως τῆς θεότητος συνηνωμένης τῷ τὰ τοιαῦτα πεπονθότι ἁγίῳ σώματι. Ἀνέστη γὰρ, καὶ συνήνωσεν αὐτὸ εἰς ἑαυτὸν, εἰς πνεῦμα, εἰς μίαν ἑνότητα, εἰς μίαν δοξολογίαν, εἰς μίαν ἑαυτοῦ θεότητα. Πέφηνε μὲν γὰρ ἐν ἀληθείᾳ, καὶ ἐψηλαφήθη ὑπὸ τοῦ Θωμᾶ, καὶ τοῖς ἀποστόλοις συνέφαγε, καὶ συναυλίσθη μετ' αὐτῶν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἀλλ' εἰσῆλθε θυρῶν κεκλεισμένων, καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυε νεῦρα καὶ ὀστᾶ, τύπον ἥλων καὶ τύπον λόγχης, ὅτι αὐτὸ ἦν ἀληθῶς τὸ σῶμα. Ὅτι δὲ συνήφθη εἰς μίαν θεότητα, μηκέτι προσδοκῶν παθεῖν, μηκέτι ἀποθνήσκων, ὥς φησιν ὁ ἅγιος Ἀπόστολος· Ἀνέστη Κύριος, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Τὸ παθητὸν ἀπαθὲς ἀεὶ μένον, τὸ θεϊκὸν σὺν σώματι καὶ ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει· αὐτὸς Θεὸς ὢν, ἀνελθὼν δὲ εἰς οὐρανοὺς, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς ἐν δόξῃ, οὐκ ἀποθέμενος τὸ ἅγιον σῶμα, ἀλλὰ συνενώσας εἰς πνευματικὸν ἐν τελειότητι μιᾶς θεότητος· ὡς καὶ τὰ ἡμῶν σωματικὰ μέλη, τὰ νῦν σπειρόμενα ψυχικὰ, ἐγείρονται πνευματικά· τὰ νῦν σπειρόμενα ἐν φθορᾷ, ἐγείρονται ἐν ἀφθαρσίᾳ· τὰ νῦν σπειρόμενα ἐν θανάτῳ, ἐγείρονται ἐν ἀθανασίᾳ. Εἰ τοίνυν τὰ ἡμέτερα οὕτως, πόσῳ γε μᾶλλον ἐκεῖνο τὸ ἅγιον καὶ ἀνεκδιήγητον, καὶ ἀσύγκριτον καὶ ἀκραιφνὲς τῷ Θεῷ συνηνωμένον, τὸ ἓν ὂν λοιπὸν μονοειδές; Ὡς καὶ ἐν τούτῳ ἐπιμαρτυρεῖ ὁ Ἀπόστολος, λέγων· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· οὐχ ὅτι διεῖλε τὴν σάρκα ἀπὸ τῆς θεότητος, ἀλλὰ αὐτὴν μένουσαν, καὶ Θεῷ συνηνωμένην, μηκέτι δὲ οὖσαν κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως
id in the tomb, shut in by means of the stone and seal that were placed upon it: the Godhead not being shut in, the Godhead not being buried, but descending together with the holy soul into the nether regions, taking from there the captivity of souls, shattering the sting of death, bursting asunder the bolts and the adamantine bars, and loosing the pangs of death in its own authority, ascending with the soul, the soul not having been left to Hades, nor the flesh having seen corruption, the Godhead that was always present with it raising it up; the Lord God the Word and Son of God rising with it, with soul and body and the whole vessel, the vessel itself being united into spirit, the body itself having become spiritual—that which was once subject to touch, and delivered over to scourges by the voluntary will of the Godhead, and permitted to be tempted by Satan, and to draw near to hunger, and sleep and toil, grief and anguish. The holy body itself was thenceforth united to Godhead, the Godhead having been unceasingly united to the holy body that suffered such things. For He rose again, and united it into Himself, into spirit, into one unity, into one doxology, into His own one Godhead. For He appeared in truth, and was touched by Thomas, and ate together with the apostles, and abode with them forty days and forty nights; yet He entered when the doors were shut, and after entering showed sinews and bones, the print of the nails and the print of the spear, that it was truly the body itself. And that He was conjoined into one Godhead, no longer expecting to suffer, no longer dying, as the holy Apostle says: The Lord rose again, He dies no more, death no longer has dominion over Him. That which was passible remaining always impassible, that which is divine with body and soul and the whole incarnation; being God Himself, and having ascended into the heavens, He sat down at the right hand of the Father in glory, not having laid aside the holy body, but having united it into a spiritual one in the perfection of one Godhead: just as our bodily members also, which are now sown natural, are raised spiritual; which are now sown in corruption, are raised in incorruption; which are now sown in death, are raised in immortality. If therefore what is ours is thus, how much more so that which is holy and inexpressible, and incomparable and pure, united to God, which is thenceforth one, uniform? As in this also the Apostle bears witness, saying: Even if we have known Christ according to the flesh, yet now we know Him so no longer; not that he divided the flesh from the Godhead, but as remaining itself, and united to God, yet no longer being according to the flesh, but according to the spirit of holiness, from the resurrection