Migne Reading Room

PG 42 · cols. 833–844 · Read from the page

Anacephalaeosis sive Eorum Quae in Panario Dicta Sunt Summa Comprehensio

Anacephalaeosis sive Eorum Quae in Panario Dicta Sunt Summa Comprehensio

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:833Read from the page
Ἐπειδήπερ μέλλομεν ὑμῖν τά τε ὀνόματα τῶν αἱρέσεων δηλοῦν, τάς τε παρ' αὐτοῖς ἀθεμίτους πράξεις ἀνακαλύπτειν ὥσπερ ἰοὺς καὶ δηλητήρια ὄντα· σὺν αὐτοῖς δὲ ἅμα καὶ ἀντιδότους ἐφαρμόσαι, ἀλεξητηρίους μὲν τῶν δεδηγμένων, προκαταληπτικοὺς δὲ τῶν μελλόντων εἰς τοῦτο ἐμπίπτειν· Πανάριον (γάρ) τι, ἤγουν κιβώτιον ἰατρικὸν τῶν θηριοδήκτων ἑρμηνεύσομεν, ὅτιπέρ ἐστί τι βιβλίον διὰ τριῶν συγγραφέν, ἔχον αἱρέσεις ὀγδοήκοντα· αἵτινες εἰς θηρίων ἢ ἑρπετῶν αἰνίγματά εἰσι· μία δὲ μετὰ τὰς ὀγδοήκοντα ἡ τῆς ἀληθείας βάσις ἅμα καὶ διδασκαλία σωτήριος πραγματεία, καὶ Χριστοῦ νύμφη ἁγία Ἐκκλησία, οὖσα μὲν ἀπ' αἰῶνος, διὰ δὲ τῆς ἐνσάρκου Χριστοῦ παρουσίας μετὰ τὴν διαδοχὴν τοῦ χρόνου μέρος τῶν προειρημένων αἱρέσεων ἀποκαλυφθεῖσα, καὶ ὑφ' ἡμῶν ἐν ὑπομνήμασι διὰ τοῦ κηρύγματος τοῦ Χριστοῦ ταχθεῖσα· καὶ πάλιν μετὰ πάσας τὰς τῶν αἱρέσεων τούτων μοχθηρίας, ὡς ἀναψυχὴν τῶν τὸν κάματον τῶν αἱρέσεων διὰ τῆς ἀναγνώσεως διελθόντων, ὑφ' ὑμῶν μετ' ἐπιτομῆς τοῦ λόγου κατὰ τὴν τῶν ἀποστόλων διδασκαλίαν σαφῶς ἀπαγγελθεῖσαν. Παρακαλεῖτε δὲ πάντες οἱ φιλοχάλοις ἐντυγχάνοντες, τῷ τε προοιμίῳ καὶ ταῖς μετέπειτα αἱρέσεσι, καὶ τῇ ὑπὲρ τῆς ἀληθείας ὁμολογίᾳ τε καὶ διδασκαλίᾳ τῆς ἀληθείας, καὶ πίστει τῆς ἁγίας καθολικῆς Ἐκκλησίας.
Since we are about both to make known to you the names of the heresies, and to uncover the unlawful practices among them as being venoms and deadly poisons—and at the same time to apply along with them antidotes, curative for those who have been bitten and preventive for those about to fall into this—we shall (for that reason) interpret a certain Panarion, that is, a medicine-chest for those bitten by wild beasts: which is a book composed in three parts, containing eighty heresies, which stand as figures of wild beasts or reptiles; while one after the eighty is at once the foundation of truth and the saving treatise of teaching, and the bride of Christ, the holy Church—existing indeed from of old, yet revealed through the incarnate advent of Christ in the succession of time amid the aforesaid heresies, and set in order by us in memoirs through the proclamation of Christ; and again, after all the depravities of these heresies, plainly declared by you with a compendium of the discourse according to the teaching of the apostles, as a refreshment for those who through reading have traversed the toil of the heresies. Be entreated therefore, all you who meet with noble things, to attend both to the preface and to the heresies that follow afterwards, and to the confession on behalf of the truth and the teaching of the truth, and the faith of the holy catholic Church.
Notes, col. 833

On the reading

Printed ὑμῶν, for ἡμῶν.

Printed Παρακαλεῖτε, for Παρακαλεῖσθε.

Printed φιλοχάλοις, for φιλοκάλοις.

PG 42:836Read from the page
Καὶ ἔστι τὰ ἐν τῇ πάσῃ πραγματείᾳ διὰ τῶν προειρημένων τριῶν βιβλίων, πρώτου καὶ δευτέρου καὶ τρίτου, ἅτινα τρία βιβλία εἰς ἑπτὰ τόμους διείλομεν· ἐν δὲ ἑκάστῳ τόμῳ ἀριθμός τις αἱρέσεων καὶ σχισμάτων ἔγκειται· ὁμοῦ δὲ πᾶσαί εἰσιν ὀγδοήκοντα· ὧν αἱ ὀνομασίαι καὶ αἱ προφάσεις αὗται· Βαρβαρισμὸς, Σκυθισμὸς, Ἑλληνισμὸς, Ἰουδαϊσμὸς, Σαμαρειτισμός. Ἐκ τούτων αἱ καθεξῆς, πρὸ μὲν τῆς ἐπιδημίας Χριστοῦ, ἀπὸ δὲ τοῦ Βαρβαρισμοῦ καὶ τῆς Σκυθικῆς δεισιδαϊμονίας καὶ τοῦ Ἑλληνισμοῦ καὶ τῶν λοιπῶν φύσασαι αὗται· Πυθαγόρειοι, εἴτουν Περιπατητικοὶ, Πλατωνικοὶ, Στωϊκοὶ, Ἐπικούρειοι. Εἶτα ἡ Σαμαρειτικὴ οὖσα αἵρεσις ἡ ἐκ τοῦ Ἰουδαϊσμοῦ· καὶ ταύτης τέσσαρα ἔθνη, Γοργοθηνοὶ, Σεβουαῖοι, Δοσίθεοι, Ἐσσηνοί. Εἶτα ὁ αὐτὸς προειρημένος Ἰουδαϊσμὸς ἀπὸ τοῦ Ἀβραὰμ τὸν χαρακτῆρα εἰληφὼς, καὶ διὰ τοῦ δοθέντος νόμου τῷ Μωϋσῇ πλατυνθεὶς, καὶ ἀπὸ τοῦ Ἰούδα τοῦ υἱοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ, διὰ Δαβὶδ τοῦ βασιλεύσαντος αὐτῶν ἐκ τῆς τούτου φυλῆς, τὸ ἐπώνυμον τοῦ Ἰουδαϊσμοῦ κληρωθείς. Καὶ ἀπ' αὐτοῦ τε νῦν τοῦ Ἰουδαϊσμοῦ ἑπτὰ αἱρέσεις αὗται· Γραμματέων, Φαρισαίων, Σαδδουκαίων, Ἡμεροβαπτιστῶν, Ὀσσαίων, Νασσαραίων, Ἡρωδιανῶν.
And such are the matters contained in the whole treatise through the aforesaid three books, the first, second, and third, which three books we have divided into seven tomes; and in each tome lies a certain number of heresies and schisms, and altogether they are eighty in all, whose names and occasions are these: Barbarism, Scythism, Hellenism, Judaism, Samaritism. From these sprang the subsequent ones prior to the advent of Christ—from Barbarism, Scythian superstition, Hellenism, and the rest—namely these: Pythagoreans, that is, Peripatetics, Platonists, Stoics, Epicureans. Next is the Samaritan heresy, which is from Judaism, and of it there are four nations: Gorgothenes, Sebuaeans, Dositheans, Essenes. Next, that same aforesaid Judaism, having received its character from Abraham, and having been broadened through the law given to Moses, and from Judah the son of Jacob, who is also Israel, through David who reigned over them from his tribe, was allotted the surname of Judaism. And from this same Judaism in turn there are these seven heresies: of Scribes, Pharisees, Sadducees, Hemerobaptists, Ossaeans, Nassaraeans, Herodians.
Ἐκ τούτων τῶν αἱρέσεων καὶ μετέπειτα κατὰ διαδοχὴν τῶν χρόνων ἐπεφάνη ἡ σωτήριος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομία, ἤγουν ἡ ἔνσαρκος αὐτοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία τε καὶ κήρυγμα βασιλείας· ἥτις μόνη ἐστὶ πηγὴ σωτηρίας καὶ πίστις ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας. Ἐκ δὲ ταύτης περιεκλάσθησάν τε καὶ ἐσχίσθησαν ὄνομα μόνον Χριστοῦ ἔχουσαι, ἀλλ' οὐχὶ τὴν πίστιν. Εἰσὶ δὲ αὗται· Σιμωνιανοὶ, Μενανδριανοὶ, Σατορνιλιανοὶ, Βασιλιδιανοὶ, Νικολαῖται, Γνωστικοὶ οἱ καὶ Στρατιωτικοὶ, οἱ αὐτοὶ δὲ Φιβιωνῖται, παρὰ δέ τισι Κουδδιανοὶ καλούμενοι καὶ Βορβοριανοὶ, παρ' ἄλλοις δὲ Σωκρατῖται, παρ' ἑτέροις δὲ Ζακχαῖοι· Καρποκρατῖται, Κηρινθιανοὶ οἱ καὶ Μηρινθιανοὶ, Ναζαραῖοι, Ἐβιωναῖοι, Οὐαλεντῖνοι, Σεκουνδιανοὶ, οἷς συνάπτονται Ἐπιφάνιος καὶ Ἰσίδωρος· Πτολεμαῖοι, Μαρκώσιοι, Κολορβάσιοι, Ἡρακλεωνῖται, Ὀφῖται, Καϊανοὶ, Σηθιανοὶ, Ἀρχοντικοὶ, Κερδωνιανοὶ, Μαρκίωνες, Λουκιανισταὶ, Ἀπελληϊανοὶ, Σευηριανοὶ, Τατιανοὶ, Ἐγκρατῖται, κατὰ Φρύγας τῶν καὶ Μοντανιστῶν καὶ Τασκοδρουγιτῶν· Πεπουζιανοὶ οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυντιλιανοὶ, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκαιδεκατῖται οἱ τὸ Πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες· ἄλλοι οἱ τὸ Εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι· Ἀδαμιανοὶ, Σαμψαῖοι οἱ καὶ Ἐρχεσαῖοι, Θεοδοτιανοὶ, Μελχισεδεκιανοὶ, Βαρδησιανισταὶ, Νοητιανοὶ, Οὐαλήσιοι, Καθαροὶ οἱ καὶ Ναυάτοι, Ἀγγελικοὶ, Ἀποστολικοὶ οἱ καὶ Ἀποτακτικοὶ, Σαβελλιανοὶ, Ὠριγένειοι οἱ καὶ αισχρο-
After these heresies, in the succession of times, there was manifested the saving dispensation of our Lord Jesus Christ, namely His incarnate presence, His evangelical teaching, and His proclamation of the kingdom; which alone is the fountain of salvation and the faith of truth of the catholic and apostolic Church. And from it were broken away and sundered sects holding the name alone of Christ, but not the faith. And they are these: Simonians, Menandrians, Saturnilians, Basilidians, Nicolaitans, Gnostics who are also Stratiotics, the same being Phibionites, and among some called Cuddians and Borborians, among others Socratites, and among others Zacchaeans; Carpocratites, Cerinthians who are also Merinthians, Nazaraeans, Ebionaeans, Valentinians, Secundians, to whom are joined Epiphanius and Isidore; Ptolemaeans, Marcosians, Colorbasians, Heracleonites, Ophites, Cainites, Sethians, Archontics, Cerdonians, Marcions, Lucianists, Apelleians, Severians, Tatians, Encratites, Cataphrygians—of those also called Montanists and Tascodrougites; Pepuzians who are also Priscillians and Quintillians, to whom are joined Artotyrites, Quartodecimans who keep the Passover on one day of the year; others who do not receive the Gospel and the Apocalypse of John; Adamians, Sampsaeans who are also Erchesaeans, Theodotians, Melchisedecians, Bardesianists, Noetians, Valesians, Cathars who are also Novatians, Angelics, Apostolics who are also Apotactics, Sabellians, Origenists who are also shameful-
Notes, col. 836

On the reading

Printed δεισιδαϊμονίας, for δεισιδαιμονίας.

Printed αισχρο-, for αἰσχρο-.

PG 42:837Read from the page
ποιοὶ, Ὠριγένειοι οι καὶ τοῦ Ἀδαμαντίου· Παύλου τοῦ Σαμωσατέως, Μανιχαῖοι οι καὶ Ἀκωανῖται, Ἱυρακῖται, Μελετιανοὶ οἱ κατ' Αἴγυπτον σχίσμα ὄντες, Ἀρειανοὶ οἱ καὶ Ἀρειομανῖται, Αὐδιανῶν τὸ σχίσμα, Φωτεινιανοὶ, Μαρκελλιανοὶ, Ἡμιάρειοι, Πνευματομάχοι οἱ τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ βλασφημοῦντες· Ἀεριανοὶ, Ἀετιανοὶ οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Ἀνόμοιος. Διμοιρῖται οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες, οἱ καὶ Ἀπολιναρῖται· οι καὶ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸν Σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριανίτας· καὶ οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας τῆς Θεοτόκου κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριδιανοί· Μασσαλιανοὶ, οἷς συνάπτονται Μαρτυριανοὶ, οἱ ἀπὸ τῶν Ἑλλήνων καὶ Εὐφημῖται καὶ Σατιανοί.
doers, Origenists who are also of Adamantius; those of Paul of Samosata, Manichaeans who are also Acuanites, Hieracites, Meletians who are the schism in Egypt, Arians who are also Ariomaniacs, the schism of the Audians, Photinians, Marcellians, Semi-Arians, Pneumatomachi who blaspheme the Holy Spirit of God; Aerians, Aetians who are also Anomoeans, to whom Anomoeus is joined. Dimoerites who do not confess Christ's incarnation to be complete, who are also Apollinarists; those also who say that holy Mary the ever-virgin, after having borne the Saviour, was joined to Joseph, whom we have called Antidicomarianites; and those who offer a small loaf in the name of the same Mary the Theotokos, who are called Collyridians; Massalians, to whom are joined Martyrians, and from the Greeks Euphemites and Satians.
Ἐπανιὼν δὲ αὖθις, καὶ διελὼν ταύτας κατὰ βιβλίον, ὑποδείξω ἐν ταύτῃ τῇ ἀνακεφαλαιώσει, πόσαι τούτων τῶν ὀγδοήκοντα αἱρέσεων ἐν τῷ πρώτῳ βιβλίῳ καὶ καθεξῆς ἐν τῷ δευτέρῳ ἕως τοῦ τρίτου· ἀλλὰ καὶ καθ' ἕκαστον τῶν ἑπτὰ τόμων τῶν ἐν τρισὶ βιβλίοις συντεταγμένων, πόσαι εἰσὶν ἐν ἑαυτῷ χωρισθεῖσαι αἱρέσεις. Καὶ ἔστιν οὕτως· Ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τόμοι τρεῖς, αἱρέσεις τεσσαράκοντα ἕξ, σὺν ταῖς ὀνομασίαις τούτων, φημὶ δὲ Βαρβαρισμὸν, καὶ Σκυθισμὸν, καὶ Ἑλληνισμὸν, καὶ Ἰουδαϊσμὸν, καὶ Σαμαρειτισμόν. Ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις εἴκοσι τρεῖς. Ἐν δὲ τῷ τρίτῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις ἕνδεκα. Ἐν τῷ οὖν πρώτῳ βιβλίῳ, πρώτῳ τόμῳ, αἱρέσεις κʹ, αἵ εἰσιν αἵδε· Βαρβαρισμὸς, Σκυθισμὸς, Ἑλληνισμός, Ἰουδαϊσμός. Ἑλλήνων διαφοραὶ, Πυθαγόρειοι, ἤγουν οἱ Περιπατητικοὶ, Πλατωνικοὶ, Στωϊκοὶ, Ἐπικούρειοι. Σαμαρειτικὴ αἵρεσις ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ. Σαμαρειτῶν ἔθνη τέσσαρα οὕτως· Γοραινοὶ, Σεβουαῖοι, Ἐσσηνοὶ, Δοσίθεοι. Ἰουδαίων αἱρέσεις ζʹ οὕτως· Γραμματεῖς, Φαρισαῖοι, Σαδδουκαῖοι, Ἡμεροβαπτισταὶ, Ὀσσαῖοι, Νασαραῖοι, Ἡρωδιανοί. Ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου ὡσαύτως αἱρέσεις ιγʹ οὕτως· Σιμωνιανοὶ, Μενανδριανοὶ, Σατορνιλιανοὶ, Βασιλιδιανοὶ, Νικολαῖται, Γνωστικοὶ οἱ καὶ Στρατιωτικοὶ, καὶ Φιβιωνῖται οἱ αὐτοὶ, παρὰ δέ τισι Σεκουνδιανοὶ, παρὰ δὲ ἄλλοις Σωκρατῖται, παρὰ δὲ ἑτέροις Ζακχαῖοι καλούμενοι· Καρποκρατιανοὶ, Κηρινθιανοὶ οι καὶ Μηρινθιανοὶ, Ναζαραῖοι, Ἐβιωναῖοι, Οὐαλεντῖνοι, Σεκουνδιανοὶ, οἷς συνάπτονται Ἐπιφάνιος καὶ Ἰσίδωρος· Πτολεμαῖοι. Ἐν δὲ τῷ τρίτῳ τόμῳ τοῦ αὐτοῦ πρώτου βιβλίου αἱρέσεις ιγʹ οὕτως· Μαρκώσιοι, Κολορβάσιοι, Ἡρακλεωνῖται, Ὀφῖται, Καϊανοὶ, Σηθιανοὶ, Ἀρχοντικοὶ, Κερδωνιανοὶ, Μαρκίωνες, Λουκιανισταὶ, Ἀπελληϊανοὶ, Σευηριανοὶ, Τατιανοί· αὕτη ἡ ἀνακεφαλαίωσις τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων. Τοῦ δὲ δευτέρου βιβλίου τόμοι δύο. Καὶ ἐν μὲν τῷ πρώτῳ τοῦ δευτέρου βιβλίου, τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπαρχῆς τοῦ ἀριθμοῦ ἀκολουθίαν, αἱρέσεις ιηʹ οὕτως· Ἐγκρατῖται, κατὰ Φρύγας οἱ καὶ Μοντανισταὶ καὶ Τασκο-
Returning again, and dividing these book by book, I shall set forth in this recapitulation how many of these eighty heresies are in the first book and in order in the second up to the third, and also in each of the seven tomes arranged in three books, how many heresies are distinguished in itself. And it stands thus: In the first book there are three tomes, forty-six heresies, together with their names, I mean Barbarism, Scythism, Hellenism, Judaism, and Samaritism. In the second book there are two tomes, twenty-three heresies. In the third book there are two tomes, eleven heresies. In the first book, then, in the first tome, there are 20 heresies, which are these: Barbarism, Scythism, Hellenism, Judaism. Divisions of Greeks: Pythagoreans, namely the Peripatetics, Platonists, Stoics, Epicureans. The Samaritan heresy which is from Judaism. Four nations of Samaritans thus: Goraenes, Sebuaeans, Essenes, Dositheans. Seven heresies of Jews thus: Scribes, Pharisees, Sadducees, Hemerobaptists, Ossaeans, Nasaraeans, Herodians. And in the second tome of the first book likewise 13 heresies thus: Simonians, Menandrians, Saturnilians, Basilidians, Nicolaitans, Gnostics who are also Stratiotics, and the same Phibionites, called among some Secundians, among others Socratites, and among others Zacchaeans; Carpocratians, Cerinthians who are also Merinthians, Nazaraeans, Ebionaeans, Valentinians, Secundians, to whom are joined Epiphanius and Isidore; Ptolemaeans. And in the third tome of the same first book 13 heresies thus: Marcosians, Colorbasians, Heracleonites, Ophites, Cainites, Sethians, Archontics, Cerdonians, Marcions, Lucianists, Apelleians, Severians, Tatians; this is the recapitulation of the first book of the three tomes. And of the second book there are two tomes. And in the first of the second book, which is fourth in the sequence of the number from the beginning, 18 heresies thus: Encratites, Cataphrygians who are also Montanists and Tasco-
Notes, col. 837

On the reading

Printed οι, for οἱ.

Printed Ἱυρακῖται, for Ἱερακῖται.

Printed Αὐδιανῶν, for Αὐδιανῶν (no breathing printed).

PG 42:840Read from the page
δρουγῖται, Πεπουζιανοὶ καὶ Κυντιλιανοὶ, οἷς συνάπτονται Ἀρτοτυρῖται· Τεσσαρεσκαιδεκατῖται οἱ τὸ Πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες· Ἄλογοι οἱ τὸ Εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι· Ἀδαμιανοὶ, Σαμψαῖοι, Κερχεσαῖοι, Θεοδοτιανοὶ, Μελχισεδεκιανοὶ, Βαρδησιανισταὶ, Νοητιανοὶ, Οὐαλήσιοι, Καθαροὶ, Ἀγγελικοὶ, Ἀποστολικοὶ οἱ καὶ Ἀποτακτῖται, Σαβελλιανοὶ, Ὠριγένειοι αἰσχροποιοὶ, Ὠριγένειοι οἱ τοῦ Ἀδάμαντος. Ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου, πέμπτῳ δὲ ὄντι κατὰ τὸν ἀριθμὸν τὸν προειρημένον, αἱρέσεις εʹ οὕτως· Παύλου τοῦ Σαμοσατέως, Μανιχαῖοι οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται, Μελετιανοὶ οἱ ἐν τῇ Αἰγύπτῳ πεποιηκότες τὸ σχίσμα, Ἀρειανοί. Αὕτη ἡ τοῦ δευτέρου βιβλίου τῶν τόμων ἀνακεφαλαίωσις. Ὁμοίως καὶ ἐν τῷ τρίτῳ βιβλίῳ εἰσὶ τόμοι δύο· ἐν τῷ μὲν πρώτῳ τόμῳ τοῦ τρίτου βιβλίου, ἕκτῳ δὲ ὄντι κατὰ τὸν ἀριθμὸν, ὃν προείπομεν, αἱρέσεις ζʹ, οὕτως· Αὐδιανοὶ, Φωτιανοὶ, Μαρκελλιανοὶ, Ἡμιάρειοι, Πνευματομάχοι οἱ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον βλασφημοῦντες, Ἀεριανοὶ, Ἀέτιοι οἱ καὶ Ἀνόμοιοι. Ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ τρίτου βιβλίου, ἑβδόμῳ δὲ ὄντι καθ' ἣν εἴπομεν διαίρεσιν, αἱρέσεις τέσσαρες οὕτως· Διμοιραῖοι οἱ μὴ τελείαν τὴν τοῦ Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες, οἱ καὶ Ἀπολιναρῖται· οἱ καὶ ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν Σωτῆρα γεγεννηκέναι, τῷ Ἰωσὴφ συνῆφθαι, οὓς ἐκαλέσαμεν Ἀντιδικομαριανίτας· καὶ οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδας προσφέροντες, οἵτινες καλοῦνται Καλλυριδιανοί· Μασσαλιανοί· καὶ ἡ περὶ τῆς ὀρθῆς πίστεως καὶ ἀληθείας ἀπολογία μετ' ἐπιτομῆς, ἥτις ἐστὶν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
drougites, Pepuzians and Quintillians, to whom are joined Artotyrites; Quartodecimans who keep the Passover on one day of the year; Alogi who do not receive the Gospel and the Apocalypse of John; Adamians, Sampsaeans, Cerchesaeans, Theodotians, Melchisedecians, Bardesianists, Noetians, Valesians, Cathars, Angelics, Apostolics who are also Apotactites, Sabellians, shameful-doer Origenists, Origenists who are of Adamantius. And in the second tome of the same second book, which is fifth according to the aforesaid number, 5 heresies thus: those of Paul of Samosata, Manichaeans who are also Acuanites, Hieracites, Meletians who made the schism in Egypt, Arians. This is the recapitulation of the tomes of the second book. Likewise also in the third book there are two tomes: in the first tome of the third book, which is sixth according to the number we stated beforehand, 7 heresies, thus: Audians, Photians, Marcellians, Semi-Arians, Pneumatomachi who blaspheme the Holy Spirit of God, Aerians, Aetians who are also Anomoeans. And in the second tome of the same third book, which is seventh according to the division we stated, four heresies thus: Dimoeraeans who do not confess the incarnation of Christ to be complete, who are also Apollinarites; those also who say that holy Mary the ever-virgin, after having borne the Saviour, was joined to Joseph, whom we called Antidicomarianites; and those who offer small loaves in the name of the same Mary, who are called Collyridians; Massalians; and the concise defence concerning the right faith and truth, which is the holy catholic and apostolic Church.
Αὕτη ἡ ἀνακεφαλαίωσις καὶ ἐπιγραφὴ τῆς πάσης κατὰ τῶν ὀγδοήκοντα αἱρέσεων πραγματείας, καὶ μιᾶς τῆς ὑπὲρ ἀληθείας ἀπολογίας, τουτέστι τῆς μόνης καθολικῆς Ἐκκλησίας, ἐν τρισὶ μὲν βιβλίοις ὑποκειμένη συντεταγμένως, ἑπτὰ δὲ τόμοις διαιρεθεῖσα. Ποιησόμεθα δὲ πάλιν ἀνακεφαλαίωσιν ἑτέραν τοῦ πρώτου τόμου τοῦ πρώτου βιβλίου τοῦ κατὰ τῶν εἴκοσιν αἱρέσεων διαλαμβάνοντος. Πρῶτον μὲν γὰρ αἱ τῶν αἱρέσεων πασῶν μητέρες καὶ πρωτότυποι ὀνομασίαι ἐξ ὧν ἄλλαι ἔφυσαν, αὗταί εἰσι·
This is the recapitulation and title of the whole treatise against the eighty heresies, and of the one defence on behalf of truth, that is, of the sole catholic Church, set out systematically in three books and divided into seven tomes. And we shall make in turn another recapitulation of the first tome of the first book, which treats of the twenty heresies. For first, the mothers and original names of all the heresies, out of which others sprang, are these:
Βαρβαρισμὸς, ἥτις καθ' ἑαυτὴν ἔστι διαρκέσασα ἀφ' ἡμερῶν τοῦ Ἀδὰμ, ἐπὶ δέκα γενεαῖς ἢ τοῦ Νῶε. Βαρβαρισμὸς δὲ κέκληται ἀπὸ τοῦ μὴ τοὺς τότε ἀνθρώπους ἀρχηγόν τινα ἔχειν ἢ μίαν συμφωνίαν· ἀλλ' ὅτι πᾶς τις ἑαυτῷ ἐστοίχει, καὶ νόμος ἑαυτῷ κατὰ τὴν προτίμησιν τοῦ ἰδίου βουλήματος ἐγίνετο.
Barbarism, which endured by itself from the days of Adam for ten generations, or that of Noah. And it has been called Barbarism because the men of that time had neither any leader nor one concord, but everyone followed his own course and became a law to himself according to the preference of his own will.
Σκυθισμὸς ἀπὸ τῶν ἡμερῶν Νῶε, καὶ μετέπειτα ἄχρι τῆς τοῦ πύργου οἰκοδομῆς καὶ Βαβυλῶνος, καὶ μετὰ τὸν τοῦ πύργου χρόνον ἐπὶ ὀλίγοις ἔτεσι, τουτέστιν ἕως Φαλὲκ καὶ Ῥαγάβ, οἵτινες ἐπὶ
Scythism, from the days of Noah and afterwards until the building of the tower and of Babylon, and after the time of the tower for a few years, that is, until Peleg and Reu, who towards
Notes, col. 840

On the reading

Printed Καλλυριδιανοί, for Κολλυριδιανοί.

PG 42:841Read from the page
τὸ τῆς Εὐρώπης κλίμα ἀνανευκότες, τῷ τῆς Σκυθίας μέρει καὶ τοῖς αὐτῶν ἔθνεσι προσεκλίθησαν, ἀπὸ τῆς τοῦ Θάρῥα ἡλικίας καὶ ἐπέκεινα, ἐξ οὗπερ οἱ Θρᾷκες γεγόνασιν.
having inclined the region of Europe, leaned towards the part of Scythia and its nations, from the age of Terah and onwards, from whom the Thracians arose.
Ἑλληνισμὸς πρὸ ἓξ χρόνων τοῦ Σεροὺχ ἀρξάμενος, διὰ τὸ τῆς εἰδωλολατρείας, καὶ ὡς ἐστοίχουν τὸ τηνικαῦτα ἕκαστος κατά τινα δεισιδαιμονίαν ἐπὶ τὸ μᾶλλον πολιτικώτερον, καὶ ἐπὶ ἔθη καὶ θεσμοὺς εἰδώλων, μέντοι γε ἐναρξάμενα τάττεσθαι τὰ τῶν ἀνθρώπων γένη, οἷς τότε στοιχήσαντες ἐθεοποιοῦντο, διὰ μὲν χρωμάτων διαγράφοντες τὴν ἀρχὴν, καὶ ἀπεικονίζοντες τοὺς πάλαι παρ' αὐτοῖς τετιμημένους, ἢ τυράννους ἢ γόητας, τὶ δράσαντας ἐν τῷ βίῳ μνήμης ἄξιον, δι' ἀλκῆς τε ἢ σωμάτων εὐρωστίας. Ἔπειτα δὲ ἀπὸ τῶν χρόνων τοῦ Θάρῥα πατρὸς Ἀβραὰμ καὶ δι' ἀγαλμάτων αὐτῶν τὴν πλάνην εἰδωλολατρείας εἰσηγησάμενοι, τοὺς ἑαυτῶν προπάτορας δι' ἀπεικονισμῶν τετιμηκότες, καὶ πρὸ αὐτῶν τετελευτηκότας τεχνησάμενοι ἐκ κεραμεικῆς ἐπιστήμης τὸ πρῶτον, ἔπειτα δι' ἑκάστης τέχνης μιμησάμενοι, οἰκοδόμοι μὲν λίθον ξύσαντες, ἀργυροκόποι δὲ καὶ χρυσοχόοι διὰ τῆς ἰδίας ὕλης τεκτηνάμενοι, οὕτω καὶ τέκτονες καὶ οἱ καθεξῆς. Αἰγύπτιοι δὲ καὶ Βαβυλώνιοι, ὁμοῦ καὶ Φρύγες καὶ Φοίνικες ταύτης τῆς θρησκείας πρῶτοι εἰσηγηταὶ γεγόνασιν, ἀγαλματοποιΐας τε καὶ μυντηρίων, ἀφ' ὧν τὰ πλεῖστα εἰς Ἕλληνας μετηνέχθη, ἀπὸ τῆς Κέκροπος ἡλικίας τε καὶ χρόνων καὶ καθεξῆς. Μετέπειτα δὲ καὶ ὑστέρῳ πολὺ τοὺς περὶ Κρόνον καὶ Ῥέαν, Δία τε καὶ Ἀπόλλωνα καὶ τοὺς καθεξῆς θεοὺς ἀναγορεύσαντες.
Hellenism, having begun six periods before Serug through idolatry, and as each at that time followed a certain superstition towards a more civil way of life and towards idolatrous customs and ordinances, the races of men having indeed begun to be organized, in conformity with which they then fashioned gods for themselves—at first delineating with colours and portraying those honoured of old among them, whether tyrants or sorcerers, who had accomplished something in life worthy of remembrance through prowess or bodily vigour. Afterwards, from the times of Terah the father of Abraham, they also introduced the error of idolatry through statues of them, honouring their own forefathers with effigies and fashioning those who had died before them—at first by the potter's craft, and then imitating them through every art: masons carving stone, silversmiths and goldsmiths wrought in their own material, and likewise carpenters and the rest in turn. Egyptians and Babylonians, together with Phrygians and Phoenicians, became the first institutors of this worship, both of statue-making and of mysteries, from whom most of these things were transferred to the Greeks from the age and times of Cecrops and onwards; and afterwards, much later, they proclaimed Cronus and Rhea, Zeus and Apollo, and the subsequent gods.
Ἕλληνες κέκληνται ἀπὸ Ἕλληνος ἀνδρός τινος τῶν ἐν τῇ Ἑλλάδι κατῳκηκότων, καὶ τὴν προσωνυμίαν τῇ χώρᾳ παρελομένου· ὡς δὲ ἕτεροί φασιν, ἀπὸ τῆς ἐλαίας τῆς ἐν Ἀθήναις βλαστησάσης. Ἴωνες δὲ τούτων ἀρχηγοὶ γεγένηνται, ὡς ἔχει ἡ ἀκρίβεια ἀπὸ τοῦ Ἴωνος υἱοῦ ἀνδρὸς ἑνὸς τῶν τὸν πύργον οἰκοδομησάντων· δι' ἣν αἰτίαν καὶ Μέροπες κέκληνται διὰ τὴν μεμερισμένην φωνήν. Ὕστερον δὲ ὁ Ἑλληνισμὸς εἰς αἱρέσεις κατεστάθη κατωτέρω τῶν χρόνων, φημὶ δὲ Πυθαγορείων καὶ Στωϊκῶν καὶ Πλατωνικῶν καὶ Ἐπικουρείων καὶ λοιπῶν· θεοσεβείας δὲ ὁ χαρακτὴρ ὑπῆρχεν ἅμα, ὁ κατὰ φύσιν νόμος πολιτευόμενος, ἀπὸ τούτων τῶν ἐθνῶν ἑαυτὸν ἀφορίζων ἀπὸ τῆς κόσμου καταβολῆς, καὶ δεῦρο μέσος τυγχάνων Βαρβαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ ἕως ὅτου συνήφθη τῇ τοῦ Ἀβραὰμ θεοσεβείᾳ. Καὶ μετέπειτα Ἰουδαϊσμὸς ἀπὸ τῶν χρόνων Ἀβραὰμ τὸν χαρακτῆρα εἰληφὼς, καὶ ἐν Μωϋσῇ, ἑβδόμῳ ἀπὸ Ἀβραὰμ, διὰ τοῦ δοθέντος νόμου ὑπὸ Θεοῦ πλατυνθείς· ἀπὸ δὲ τοῦ Ἰούδα, τετάρτου υἱοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ, διὰ Δαβὶδ τοῦ πρώτου βασιλεύσαντος ἀπὸ τῆς τοῦ αὐτοῦ Ἰούδα
The Greeks have been called Hellenes from Hellen, a certain man among those who dwelt in Hellas and who appropriated the name for the country; or, as others say, from the olive tree that sprouted in Athens. And the Ionians became the founders of these, as accurate history holds, from Ion, the son of one of the men who built the tower—for which cause they have also been called Meropes, on account of their divided speech. Later, lower down in time, Hellenism was divided into sects—I mean those of the Pythagoreans, Stoics, Platonists, Epicureans, and the rest; yet at the same time there existed the character of godliness, the law according to nature governing life, separating itself from these nations from the foundation of the world even until now, standing in the midst of Barbarism, Scythism, and Hellenism until it was joined to the godliness of Abraham. And afterwards Judaism, having received its character from the times of Abraham and having been broadened in Moses, seventh from Abraham, through the law given by God, and from Judah, fourth son of Jacob who is also Israel, through David who first reigned from the same Judah's
Notes, col. 841

On the reading

Printed μυντηρίων, for μυστηρίων.

PG 42:844Read from the page
φυλῆς τὸ τέλος κεκληρωμένος. Ἑλλήνων δὲ διαφοραὶ αἶδε·
tribe having had the consummation allotted to it. And the divisions of the Greeks are these:
Πυθαγόρειοι, ἢ Περιπατητικοὶ, την μονάδα καὶ τὴν πρόνοιαν, καὶ τὸ κωλύειν θύεσθαι θεοῖς δογματίζοντες, ἐμψύχων μὴ μεταλαμβάνειν, ἀπὸ οἴνου δὲ ἐγκρατεύεσθαι· διώριζον δὲ ἅμα ἀπὸ σελήνης καὶ ἄνω ἀθάνατα λέγοντες, τὰ δὲ ὑποκάτω θνητά· μεταγγισμοὺς δὲ ψυχῶν ἀπὸ σωμάτων εἰς σώματα ἄχρι ζώων καὶ κνωδάλων. Σιωπῶν δὲ ὁ τούτων διδάσκαλος Πυθαγόρας ἑαυτὸν θεὸν ὠνόμασε.
Pythagoreans, or Peripatetics, teaching the monad and providence and forbidding sacrifice to the gods, not partaking of animate things and abstaining from wine; they also made a distinction, saying that things from the moon and upwards are immortal and those beneath mortal, and teaching transmigrations of souls from bodies into bodies down to animals and brute beasts. And keeping silence, their teacher Pythagoras named himself a god.
Πλατωνικοὶ δὲ Θεὸν καὶ ὕλην καὶ εἶδος καὶ τὸν κόσμον γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν δὲ ψυχὴν ἀγέννητον καὶ ἀθάνατον καὶ θείαν· εἶναι δὲ αὐτῆς τρία μέρη, λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικόν. Τὰς δὲ γυναῖκας κοινὰς τοῖς πᾶσι γίνεσθαι, καὶ μηδένα μίαν ἔχειν γαμετην ἰδίαν, ἀλλ' αὐτοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι. Μεταγγισμὸν δὲ ὡσαύτως ψυχῶν εἰς σωμάτων διαφορὰς ἄχρι κνωδάλων. Ὁμοίως δὲ και θεοὺς ἐκ τοῦ ἑνὸς πολλοὺς και αὐτοὶ ἐδογμάτισαν.
Platonists held that God and matter and form exist, and that the world is generated and perishable, whereas the soul is unbegotten, immortal, and divine, and has three parts: rational, spirited, and appetitive; and that wives be common to all and no one have one wife of his own, but that those who wish consort with such women as wish. They likewise taught the transmigration of souls into various kinds of bodies down to brute beasts, and likewise they too taught that many gods come from the One.
Στωϊκοὶ, σῶμα τὸ πᾶν δογματίζοντες, καὶ τὸν αισθητὸν τοῦτον κόσμον Θεὸν νομίζοντες· τινὲς ἐκ τῆς τοῦ πυρὸς οὐσίας την φύσιν αὐτῶν ὁρίζουσι. Καὶ τὸν μὲν Θεὸν νοῦν δογματίζουσι, καὶ ὡς ψυχὴν παντὸς τοῦ ὄντος κύτους οὐρανοῦ καὶ γῆς, σῶμα δὲ αὐτοῦ τὸ πᾶν, ὡς ἔφην, καὶ ὀφθαλμοὺς τοὺς φωστῆρας. Τὴν δὲ σάρκα πάντων ἀπόλλυσθαι, καὶ τὴν ψυχὴν πάντων μεταγγίζεσθαι ἀπὸ σώματος εἰς σῶμα.
Stoics, teaching that the All is body and deeming this perceptible world God—some define their nature from the substance of fire. And they teach that God is mind, and as it were the soul of the whole existing vault of heaven and earth, while His body is the All, as I said, and the luminaries His eyes; and that the flesh of all perishes, and the soul of all is transfused from body into body.
Ἐπικούρειοι ἄτομα καὶ ἀμερῆ σώματα καὶ ὁμοιομερῆ τε καὶ ἄπειρα τὴν ἀρχὴν εἶναι τῶν πάντων ὑπεστήσαντο· καὶ τέλος εὐδαίμονα τὴν ἡδονὴν ἐδογμάτισαν, καὶ μήτε Θεὸν μήτε πρόνοιαν τὰ πάντα διοικεῖν.
Epicureans supposed atoms and indivisible, homoeomerous, and infinite bodies to be the first principle of all things; and they taught pleasure to be the blessed end, and that neither God nor providence governs all things.
Σαμαρειτισμὸς, καὶ οἱ ἀπ' αὐτοῦ Σαμαρεῖται. Ὅς ἐστιν ἀπὸ Ἰουδαϊσμοῦ, πρὸ μὲν τοῦ καταστῆναι αἱρέσεις εἰς Ἕλληνας, καὶ πρὸ τοῦ συστῆναι αὐτῶν τὰ δόγματα, μετὰ δὲ τοῦ εἶναι Ἑλλήνων τὴν θρησκείαν, καὶ μέρος τοῦ Ἰουδαϊσμοῦ τὴν πρόφασιν εἰληφὼς ἀπὸ τῶν χρόνων Ναβουχοδονόσορ καὶ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας. Μέτοικοι δὲ ὄντες ἀπὸ Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν, καὶ λαβόντες τὴν Πεντάτευχον μόνην Μωϋσέως, τοῦ βασιλέως αὐτοῖς ἀποστείλαντος ἀπὸ Βαβυλῶνος, διὰ ἱερέως Ἔσδρα καλουμένου. Τὰ πάντα ἔχοντες ἴσα Ἰουδαίων, πλὴν τοῦ βδελύττεσθαι τὰ ἔθνη, καὶ μήτε προσψαύειν τινῶν, καὶ πλὴν τοῦ ἀρνεῖσθαι νεκρῶν ἀνάστασιν, καὶ τὰς
Samaritism, and the Samaritans from it: which is from Judaism, prior indeed to the establishment of sects among the Greeks and prior to the formation of their doctrines, yet after the existence of the Greeks' religion, and having taken its occasion as a part of Judaism from the times of Nebuchadnezzar and the captivity of the Jews. Being settlers from the Assyrians into Judaea, they received the Pentateuch alone of Moses, when the king sent it to them from Babylon through a priest called Ezra; holding all things equal to the Jews, except that they abhor the Gentiles and do not even touch anyone, and except that they deny the resurrection of the dead and the
Notes, col. 844

On the reading

Printed αἶδε, for αἵδε.

Printed την, for τὴν.

Printed γαμετην, for γαμετὴν.

Printed και, for καὶ.

Printed αισθητὸν, for αἰσθητὸν.