Migne Reading Room

PG 42 · cols. 773–784 · Read from the page

Expositio Fidei Catholicae et Apostolicae Ecclesiae (De Fide)

Expositio Fidei Catholicae et Apostolicae Ecclesiae (De Fide)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:773Read from the page
κομισάμενος μετὰ τοῦ στεφάνου ἐν ἀγαλλιάσει διατελοίη· οὐ τοῦ στεφάνου ὑστάτου ὄντος, ἀλλὰ προκειμένου μὲν τῆς πάλης, ὕστερον δὲ διδομένου εἰς χαρὰν καὶ εἰς ἀγαλλίασιν τῷ κεκμηκότι. Ταῦτα δὲ περὶ τούτων εἰρηκότες, ἐπὶ τοὺς προειρημένους παρέλθωμεν λόγους, δεῖξαι πῶς ὀγδοήκοντα μέν εἰσι παλλακαὶ, ξʹ δὲ βασίλισσαι, πῶς μία ἡ παρθένος, καὶ ἁγνὴ, καὶ νύμφη ὁμοῦ, καὶ περιστερὰ, καὶ ἀμνὰς, πόλις δὲ ἁγία Θεοῦ, καὶ πίστις, καὶ ἑδραίωμα τῆς ἀληθείας, καὶ πέτρα στερεά· ἐφ' ἧς πύλαι ᾅδου οὐκ ἀντισχύσουσιν. Ὁμοῦ γὰρ ἐν πᾶσι Θεὸν ἐπικαλούμενοι, καὶ ἐπικαλεσάμενοι, ἐτύχομεν τῆς ἐπαγγελίας πληρῶσαι τὴν ὑπόσχεσιν, τὴν κατὰ αἱρέσεων πασῶν, φημί· ἥτινι ἐπαγγελίᾳ καὶ ἄχρι τῆς τῶν Μασσαλιανῶν ἐφθάσαμεν αἱρέσεως. Καὶ αὐτὴν δὲ καταπεπατηκότες τῷ ὑποδήματι τοῦ Εὐαγγελίου, ὥσπερ χαμαιλέοντα πολύπουν· ἀειδῆ, ἄμορφον, δυσοδμίαν πνέουσαν, ἐν πᾶσι Θεῷ εὐχαριστήσωμεν, Πατέρα ἐν Υἱῷ, Υἱὸν ἐν Πατρὶ, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
having received it, he may abide with the crown in exultation—not that the crown is last, but is set before the wrestling-match, and afterwards given for joy and for exultation to him who has laboured. Having said these things concerning them, let us pass on to the aforesaid discourses, to show how eighty are concubines, and 60 queens, and how one is the virgin, and chaste, and at once bride, and dove, and ewe-lamb, and holy city of God, and faith, and bulwark of the truth, and firm rock, against which the gates of Hades shall not prevail. For together in all things invoking God, and having invoked Him, we obtained our promised undertaking to fulfil our pledge—that against all heresies, I mean; in which promise we have reached even as far as the heresy of the Massalians. And having trampled that heresy too under foot with the sandal of the Gospel, like a many-footed chameleon—unsightly, shapeless, breathing an ill stench—in all things let us give thanks to God, Father in Son, Son in Father, with the Holy Spirit, unto the ages of the ages. Amen.
Αʹ. Τὰ μὲν πολυειδῆ καὶ πολύτροπα καὶ πολυσχεδῆ τῶν σκολιῶν βουλευμάτων τῶν ἐναντίων διαλαβόντες προπετῆ διδάγματα, καὶ πρὸς εἶδος καὶ γένος διελόντες, φροῦδα καὶ ἕωλα δυνάμει Θεοῦ διηλέγξαμεν, τόν τε ἄπειρον τὸν ἀπὸ ἑκάστης αἱρέσεως βλασφημιῶν καὶ αἰσχρολογιῶν καὶ ἀηδεστάτων αὐτῶν μυστηρίων κλύδωνα διανηξάμενοι, μάλα μόλις τῶν ζητημάτων πάντη ἐπιλυσάμενοι, καὶ τὴν τούτων μοχθηρίαν ὑπερβεβηκότες, τοῖς τῆς ἀληθείας γαληνίοις ἐπλησιάσαμεν χωρίοις, πάντα μὲν τόπον δυσθάλαττον διαπεράσαντες, καὶ πᾶσαν ζάλην καὶ ἀφρισμὸν καὶ κυμάτων κύρτωσιν ὑπομεμενηκότες, σάλον δὲ, ὡς εἰπεῖν, καὶ ἴλιγγας, βράχη τε οὐ τὰ τυχόντα καὶ θηριοβόλους τόπους θεασάμενοι, ἐν πείρᾳ τε τούτων διὰ τῶν λόγων γεγενημένοι, τὸν τῆς εἰρή-
1. Having treated the many-formed, many-fashioned, and manifoldly branching rash doctrines of the crooked counsels of our adversaries, and having divided them according to species and genus, we have by the power of God convicted them as vain and stale; and having swum through the boundless surge of blasphemies and filthy utterances and their most loathsome mysteries arising from each heresy, having with great difficulty resolved the questions on every side, and surmounted their wickedness, we have drawn near to the calm regions of the truth; having traversed every rough-sea passage, and endured every tempest and foaming and arching of billows, and having beheld tossing, so to speak, and whirlpools, no ordinary shoals, and beast-haunted places, and having come to experience them through our discourses, towards the
PG 42:776Read from the page
νης λιμένα νυνὶ θεώμενοι, εἰς ὃν κατᾶραι σπεύδοντες, δι' εὐχῆς πάλιν τὸν Κύριον ἀξιοῦμεν. Ἤδη μὲν παντὸς φόβου καὶ θορύβου καὶ ναυτιάσεως ὑπολωφῶντες, ἕξει δὲ καλλίστῃ (τὰς) πρὸ τῆς στερεᾶς ἄβρας ἐμπνεόμενοι καὶ ἀσφαλείας καὶ τοῦ τε εὐδίου λιμένος, ἐνισχυόμενοι τῷ πνεύματι ἤδη γεγήθαμεν. Πολλὰ μὲν (εἰ δεῖ τ' ἀληθῆ λέγειν) μοχθηρὰ ἐπὶ τούτοις, καὶ ὕβρεις οὐ τὰς τυχούσας ὑποστάντες, καὶ γῆν καὶ θάλατταν, ὡς εἰπεῖν, πεζεύσαντές τε καὶ ποντοπορήσαντες, τῆς μὲν γῆς τὰ τραχῆ, καὶ τῆς ἐρήμου τὰς δυσχωρίας, καὶ τῶν προειρημένων πελαγῶν τοὺς κινδύνους, ὁμοῦ τε πόλιν ὁρῶντες, ἐπ' αὐτὴν σπεύσωμεν, τὴν ἁγίαν Ἱερουσαλὴμ, καὶ τὴν παρθένον Χριστοῦ, καὶ νύμφην, ἀσφαλῆ τε βάσιν καὶ πέτραν, σεμνήν τε μητέρα ἡμῶν, Χριστοῦ νύμφην. Εὐκαιρότατα καὶ αὐτοὶ λέγοντες· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ τὰ ἑξῆς.
harbour of peace, now beholding it, and hastening to put in to it, we again entreat the Lord through prayer. Finding relief already from all fear and tumult and seasickness, and in the noblest state inspired with (the) breezes before the firm land and with security and the calm haven, being strengthened in spirit we already rejoice. Having indeed (if one must speak the truth) undergone many hardships besides these, and no ordinary insults, and having travelled, so to speak, both land and sea on foot and by ship—the rough places of the land, the hindrances of the wilderness, and the perils of the aforesaid seas—and at the same time seeing the city, let us hasten to her, the holy Jerusalem, and the virgin of Christ, and bride, our sure foundation and rock, and our revered mother, the bride of Christ; most seasonably saying ourselves also: Come, let us go up to the mountain of the Lord and to the house of the God of Jacob, and He will declare to us His way, and what follows.
Βʹ. Ἄγε τοίνυν, οἱ Χριστοῦ παῖδες, υἱοὶ τῆς ἁγίας Θεοῦ Ἐκκλησίας, οἱ τόδε τὸ σύνταγμα τῶν ὀγδοήκοντα αἱρέσεων ἡμέρως αὐτὸ διερχόμενοι, καὶ σὺν ἐμοὶ τὸν τοιοῦτον ὄγκον τῶν προειρημένων μοχθηρων διδασκαλιῶν διανηξάμενοι, διαπεζεύσαντές τε τὴν τοσαύτην ἔρημον, φοβεράν τε καὶ ἐν δίψει κατατεταγμενην, ἐπικαλεσώμεθα τὸν τῶν ὅλων Κύριον. Πάλαι μὲν ἐν ἐπιθυμίᾳ τούτου ὄντες, καὶ καθέκαστον τόπον τῶν αἱρέσεων τούτων, ὥσπερ ἐν Μερῥᾷ τόπῳ, καὶ ἐν δίψει τῆς φοβερᾶς ἀβάτου ἐρήμου, ἀεὶ συναντῶντες τοῖς σκολιοῖς αὐτῶν λόγοις. Ἐπιφωνήσωμεν καὶ αὐτοί· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Καὶ πάλιν· Πότε ἔλθω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Διὰ τοῦτο τάχιον καὶ αὐτοὶ ἐπικαλεσώμεθα, οὐχ ὡς ἐκεῖνος ἐκάλει τὴν νύμφην, νυμφίος αὐτῆς τυγχάνων, καὶ Κύριος, καὶ Δεσπότης, καὶ βασιλεὺς, καὶ Θεὸς, καὶ ὑπέρμαχος· ἀλλ' ὡς δοῦλοι αὐτοῦ ἡμεῖς ἐπικαλεσώμεθα, συνῳδὰ τῷ αὐτῷ καὶ αὐτοὶ λέγοντες· Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, ὅτι ὅλη καλὴ εἶ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Ὁ παράδεισος τοῦ μεγάλου τεχνίτου, ἡ πόλις τοῦ ἁγίου βασιλέως, ἡ νύμφη τοῦ ἀσπίλου Χριστοῦ, ἡ παρθένος ἡ ἁγνὴ, μόνῳ ἑνὶ ἀνδρὶ ἐν πίστει μεμνηστευμένη, ἡ διαφανὴς καὶ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ὡς ἥλιος ἐκλεκτὴ, θάμβος ὡς τεταγμένη, ἡ μακαριζομένη ἀπὸ τῶν βασιλίδων, καὶ ἐξυμνουμένη ὑπὸ τῶν παλλακίδων, ἡ ὑπὸ τῶν θυγατέρων ἐπαινουμένη, καὶ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη, καὶ λελευκανθισμένη, καὶ ἐπὶ τὸν ἀδελφιδοῦν αὐτῆς ἐπιστηριζομένη, ἡ μύρων πνέουσα, ἡ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ κονιορτῶν μυρεψοῦ, τοῦ δεδωκότος ἑαυτοῦ τὴν εὐοδμίαν. Ὃν προορῶσα ἔλεγε· Μύρον ἐκκενωθὲν
2. Come then, O children of Christ, sons of the holy Church of God, who pass gently through this treatise of the eighty heresies, and who with me have swum through such a vast mass of the aforesaid wicked teachings, and traversed on foot so great a wilderness, fearful and afflicted with thirst, let us call upon the Lord of all. For long ago we were in desire of this, at each place of these heresies—as though at the place of Marah, and in the thirst of the fearful, trackless wilderness—ever encountering their crooked discourses. Let us also exclaim: As the hart longs for the springs of waters, so my soul longs for Thee, O God. And again: When shall I come and appear before the face of God? Wherefore let us too the more speedily call out—not as He called the Bride, being her Bridegroom, and Lord, and Master, and King, and God, and Defender; but as His servants let us call out, saying ourselves also in harmony with Him: Come hither from Lebanon, O bride, for you are altogether fair, and there is no blemish in you. The paradise of the great Craftsman, the city of the holy King, the bride of the spotless Christ, the chaste virgin, betrothed in faith to one husband alone, radiant and peering forth like the dawn, fair as the moon, choice as the sun, awe-inspiring as an arrayed host; she who is called blessed by the queens, and celebrated in hymns by the concubines, she who is praised by the daughters, and coming up from the wilderness, made white, and leaning upon her brother's son; she who breathes forth unguents, coming up from the wilderness like pillars of smoke perfumed with myrrh and frankincense from the powders of the perfumer, Who has given His own fragrance; foreseeing Whom, she said: Ointment poured out
Notes, col. 776

On the reading

Printed μοχθηρων, for μοχθηρῶν.

Printed κατατεταγμενην, for κατατεταγμένην.

PG 42:777Read from the page
ὄνομά σοι, διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Ἡ ἑστηκυῖα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐνδεδυμένη κροσσωτὰ, διαχρύσοις πεποικιλμένη, ἡ μηδὲν σκοτεινὸν ἔχουσα. Ποτὲ δὲ μεμελανωμένη, νυνὶ δὲ καλὴ καὶ λελευκανθισμένη· ἵνα ἐν σοὶ γενόμενοι λωφήσωμεν τῶν προδιελθόντων ἡμᾶς στυγερῶν τῶν αἱρέσεων πραγμάτων, καὶ ἡσυχάσωμεν ἀπὸ σάλων τῆς τιῶν αὐτῶν τρικυμίας, καὶ ἀναψύξωμεν ἐν σοὶ, ἁγία μήτηρ ἡμῶν Ἐκκλησία, καὶ ἐν τῇ ἁγίᾳ ἐν σοὶ διδασκαλίᾳ, καὶ ἁγίᾳ καὶ μόνῃ πίστει Θεοῦ ἐν ἀληθείᾳ. Ἀλλὰ ἄρξομαι περὶ ταύτης τῆς ἁγίας πόλεως Θεοῦ τὰ θαυμαστὰ διηγεῖσθαι· τὰ γὰρ δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ὥς φησιν ὁ Προφήτης· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Ἀνθρώποις μὲν πᾶσιν ἀνέφικτα, ἀπίστοις δὲ ἀλλότρια, πιστοῖς δὲ ἀνθρώποις καὶ ἀληθινοῖς ἐν μέρει, ἐν ὑποσχέσει δὲ τελειώσεως (ὡς) παρὰ τοῦ αὐτῶν Δεσπότου παρασχεθησόμενα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅπου αὐτὴ ἡ ἁγία παρθένος καὶ κληρονόμος σὺν τῷ ἰδίῳ Νυμφίῳ ἐν οὐρανῷ ἔσχε τὸν κλῆρον καὶ τὴν κληρονομίαν.
is your name, therefore the maidens have loved you. She who stands at the right hand of the King, clothed in fringed garments, embroidered with gold, having nothing dark. Once darkened, but now fair and made white; so that coming to be in you we may find respite from the hateful matters of the heresies that went through us before, and rest from the tossings of their triple surge, and be refreshed in you, O Church our holy mother, and in the holy teaching in you, and the holy and sole faith of God in truth. But I shall begin to recount the wondrous things concerning this holy city of God; for glorious things were spoken concerning her, as the Prophet says: Glorious things were spoken concerning you, O city of God—unattainable indeed to all men, and alien to unbelievers, but to faithful and true men given in part, and in promise of perfection (as) to be granted by their Master in the kingdom of the heavens, where this holy virgin and heiress with her own Bridegroom in heaven has obtained the lot and the inheritance.
Γʹ. Καὶ πρῶτον μὲν, ὅτι ὁ Θεὸς ὁ ἐπὶ πάντων ἡμῖν Θεὸς ὑπάρχει τοῖς ἐκ τῆς ἁγίας ταύτης Ἐκκλησίας γεννηθεῖσιν. Ἀπόδειξις γὰρ αὕτη πρώτη περὶ ἀλήθειαν, καὶ ἑδραίωμα πίστεως τῆς μόνης ταύτης παρθένου καὶ ἁγίας περιστερᾶς καὶ ἀκάκου, περὶ ἧς ὁ Κύριος ἐν Πνεύματι τῷ Σαλομῶντι ἀπεκάλυπτεν ἐν Ἄσματι τῶν ᾀσμάτων, καὶ ἔλεγεν· Ἐξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου. Μετὰ προσθήκης τὸ, μοῦ, καὶ, μοῦ. Αὐτοῦ γὰρ περιστερὰ, καὶ αὐτοῦ τελεία, ὡς τῶν ἄλλων λεγομένων καὶ μὴ οὐσῶν, αὐτῆς δὲ διττῆς ὀνομαζομένης. Ἐπὶ γὰρ ταῖς ἄλλαις οὐκ εἶπεν· Ὀγδοήκοντά εἰσι παλλακαί μου· ἀλλὰ ταῖς μὲν βασιλίσσαις διὰ τῆς ἐνδόξου ὀνομασίας τὴν συνάφειαν τῆς τιμῆς ἀπένειμεν· ἐπὶ δὲ ταῖς παλλακαῖς τὸ ἀλλότριον τέλεον ἀπεφήνατο. Ὧν τοὺς ἀριθμοὺς εἰς ὄνομα λαμβάνοντες, κατὰ τὴν ἀναγωγὴν τῆς θεωρίας ἐπεργάσασθαι ἐν τῷ τόπῳ ἀναγκαζόμεθα, διὰ τὸ μὴ ὑπερβαίνειν, ὅτι ψυχρολογοῦντες, ἀλλ' ἐν ἀληθείᾳ λόγους διὰ τῶν ἀληθινῶν Γραφῶν ταῖς ἀληθιναῖς θεωρίαις ἀντεξετάζοντες. Ὅτι μὲν γὰρ καὶ ὁ ἀριθμὸς γεγραμμένος ἀπαράβατός ἐστιν ἑκάστης ὑποθέσεως, καὶ οὔτε δύναται τὸ ἐν ἀριθμῷ κατατεταγμένον ἕωλόν τι εἶναι, οὔτε εἰς ἀργότητα ἐν τῇ Γραφῇ ἐπιμετρεῖσθαι. Βασίλισσαι δέ εἰσιν αἱ ἤδη πρότερον εἰς γενεαλογίαν ὠνομασμέναι ψυχαί· ὡς γὰρ βασιλεῖ συνέπονται πλήθη πολλὰ, τοῦ δὲ βασιλέως κεφαλῆς οὔσης, ὥσπερ ἐπὶ σώματος πολλῶν μελῶν ὄντων, ἀπὸ τῆς κεφαλῆς ὁ εἷς ἄνθρωπος ἀριθμηθήσεται· οὕτως ἀπὸ τοῦ
3. And first of all, that the God Who is over all is God to us who have been begotten from this holy Church. For this is the first demonstration concerning the truth, and the bulwark of faith of this sole virgin and holy and guileless dove, concerning whom the Lord in the Spirit revealed to Solomon in the Song of Songs, and said: Sixty are queens, and eighty concubines, and maidens of whom there is no number; one is my dove, my perfect one—with the addition of the words, my, and, my. For she is His dove, and His perfect one, inasmuch as the others are so called yet are not truly such, whilst she is named in a twofold way. For in the case of the others He did not say: Eighty are my concubines; but to the queens, through the glorious designation, He assigned the connection of honour, whereas in the case of the concubines He pronounced their utter estrangement. Taking up the numbers of these expressly, we are compelled at this place to elaborate them according to the elevated sense of contemplation, so as not to pass them by as though indulging in frigid trifling, but in truth examining the words through the true Scriptures side by side with true contemplations. For indeed the written number of each subject is inviolable, and what is set down in number cannot be anything stale, nor be measured out in Scripture to no purpose. Now queens are the souls already named beforehand in the genealogy; for just as many multitudes attend a king, and the king being the head—even as in a body, though there are many members, the one man will be reckoned from the head—so from the
Notes, col. 777

On the reading

Printed τιῶν, for τῶν.

Printed Ἐξήκοντά, for Ἑξήκοντά.

PG 42:780Read from the page
ἑνὸς βασιλέως τὸ πᾶν πλῆθος, τὸ ὑπὸ τὸν βασιλέα εἰς ἕνα ἀναλογισθήσεται.
one king the whole multitude that is under the king will be reckoned unto one.
Δʹ. Βασίλισσα τοίνυν ἡ γενεὰ ἐν Χριστῷ κέκληται, οὐ τῆς πάσης γενεᾶς βασιλευσάσης, ἀλλὰ τῆς μιᾶς ἐπιγνούσης τὸν Κύριον δι' ὀνομασίας τοῦ ἀνδρὸς (αἰτία) τὸ βασιλικὸν ἀξίωμα καὶ τάξιν φερομένου, ὡς οἷον εἰπεῖν Ἀδὰμ καὶ πᾶσα αὐτοῦ γενεὰ, βασίλισσα αὐτὴ ἀριθμηθήσεται, ἥ τε αὐτοῦ ἀρχὴ καὶ ἡ πατριαρχία βασιλεύσασαι μετὰ τῶν μετ' αὐτοῦ διὰ τὴν πρὸς τὸν Θεὸν γνῶσιν, καὶ ἣν κατηξίωται πρώτην πλάσιν πλασθῆναι, καὶ ὡς μετάνοιαν πρῶτος ἐνεδείξατο, ὡς ἔχει ἡ ἀκολουθία. Εἶτα μετὰ τοῦτον Σὴθ καὶ ἡ πᾶσα μετ' αὐτοῦ ἀνθρωπότης. Καὶ Ἐνὼς, καὶ Καϊνᾶν, καὶ Μαλελεὴλ, καὶ Ἰάρεδ, καὶ Ἐνὼχ, καὶ Μαθουσάλα, καὶ Λαμὲχ, καὶ Νῶε. Τούτων τῶν ἁγίων τῶν καταλογάδην ἐν ἀριθμῷ κατὰ γενεὰν καταριθμηθέντων, ὧν ὁ ἀριθμὸς παρὰ Ματθαίῳ δείκνυται. Ἐξήκοντα γὰρ καὶ δύο γενεαί τε καὶ πατριαρχίαι παρ' αὐτῷ ἐμφέρονται διὰ τῶν ὀνομάτων τῶν ἐντελεστέρων ἀνδρῶν, πρὸς τὸν Θεὸν τὴν γνῶσιν ἐσχηκότων, ἢ δι' ἑτέραν τινὰ ἀριστείαν τὴν βασιλικήν τε δόξαν καὶ ἐμβρίθειαν μετεσχηκότων, ὁ κατάλογος τοῦ ἀριθμοῦ ἐμφέρεται ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας. Καὶ γὰρ γενεαὶ παρεληλύθασιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε δέκα· καὶ ἀπὸ τοῦ Νῶε ἄχρι τοῦ Ἀβραὰμ ἄλλαι δέκα· ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἄχρι Δαβὶδ γενεαὶ ιδʹ· ἀπὸ δὲ Δαβὶδ ἕως τῆς αἰχμαλωσίας γενεαὶ ιδʹ· καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως τοῦ Χριστοῦ γενεαὶ ιδʹ· ὡς εἶναι ἀπὸ τοῦ Ἀδὰμ ἄχρι Χριστοῦ ἑξήκοντα δύο γενεὰς, αἵτινες ἑξήκοντα διὰ τὴν συντομίαν ἠρίθμηνται· καὶ γὰρ ἐν τῇ ἐρήμῳ ἑβδομήκοντα δύο στελεχῶν φοινικῶν ὑπαρχόντων, ἑβδομήκοντα ἡ Γραφὴ ὠνόμασε, καὶ εἰς τὸ ὄρος προσκεκλημένων ἑβδομήκοντα, ἑβδομήκοντα δύο εὑρίσκονται σὺν τῷ Ἐλὰδ καὶ Μωδάδ. Καὶ ἑβδομήκοντα δύο ἑρμηνεύσαντας ἐπὶ Πτολεμαίου, διὰ δὲ τὴν συντομίαν εἰώθαμεν λέγειν τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν. Οὕτω καὶ νῦν ἑξήκοντα βασίλισσαι, οἶμαι, εἴρηνται, ἐξαιρουμένου τοῦ τε ἄνωθεν ἀριθμοῦ καὶ τοῦ κάτωθεν, διὰ τὸ μεσαίτατον τῶν ἑξήκοντα πρὸς τύπους καὶ ἀναγωγὴν τῆς τελείας θεωρίας. Ἐπειδὴ γὰρ δι' ἓξ δεκάδων τὴν τῆς ἑξιημέρου πληροῦσθαι περίοδον συμβαίνει εἰς τὸ συνάπτεσθαι ἀπὸ ἑκάστης γενεᾶς ὁσίων ψυχῶν ἐν θεῷ βασιλευουσῶν κατὰ τὴν πίστιν. Ἔνθεν γὰρ καὶ ἓξ ὑδρίαι εὑρίσκονται ἐν Κανᾷ τῆς Γαλιλαίας λίθιναι, αἵτινες λείψασαι πάλιν ἐπληροῦντο, χωρήσασαι
4. A generation in Christ, therefore, has been called a queen—not that the whole generation reigned, but the one that acknowledged the Lord through the designation of the man (the cause) who bears the royal dignity and rank; as, for instance, Adam and all his generation will itself be reckoned as a queen, both his sovereignty and his patriarchate having reigned together with those with him on account of their knowledge towards God, and the first fashioning with which he was counted worthy to be fashioned, and how he first displayed repentance, as the sequel shows. Then after him Seth and all humanity with him; and Enos, and Cainan, and Maleleel, and Jared, and Enoch, and Mathusala, and Lamech, and Noah. These saints having been enumerated in succession by number according to generation, their number is shown in Matthew. For sixty-two generations and patriarchates are recorded in him through the names of the more perfect men who possessed knowledge towards God, or through some other excellence shared in royal glory and dignity, the register of the number being carried down until the advent of Christ. For indeed ten generations passed from Adam until Noah; and from Noah until Abraham another ten; from Abraham until David 14 generations; from David until the captivity 14 generations; and from the captivity until Christ 14 generations; so that from Adam until Christ there are sixty-two generations, which for brevity's sake have been reckoned as sixty: for in the wilderness too, when there were seventy-two trunks of palm-trees, Scripture named seventy; and when seventy were summoned to the mountain, seventy-two are found together with Eldad and Modad. And although seventy-two translated under Ptolemy, yet for brevity's sake we are accustomed to speak of the translation of the Seventy. So also now sixty queens, I suppose, are spoken of, both the number above and that below being removed, on account of the central position of the sixty for types and elevation of perfect contemplation. For since through six decades the period of the six-day creation happens to be fulfilled, towards the joining together from each generation of holy souls reigning in God according to faith—hence indeed six stone water-jars are also found at Cana of Galilee, which having run short were filled again, holding
Notes, col. 780

On the reading

Printed Ἐξήκοντα, for Ἑξήκοντα.

Printed ἑξιημέρου, for ἑξαημέρου.

PG 42:781Read from the page
ἐν αὐταῖς ἀνὰ μετρητὰς δύο ἢ τρεῖς· περὶ τοῦ μέτρου τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης καὶ Τριάδος τοῦ πληρώματος. Αἵτινες ἀπὸ τοῦ ὕδατος εἰς οἶνον ἄκρατον μεταβέβληνται, πληρωθεῖσαι εἰς εὐφρασίαν γάμων, καὶ υἱῶν τῶν ἀνθρώπων. Ἔνθεν γὰρ τὸ ἑξαγωνιαῖον καλεῖται παρὰ τοῖς ἔξωθεν λόγοις, διὰ τριάδος καὶ ἑβδομάδος εἰς εἰκοσιένα ἀριθμὸν γεωμετρούμενον, οὗ ἑξαγωνιαίου σημασία ἐστὶ πληρώσεως τοῦ παντὸς ὁρωμένου κύτους, διὰ τὸ τετραχῆ ἔχειν, ὡς εἰπεῖν, τὸ τετραγώνιον, ὑποβάθραν τε καὶ τὴν ἄνωθεν τῆς ὀροφώσεως σκέπην, ἕκτον ἀριθμὸν τελεῖν.
in themselves two or three measures apiece—concerning the measure of the Old and New Covenants and the fulness of the Trinity. These have been changed from water into unmixed wine, filled for the gladness of the wedding-feast, and of the sons of men. For hence the hexagonal figure is so called in secular treatises, being geometrically measured through three and seven up to the number twenty-one; and the signification of this hexagon is that of the fulness of the whole visible expanse, inasmuch as the four-sided figure—so to speak—having four parts, together with the base beneath and the covering of the roofing above, completes the sixth number.
Εʹ. Ἀλλ' ἵνα μὴ εἰς πλάτος μηκύνω τὸν λόγον, πάλιν ἱκανῶς ἔχειν νομίζω περὶ τῶν ἑξήκοντα βασιλισσῶν ἕως τῆς τοῦ Χριστοῦ παρουσίας γενεῶν ἀριθμηθεισῶν τὰ εἰρημένα. Μετὰ δὲ τὸν Χριστὸν καὶ δεῦρο τυγχανουσῶν λοιπὸν γενεῶν, καθὼς αὐτῷ τῷ Κυρίῳ μόνῳ ἔγνωσται. Οὐκέτι γὰρ κατὰ γενεὰν οἱ ἀριθμοὶ παρά τισιν ἀνηνέχθησαν ἢ κατετάχθησαν, διὰ τὸ ὑποσφραγίσθαι τὸν ἀριθμὸν τῆς τοιαύτης ὑποθέσεως καὶ ἀποκεκλεῖσθαι διὰ τοῦ τῶν βασιλισσῶν ἀριθμοῦ ἕως αὐτοῦ τῆς ἐνσάρκου παρουσίας ἠριθμημένου. Λοιπὸν γὰρ οἱ μετέπειτα συγγραφεῖς, ἢ λογογράφοι, ἢ χρονογράφοι, ἢ ἱστοριογράφοι, οὐκέτι γενεὰς ἀριθμοῦσιν, ἀλλ' ἢ βασιλέων τὰς διαδοχὰς καὶ χρόνους κατὰ τὸν τῶν ἐτῶν ἀριθμὸν ἑκάστου βασιλέως· ὥστ' ἐξάπαντος εὖ μάλα τὸν συνετὸν γινώσκειν, ὅτι καὶ ἀπὸ τούτου τοῦ ζητήματος τὸ πᾶν τοῦ χρόνου συνετμήθη εἰς τὸν τῶν ξβʹ γενεῶν ἕως Χριστοῦ ἀριθμὸν, διὰ τὸ μηκέτι μετὰ Χριστὸν κατὰ τὴν ὑπόθεσιν ταύτην διὰ γενεαλογιῶν τοὺς τοῦ κόσμου χρόνους ἀριθμεῖσθαι, τελειουμένου ἐν μιᾷ συνενώσει τε σημαινομένῃ κατὰ τὸ τῆς εὐδοκίας Θεοῦ ἀμετάστατον ἔρεισμα· ὡς ἀπὸ τῆς αὐτῆς τὴν τοῦ αἰῶνος συντέλειαν συντεμνομένην, καὶ ἐπὶ τὸ μεταβατικὸν τοῦ μέλλοντος αἰῶνος πληρουμένην. Διὸ λέγει, Μία ἐστὶ περιστερά μου, τελεία μου· ὡς ἕως αὐτῆς τῶν πάντων τελειουμένων, κἄν τε χρόνοι καὶ καιροὶ ἐνιαυτοί τε καὶ διαστήματα γενεῶν, κατά τε βασιλέας ἢ ὑπάτους ἢ ὀλυμπιάδας ἢ ἡγεμονίας, ὁ αἰὼν ἑαυτὸν ἀριθμήσειεν· ὀγδοήκοντα δὲ παλλακαὶ, αἵτινες ἐν μέσῳ τῶν βασιλίδων, καὶ πρὸ τῆς ἐνσάρκου βασιλείας, τουτέστι τῆς πίστεως, καὶ αὐτῆς ταύτης τῆς νύμφης καὶ παρθένου καὶ ἀσπίλου τε καὶ περιστερᾶς, τῆς μόνης τῇ μητρὶ καὶ τῇ τεκούσῃ.
5. But that I may not draw out the discourse at length, I deem what has been said concerning the sixty queens—the generations reckoned up to the advent of Christ—to be sufficient again. As for the remaining generations that happen to come after Christ and up to the present, it is known to the Lord Himself alone. For the numbers were no longer carried up or set in order by generation among anyone, because the number of such a subject was sealed and shut up through the number of the queens reckoned up to His own incarnate advent. For thereafter the later writers, or prose-authors, or chroniclers, or historians no longer reckon generations, but only the successions and times of kings according to the number of the years of each king; so that the prudent man must by all means know full well that from this inquiry also the whole of time was abridged into the number of the 62 generations up to Christ, because after Christ the times of the world are no longer reckoned through genealogies according to this plan, the world being perfected in one union and signified according to the unchangeable foundation of the good pleasure of God; inasmuch as from her the consummation of the age is cut short, and fulfilled towards the transition of the age to come. Wherefore He says, One is my dove, my perfect one: as though all things were brought to perfection up to her, whether the age should reckon itself as times and seasons, years and intervals of generations, by kings or consuls or Olympiads or rulerships; whilst there are eighty concubines, who were in the midst of the queens, and before the incarnate kingdom—that is to say, the faith, and this very bride and virgin and spotless one and dove, the only one of her mother and of her that bore her.
Ϛʹ. Ἐκκλησία γάρ ἐστιν ἀπὸ μιᾶς πίστεως γεγεννημένη, τεχθεῖσα δὲ διὰ Πνεύματος ἁγίου, μία τῇ μόνῃ, καὶ μία τῇ γεγεννηκυίᾳ· καὶ ὅσαι μετὰ ταύτην ἦλθον
6. For the Church is begotten from one faith, and born through the Holy Spirit, one to the sole mother, and one to her that bore her; and as many as came after her
PG 42:784Read from the page
καὶ πρὸ αὐτῆς παλλακίδες ὠνομασμέναι, αἵτινες τὸ πᾶν οὐκ ἀλλότριαι γεγένηνται διαθήκης καὶ κληρονομίας, μὴ πεπροικισμέναι δὲ ὑπὸ τοῦ Λόγου, καὶ μὴ δεξάμεναι ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος, μόνον δὲ συνάφειαν ὑπὸ συνείδησιν πρὸς τὸν Λόγον ἐσχηκυῖαι. Καλῶς γὰρ ὁ Ἑβραῖος τὴν παλλακίδα ἔφρασε, φήσας αὐτῇ Φελέγεσθα· φελὲγ, ὃ ἑρμηνεύεται ἥμισυ· ἔσθα, γυνή· ἵνα εἴπῃ, ἥμισυ γυναικός. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν Κύριον, πάντας κέκληκεν εἰς ἐλευθέριον φῶς, φήσας· Ὡς ἔχετε τὸ φῶς μεθ' ἑαυτῶν, ἐν φωτὶ περιπατεῖτε. Καὶ ὁ ἅγιος Ἀπόστολος λέγων· Ὑμεῖς δὲ ἡμέρας ἐστὲ τέκνα, καὶ τέκνα φωτός. Καὶ πάλιν ἐν τῇ θείᾳ Γραφῇ· Ὁ ποιῶν τὰ φαῦλα, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Οὕτω καὶ παλλακίδες, οὐκ ἐν τῷ προφανεῖ, οὐκ ἐν τῇ τελειώσει, οὐδὲ ἐν προικὶ ἄγονται τοῖς ἀνδράσιν, εἰ καὶ συνάφειαν σχοῖεν αἱ αὐταὶ πρὸς τὰ σώματα τῶν ἀνδρῶν, οὐ μέντοι γε τὴν τῆς ἐλευθέρας γυναικὸς τιμὴν καὶ ὀνομασίαν καὶ βεβαίωσιν καὶ φερνὴν καὶ ἕδνα καὶ προικισμὸν καὶ γνησιότητα ἔχειν δύνανται. Παλλακίδες γοῦν αἱ καθεξῆς ἀριθμηθεῖσαι αἱρέσεις, ὡς ἄνω ἔφην, ὀγδοήκοντα. Μὴ θαυμαζέτω δέ τις, εἰ καὶ ἄλλοις ὀνόμασιν ἑκάστη τούτων κικλήσκεται ἐν ἑκάστῃ χώρᾳ. Ἀλλὰ καὶ ἐκεῖνο παρατηρητέον, ὅτι πολλάκις καθ' ἑαυτὴν πάλιν ἑκάστη αἵρεσις σχίσασα εἰς πολλὰ μέρη καὶ ὀνόματα διέστη· οὐ γάρ ἐστι θαῦμα, ἔστι γὰρ καὶ οὕτως. Ὀγδοήκοντα δὲ καὶ ἕνα ἀριθμὸν εὑρίσκομεν, ἕνα μὲν διὰ τὴν μίαν τῶν πασῶν διωρισμένην, μόνῳ δὲ τῷ νυμφίῳ κεκληρωμένην, ὑπ' αὐτοῦ δὲ ὁμολογουμένην τῇ τοιᾷδε ὀνομασίᾳ, ὅτι Μία ἐστὶ περιστερά μου, καὶ πάλιν, τελεία μου. Ὡς τῶν πασῶν παλλακίδων ἀγεννῶν οὐσῶν, καὶ οὐκ ἐν ἀκακίᾳ ἐπιμετρουμένων, οὐδὲ ἐν ἁγνείᾳ καὶ ἡμερότητι. Εἰσὶ μὲν οὖν ἀπαρχῆς συναπτόμεναι τῷ καλουμένῳ Βαρβαρισμῷ καὶ Σκυθισμῷ ἄχρι τῶν προειρημένων Μασσαλιανῶν, οεʹ [οζʹ] τὸν ἀριθμὸν, καὶ Ἑλληνισμὸς ἐξ οὗ αι Ἑλληνικαὶ αἱρέσεις, καὶ Ἰουδαϊσμὸς ἐξ οὗ Ἰουδαϊκαὶ, καὶ Σαμαρειτικὴ ἐξ ἧς αἱ Σαμαρειτικαὶ, τῶν τριῶν ἐπὶ τὸν ἑβδομηκοστὸν ἕβδομον ἀριθμὸν προστιθεμένων, εἰς ὀγδοηκοντάδα ἀριθμὸν πληρουμένων, καὶ τῆς μιᾶς περιλειπομένης, τουτέστιν ἡ ἁγία καθολικὴ Ἐκκλησία, καὶ Χριστιανισμὸς ὄντως ὠνομασμένος ἀπαρχῆς, καὶ σὺν τῷ Ἀδὰμ καὶ πρὸ τοῦ Ἀδὰμ, καὶ πρὸ πάντων τῶν αἰώνων σὺν Χριστῷ θελήματι τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ μετὰ πάντων τῶν κατὰ γενεὰν Θεῷ εὐαρεστησάντων πιστευόμενος, καὶ ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν κόσμῳ σαφῶς ἀποκαλυφθεὶς, καὶ νῦν μετὰ τὰς αἱρέσεις ταύτας πάσας τὰς δὴ παλλακίδας ὑφ' ἡμῶν πάλιν ἐξυμνουμένας, ὡς κατὰ τὴν ἀκολουθίαν τοῦ λόγου.
and before her have been called concubines—who have not become altogether alien to the covenant and the inheritance, yet were not endowed with a dowry by the Word, nor did they receive the reception of the Holy Spirit, but possessed only a connection in conscience towards the Word. For well did the Hebrew express the concubine, calling her Phelegestha: pheleg, which is translated half; estha, woman—that is to say, half a woman. For insofar as pertained to the Lord, He has called all men into free light, saying: Whilst you have the light among yourselves, walk in the light. And the holy Apostle says: But you are children of the day, and children of light. And again in divine Scripture: He who practises base things hates the light, and does not come to the light. Thus concubines also are not taken by men openly, nor in full marriage, nor with a dowry; even if they should have union with the bodies of the men, yet they cannot possess the honour and title and ratification and marriage-portion and bridal gifts and dowage and legitimacy of a freeborn wife. Concubines, then, are the heresies enumerated in order—eighty, as I said above. And let no one marvel if each of these is also called by other names in each country. Moreover, this too must be observed, that oftentimes each heresy again, splitting of itself, has parted into many divisions and names; for it is no marvel, since this is indeed the case. Yet we find the number eighty-one: one on account of the one set apart from them all, allotted to the Bridegroom alone, and acknowledged by Him with such a designation as: One is my dove, and again, my perfect one—inasmuch as all the concubines are ignoble, and are not measured in guilelessness, nor in purity and gentleness. There are, then, joined on from the beginning with so-called Barbarism and Scythism up to the aforesaid Massalians, 75 (77) in number; and Hellenism from which come the Hellenic heresies, and Judaism from which come the Judaic, and the Samaritan sect from which come the Samaritan ones; when the three are added to the seventy-seventh number, they are completed into the number eighty, and the one remains over—that is to say, the holy catholic Church, and Christianism truly so named from the beginning, both with Adam and before Adam, and before all the ages with Christ by the will of the Father and the Son and the Holy Spirit, believed in with all those who in each generation were well-pleasing to God, and clearly revealed in the world at His advent, and now after all these heresies—the concubines—celebrated again by us, according to the sequence of the discourse.
Ζʹ. Αὐτὸς γὰρ ὁ Λόγος ἐν τοις ᾍσμασιν οὕτω ἠρίθμησεν, ἑξήκοντα βασιλίσσας φήσας, καὶ ὀγδοή-
7. For the Word Himself in the Songs thus enumerated them, saying sixty queens, and eighty
Notes, col. 784

On the reading

Printed αι, for αἱ.

Printed τοις, for τοῖς.