καὶ πρὸ αὐτῆς παλλακίδες ὠνομασμέναι, αἵτινες τὸ πᾶν οὐκ ἀλλότριαι γεγένηνται διαθήκης καὶ κληρονομίας, μὴ πεπροικισμέναι δὲ ὑπὸ τοῦ Λόγου, καὶ μὴ δεξάμεναι ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος, μόνον δὲ συνάφειαν ὑπὸ συνείδησιν πρὸς τὸν Λόγον ἐσχηκυῖαι. Καλῶς γὰρ ὁ Ἑβραῖος τὴν παλλακίδα ἔφρασε, φήσας αὐτῇ Φελέγεσθα· φελὲγ, ὃ ἑρμηνεύεται ἥμισυ· ἔσθα, γυνή· ἵνα εἴπῃ, ἥμισυ γυναικός. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν Κύριον, πάντας κέκληκεν εἰς ἐλευθέριον φῶς, φήσας· Ὡς ἔχετε τὸ φῶς μεθ' ἑαυτῶν, ἐν φωτὶ περιπατεῖτε. Καὶ ὁ ἅγιος Ἀπόστολος λέγων· Ὑμεῖς δὲ ἡμέρας ἐστὲ τέκνα, καὶ τέκνα φωτός. Καὶ πάλιν ἐν τῇ θείᾳ Γραφῇ· Ὁ ποιῶν τὰ φαῦλα, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Οὕτω καὶ παλλακίδες, οὐκ ἐν τῷ προφανεῖ, οὐκ ἐν τῇ τελειώσει, οὐδὲ ἐν προικὶ ἄγονται τοῖς ἀνδράσιν, εἰ καὶ συνάφειαν σχοῖεν αἱ αὐταὶ πρὸς τὰ σώματα τῶν ἀνδρῶν, οὐ μέντοι γε τὴν τῆς ἐλευθέρας γυναικὸς τιμὴν καὶ ὀνομασίαν καὶ βεβαίωσιν καὶ φερνὴν καὶ ἕδνα καὶ προικισμὸν καὶ γνησιότητα ἔχειν δύνανται. Παλλακίδες γοῦν αἱ καθεξῆς ἀριθμηθεῖσαι αἱρέσεις, ὡς ἄνω ἔφην, ὀγδοήκοντα. Μὴ θαυμαζέτω δέ τις, εἰ καὶ ἄλλοις ὀνόμασιν ἑκάστη τούτων κικλήσκεται ἐν ἑκάστῃ χώρᾳ. Ἀλλὰ καὶ ἐκεῖνο παρατηρητέον, ὅτι πολλάκις καθ' ἑαυτὴν πάλιν ἑκάστη αἵρεσις σχίσασα εἰς πολλὰ μέρη καὶ ὀνόματα διέστη· οὐ γάρ ἐστι θαῦμα, ἔστι γὰρ καὶ οὕτως. Ὀγδοήκοντα δὲ καὶ ἕνα ἀριθμὸν εὑρίσκομεν, ἕνα μὲν διὰ τὴν μίαν τῶν πασῶν διωρισμένην, μόνῳ δὲ τῷ νυμφίῳ κεκληρωμένην, ὑπ' αὐτοῦ δὲ ὁμολογουμένην τῇ τοιᾷδε ὀνομασίᾳ, ὅτι Μία ἐστὶ περιστερά μου, καὶ πάλιν, τελεία μου. Ὡς τῶν πασῶν παλλακίδων ἀγεννῶν οὐσῶν, καὶ οὐκ ἐν ἀκακίᾳ ἐπιμετρουμένων, οὐδὲ ἐν ἁγνείᾳ καὶ ἡμερότητι. Εἰσὶ μὲν οὖν ἀπαρχῆς συναπτόμεναι τῷ καλουμένῳ Βαρβαρισμῷ καὶ Σκυθισμῷ ἄχρι τῶν προειρημένων Μασσαλιανῶν, οεʹ [οζʹ] τὸν ἀριθμὸν, καὶ Ἑλληνισμὸς ἐξ οὗ αι Ἑλληνικαὶ αἱρέσεις, καὶ Ἰουδαϊσμὸς ἐξ οὗ Ἰουδαϊκαὶ, καὶ Σαμαρειτικὴ ἐξ ἧς αἱ Σαμαρειτικαὶ, τῶν τριῶν ἐπὶ τὸν ἑβδομηκοστὸν ἕβδομον ἀριθμὸν προστιθεμένων, εἰς ὀγδοηκοντάδα ἀριθμὸν πληρουμένων, καὶ τῆς μιᾶς περιλειπομένης, τουτέστιν ἡ ἁγία καθολικὴ Ἐκκλησία, καὶ Χριστιανισμὸς ὄντως ὠνομασμένος ἀπαρχῆς, καὶ σὺν τῷ Ἀδὰμ καὶ πρὸ τοῦ Ἀδὰμ, καὶ πρὸ πάντων τῶν αἰώνων σὺν Χριστῷ θελήματι τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ μετὰ πάντων τῶν κατὰ γενεὰν Θεῷ εὐαρεστησάντων πιστευόμενος, καὶ ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν κόσμῳ σαφῶς ἀποκαλυφθεὶς, καὶ νῦν μετὰ τὰς αἱρέσεις ταύτας πάσας τὰς δὴ παλλακίδας ὑφ' ἡμῶν πάλιν ἐξυμνουμένας, ὡς κατὰ τὴν ἀκολουθίαν τοῦ λόγου.
and before her have been called concubines—who have not become altogether alien to the covenant and the inheritance, yet were not endowed with a dowry by the Word, nor did they receive the reception of the Holy Spirit, but possessed only a connection in conscience towards the Word. For well did the Hebrew express the concubine, calling her Phelegestha: pheleg, which is translated half; estha, woman—that is to say, half a woman. For insofar as pertained to the Lord, He has called all men into free light, saying: Whilst you have the light among yourselves, walk in the light. And the holy Apostle says: But you are children of the day, and children of light. And again in divine Scripture: He who practises base things hates the light, and does not come to the light. Thus concubines also are not taken by men openly, nor in full marriage, nor with a dowry; even if they should have union with the bodies of the men, yet they cannot possess the honour and title and ratification and marriage-portion and bridal gifts and dowage and legitimacy of a freeborn wife. Concubines, then, are the heresies enumerated in order—eighty, as I said above. And let no one marvel if each of these is also called by other names in each country. Moreover, this too must be observed, that oftentimes each heresy again, splitting of itself, has parted into many divisions and names; for it is no marvel, since this is indeed the case. Yet we find the number eighty-one: one on account of the one set apart from them all, allotted to the Bridegroom alone, and acknowledged by Him with such a designation as: One is my dove, and again, my perfect one—inasmuch as all the concubines are ignoble, and are not measured in guilelessness, nor in purity and gentleness. There are, then, joined on from the beginning with so-called Barbarism and Scythism up to the aforesaid Massalians, 75 (77) in number; and Hellenism from which come the Hellenic heresies, and Judaism from which come the Judaic, and the Samaritan sect from which come the Samaritan ones; when the three are added to the seventy-seventh number, they are completed into the number eighty, and the one remains over—that is to say, the holy catholic Church, and Christianism truly so named from the beginning, both with Adam and before Adam, and before all the ages with Christ by the will of the Father and the Son and the Holy Spirit, believed in with all those who in each generation were well-pleasing to God, and clearly revealed in the world at His advent, and now after all these heresies—the concubines—celebrated again by us, according to the sequence of the discourse.