Ιʹ. Καὶ ἕως ὧδε ἐχέτω τὸ σφραγῖσαι καὶ τελειῶσαι τὴν πᾶσαν ἡμῶν περὶ τούτων πραγματείαν· τοῦ Θεοῦ ἡμῖν ἐπιφανέντος καὶ βοηθήσαντος, ὡς ὁμολογεῖν ἔστιν ἐκ πάσης ψυχῆς, καὶ διανοίας, εὐχαριστεῖν αὐτῷ τῷ Κυρίῳ, ὅτι τὸ ἐπάγγελμα, ὃ ἐπηγγειλάμεθα, ἐν αὐτῷ τῷ Κυρίῳ κατηξιώθημεν τελειῶσαι· κατὰ αἱρέσεων δὲ, φημὶ, τὴν διήγησιν καὶ ἀνατροπὴν ποιησάμενοι, ἅμα τε καὶ ἀποκαλύψαντες παρ' ἑκάστῃ τί πράττεται, ὡς κατὰ τὴν ἡμετέραν ὑπόστασιν τῆς ἀσθενοῦς ἀνθρωπότητος. Ἕως γὰρ ἐνταῦθα ὀγδοήκοντα αἱρέσεων, ὧν ἐνηχήθημεν τῷ κόσμῳ, καὶ ἔγνωμεν τὸν ἀριθμὸν καὶ τὰς ὀνομασίας καί τινων τὰς ῥήσεις, προφάσεις τε καὶ σχέσεις, τὰς ὁρμὰς καὶ τὰ αἴτια ἀπαραλείπτως ὑποδείξαντες, θαυμασμῷ φερόμενοι ἐκπεπλήγμεθα τὸ ἐν τῇ θείᾳ Γραφῇ εἰρημένον, ὅτι Ἐξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί· καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου. Ὡς οὖν περὶ τῶν παλλακῶν τούτων τῶν ὀγδοήκοντα εἰρηκότες ἀπαρχῆς, βαρβαρισμοῦ, καὶ Ἑλληνισμοῦ, καὶ Σκυθισμοῦ, καὶ Ἰουδαϊσμοῦ, καὶ Σαμαρειτισμοῦ, ὀνομασίας τῶν οὐκ οὐσῶν ἐνθέσμων γυναικῶν, οὐδὲ ἀπὸ τοῦ βασιλέως πεπροικισμένων, οὐδὲ ἐν διαθήκαις τῶν τέκνων αὐτῶν κληρονομεῖν δυναμένων· φύσει μὲν γάρ εἰσιν ἑβδομήκοντα πέντε, καὶ τούτων αἱ μητέρες πέντε ὥσπερ Ἑλληνισμὸς, ἀφ' οὗ Ἕλληνες, καὶ Ἰουδαϊσμὸς, ἀφ' οὗ Ἰουδαῖοι, καὶ αἱρέσεις, καὶ Σαμαρειτικὴ, ἀφ' οὗ Σαμαρειτισμὸς, καὶ Χριστιανισμὸς, ἀφ' οὗ ἐξεκλάσθησαν, ὥσπερ κλάδοι, αἱ ἀφορισθεῖσαι αἱρέσεις, εἰς ὄνομα Χριστοῦ κληθεῖσαι, μὴ οὖσαι δὲ αὐτοῦ, ἀλλ' αἱ μὲν ἀπὸ μήκοθεν αὐτοῦ πολὺ διεστῶσαι, αἱ δὲ διά τι ἐλάχιστον ἀποκληρονόμους καὶ ξένας αὐτοῦ ἑαυτὰς καταστήσασαι, καὶ τὰ αὐτῶν τέκνα τῶν οὐκ οὐσῶν ἐνθέσμων, ἔξω δὲ βεβηκυιῶν, μόνον δὲ τὸ ὄνομα ἐπικεκλημένων Χριστοῦ· περιλειφθήσεται ἡμῖν ἡ περὶ ἀληθείας ἀπόδειξις, αὐτῆς τε τῆς περιστερᾶς τῆς μονωτάτης ὑπὸ τοῦ νυμφίου ἐπαινουμένης.
10. And up to this point let the sealing and completing of our whole treatise on these matters stand, God having appeared to us and aided us, so that it is right with all our soul and mind to give thanks to Him, the Lord, that in Him, the Lord, we have been counted worthy to bring to completion the promise that we promised—having made, I mean, our account and refutation against the heresies, and at the same time uncovered what is practised among each, according to the capacity of our weak humanity. For having thus far indicated without omission the number and the designations of eighty heresies, of which we have heard report in the world, and the utterances, pretexts, and conditions of some, their impulses and causes, carried along in wonder we are struck with amazement at what is stated in divine Scripture: Sixty are queens, and eighty concubines, and maidens of whom there is no number; one is my dove, my perfect one. Having therefore spoken from the beginning concerning these eighty concubines—Barbarism, and Hellenism, and Scythism, and Judaism, and Samaritanism, designations of women who are not lawful wives, nor endowed by the King, nor with their children able to inherit in covenants: for by nature they are seventy-five, and the mothers of these are five, such as Hellenism, from which come Greeks, and Judaism, from which come Jews, and heresies, and the Samaritan sect, from which comes Samaritanism, and Christianism, from which were broken off, like branches, the severed heresies, called by the name of Christ, yet not being His, but some standing far aloof from Him at a great distance, and others on account of some very slight matter rendering themselves and their children disinherited and strangers to Him, being children of women who are not lawful wives, but have stepped outside, and have only taken upon themselves the name of Christ—there will remain for us the demonstration concerning the truth, and concerning the sole dove herself praised by the Bridegroom.
ΙΑʹ. Καὶ ἐν σχολῇ ἡμῶν γενομένων, καὶ σφόδρα ἱκετευσάντων Θεὸν, σύντομον μὲν τῇ διαλογῇ, ἀσφαλῆ δὲ τῇ παραδόσει καὶ ὑπὲρ ἀληθείας ἀπολογίαν ἐν τῷ ἑξῆς ποιησόμεθα, οὐκ αὐτῆς ὑστέρας οὔσης, ἀλλὰ πρώτης. Καὶ ἤδη δὲ τῆς πρὸ τῶν αἱρέσεων ἐν τῇ ἐνδημίᾳ Χριστοῦ ἀνωτάτω ἡμῖν ὑπομνησθείσης, νῦν δὲ πρώτην οὖσαν, καὶ Χριστῷ συνημμένην ἁγίαν νύμφην ἀπὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, [καὶ τὸ τῆς αὐτοῦ παρουσίας,] ἥτις ἐστὶ σὺν τῷ Ἀδὰμ πεπλασμένη, καὶ ἐν τοῖς πρὸ τοῦ Ἀβραὰμ πατριάρχαις κεκηρυγμένη, καὶ μετὰ τοῦ Ἀβραὰμ πεπιστευμένη, καὶ διὰ Μωϋσέως ἀποκαλυφθεῖσα, καὶ ἐν Ἠσαΐᾳ προφητευομένη, ἐν Χριστῷ δὲ ἀναδειχθεῖσα, καὶ σὺν Χριστῷ ὑπάρχουσα, ἐν ὑστέρῳ δὲ ὑφ' ἡμῶν ἐγκωμιαζομένη. Δεῖ γὰρ τὸν ἀγωνιζόμενον πρῶτον ἐνίστασθαι τῷ ἀγῶνι, τῷ τε καμάτῳ καὶ τοῖς ἄλλοις τοῦ ἀγῶνος παλαίσμασιν, ἵνα ὕστερον τὸν στέφανον
11. And now that we are at leisure, and have earnestly entreated God, we shall in what follows compose a defence on behalf of the truth that is concise in its discourse yet secure in its tradition—not that it is later in itself, but first. And although we already made mention of her very early on before the heresies, in connection with the sojourn of Christ, yet now she who is first, and the holy Bride joined to Christ from His incarnate advent (and that of His advent), who was fashioned with Adam, and proclaimed among the patriarchs before Abraham, and believed with Abraham, and revealed through Moses, and prophesied in Isaiah, and manifested in Christ, and abiding with Christ, is at the last extolled by us. For he who contends must first engage in the contest, in the toil and the other grapplings of the contest, so that afterwards the crown