ϛʹ. Καὶ γὰρ ἐξ αὐτῶν τοῦ Θεοῦ ἱερέων, καὶ αὐτοὶ μετὰ τοῦ κηρύγματος τοῦ λόγου μιμούμενοι τὸν ἅγιον αὐτῶν μετὰ τὸν Θεὸν ἐν Χριστῷ πατέρα, φημὶ δὲ Παῦλον τὸν ἅγιον ἀπόστολον, καὶ αὐτοὶ, κατὰ τὸ δυνατὸν, εἰ καὶ μὴ πάντες, ἀλλ' οἱ πλείους ταῖς ἰδίαις χερσὶν ἐργαζόμενοι, οἵαν δ' ἀναλόγως συμπρέπουσαν τῷ ἀξιώματι, καὶ τῆς ἐκκλησιαστικῆς φροντίδος ἐνδελεχείᾳ εὕροιεν τέχνην, ὅπως μετὰ τοῦ λόγου καὶ τοῦ κηρύγματος ἡ συνείδησις χαίρῃ, καὶ διὰ χειρῶν ἰδίων καρποφοροῦσα, καὶ ἑαυτῇ ἐπαρκουμένη, τοῖς τε ἀδελφοῖς καὶ ἐνδεομένοις τὴν μετὰ χεῖρας οἰκονομίαν· ἀπαρχῶν δὲ, φημὶ, καὶ προσφορῶν, καὶ ἐξ αὐτῶν τῶν διὰ χειρῶν εἰργασμένων δι' ὑπερβολὴν διαθέσεως πρὸς Θεὸν, καὶ τοῖς πέλας ἑκουσίως μεταδιδοῦσα· καίτοι γε μὴ ἀναγκαζομένων αὐτῶν, μήτε κατακρινομένων, ἀλλὰ δικαιοσύνης πόνους καὶ ἐργασίαν ἐκκλησιαστικὴν ἔχοντων, καὶ κατὰ δικαιοσύνην σιτουμένων, δι' ὑπερβολὴν δὲ προαιρέσεως τοῦτο αὐτῶν ποιούντων. Ἐπιποθεῖ γὰρ αὐτῶν ἡ ἔνθεος ψυχὴ, καὶ ἐν φόβῳ Θεοῦ ἐστηριγμένη, καὶ ἐκ Πνεύματος ἁγίου τὴν γνῶσιν κεκτημένη, πλούτου ἐπουρανίου τοῦ κατὰ δικαιοσύνην μετὰ ἐπαίνου, καὶ κλέους, καὶ ἀριστείας, τοῦ διὰ θείων δογμάτων, καὶ θείας μελέτης ἁγίας Γραφῆς, καὶ λογίων Θεοῦ, ψαλμῳδιῶν τε καὶ συνάξεων, ἁγίων νηστειῶν τε καὶ ἁγνείας, καὶ πολιτείας, καὶ τῆς διὰ χειρῶν, ἕνεκεν δικαιοσύνης, μετὰ προαιρέσεως ἐργασίας. Ἀλλὰ καὶ ἄλλῳ τύπῳ προελήφθησαν οἱ αὐτοὶ τίμιοι ἡμῶν ἀδελφοὶ, οἱ κατὰ Μεσοποταμίαν ἐν μοναστηρίοις ὑπάρχοντες, εἴτουν Μάνδραις καλουμέναις, κώμαις γυναικικαῖς προβαλλόμενοι, καὶ σάκκῳ προφανεῖ ἐπερειδόμενοι. Ἔδει δὲ τὰ τῆς ἁγίας Παρθένου μητρὸς ἡμῶν τῆς Ἐκκλησίας ὑπάρχειν τέκνα σεμνὰ, οἰκουρὰ, Θεῷ λατρεύοντα κρυφίως τῷ εἰδότι τὰ κρύφια, καὶ ἀποδιδόντι ἐν τοῖς φανεροῖς, κατὰ τὸ γεγραμμένον, καὶ εὐσχημόνως διὰ τοὺς ἔξω, καὶ μὴ βούλεσθαι λαβεῖν ἀπὸ τῶν ὁρώντων τὸν μισθὸν καὶ τὴν χάριν. Ἀλλότριον γάρ ἐστι τῆς καθολικῆς Ἐκκλησίας σάκκος προφανὴς, καὶ κόμη ἐκτεμνομένη ἀπὸ τοῦ κηρύγματος τοῦ Ἀποστόλου· Ἀνὴρ γὰρ, φησὶν, οὐκ ὀφείλει κομᾷν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων.
Chapter VI. For indeed, from among the very priests of God, they themselves also, along with the preaching of the word, imitating their saintly father in Christ next to God—I mean Paul the saintly apostle—they themselves also, so far as possible, if not all yet the majority, work with their own hands, finding whatever craft may be proportionately befitting to their dignity and to the constancy of ecclesiastical care, so that along with the word and preaching their conscience may rejoice, bearing fruit through their own hands, supplying its own needs, and sharing the stewardship in hand with the brethren and the needy—of first-fruits, I mean, and offerings, and of the very things wrought by their hands—freely imparting also to their neighbours out of an abundance of devotion towards God; and that even though they are neither compelled nor condemned, but have the toils of righteousness and ecclesiastical work and are maintained in accordance with righteousness, yet do this out of an abundance of free choice. For their God-inspired soul, steadfastly fixed in the fear of God and possessing knowledge from the Holy Spirit, longs for heavenly wealth—that which is according to righteousness with praise, renown, and prowess, attained through divine doctrines, divine meditation upon Holy Scripture and the oracles of God, psalmodies and assemblies, holy fasts, chastity, way of life, and voluntary labour with their hands for the sake of righteousness. Yet by another pattern also these same honoured brethren of ours who are in monasteries—or so-called Mandras—throughout Mesopotamia have been preoccupied, putting forward womanish villages (or tresses) and relying upon conspicuous sackcloth. Now the children of the holy Virgin our mother, the Church, ought to be dignified, keeping at home, worshipping God in secret—Him Who knows what is secret and recompenses openly, according to what is written—and decorously on account of outsiders, and not wishing to receive reward and favour from onlookers. For conspicuous sackcloth is alien to the catholic Church, as is hair cut off (or grown long) contrary to the proclamation of the Apostle; for A man, he says, ought not to wear long hair, since he is the image and glory of God.