Migne Reading Room

PG 42 · cols. 636–637 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:636Read from the page
κέναι· ἀλλὰ μὴ κατὰ εἴδησίν τινα ψηλαφήσεως ἐτόλμα, καὶ τολμῶσι λέγειν!) τὰ δὲ ὑπ' αὐτοῦ γενόμενα τοῦ ἀσυγκρίτου, διὰ τὸ κατὰ τὸ εἶδος δυνάμενα παρὰ τῶν ὁρώντων ὑπερθαυμάζεσθαι, φάσκειν αὐτόν τε καὶ τοὺς αὐτοῦ μὴ εἰδέναι· μάλιστα πάντη τῶν θείων Γραφῶν σαφῶς περὶ Θεοῦ κηρυττουσῶν τὸ ἀόρατον αὐτὸν εἶναι, καὶ ἀκατάληπτον, καὶ ἀπερινόητον, μόνον δὲ πίστει ἐν ἀληθείᾳ γινωσκόμενον, ὅτι ἔστι, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαποδότης γίνεται.
grasped Him by faith, and did not dare—as they too dare—to speak of some comprehension as though by handling!), while affirming that neither he nor his followers know the things made by Him Who is incomparable, because in their form they can exceed all wonder among beholders; especially when the divine Scriptures everywhere clearly proclaim concerning God that He is invisible, incomprehensible, and inconceivable, being known in truth by faith alone—that He is, and becomes a rewarder to those who love Him.
Εʹ. Ὅταν δέ τις αὐτοῖς εἴπῃ τῶν ὀρθῶς περὶ Θεοῦ δόξης, πίστεώς τε, καὶ ἀγάπης, καὶ ἀκαταληψίας δοξαζόντων, ὅτι Ἡμεῖς οἴδαμεν Θεὸν ἀκατάληπτον, Θεὸν ἀόρατον, ἀνεκδιήγητον· οἴδαμεν δὲ αὐτὸν ὄντως, ὄντα δὲ ἀόρατον καὶ ἀκατάληπτον· ἐπισκωμματικῶς καὶ κωτίλως λοιπὸν ὡς μῦθόν τινα διηγούμενος ἐτόλμησεν οὗτος ὁ τὴν καινὴν διαλεκτικὴν ἡμῖν φέρων· Τίνι οὖν ἐοίκατε, καὶ ἡ ὑμῶν πίστις; παρθένῳ φθαρείσῃ, οὔσῃ δὲ τυφλῇ, καὶ κωφῇ, καὶ ἀλάλῳ· ἥτις, ὅτι μὲν ἔφθαρται, πᾶσι πέφηνε τοῖς αὐτὴν γινώσκουσιν· ἐρωτωμένη δὲ τίς ὁ φθορεὺς, οὐκ ἀκούει, ἵνα μάθῃ· καὶ οὔτε ἑώρακε τὸν φθείροντα, διὰ τὸ τετυφλῶσθαι, οὔτε ἀπαγγεῖλαι δύναται, διὰ τὸ ἄλαλον. Ὡς εἶναι ἀντιστρόφως πρὸς αὐτὸν καὶ τὸν αὐτοῦ μῦθον, κατὰ τὸ γεγραμμένον· Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ. Καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο· καὶ τὰ τούτοις ὅμοια. Αὐτὸς γὰρ ἔοικε τυφλῷ ἐκ γενετῆς οὕτω γεγεννημένῳ, λαλοῦντι δὲ, καὶ πολλὰ λαλοῦντι καὶ ἀκούοντι, καὶ εἰδότι μὲν λευκοῦ τὸ ὄνομα, καὶ μέλανος, κυανοῦ τε, καὶ πρασίνου, καὶ πυῤῥοῦ, καὶ τῶν ἄλλων διαφόρων ὀνομάτων, φωτός τε καὶ σκότους, ὧν μὲν τὰ ὀνόματα ἐνηχεῖται, οὐ μὴν δὲ γινώσκει τί τὸ εἶδος· οὐδ' ὅλως δύναται αὐτὰ ἐρμηνεῦσαι, διὰ τὸ ἀπαρχῆς αὐτὸν τυφλον γεννηθῆναι, καὶ τὴν ἐναλλαγὴν ἑκάστης ποιότητος χρωμάτων ἀγνοεῖν, καὶ τὸ εἶδος. Ἕκαστον γὰρ αὐτῶν τῶν ὀνομάτων τὸ κατάλληλον τῆς διακρίσεως διορατικῶν αἰσθήσεων ἔχει τὴν πεῖραν, οὐ μὴν δὲ διὰ φράσεως τῷ μὴ γινώσκοντι ἀπαρχῆς τὸ εἶδος, οὔτε διὰ ψηλαφήσεως καὶ ἁφῆς δυνάμενον δοκιμασθῆναι. Ὅταν γοῦν οἱ ἀπὸ γενετῆς τυφλοὶ περὶ τούτων διαλεγόμενοι, καὶ εἰδότες ἀντιπαρακατατιθέναι τὸ μέλαν πρὸς τὸ λευκὸν, καὶ τὸ χλωρὸν πρὸς τὸ κυάνεον, καὶ πορφύρεόν [τε], κοκκηρόν τε, καὶ τὰ ἄλλα χρώματα, ἐρωτηθῶσι δὲ ἀφ' ἡμῶν τὴν ποιότητα τοῦ εἴδους, καὶ τὸ χρῶμα ἑκάστης ποιότητος, οὔτε δύνανται εἰπεῖν, οὔτε ἀφ' ἡμῶν διδαχθῆναι, μόνον δὲ διὰ λόγου πείθωσιν ἑαυτῶν τὴν διάνοιαν, ἀπατῶσι δὲ τοὺς ἀκούοντας, ὡς εἰδότες τέλειον περὶ τῆς διακρίσεως, κἄν τε τῷ λόγῳ λέγωσι, τὴν ἀγνωσίαν διὰ τῆς ἀκαταληψίας κεκτημένοι· οὕτω καὶ οὗτος ἥκει ἡμῖν λέγων περὶ Θεοῦ· καὶ ἐπιφημίζει μὲν σκωπτηλῶς τῆς ἀλάλου, καὶ κωφῆς, καὶ τυφλῆς παρθένου τὴν φθορὰν,
V. Whenever any of those who hold right belief concerning the glory, faith, love, and incomprehensibility of God says to them: 'We know an incomprehensible God, an invisible, inexpressible God; we truly know Him, yet as being invisible and incomprehensible'—jeeringly and glibly recounting it like some fable, this man who brings us the new dialectic presumed to say: 'Whom, then, do you and your faith resemble? A virgin deflowered, who is blind, deaf, and mute: that she has been deflowered is evident to all who know her; yet when questioned who the seducer was, she does not hear so as to learn; and neither has she seen him who ruined her, on account of her blindness, nor can she report it, on account of her muteness.' So that the scriptural saying turns back upon him and his fable: 'His travail shall return upon his own head, and he shall fall into the pit which he wrought'; and like sayings. For he himself resembles a man born blind from birth, who speaks—and speaks and hears much—and knows the name of white, and black, and dark blue, and green, and ruddy, and the other different names, and of light and darkness, whose names sound in his ears, yet he does not know what their form is; nor can he expound them at all, because he was born blind from the outset, and is ignorant of the variation of each quality of colours, and of its form. For each of those names possesses experience corresponding to the discernment of perceptive senses, and cannot be tested either through verbal expression by one who from the outset does not know its form, or through handling and touch. When, therefore, those born blind from birth discourse about these things, and know how to set black in contrast to white, and pale green to dark blue, as well as purple [and] scarlet and the other colours, yet when questioned by us as to the quality of the form and the colour of each quality, they can neither tell it nor be taught by us, but merely persuade their own mind through words, and deceive their hearers as though they had perfect knowledge concerning the distinction, even though they speak in words while possessing ignorance through incomprehension—so too this man comes speaking to us concerning God; and scoffingly alleges the ruin of the mute, deaf, and blind virgin,
Notes, col. 636

On the reading

Printed τυφλον, for τυφλὸν.

PG 42:637Read from the page
αὐτὸς κατὰ τὴν αὐτοῦ βλασφημίαν ἐφθαρμένος μᾶλλον, καὶ την ἀγνωσίαν, ὡς ἀπὸ γενετῆς τύφλωσιν κεκτημένος, λέγων μὲν περὶ Θεοῦ, λόγοις δὲ ἀπεικάζων.
while he himself is rather corrupted in his blasphemy, and possesses ignorance like blindness from birth, speaking indeed about God, yet merely conjecturing in words.
Ϛʹ. Λοιπὸν δὲ καὶ εἰς ἀναισχυντίαν τοὺς ὑπ' αὐτοῦ μεμαθητευμένους παρασκευάσας. Οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον. Βλασφημοῦσι μὲν οὖν προφητῶν ὀνόματα, καὶ ἀποστόλων· ὅταν ἐλεγχόμενοι ὑπό τινων ὑπωπιάζωνται, εὐθὺς ὑποτρέχοντες, καὶ ἀποπηδῶντες, καὶ λέγοντες· Τοῦτο ὁ Ἀπόστολος ὡς ἄνθρωπος ἔφη· ἄλλοτε δὲ, Τί μοι φέρεις τὰ τῆς Παλαιᾶς Διαθίκης; Οὐκ ἔστι δὲ θαυμαστὸν κατὰ τὰ ὑπὸ τοῦ Σωτῆρος εἰρημένα, ὅτι Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; Εἰ γοῦν αὐτὸν τὸν Κύριον, καὶ τὴν ἀληθινὴν αὐτοῦ δόξαν ἀρνοῦνται, πόσῳ γε μᾶλλον προφήτας αὐτοῦ, καὶ ἀποστόλους; Ἔτι δὲ εἰς περισσοτέραν μανίαν ἀρθέντες οἱ ἀπ' αὐτοῦ μεμαθητευμένοι, καὶ ὁ τούτων διάδοχος Εὐνόμιός τις ψευδωνύμως καλούμενος, ἔτι καὶ δεῦρο περιὼν τῷ βίῳ, μέγα κακὸν τόλμημα· ἀναβαπτίζει γὰρ τοὺς ἤδη βαπτισθέντας, οὐ μόνον τοὺς ἀπὸ ὀρθοδόξων πρὸς αὐτὸν ἐρχομένους καὶ αἱρέσεων, ἀλλὰ καὶ τοὺς ἀπ' αὐτῶν τῶν Ἀρειανῶν. Ἀναβαπτίζει δὲ αὐτοὺς εἰς ὄνομα Θεοῦ ἀκτίστου, καὶ εἰς ὄνομα Υἱοῦ κεκτισμένου, καὶ εἰς ὄνομα Πνεύματος ἁγιαστικοῦ, καὶ ὑπὸ τοῦ κεκτισμένου Υἱοῦ κτισθέντος. Ἵνα δὲ τὸ πᾶν κυβείας, καὶ θυμέλης, καὶ σκηνῆς τὸ ἐργαστήριον αὐτῶν ὀφθείη, ὅτι οὐκέτι πίστις ἡ ἀπ' αὐτῶν καταγγελλομένη, ἀλλὰ, σχεδὸν εἰπεῖν, μίμων ἐργαστήριον· διεβεβαιώσαντό τινες, ὅτι κατὰ κεφαλῆς τοὺς ἀναβαπτιζομένους βαπτίζει, καὶ τοὺς πόδας ἄνω, καὶ τὴν κεφαλὴν κάτω· καὶ οὕτως ἐνωμότως βιάζεται αὐτοὺς ὀμόσαι, μὴ ἀποπηδῆσαι τῆς ἀπ' αὐτοῦ μεμηχανημένης τοιαύτης αἱρέσεως. Φασὶ δὲ τὸν αὐτὸν Ἀέτιον μετὰ τὴν τελευτὴν Κωνσταντίου ὑπὸ Ἰουλιανοῦ τοῦ βασιλεύσαντος ἀνακληθέντα τῆς ἐξορίας, ἔτι ὄντα διάκονον τῆς αὐτοῦ αἱρέσεως, ὑπὸ τῆς αὐτοῦ αἱρέσεως ἐπισκόπου εἰς ἐπισκοπὴν προῆχθαι.
VI. Moreover, having trained his disciples in shamelessness as well—for nothing is too audacious for them—they blaspheme the names of prophets and apostles; whenever, being refuted, they are battered by someone, straightway slinking away and leaping aside, and saying: 'The Apostle said this as a man'; and at other times: 'Why do you bring up passages of the Old Testament to me?' Yet it is no wonder, according to the Saviour's words: 'If they called the master of the house Beelzebul, how much more those of his household?' If, then, they deny the Lord Himself and His true glory, how much more His prophets and apostles? And rising to yet greater madness, his disciples and their successor—a certain Eunomius falsely so called, who still even now walks about in life—venture a great and wicked audacity: for he rebaptizes those already baptized, not only those coming to him from the orthodox and from heresies, but even those from the Arians themselves. And he rebaptizes them into the name of an uncreated God, and into the name of a created Son, and into the name of a sanctifying Spirit created by the created Son. And so that their whole workshop of trickery, thymele, and stage might be seen—that what is proclaimed by them is no longer faith, but, so to speak, a workshop of mimes—some have affirmed positively that he baptizes those rebaptized upside down, with their feet up and their head down; and thus under oath compels them to swear not to depart from such a heresy devised by him. Moreover, they say that this same Aetius, having been recalled from exile after the death of Constantius by Julian who reigned, while still a deacon of his own heresy, was promoted to the episcopate by a bishop of his own heresy.
Ταῦτα δὲ εἰς ἡμᾶς ἐλθόντα Ἀετίου, καὶ τῶν αὐτοῦ μαθητῶν. Οἷστισί τινες Ἀνομοίους ἐπέθεντο ὄνομα, διὰ τὸ ἔτι περισσότερον τῆς τοῦ Ἀρείου πεφρονηκέναι αὐτὴν αἱρέσεως δεινοτέρως· ἅτινα κατὰ τὸ δυνατὸν λεπτομερῶς ἐν Θεῷ διεξελθόντες, ὥσπερ πολύπουν σκολόπενδραν, καὶ ἴουλον τὸ καλούμενον ἑρπετὸν τῷ τῆς ἀληθείας ποδὶ καταπατήσαντες, καὶ τῇ τοῦ Μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ συντρίψαντες, συνήθως Θεῷ εὐχαριστοῦντες, τὴν αὐτοῦ δύναμιν ἐπαγόμενοι εἰς βοήθειαν τῆς ἡμετέρας ἀσθενείας, ἐπὶ τὰς ἑξῆς ὑπολειφθείσας κατὰ τὴν δύναμιν ἡμῶν καὶ κατάληψιν ἡμῶν ἴωμεν, ὦ ἐπιπόθητοι, αὐτὸν ἐπικαλούμενοι, ὡς ἔφην, τὸν Δεσπότην συμπαρεῖναι ἡμῖν πρὸς τὴν ἐκείνων ὑπόδειξιν καὶ τὴν πρὸς αὐτοὺς ἀνατροπήν· ἵνα ἐν τῇ αὐτοῦ δυνάμει δυνηθείημεν πλη-
These things concerning Aetius and his disciples have reached us—upon whom some bestowed the name Anomoeans, because it devised tenets even more grievously wicked than the heresy of Arius. Having gone through these in detail in God to the best of our ability, and having trampled them underfoot with the foot of truth like a many-footed centipede and the creeping creature called the millipede, and crushed them by the true confession of the Only-begotten, giving thanks to God as is our wont, and invoking His power to the aid of our weakness, let us proceed, O beloved, according to our ability and comprehension, to those that remain next in order, calling upon the Sovereign Lord Himself, as I said, to be present with us for the exposure of them and their refutation; so that in His power we may be able to ful-
Notes, col. 637

On the reading

Printed την, for τὴν.