Οὐ πᾶσα οὐσία ἀγέννητος· ἠλίθιον γαρ καὶ τὸ διανοεῖσθαι, καὶ Ἑλληνικῆς ἀγνωσίας οὗτος ὁ λογισμὸς, καὶ τὸ ἀπόφθεγμα, κἄν τε ἀποφαντικῶς, κἄν τε ἐρωτητικῶς τῷ Ἀετίῳ εἴρηται. Δῆλον δὲ ὅτι ἐρωτητικῶς. Ἑλλήνων τοίνυν παῖδας τοῦτο ἐρωτάτω· κἀκεῖνοι δὲ αὐτῷ συντιθέσθωσαν τοῦτο ἔχειν ἐκ συλλογισμῶν τὸ ἐρώτημα, ὕλην τινὰ σύγχρονον τῷ Θεῷ ἐπιφημίζοντες· ἁλισκέσθω δὲ ἅμα ἐκείνοις, εἰ συντιθοῖτο, ἐχούσης τῆς ἀληθείας ἓν εἶναι τὸ ποιοῦν, ἐν μιᾷ οὐσίᾳ Τριάδος τελείας, καὶ οὐ κατὰ συναλοιφὴν ἀριθμουμένης. Τὰ δ' ἄλλα πάντα γεννητὰ, καὶ κτιστὰ, καὶ οὐκ ἀγέννητα. Τῆς δὲ θεότητος ἀκτίστου οὔσης, Πατρὸς μὲν γεννῶντος, Υἱοῦ δὲ γεννητοῦ, Πνεύματος δὲ ἁγίου ἐξ αὐτοῦ ἀπεσταλμένου τοῦ Πατρὸς, καὶ τῶν τοῦ Υἱοῦ λαμβάνοντος, πάντων δὲ ὄντων κεκτισμένων, τοῦ δὲ ἀπαραλλάκτου τῇ δυνάμει μένοντος, συμπρέποντος ἐν τῇ Τριάδι, πάσης θεότητος ἐπὶ τὸν Πατέρα ἀναφερομένης, διὰ τὸ εὔλογον καὶ ἄπτωτον τῆς μονάδος, καὶ τὸ ἀναιρετικὸν τῆς πολυθεΐας, τὸ μὲν ἀπαράλλακτον μένει τῇ δυνάμει, τὸ δὲ εὔλογον συμπρεπόντως ἀναλογεῖται Υἱοῦ πρὸς Πατέρα, καὶ ἁγίου Πνεύματος. Τοίνυν τούτων οὕτως ἐχόντων, ἐξ ὑπαρχῆς πεσεῖται τῆς ἐπιβουλῆς τοῦ ἐρωτήματος ἡ ἐπίνοια. Οὐ γὰρ πολλὰ τὰ ἀπαράλλακτα, ἀλλὰ ἡ μία Τριὰς ἐν μονάδι, καὶ μία θεότης ἐν Τριάδι. Τὰ δ' ἄλλα πάντα ἀφέστηκεν, οὔτε αὐτοματισμῷ ἔχοντα τὸ πάσχειν, ἢ ποιεῖν, οὔτε τῆς ἁγίας Τριάδος, ἐν τῷ τι ποιεῖν, δυναμένης πάσχειν, τῆς ὅλης ἀπαθοῦς οὔσης καὶ προσκυνητῆς· φημὶ δὴ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἐποίησε γὰρ πάντα ὁ Θεὸς δι' Υἱοῦ, ἀλλ' οὐχὶ τὸν Υἱόν· οὐ γάρ ἐστι σὺν πᾶσι· συνυπουργεῖ γὰρ τῷ Πατρὶ, καὶ συμπροσκυνεῖται· οὔτε τὸ ἅγιον Πνεῦμα· οὐ γὰρ ἀριθμεῖται ἀπὸ πάντων, στερεοῖ δὲ τὴν δύναμιν τῶν ἁπάντων καὶ συμπροσκυνεῖται. Τῶν δὲ πάντων ὑπὸ τὴν τοῦ ἑνὸς προνοησίαν ἐπιτεταγμένων, ἕκαστα φέρεταί τε, καὶ πράττει, πάσχει δὲ καὶ ὅσα ἕτερα. Διὸ ἡ μία Τριὰς πρὸς ἑαυτὴν ἀπαράλλακτος, τὰ δὲ ἄλλα ἐξ αὐτῆς παρηλλαγμένα· οὔτε γάρ ἐστι σύγχρονα, οὔτε συναΐδια. Μόνη δὲ ἀΐδιος, καὶ ἄκτιστος, καὶ ἀγέννητος, Υἱοῦ μὲν γεγεννημένου ἀχρόνως καὶ ἀνάρχως, ἀεὶ δὲ ὄντος, καὶ μηδέποτε διαλείποντος τοῦ εἶναι. Ὅθεν ἠσφαλισμένως κεφαλὴν, καὶ οὐκ ἀρχὴν τὸν Πατέρα τοῦ Υἱοῦ ἐδίδαξεν ὁ θεῖος λόγος, διὰ τὸ ὁμοούσιον, καὶ ἀϊδίως ὄντος τοῦ Πνεύματος τοῦ ἁγίου, καὶ ἐκ Πατρὸς ἀπεσταλμένου, ἀεὶ δὲ σὺν Πατρὶ ὑπάρχοντος, καὶ μὴ ἀπὸ χρόνου ἀρξαμένου.
Not every essence is unbegotten; for even to entertain the thought is foolish, and this reasoning and maxim belong to Hellenic ignorance, whether Aetius uttered it by way of assertion or by way of question. Yet it is plain that he spoke by way of question. Let him therefore put this question to the children of the Greeks; and let them agree with him that this question arises from syllogisms, alleging a certain matter coeval with God; and let him be convicted along with them, if he should assent, since the truth holds that the maker is one, in one essence of a perfect Trinity, numbered without conflation. All other things, however, are originated, and created, and not unbegotten. While the Godhead is uncreated—the Father begetting, the Son begotten, and the Holy Spirit sent forth from Him, the Father, and receiving of the Son's—whereas all things have been created, and invariability abides in power, befittingly in the Trinity, with all divinity referred to the Father, because of the reasonableness and unfailing stability of the monad, and the abolition of polytheism, invariability abides in power, while this reasonable principle corresponds befittingly as regards the Son in relation to the Father, and the Holy Spirit. Since, therefore, these matters stand thus, the contrivance of the treacherous question will collapse from the outset. For there are not many invariable things, but one Trinity in unity, and one Godhead in Trinity. All other things stand far apart, neither possessing being acted upon or acting by spontaneous chance, nor being able—as for the Holy Trinity—to undergo anything in doing anything, since It is wholly impassible and worthy of worship: I mean Father, and Son, and Holy Spirit. For God made all things through the Son, but not the Son Himself; for He is not reckoned with all things, since He works together with the Father and is worshipped together with Him; nor did He make the Holy Spirit, for neither is He numbered among all things, but He establishes the power of all things and is worshipped together with Him. And as all things are ordered under the providence of the One, each is borne along, and acts, and undergoes whatever else befalls it. Wherefore the one Trinity is invariable in relation to Itself, while all other things produced by It are subject to variation; for they are neither coeval nor coeternal with It. It alone is eternal, and uncreated, and unbegotten—the Son having been begotten atemporally and without beginning, yet ever being, and never ceasing to be. Hence the divine word guardedly taught that the Father is the head, and not the beginning, of the Son, because of their consubstantiality, while the Holy Spirit also exists eternally, and is sent forth from the Father, ever existing with the Father, and not having begun from time.