Migne Reading Room

PG 42 · cols. 504–513 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:504Read from the page
ΚΑΤΑ ΑΕΡΙΟΥ,
Against Aerius,
ΝΕʹ ἢ καὶ ΟΕʹ.
Heresy 55, or also 75.
Αʹ. Ἀέριός τις πάλιν ὡσαύτως τῷ κόσμῳ γεγένηται μέγα κακὸν, ἐμβροντηθεὶς τὴν ἔννοιαν, ἐπαρθεὶς τὸ φρόνημα. Πᾶσα γὰρ αἵρεσις κακοβουλία τῶν γενομένων ἀπ' ἀρχῆς ἄχρι τέλους· ἢ κενοδοξίας ἢ ἐπάρσεως ταῦτα ειργάσατο, ἢ ἐπιθυμίας ὄρεξις, ἢ ζῆλος πρὸς τοὺς πέλας, ἢ παροξυσμὸς, ἢ προπέτεια. Τὸ δὲ πᾶν ἐκ διαβόλου ἡ τύφλωσις, οὐ τοῦ διαβόλου ισχύοντος ἀπατᾷν τὸν μὴ βουλόμενον, ἀλλὰ ἑκάστου ἑαυτῷ παραιτίου γινομένου τῆς περὶ τὴν ἁμαρτίαν ἐργασίας, Ἵνα, φησὶν, οἱ δόκιμοι φανεροὶ γένωνται. Οὗτος ὁ Ἀέριος ἔτι καὶ δεῦρο ζῇ ἐν σαρκὶ, καὶ περίεστι τῷ βίῳ, Ἀρειανὸς μὲν τὸ πᾶν. Ἄλλως γὰρ οὐ φρονεῖ ἀλλ' ὡς Ἄρειος, καὶ ἔτι ἐπέκεινα μειζόνως τὰ Ἀρείου ἐπιζητήσας, ὠξυμμένος τε τὴν γλῶτταν, καὶ ἐξωπλισμένος ἐν χείλεσιν ἐν τούτῳ τῷ μέρει, ὅπως ἐξελκύσῃ εἰς ἑαυτὸν ἠπατημένον στρατὸν καὶ πληθὺν τῶν ἄει τὰς ἀκοὰς γαργαλιζομένων, καὶ τὴν διάνοιαν ὑποχαλωμένων. Καὶ γὰρ καὶ αὐτὸς τῷ βίῳ ἐφεύρατό τινα μεγάλην μυθώδη κενοδοξίαν, γελοῖον μὲν ἐμποιοῦσαν τοῖς ἔμφροσιν, ὅμως διὰ τούτου πολλοὺς ἠπάτησε καὶ παρείλκυσεν. Οὗτος γίνεται συσχολαστὴς Εὐσταθίου Σεβαστίου τοῦ τῆς Σεβαστείας Πόντου τε καλουμένης χώρας, ἤτοι μικρᾶς Ἀρμενίας. Ὁμοῦ γὰρ ἦσαν ἀσκοῦντες ὅ τε προειρημένος Εὐστάθιος καὶ ὁ Ἀέριος. Ὅτε δὲ ὁ Εὐστάθιος ἦλθεν εἰς τὴν ἐπισκοπὴν, ἐκεῖνος μᾶλλον ἐπεθύμει, ἀλλ' οὐκ ἔφθασεν εις τοῦτο. Ἐντεῦθεν ζῆλος γίνεται. Ἐδόκει δὲ προσλιπαρεῖν ὁ Εὐστάθιος τὸν Ἀέριον. Αὐτίκα ὕστερον καθιστᾷ τοῦτον πρεσβύτερον, τό τε ξενοδοχεῖον αὐτῷ ἐμπιστεύει, ὅπερ ἐν τῷ Πόντῳ καλεῖται πτωχοτροφεῖον. Τοιαῦτα γάρ τινα κατασκευάζουσι κατὰ φιλοξενίαν· καὶ τοὺς λελωβημένους καὶ ἀδυνάτους ἐκεῖσε ποιοῦντες καταμένειν, ἐπιχορηγοῦσι κατὰ δύναμιν οἱ τῶν Ἐκκλησιῶν προστάται.
1. A certain Aerius again has likewise become a great evil to the world, stunned in his understanding, puffed up in his pride. For every heresy is an evil counsel of those who have existed from the beginning until the end: either craving for vainglory or haughtiness, or appetite of lust, or envy towards neighbours, or exasperation, or rashness wrought these things. And altogether the blindness is from the devil, not that the devil has strength to deceive him who is unwilling, but that each man becomes for himself a contributing cause of the activity concerning sin, So that, he says, those who are approved may become manifest. This Aerius still even to this day lives in the flesh and survives in life, wholly an Arian. For he thinks no otherwise than as Arius, and having sought out the tenets of Arius to an even greater degree beyond him, sharpened in his tongue and fully armed in his lips in this part, so that he may draw away to himself a deluded host and a multitude of those who are ever tickled in their ears and slackened in their mind. For he himself also devised in life a certain great fabulous vainglory, producing indeed ridicule among men of sense, yet through this he deceived and drew aside many. This man was a fellow-disciple of Eustathius the Sebastene, of the district called Sebasteia and Pontus, that is, Lesser Armenia. For both the aforesaid Eustathius and Aerius practised the ascetic life together. But when Eustathius came to the episcopate, that man eagerly desired it more, yet did not attain to this. Thence envy arose. Yet Eustathius seemed to court Aerius assiduously. Presently afterwards he appoints him presbyter, and entrusts to him the hospice for strangers, which in Pontus is called a poorhouse. For the presiding bishops of the Churches establish certain institutions of this kind out of hospitality; and causing the maimed and infirm to dwell there, they supply their needs according to their ability.
Βʹ. Ἐπεὶ οὖν ἡ μῆνις ἀπ' αὐτοῦ οὐ διέλειπε, καθ' ἑκάστην ἡμέραν ηὔξανον οἱ λόγοι, καὶ προέβαινεν ἀναμέσον αὐτῶν ὁ ζῆλος, λόγοι τε οὐκ ἀγαθοὶ καὶ διαβολαὶ ὑπὸ τοῦ Ἀερίου κατὰ Εὐσταθίου ἐγίνοντο. Ὁ δὲ ἐπίσκοπος Εὐστάθιος, μετακαλούμενος τὸν Ἀέριον, ἐθώπευε, παρήνει, ἠπείλει, ἐνεβριμᾶτο, παρεκάλει, καὶ οὐδὲν ἤνυε. Τὸ γὰρ ἐξ ἀρχῆς καταβληθὲν εἰς μέγα κακὸν τὸ ἔργον ἤλαυνε. Πέρας γοῦν καταλιπὼν τὸ πτωχοτροφεῖον ὁ Ἀέριος ἀνεχώρησεν. Ἐντεῦθεν τὴν πρόφασιν, ὥσπερ κατὰ ἐχθροῦ βουλόμενός τις εὑρεῖν, ἢ κατὰ πολεμίου ἐπαφεῖναι βέλος, ἀνηρεύνα· καὶ λοιπὸν πᾶσι διαβάλλων τὸν Εὐστάθιον ἔλεγεν· Οὐκέτι τοιοῦτος ὑπάρχει· ἀλλ' ἔκλινεν εἰς χρημάτων συναγωγὴν καὶ εἰς κτῆσιν παντοίαν.
2. Since, therefore, wrath did not cease from him, day by day the quarrelsome words grew, and rivalry advanced between them, and unwholesome reports and slanders were spread by Aerius against Eustathius. Meanwhile Bishop Eustathius, summoning Aerius, soothed, admonished, threatened, sternly rebuked, entreated him, and accomplished nothing. For what had been laid down from the beginning drove the matter on into a great evil. Finally, then, leaving the poorhouse, Aerius withdrew. Thenceforth he searched out a pretext, just as one wishing to find one against an enemy, or to launch a shaft against a foe; and thereafter slandering Eustathius to everyone he used to say: He is no longer such as he was; but he has turned aside to the amassing of moneys and to acquisition of every kind.
Notes, col. 504

On the reading

Printed ειργάσατο, for εἰργάσατο.

Printed ισχύοντος, for ἰσχύοντος.

Printed ἄει, for ἀεὶ.

Printed εις, for εἰς.

PG 42:505Read from the page
Ἅτινα ἦν ταῦτα συκοφαντία μὲν παρ' ἐκείνου, τῇ δὲ ἀληθείᾳ τὰς ἐκκλησιαστικὰς χρείας ἔχων μετὰ χεῖρας ὁ Εὐστάθιος, ἄλλως οὐκ ἠδύνατο πράττειν. Καὶ ἦν πιθανὰ τὰ ὑπὸ τοῦ Ἀερίου λεγόμενα.
Which things were calumny on that man's part, whilst in truth Eustathius, having the needs of the Church in hand, could not act otherwise. Yet the things spoken by Aerius were plausible.
Νομίσειε δ' ἄν τις, ἐπειδήπερ, κατὰ Ἀερίου λέγοντες, Εὐστάθιον παρηγάγομεν, μήτι ἄρα καὶ τὸν Εὐστάθιον ἐν ἐπαίνοις ἔχομεν; τὸν μὲν γὰρ βίον αὐτοῦ καὶ τὴν πολιτείαν οὐκ ὀλίγοι ἄνδρες θαυμάζουσιν· εἴθε δὲ καὶ τῇ πίστει ὀρθῶς ἐφρόνησε! Τὸ γὰρ Ἀερίου καὶ αὐτὸς ἀπαρχῆς ἕως τέλους κατέσχε, καὶ οὔτε αἱ θλίψεις τῶν διωγμῶν αὐτὸν διωρθώσαντο. Ἐδιώχθη γὰρ μετὰ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον καὶ λοιπούς. Ἔδοξε δὲ καὶ πρὸς Λιβέριον Ῥώμης τὸν μακαρίτην πρεσβεύειν ἅμα ἄλλοις ἐπισκόποις, καὶ τῇ ἐκθέσει τῆς κατὰ Νίκαιαν γενομένης συνόδου, καὶ τῇ ὁμολογίᾳ τῆς ὀρθοδοξίας ὑπογεγραφέναι. Εἰς ὕστερον δὲ ὥσπερ μνησθεὶς, καὶ ἐξ ὀνείρων ἀναστὰς, τὰ ἑαυτοῦ πάλιν πρῶτα τῆς τῶν Ἀρειανῶν κακοδοξίας ἐπισκεπτόμενος οὐ διέλειπεν. Ὅμως περὶ Ἀερίου ἡμῖν ὁ λόγος ἐστί. Διὸ αὖθις πρὸς αὐτὸν ἐπιστρεπτέον.
Now someone might suppose, since in speaking against Aerius we brought in Eustathius, that perhaps we hold Eustathius also in praise? For not a few men admire his life and manner of conduct; would that he had also been right-minded in the faith! For he himself also held fast the doctrine of Aerius from beginning until end, and neither did the afflictions of the persecutions set him right. For he was persecuted along with those around Basil and Eleusius and the rest. And he also seemed to go on an embassy to Liberius of Rome, of blessed memory, together with other bishops, and to have subscribed to the exposition of the synod held at Nicaea and to the confession of orthodoxy. Yet afterwards, as though remembering and rising up out of dreams, he did not cease looking again to his own first tenets of the heterodoxy of the Arians. Nevertheless, our discourse is concerning Aerius. Wherefore we must turn back to him again.
Γʹ. Οὗτος ὁ Ἀέριος διὰ τοὺς τοιούτους λόγους σεμνύνεται μὲν ἀποταξίαν ἐν ἀρχῇ· καταλιπὼν δὲ τὸ πτωχοτροφεῖον, παρείλκυσε πολὺν χορὸν ἀνδρῶν τε καὶ γυναικῶν. Ἀπηλαύνετο δὲ αὐτὸς μετὰ τῆς αὐτοῦ ἀπὸ τῶν ἐκκλησιῶν καὶ ἀγρῶν καὶ κωμῶν καὶ τῶν ἄλλων πόλεων. Πολλάκις δὲ μετὰ πολλοῦ ὄχλου τοῦ ἰδίου νιφόμενοι ἀγρόθεν διετέλουν, ὕπαιθροί τε καὶ ὑπὸ πέτρας αὐλιζόμενοι, ἐν ὕλαις καταφεύγοντες. Ἦν δὲ αὐτοῦ ὁ λόγος μανιώδης μᾶλλον ἤπερ καταστάσεως ἀνθρωπίνης· καί φησι· Τί ἐστιν ἐπίσκοπος πρὸς πρεσβύτερον; Οὐδὲν διαλλάττει οὗτος τούτου· μία γάρ ἐστι τάξις καὶ μία, φησὶ, τιμὴ, καὶ ἓν ἀξίωμα. Χειροθετεῖ, φησὶν, ἐπίσκοπος, ἀλλὰ καὶ ὁ πρεσβύτερος. Λουτρὸν δίδωσιν ὁ ἐπίσκοπος, ὁμοίως καὶ ὁ πρεσβύτερος. Τὴν οἰκονομίαν τῆς λατρείας ποιεῖ ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος ὡσαύτως. Καθέζεται ὁ ἐπίσκοπος ἐπὶ τοῦ θρόνου, καθέζεται καὶ ὁ πρεσβύτερος. Ἐν τούτῳ πολλοὺς ἠπάτησε, καὶ ἀρχηγὸν τοῦτον ἐσχήκασιν. Εἶτά φησι· Τί ἐστι τὸ Πάσχα, ὅπερ παρ' ὑμῖν ἐπιτελεῖται; Ἰουδαϊκοῖς πάλιν μύθοις προσανέχετε. Οὐ γὰρ χρὴ, φησὶ, τὸ Πάσχα ἐπιτελεῖν. Τὸ γὰρ Πάσχα ἡμῶν ἐτύθη Χρι-
3. This Aerius on account of such reasonings prides himself on renunciation at the beginning; and having left the poorhouse, he drew aside a large troop of both men and women. And he himself with his following was driven away from the churches and fields and villages and the other cities. And often with a large crowd of his own they continued in the country covered with snow, both in the open air and bivouacking beneath rocks, taking refuge in woodlands. And his doctrine was frenzied rather than of a human state of mind; and he says: What is a bishop in comparison with a presbyter? The one differs in nothing from the other; for there is one order and one honour, he says, and one dignity. A bishop lays on hands, he says, but so also does the presbyter. The bishop administers the laver, likewise also the presbyter. The bishop performs the dispensation of worship, and the presbyter in like manner. The bishop sits upon the throne, the presbyter sits also. In this he deceived many, and they have had him as their leader. Then he says: What is the Pascha which is celebrated among you? You cling again to Jewish fables. For one ought not, he says, to celebrate the Pascha. For our Pascha has been sacrificed, Chri-
PG 42:508Read from the page
στός. Εἶτα μετέπειτα, Τίνι τῷ λόγῳ μετὰ θάνατον ὀνομάζετε, φησὶν, ὀνόματα τεθνεώτων; Εὔχεται γὰρ, φησὶν, ὁ ζῶν, ἢ οἰκονομίαν ἐποίησε· τί ὠφεληθήσεται ὁ τεθνεώς; Εἰ δὲ ὅλως εὐχὴ τῶν ἐνταῦθα τοὺς ἐκεῖσε ὤνησεν, ἄρα γοῦν μηδεὶς εὐσεβείτω, μηδὲ ἀγαθοποιείτω· ἀλλὰ κτησάσθω φίλους τινὰς δι' οὗ βούλεται τρόπου, ἤτοι χρήμασι πείσας, ἤτοι φίλους ἀξιώσας ἐν τῇ τελευτῇ, καὶ εὐχέσθωσαν περὶ αὐτῶν, ἵνα μή τι ἐκεῖ πάθῃ, μηδὲ τὰ ὑπ' αὐτοῦ γενόμενα τῶν ἀνηκέστων ἁμαρτημάτων ἐκζητηθῇ. Ἀλλ' οὔτε νηστεία, φησὶν, ἔσται τεταγμένη. Ταῦτα γὰρ Ἰουδαϊκά ἐστι, καὶ ὑπὸ ζυγὸν δουλείας. Δικαίῳ γὰρ νόμος οὐ κεῖται, ἀλλὰ πατραλοίαις καὶ μητραλοίαις καὶ λοιποῖς. Εἰ γὰρ ὅλως βούλομαι νηστεύειν, οἵαν δ' ἂν αἱρήσομαι ἡμέραν ἀπ' ἐμαυτοῦ, νηστεύω διὰ τὴν ἐλευθερίαν. Ὅθεν παρ' αὐτοῖς πεφιλοτίμηται μᾶλλον ἐν Κυριακῇ νηστεύειν, τετράδα δὲ καὶ Προσάββατον ἐσθίειν. Πολλάκις δὲ καὶ τὴν τετράδα νηστεύουσιν, οὐχὶ θεσμῷ, ἀλλ' ἰδίᾳ προαιρέσει, φησίν. Ἔν τε ταῖς ἡμέραις τοῦ Πάσχα, ὅτε παρ' ἡμῖν χαμευνίαι, ἁγνεῖαι, κακοπάθειαι, ξηροφαγίαι, εὐχαὶ, ἀγρυπνίαι τε καὶ νηστεῖαι καὶ πᾶσαι τῶν ψυχῶν αἱ σωτηρίαι τῶν ἁγίων παθῶν, αὐτοὶ ἀπέωθεν ὀψωνοῦσι κρέα τε καὶ οἶνον, ἑαυτῶν τὰς φλέβας γεμίζοντες, ἀνακαγχάζουσι, γελῶντες, χλευάζοντες τοὺς τὴν ἁγίαν ταύτην λατρείαν τῆς ἑβδομάδος τοῦ Πάσχα ἐπιτελοῦντας. Καὶ γὰρ εἰ καὶ ἀποτακτικὸν ἐσχήκασιν οὗτοι τρόπον, οὐκ ἤσκηται παρ' αὐτοῖς· πολὺ δέ τι κρεωφαγιῶν καὶ οἰνοποσιῶν· ἀλλ' ει ἄρα τινὲς σπάνιοι ἐν μέσῳ αὐτῶν ἀπ' ἰδίας προαιρέσεως βούλοιντο τοῦτο. Μᾶλλον δέ εἰσιν οἱ πλείους αὐτῶν κεχρημένοι δαψιλέσιν ἐδωδῶν σαρκοφαγίαις καὶ οινοποσίαις, ὡς πολλάκις ἔφην. Ταῦτά ἐστι τὰ παρὰ Ἀερίου τῷ βίῳ ἐξεμεθέντα.
st. Then afterwards, By what reason, says he, do you name after death the names of the dead? For the living man, says he, prays, or has made a dispensation; what benefit shall the dead man receive? And if at all the prayer of those here has profited those yonder, then let no one at all practise piety, nor do good; but let him acquire some friends by whatever way he wishes, either persuading them with money, or entreating friends at his end, and let them pray for them, lest he suffer anything there, and lest the irremediable sins committed by him be required of him. But neither, says he, shall a fast be ordained. For these things are Jewish, and beneath a yoke of bondage. For no law is laid down for a righteous man, but for patricides and matricides and the rest. For if at all I wish to fast, on whatever day I shall choose of myself, I fast on account of freedom. Whence among them zeal is shown rather to fast on the Lord's day, and to eat on the fourth day and the Preparation. And oftentimes they fast also on the fourth day, not by ordinance, but by their own choice, says he. And in the days of Pascha, when among us there are sleepings on the ground, purities, hardships, dry diets, prayers, vigils and fastings and all the salvations of souls in the holy sufferings, they from daybreak buy up meats and wine, filling their own veins, guffaw, laughing and jeering at those who celebrate this holy service of the week of Pascha. For even though these men have adopted a renunciant manner, it is not practised among them, but rather great abundance of meat-eating and wine-drinking, save perhaps if a few rare ones in their midst should wish this of their own choice. Rather, the majority of them indulge in lavish banquets of flesh-eating and wine-drinking, as I have often said. These are the things vomited forth into life by Aerius.
Δʹ. Ὑποδεικνύει τοίνυν τὴν ἔννοιαν καὶ τὴν αὐτοῦ ἀπιστίαν, καὶ τὰ δι' αὐτοῦ πάλιν τῷ βίῳ εἰς κακομήχανον τέχνην ἐμβροντηθέντα· εἰς δὲ τὰς πρὸς αὐτὸν ἀντιθέσεις ἐλευσόμεθα, ὀλίγα διηγούμενοι, καὶ οὕτως παρερχόμενοι. Καὶ ὅτι μὲν ἀφροσύνης ἐστὶ τὸ πᾶν ἔμπλεων, τοῖς σύνεσιν κεκτημένοις τοῦτο δῆλον· τὸ λέγειν αὐτὸν ἐπίσκοπον καὶ πρεσβύτερον ἴσον εἶναι. Καὶ πῶς ἔσται τοῦτο δυνατόν; Ἡ μὲν γάρ ἐστι πατέρων γεννητικὴ τάξις· πατέρας γὰρ γεννᾷ τῇ Ἐκκλησίᾳ· ἡ δὲ, πατέρας μὴ δυναμένη γεννᾷν, διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας τέκνα γεννᾷ τῇ Ἐκκλησίᾳ, οὐ μὴν πατέρας ἢ διδασκάλους. Καὶ πῶς οἷόν τε ἦν τὸν πρεσβύτερον καθιστᾷν, μὴ ἔχοντα χειροθεσίαν τοῦ χειροτονεῖν, ἢ εἰπεῖν αὐτὸν εἶναι ἶσον τῷ ἐπισκόπῳ; Ἠπάτησε δὲ τὸν προειρημένον Ἀέριον ἡ αὐτοῦ ἐρεσχελία καὶ ὁ ζῆλος.
4. This, then, displays his mind and his unbelief, and the things again hurled by him into life with malicious craft in frenzy; and we shall come to the refutations against him, relating a few points, and so passing on. And that the whole is full of folly, this is plain to those who possess understanding: his saying that a bishop and a presbyter are equal. And how shall this be possible? For the one is an order generative of fathers, for it begets fathers for the Church; whereas the other, not being able to beget fathers, begets children for the Church through the regeneration of the laver, yet not fathers or teachers. And how was it possible to appoint the presbyter, not having laying-on of hands to ordain, or to say that he is equal to the bishop? But his cavilling and jealousy deceived the aforesaid Aerius.
Notes, col. 508

On the reading

Printed ει, for εἰ.

Printed οινοποσίαις, for οἰνοποσίαις.

PG 42:509Read from the page
Εʹ. Φέρει δὲ εἰς ἑαυτοῦ πλάνην καὶ τῶν αὐτοῦ ἀκουόντων, ὅτι ὁ Ἀπόστολος γράφει πρεσβυτέροις καὶ διακόνοις, καὶ οὐ γράφει ἐπισκόποις. Καὶ τῷ ἐπισκόπῳ φησί· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, οὗ ἔλαβες διὰ χειρῶν τοῦ πρεσβυτερίου· πάλιν δὲ ἐν ἄλλῳ τόπῳ· Ἐπισκόποις καὶ διακόνοις· ὡς εἶναι, φησὶ, τὸν αὐτὸν ἐπίσκοπον, τὸν αὐτὸν πρεσβύτερον. Καὶ οὐκ οἶδεν ὁ τὴν ἀκολουθίαν τῆς ἀληθείας ἀγνοήσας, καὶ ἱστορίαις βαθυτάταις μὴ ἐντυχὼν, ὅτι, νέου ὄντος τοῦ κηρύγματος, πρὸς τὰ ὑποπίπτοντα ἔγραφεν ὁ ἅγιος Ἀπόστολος. Ὅπου μὲν ἦσαν ἐπίσκοποι ἤδη κατασταθέντες, ἔγραφεν ἐπισκόποις καὶ διακόνοις. Οὐ γὰρ πάντα εὐθὺς ἠδυνήθησαν οἱ ἀπόστολοι καταστῆσαι. Πρεσβυτέρων γὰρ ἐγίνετο χρεία καὶ διακόνων. Διὰ γὰρ τῶν δύο τούτων τὰ ἐκκλησιαστικὰ δύνανται πληροῦσθαι. Ὅπου δὲ οὐχ εὑρέθη τις ἄξιος ἐπισκοπῆς, ἔμεινεν ὁ τόπος χωρὶς ἐπισκόπου. Ὅπου δὲ γέγονε χρεία, καὶ ἦσαν ἄξιοι ἐπισκοπῆς, κατεστάθησαν ἐπίσκοποι. Πλήθους δὲ μὴ ὄντος, οὐχ εὑρέθησαν ἐν αὐτοῖς πρεσβύτεροι κατασταθῆναι, καὶ ἠρκέσθησαν ἐπὶ τῷ κατὰ τόπον μόνῳ ἐπισκόπῳ. Ἄνευ δὲ διακόνου ἐπίσκοπον ἀδύνατον εἶναι. Καὶ ἐπεμελήσατο ὁ ἅγιος Ἀπόστολος διακόνους εἶναι τῷ ἐπισκόπῳ διὰ τὴν ὑπηρεσίαν. Οὕτω τῆς Ἐκκλησίας λαβούσης τὰ πληρώματα τῆς οἰκονομίας, οὕτω κατ' ἐκεῖνο καιροῦ ἦσαν οἱ τόποι. Καὶ γὰρ ἕκαστον πρᾶγμα οὐκ ἀπαρχῆς τὰ πάντα ἔσχεν· ἀλλὰ προβαίνοντος τοῦ χρόνου τὰ πρὸς τελείωσιν τῶν χρειῶν κατηρτίζετο.
5. And he brings forward, for the deception of himself and of his hearers, that the Apostle writes to presbyters and deacons, and does not write to bishops. And to the bishop he says: Do not be careless of the gift of grace that is in you, which you received through the hands of the body of presbyters; and again in another place: To bishops and deacons; so that, says he, the same man is bishop, the same man presbyter. And he who is ignorant of the sequence of the truth, and has not met with the deepest histories, does not know that, while the proclamation was still new, the holy Apostle wrote according to the circumstances at hand. Where there were bishops already appointed, he wrote to bishops and deacons. For the apostles were not able to establish all things at once. For there arose need of presbyters and deacons, since through these two ecclesiastical affairs can be fulfilled. Where no one was found worthy of the episcopate, the place remained without a bishop. But where need arose and there were men worthy of the episcopate, bishops were appointed; yet where there was no multitude, presbyters were not found among them to be appointed, and they were content with the single local bishop. But without a deacon it is impossible for a bishop to be; and the holy Apostle took care that the bishop should have deacons for ministry. Thus as the Church received the fulnesses of her dispensation, so were the places at that time. For each thing did not possess everything from the beginning, but as time advanced matters were brought to completion for the perfecting of needs.
Ϛʹ. Εὐθὺς μὲν γὰρ Μωϋσῆς πέμπεται εἰς Αἴγυπτον κατὰ τὴν Παλαιὰν Διαθήκην ῥάβδῳ μόνῃ· ὑπὸ τοῦ Θεοῦ δὲ ἀπεσταλμένος, ἐν τῷ εἰσελθεῖν εἰς Αἴγυπτον, προστίθεται αὐτῷ εἰς βοήθειαν Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ. Εἶτα μετὰ τὸ πιστεῦσαι αὐτῷ τὸν ἀδελφὸν, συνήχθη πρὸς αὐτὸν ἡ γερουσία καὶ οἱ ἀρχηγοὶ τοῦ λαοῦ κατ' ἐκεῖνο καιροῦ. Καὶ μετὰ ταῦτα κρατυνομένου τοῦ ἔργου, καὶ τῆς ἀκολουθίας συναγομένης, διεπέρασε τὴν θάλασσαν. Καὶ οὔπω ἦσαν κατὰ τὸν νόμον, ἕως ὅτε Κύριος αὐτὸν καλεῖ εἰς τὸ ὄρος. Δίδωσι δὲ αὐτῷ τὰς πτύχας, καὶ ὑποδείκνυσιν αὐτῷ σκηνὴν κατασκευάσαι, ἀρχηγούς τε προστήσασθαι, δεκάρχους, πεντηκοντάρχους, ἑκατοντάρχους, χιλιάρχους. Καὶ ὁρᾷς πῶς τὰ πράγματα πλατύνεται; Ὅρα, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει Σινᾶ. Καὶ ὁρᾷς πῶς προσετέθη τῇ νομοθεσίᾳ ἑπτάμυξος λυχνία, ποδήρη ἱερατικὰ ἐνδύματα, κώδωνές τε καὶ μανδύαι, ἐπωμίδες τε καὶ κιδάρεις, μίτραι τε καὶ λίθων διαφόρων συνθέσεις, κύαθοι, θυΐσκαι, λουτῆρες, θυσιαστήρια, τρυβλία, μασμαρὼθ, ἅτινά ἐστι διυληστήρια, μιδι-
6. For at once Moses is sent into Egypt under the Old Covenant with a rod alone; and being dispatched by God, upon entering into Egypt, Aaron his brother is added to him for assistance. Then, after his brother believed him, the council of elders and the chiefs of the people at that time were gathered together unto him. And after these things, as the work grew strong and the following was assembled, he crossed over the sea. And they were not yet under the law, until the Lord calls him up to the mountain. And He gives him the tablets, and shows him how to construct a tabernacle, and to set up rulers—captains of tens, captains of fifties, captains of hundreds, captains of thousands. And do you see how matters expand? See, says He, thou shalt make all things according to the pattern shown to thee on Mount Sinai. And do you see how there were added to the lawgiving a seven-nozzled lampstand, full-length priestly vestments, bells and mantles, shoulder-pieces and tiaras, mitres and settings of diverse stones, ladles, censers, lavers, altars, dishes, masmaroth, which are strainers, midi-
PG 42:512Read from the page
κὼθ, ἅτινα καλοῦνται κύαθοι, μαχωνὼθ, αἵτινές εἰσι βάσεις, καὶ ὅσαπερ ὁ νόμος διαλέγεται, χερουβὶμ καὶ τὰ ἄλλα, κιβωτὸς διαθήκης, ἀναφορεῖς τε καὶ δακτύλιοι, σκηνή τε καὶ δέρῥεις καὶ δέρματα ἠρυθροδανωμένα, ἀγκύλαι τε καὶ τὰ ἄλλα, πυλωροὶ καὶ σάλπιγγες ἐλαταὶ καὶ καμπύλαι καὶ χρυσαῖ καὶ ἀργυραῖ, χαλκαῖ, κεράτιναι, καὶ τὰ ἄλλα ὅσαπερ ὁ νόμος ἔφη, θυσίαι διάφοροι, διδασκαλίαι. Ἐπειδὴ ἀπαρχῆς ταῦτα οὐκ ἦν, ἆρα μετὰ τὸ γενέσθαι τὴν τάξιν οὐκ εἴληφε τὰ πράγματα; Οὕτω καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ γεγραμμένα, ἕως ὅτε ἐπλατύνθη ἡ Ἐκκλησία, ἕως ὅτε εἰς τὸ ἴδιον μέτρον ἐλήλακεν, ἕως ὅτε τὸν κόσμον τῆς συνέσεως δικαιότατα ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ᾠκονόμηται. Καὶ ἔπεσεν ὁ τοῦ Ἀερίου λόγος.
coth, which are called ladles, machonoth, which are bases, and all the other things that the law sets forth: cherubim and the rest, the ark of the covenant, staves and rings, the tabernacle and curtains of hair and skins dyed red, clasps and the rest, doorkeepers and trumpets hammered and curved, and of gold and of silver, of bronze, of horn, and all the rest that the law spoke of, varied sacrifices, teachings. Since these things did not exist from the beginning, did not affairs then take on order after they came into being? So too the things written in the Apostle, until the Church was enlarged, until she advanced to her proper measure, until she has most justly been ordered in the adornment of understanding from the Father and the Son and the Holy Spirit. And the argument of Aerius has fallen.
Καὶ ὅτι μὲν οὐ δύναται ταυτὸν εἶναι, διδάσκει ὁ θεῖος λόγος τοῦ ἁγίου Ἀποστόλου τίς μὲν ἔστιν ἐπίσκοπος, τίς δέ ἐστι πρεσβύτερος, ὡς λέγει Τιμοθέῳ ἐπισκόπῳ ὄντι· Πρεσβύτερον μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα. Τί εἶχε πρᾶγμα ἐπίσκοπον πρεσβυτέρῳ μὴ ἐπιπλήττειν, εἰ μὴ ἦν ὑπὲρ τὸν πρεσβύτερον ἔχων τὴν ἐξουσίαν; Ὡς καὶ πάλιν λέγει· Κατὰ πρεσβυτέρου μὴ ταχέως κατηγορίαν δέχου, εἰ μή τι ἐπὶ δύο καὶ τριῶν μαρτύρων. Καὶ οὐκ εἶπέ τινι τῶν πρεσβυτέρων· Μὴ δέξῃ κατηγορίαν κατὰ ἐπισκόπου· οὐδὲ ἔγραψε [περὶ] τῶν πρεσβυτέρων τινὶ μὴ ἐπιπλήττειν ἐπισκόπῳ. Καὶ ὁρᾷς, ὅτι παντὸς τοῦ ἐκ τοῦ διαβόλου παρασαλευομένου ἡ πτῶσις οὐ μικρά τίς ἐστιν;
And that he cannot be the same, the divine word of the holy Apostle teaches, showing who is a bishop and who is a presbyter, as he says to Timothy while a bishop: Do not rebuke a presbyter sharply, but exhort him as a father. What occasion was there for a bishop not to rebuke a presbyter, unless he possessed authority over the presbyter? As he also says again: Against a presbyter do not hastily admit an accusation, except upon two and three witnesses. And he did not say to any of the presbyters: Do not admit an accusation against a bishop; nor did he write [concerning] any of the presbyters not to rebuke a bishop. And do you see that the downfall of every man shaken astray by the devil is no small one?
Ζʹ. Ἴδωμεν δὲ καὶ τὰ ἄλλα αὐτοῦ, καὶ διασκοπήσωμεν. Καὶ περὶ τοῦ Πάσχα πρῶτον εἴπωμεν, ὥς φησι· Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός· ἴδωμεν αὐτὸν τὸν εἰπόντα, εἰ οὐκ ἐπετέλει. Καί φησι· Ἔσπευδεν, ὅπως ποιήσῃ τὴν Πεντηκοστὴν εἰς Ἱερουσαλήμ. Ποίαν δὲ τὴν Πεντηκοστὴν ἐπετέλει Παῦλος, εἰ μὴ Πάσχα ἐπετέλεσε; Τίνι δὲ οὐ συμπεφώνηται ἐν πᾶσι κλίμασι τῆς οἰκουμένης, ὅτι τετρὰς καὶ Προσάββατον νηστεία ἐστὶν ἐν τῇ Ἐκκλησίᾳ ὡρισμένη; Εἰ δὲ καὶ χρὴ τὸ τῆς Διατάξεως τῶν ἀποστόλων λέγειν, πῶς ἐκεῖ ὡρίζοντο τετράδα καὶ Προσάββατον νηστείαν διὰ παντὸς χωρὶς Πεντηκοστῆς; Καὶ περὶ τῶν ἓξ ἡμερῶν τοῦ Πάσχα πῶς παραγγέλλουσι μηδὲν ὅλως λαμβάνειν ἢ ἄρτου καὶ ἁλὸς καὶ ὕδατος; Ποίαν τε ἡμέραν ἄγειν, πῶς τε ἀπολύειν εἰς ἐπιφώσκουσαν Κυριακὴν, φανερόν ἐστι. Τίς δὲ μᾶλλον ἐπίσταται τούτων; Ὁ ἠπατημένος ἄνθρωπος, ὁ νῦν ἐνδημήσας, καὶ ἕως νῦν ἐν τῷ βίῳ περιὼν, ἢ οἱ πρὸ ἡμῶν μάρτυρες γεγονότες, ἔχοντες πρὸ ἡμῶν τὴν παράδοσιν ἐπὶ τῆς Ἐκκλησίας, καὶ οὗτοι παρειληφότες παρὰ τῶν αὐτῶν πατέρων, τῶν τε αὐτῶν πατέρων πάλιν μεμαθηκότων
7. But let us see the rest of his assertions also, and examine them thoroughly. And first let us speak concerning Pascha, as he says: Christ our Pascha was sacrificed; let us look at the very man who said it, whether he did not celebrate it. And it says: He hastened to keep Pentecost at Jerusalem. What Pentecost did Paul celebrate, if he did not celebrate Pascha? And by whom is it not agreed in all regions of the inhabited world that the fourth day and the Preparation are an appointed fast in the Church? And if one must also cite the Constitution of the Apostles, how did they there ordain the fast of the fourth day and the Preparation perpetually, except during Pentecost? And concerning the six days of Pascha, how do they enjoin taking nothing at all save bread and salt and water? And what day to observe, and how to end the fast at the dawning of the Lord's day, is manifest. And who knows these matters better? The deluded man who has now appeared and still walks about in life until now, or those who were witnesses before us, possessing the tradition in the Church before us, and being themselves recipients from their fathers, while their fathers in turn had learned
PG 42:513Read from the page
παρὰ τῶν πρὸ αὐτῶν γεγονότων, πῶς ἡ Ἐκκλησία, παραλαβοῦσα παρὰ τῶν αὐτῆς πατέρων, ἄχρι καὶ τῆς δεῦρο κατέχει τὴν ἀληθινὴν πίστιν, καὶ τὰς παραδόσεις; Καὶ διαπιπτέτω πάλιν ἡ τούτου ἔννοια ἡ περὶ τοῦ Πάσχα. Εἶτα δὲ εἰ μὴ περὶ τῆς αὐτῆς ὑποθέσεως Τετράδων καὶ Προσαββάτων οἱ αὐτοὶ ἀπόστολοι ἐν τῇ Διατάξει ἔλεγον, καὶ ἄλλως ἐκ πανταχόθεν εἴχομεν ἀποδεῖξαι, ὅμως περὶ τούτου ἀκριβῶς γράφουσι. Παρείληφε δὲ ἡ Ἐκκλησία, καὶ ἐν ὅλῳ τῷ κόσμῳ συμπεφώνηται· πρὶν [γὰρ] τοῦ εἶναι Ἀέριον καὶ τοὺς ἀπ' αὐτοῦ Ἀεριανούς. Τάχα γὰρ καὶ κατὰ τοῦτο δικαιότατον ὄνομα εἴληφεν. Ἀέριον γὰρ πνεῦμα ἔσχεν ἐξ ἀκαθαρσίας, ἀπὸ τῶν ἀερίων πνευμάτων τῆς πονηρίας, τὴ ἐν αὐτῷ οἰκῆσαν κατὰ τῆς Ἐκκλησίας.
from those who were before them, how the Church, having received from her fathers, holds fast even unto the present the true faith and the traditions? And let his notion concerning Pascha fall to the ground again. Moreover, even if the same apostles had not spoken in the Constitution upon the same subject of the fourth days and Preparations, we would still have been able to demonstrate it from every quarter; yet concerning this they write with precision. And the Church has received it, and it is agreed throughout the whole world—[for it was so] before Aerius and the Aerians after him existed. Perhaps indeed on this account too he has received a most just name; for out of impurity he possessed an aerial spirit from the aerial spirits of wickedness, which dwelt in him against the Church.
Ηʹ. Ἔπειτα δὲ περὶ τοῦ ὀνόματα λέγειν τῶν τελευτησάντων, τί ἂν εἴη τούτου προὐργιαίτερον; τί τούτου καιριώτερον καὶ θαυμασιώτερον, πιστεύειν μὲν τοὺς παρόντας, ὅτι οἱ ἀπελθόντες ζῶσι, καὶ ἐν ἀνυπαρξίᾳ οὐκ εἰσίν· ἀλλὰ εἰσὶ, καὶ ζῶσι παρὰ τῷ Δεσπότῃ· καὶ ὅπως ἂν τὸ σεμνότατον κήρυγμα διηγήσοιτο, ὡς ἐλπίς ἐστιν ὑπὲρ ἀδελφῶν εὐχομένοις, ὡς ἐν ἀποδημίᾳ τυγχανόντων· ὠφελεῖ δὲ καὶ ἡ ὑπὲρ αὐτῶν γινομένη εὐχὴ, εἰ καὶ τὰ ὅλα τῶν αἰτιαμάτων μὴ ἀποκόπτοι· ἀλλ' οὖν γε διὰ τὸ πολλάκις ἐν κόσμῳ ἡμᾶς ὄντας σφάλλεσθαι ἀκουσίως τε καὶ ἑκουσίως, ἵνα τὸ ἐντελέστερον σημανθῇ. Καὶ γὰρ δικαίων ποιούμεθα τὴν μνήμην, καὶ ὑπὲρ ἁμαρτωλῶν· ὑπὲρ μὲν ἁμαρτωλῶν ὑπὲρ ἐλέους Θεοῦ δεόμενοι, ὑπὲρ δὲ δικαίων καὶ Πατέρων καὶ πατριαρχῶν, προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ μαρτύρων καὶ ὁμολογητῶν, ἐπισκόπων τε καὶ ἀναχωρητῶν καὶ παντὸς τοῦ τάγματος, ἵνα τὸν Κύριον Ἰησοῦν Χριστὸν ἀφορίσωμεν ἀπὸ τῆς τῶν ἀνθρώπων τάξεως διὰ τῆς πρὸς αὐτὸν τιμῆς, καὶ σέβας αὐτῷ ἀποδῶμεν, ἐν ἐννοίᾳ ὄντες, ὅτι οὐκ ἔστιν ἐξισούμενος ὁ Κύριος τινὶ τῶν ἀνθρώπων, κἄν τε μυρία καὶ ἐπέκεινα ἐν δικαιοσύνῃ ὑπάρχῃ ἕκαστος ἀνθρώπων. Πῶς γὰρ οἷόν τε εἴη τοῦτο; Ὁ μὲν γάρ ἐστι Θεὸς, ὁ δὲ ἄνθρωπος· καὶ ὁ μὲν ἐν οὐρανῷ, ὁ δὲ ἐπὶ τῆς γῆς διὰ τὰ ἐπὶ γῆς λείψανα, πάρεξ τῶν ἀναστάντων καὶ συνεισελθόντων ἐν τῷ νυμφῶνι, ὥς φησι τὸ ἅγιον Εὐαγγέλιον· Πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν, καὶ συνεισῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν. Ἁγίαν δὲ πόλιν λέγει ποίαν ταύτην; Πληροῦται γὰρ κατ' ἀμφοῖν ὁ λόγος εἰς τὴν ἐνταῦθα, καὶ εἰς τὴν ἄνω. Ὅτι μὲν γὰρ εἰς τὴν ἐνταῦθα Ἱερουσαλὴμ συνεισῆλθον αὐτῷ πρῶτον, τοῦτο δῆλον· πρινὴ δὲ τοῦ ἀναβῆναι τὸν Σωτῆρα εἰς τὸν οὐρανὸν, οὐδεὶς γὰρ ἀναβέβηκεν ἕως ὅτε αὐτῷ συνανῆλθον. Οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀλλὰ περὶ τούτων ἐν τῷ τόπῳ γενόμενοι τὰς δύο λέξεις ὑπεδείξαμεν. Εἰ δέ τις ἐρεῖ, ὅτι ἄρα εἰς τὴν Ἱερουσαλὴμ εἰσῆλθον, μαθέτω, ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῶν θυρῶν κεκλεισμένων παρέστη ὁ Κύ-
8. Next, concerning reciting the names of the departed, what could be more serviceable than this? What more timely and more admirable than that those present should believe that the departed live, and are not in non-existence, but exist and live with the Master, and that the most venerable proclamation might set forth how there is hope for those praying on behalf of brethren as being away on a journey? And the prayer offered on their behalf also avails, even if it should not cut away the whole of the faults—yet indeed, because while in the world we oftentimes stumble involuntarily and voluntarily, so that what is more complete may be signified. For we make remembrance both of the righteous and on behalf of sinners: on behalf of sinners entreating for the mercy of God, but on behalf of the righteous and Fathers and patriarchs, prophets and apostles and evangelists and martyrs and confessors, bishops and anchorites and the whole order, that we may set apart the Lord Jesus Christ from the rank of men through the honour paid to Him, and render reverence to Him, bearing in mind that the Lord is not placed on an equality with any of men, even though each of men should stand ten thousandfold and beyond in righteousness. For how could this be possible? For He is God, and the other is man; and He is in heaven, while the other is upon the earth by reason of his remains upon earth, apart from those who arose and entered in together into the bridal chamber, as the holy Gospel declares: And many bodies of the saints arose, and entered with Him into the holy city. Which holy city does it mean? For the saying is fulfilled in both respects, towards the one here and towards the one above. For that they first entered with Him into the Jerusalem here is plain; but before the Saviour went up into heaven, no one had gone up until they went up together with Him. For no one has gone up into heaven save He Who came down from heaven, the Son of man. But when we were at that place we pointed out the two expressions concerning these matters. And if anyone shall say that they then entered into Jerusalem, let him learn that on that day, when the doors were shut, the Lo-
Notes, col. 513

On the reading

Printed τὴ, for τὸ.