Migne Reading Room

PG 42 · cols. 492–501 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:492Read from the page
οὐρανοῖς οὐρανῶν καὶ λοιποῖς ἀοράτοις τόποις, ἃ δὲ ἐξυμνούμενα τὰ δῶρα ἀξίως παρέχει τοῖς ἀξίοις.
heavens of heavens and the remaining invisible places, whilst the gifts celebrated in hymns it worthily bestows upon the worthy.
Θʹ. Πνεύματα δὲ πλεῖστά φησιν ἡ Γραφή· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλογίας· καὶ, Πάντα τὰ πνεύματα, αἰνεῖτε τὸν Κύριον. Χαρίσματα δὲ ἀξίοις δίδοται διακρίσεως πνευμάτων. Ἃ μὲν γὰρ ἐπουράνιά ἐστι, χαίροντα τῇ ἀληθείᾳ, ἃ δὲ ἐπίγεια, ἀπάτης καὶ πλάνης ἐπιτήδεια· ἃ δὲ ὑπόγεια, ἀβύσσου καὶ σκότους τέκνα. Παρεκάλει γὰρ, τὸ Εὐαγγέλιόν φησιν, ἵνα μὴ πέμψῃ αὐτὸν εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ὡσαύτως δὲ τοῖς πνεύμασιν ἐπέτασσε· καὶ πνεύματα δὲ ἐξεδίωκε λόγῳ, καὶ οὐκ εἴα αὐτὰ λαλεῖν. Λέγεται δὲ πνεῦμα κρίσεως, καὶ πνεῦμα καύσονος. Λέγεται δὲ πνεῦμα κόσμου. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, φησί· καὶ πνεῦμα δὲ ἀνθρώπου· Τίς γὰρ οἶδε τὰ τοῦ πνεύματος, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν τῷ ἀνθρώπῳ; Πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει· καὶ, Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι· καὶ, Πνεύματα δὲ προφητῶν προφήταις ὑποτάσσεται· καὶ, Ἰδοὺ πνεῦμα ψευδὲς ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν αὐτῷ· Ἐν τίνι ἀπατήσεις τὸν Ἀχαάβ; Καὶ ἔσομαι, φησὶ, πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν. Λέγεται δὲ πνεῦμα κατανύξεως εἶναι, πνεῦμα δειλίας, καὶ πνεῦμα Πύθωνος, καὶ πνεῦμα πορνείας, καὶ πνεῦμα καταιγίδος, καὶ πνεῦμα πολυρρῆμον, καὶ πνεῦμα ἀσθενείας, καὶ πνεῦμα ἀκάθαρτον, καὶ πνεῦμα κωφόν, καὶ πνεῦμα ἄλαλον, καὶ πνεῦμα μογιλάλον, καὶ πνεῦμα χαλεπὸν λίαν, ὃ καλεῖται λεγεὼν, καὶ πνευματικὰ τῆς πονηρίας. Ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς. Ἀλλ' ὥσπερ οἱ πολλοὶ υἱοὶ θέσει, ἢ κλήσει, οὐκ ἀληθείᾳ δὲ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος ἁμαρτητικῶς· οὕτω καὶ πνεύματα πλεῖστα θέσει ἢ κλήσει, κἂν ἁμαρτητικὰ ἦν. Τὸ δὲ ἅγιον Πνεῦμα μόνον καλεῖται ὑπὸ Πατρὸς καὶ Υἱοῦ Πνεῦμα ἀληθείας, καὶ Πνεῦμα Θεοῦ, καὶ Πνεῦμα Χριστοῦ, καὶ Πνεῦμα χάριτος. Χαρίζεται γὰρ ἑκάστῳ διαφόρως ἀγαθὸν, Ὡ μὲν πνεῦμα σοφίας, ᾧ δὲ πνεῦμα προφητείας, ᾧ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ ἑρμηνειῶν, καὶ τὰ λοιπὰ δὲ χαρίσματα, ὥς φησιν· Ἓν δὲ καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται. Ὅτι τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με, ὁ Θεὸς, φησὶν ὁ Δαβίδ· ἢ, Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, τὸ ἐνυπόστατον διὰ τούτων τοῦ ἁγίου Πνεύματος δείκνυσιν ἡμῖν· Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει· καὶ, Ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος καὶ Πνεύματος, ὅμοιον ὡς εἶπε Παῦλος· Ἐν
9. Moreover, Scripture affirms that there are very many spirits: He Who maketh His angels spirits, and His ministers a flame of fire; and, All ye spirits, praise the Lord. And gifts of discernment of spirits are given to the worthy. For some are heavenly, rejoicing in the truth, whilst others are earthly, fit for deceit and error; and others are subterranean, offspring of the abyss and of darkness. For it entreated Him, says the Gospel, that He would not send it away to depart into the abyss. In like manner He also gave command to the spirits; and He drove out spirits by a word, and did not suffer them to speak. There is also mention of a spirit of judgement, and a spirit of scorching heat. There is also mention of a spirit of the world. But we received not the spirit of the world, he says; and also the spirit of a man: For who knows the things of the spirit, save the spirit that is in the man? A spirit going forth, and not returning. For a spirit passed through him, and shall be no more; and, Thou shalt withdraw their spirit, and they shall fail; and, Moreover the spirits of prophets are subject to prophets; and, Lo, a false spirit stood before the Lord, and He said to it: Whereby shalt thou deceive Ahab? And I will be, it says, a false spirit in the mouth of the prophets. It is also said that there is a spirit of stupor, a spirit of cowardice, and a spirit of Python, and a spirit of whoredom, and a spirit of tempest, and a loquacious spirit, and a spirit of infirmity, and an unclean spirit, and a deaf spirit, and a speechless spirit, and a halting-tongued spirit, and an exceedingly fierce spirit, which is called legion, and spiritual forces of wickedness. Countless, indeed, are the sayings concerning spirits for the wise. Yet just as the many are sons by adoption, or by calling, but not in truth, because of having a beginning and an end in a manner liable to sin; so also very many spirits exist by adoption or by calling, even though they were liable to sin. But the Holy Spirit alone is called by Father and Son the Spirit of truth, and the Spirit of God, and the Spirit of Christ, and the Spirit of grace. For He graciously bestows good upon each diversely: to one a spirit of wisdom, to another a spirit of prophecy, to another a spirit of discernment, to another of interpretations, and the remaining gifts as well, as he says: But one and the same Spirit, apportioning to each as He wills. For Thy good Spirit shall guide me, O God, says David; or, The Spirit blows where He wills, shows to us by these words the subsistent reality of the Holy Spirit: And thou hearest His voice; yet thou knowest not whence He comes, and whither He goes; and, Unless you be begotten of water and Spirit, similar to what Paul spoke: In
PG 42:493Read from the page
γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ἐγέννησα ὑμᾶς. Περὶ τούτου ὁ Κύριος· Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμπω ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ, Ἔτι πολλὰ ἔχω λέγειν· ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ· ἀλλ' ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνός με δοξάσει· ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν πάντα.
for in Christ Jesus I begat you. Concerning Him the Lord says: When the Paraclete comes, Whom I will send to you, the Spirit of truth, Who proceeds from the Father, He shall bear witness concerning Me; and, I still have many things to say; yet you cannot bear them now. When He comes, the Spirit of truth, He shall guide you into all the truth. For He shall not speak from Himself; but whatsoever things He shall hear He shall speak, and the things to come He shall declare to you. He shall glorify Me; for He shall receive from Mine, and shall declare all things to you.
Ιʹ. Εἰ τοίνυν παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ ἐκ τοῦ ἐμοῦ, φησὶν ὁ Κύριος, λήψεται, ὃν τρόπον Οὐδεὶς ἔγνω τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὕτως τολμῶσι λέγειν· οὐδὲ τὸ Πνεῦμα εἰ μὴ ὁ Υἶος ἐξ οὗ λαμβάνει, καὶ ὁ Πατὴρ παρ' οὗ ἐκπορεύεται· καὶ οὐδὲ τὸν Υἱὸν, καὶ τὸν Πατέρα, εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, τὸ μαρτυροῦν τὰ περὶ τοῦ Υἱοῦ, ὃ παρὰ τοῦ Πατρὸς, ὃ ἐκ τοῦ Υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας· νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγητὴς, προφητῶν καθηγητὴς, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστὴρ, ἁγίων ἐκλογεὺς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός. Υἱὸς φυσικὸς, Υἱὸς ἀληθὴς, Υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ καὶ τὸ Πνεῦμα, ἀλλὰ Πνεῦμα ὀνομαζόμενον. Οὗτος ὁ Θεὸς δοξαζόμενος ἐν Ἐκκλησίᾳ· Πατὴρ ἀεὶ, Υἱὸς ἀεὶ, καὶ Πνεῦμα ἅγιον ἀεὶ, ὑψηλὸς ὑψηλοῦ καὶ ὕψιστος, νοερὰν δόξαν ἔχων ἀμέτρητον, ᾧ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητὰ ἅπαξ ἁπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἕκαστα. Θεότης δὲ μία ἐν Μωϋσεῖ μάλιστα καταγγέλλεται· δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύσσεται· Τριὰς δὲ ἐν Εὐαγγελίοις φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. Γνῶσις δὲ αὕτη ἀθανασίας, ἐκ πίστεως δὲ αὐτῆς ἢ υἱοθεσίας γίνεται. Ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωϋσεῖ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις· τρίτον δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν Εὐαγγελίοις πρὸς κατοίκησιν ἑαυτῆς. Σκηνὴν δὲ ἁγίαν, λαὸν ἅγιον, τὸν δίκαιον ἔχει μόνον τὸν συνόντα τούτοις. Κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄφθαρτος, μία θεότης ἀπερινόητος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῆς διεγείρουσα, καλοῦσα, προορίζουσα, δοξάζουσα, ἐξ ᾅδου ὑψοῦσα, ἁγιάζουσα, ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα, ἐπουράνια, καὶ ἐπίγεια, καταχθόνια· πνεῦμα, ψυχὴν, σάρκα, πίστιν, ἐλπίδα, ἀγάπην· παρελθόντα, ἑστῶτα, μέλλοντα, αἰῶνα αἰῶνος, αἰῶ-
10. If, therefore, He proceeds from the Father, and shall receive from Mine, says the Lord, just as No one knew the Father, save the Son, nor the Son, save the Father, so too they venture to say: neither does anyone know the Spirit save the Son from Whom He receives, and the Father from Whom He proceeds; nor does anyone know the Son and the Father, save the Holy Spirit, Who glorifies truly, Who teaches all things, Who bears witness to the things concerning the Son, Who is from the Father, Who is of the Son, the sole guide of truth; expounder of holy laws, instructor of the spiritual law, preceptor of prophets, teacher of apostles, luminary of evangelical doctrines, chooser of saints, the true light from true light. He is Son by nature, true Son, genuine Son, alone from Him Who is alone, and with Him also the Spirit, yet named Spirit. This is the God glorified in the Church: Father always, Son always, and Holy Spirit always, Exalted of the Exalted and Most High, possessing immeasurable intellectual glory, beneath Whom stand subject all created and made things once for all simply in their entirety, each measured and circumscribed. One Godhead is chiefly proclaimed in Moses; a dyad is emphatically heralded in the prophets; and a Trinity is manifested in the Gospels, fitting the righteous man more fully according to seasons and generations unto knowledge and faith. And this knowledge of immortality arises from faith itself or adoption as sons. Yet first it sets forth ordinances of the flesh, as though erecting the outer enclosure of a temple in Moses; second, it recounts ordinances of the soul, as though adorning the holy place in the remaining prophecies; third, ordinances of the spirit, as though ordering the mercy-seat and the holy of holies in the Gospels for its own habitation. And for a holy tabernacle, a holy people, it has alone the righteous man who abides with these. There dwells in him one incorruptible Godhead, one Godhead inconceivable, incomprehensible, ineffable, invisible, knowing itself alone, manifesting itself to whom it wills, raising up witnesses of itself, calling, foreordaining, glorifying, exalting out of Hades, sanctifying, uniting anew unto its own glory and faith these three: things heavenly, and earthly, and subterranean; spirit, soul, flesh, faith, hope, love; things past, present, to come, age of age, ages
Notes, col. 493

On the reading

Printed Υἶος, for Υἱὸς.

PG 42:496Read from the page
νας αἰώνων, σάββατα σαββάτων, περιτομὴν σαρκὸς, περιτομὴν καρδίας, περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν· καθόλου καθαροποιεῖ ἑαυτῇ πάντα τὰ ἀόρατα καὶ τὰ ὁρατὰ, θρόνους, κυριότητας, ἀρχὰς, ἐξουσίας, δυνάμεις. Ἐν πᾶσι δὲ ἡ αὐτὴ σοφία καὶ φωνὴ ἁγία, ἀπὸ δόξης εἰς δόξαν, Ἅγιος, ἅγιος, ἅγιος φωνοῦσα, Πατέρα ἐν Υἱῷ, Υἱὸν δὲ ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐρεῖ ὁ οὕτω πιστεύων· Γένοιτο, γένοιτο!
of ages, sabbaths of sabbaths, circumcision of the flesh, circumcision of the heart, circumcision of Christ in the putting off of the body of sins; wholly it purifies unto itself all things invisible and visible, thrones, dominions, principalities, authorities, powers. And in all things the same wisdom and holy voice, from glory to glory, crying aloud, Holy, holy, holy, proclaiming Father in Son, and Son in Father with the Holy Spirit; to Whom be the glory and the might unto the ages of the ages. Amen. And he who thus believes shall say: So be it, so be it!
Πεπλήρωται τὰ τοῦ Ἀγκυρωτοῦ.
Here end the passages from the Ancoratus.
ΙΔʹ. Καὶ ταῦτα μέν ἐστιν, ἃ ἤδη περὶ τῆς πίστεως Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος γράφοντες, κατὰ τὸ βραχύτατον ἡμῶν τῆς μετριότητος ἐξηγησάμεθα, καὶ ἐκ τῶν προῤῥηθέντων παρεθέμεθα. Ἔτι δὲ ἐπιμενοῦμεν εἰς σύστασιν τῆς ἑαυτῶν ζωῆς, εὐσεβῶς μαρτυρίας φέροντες, καὶ ἐξ ὀρθοῦ λογισμοῦ εὐσεβῶς περὶ θεότητος διαλαμβάνοντες. Ὅτι μὲν γὰρ ἐν τοῖς ὑπὸ τούτου ἀπεδείχθη διὰ πολλῶν μαρτυριῶν ὁ Μονογενὴς συμπράττων τῷ Πατρὶ, καὶ τὰ ἴσα ἐν ἅπασι τελειῶν καὶ χαριζόμενος, ὡς ἐξ αὐτοῦ ὢν, καὶ οὐκ ἀλλοῖος παρὰ τὴν τοῦ Πατρὸς δύναμιν καὶ θεότητα, ἀλλὰ ὁμοούσιος Πατρί· οὐ μόνον δὲ ὁ Υἱὸς, ἀλλὰ καὶ τὸ ἅγιον Πνεῦμα συμπράττον Υἱῷ καὶ Πατρὶ, καὶ τὰ ἴσα ἐργαζόμενον δωρούμενόν τε καὶ χαριζόμενον, ὡς βούλεται, ὡς καὶ αὐτὸ ὄντως ἐκ Θεοῦ ὂν, καὶ οὐκ ἀλλότριον Πατρὸς καὶ Υἱοῦ, ἀλλ' ὁμοούσιον Πατρὶ καὶ Υἱῷ, παντί τῳ σαφὲς κατὰ πάντα ἐκ τῶν τοσούτων μαρτυριῶν ἀπεδείχθη τε καὶ ἀποδειχθήσεται. Νῦν δὲ διὰ τοὺς ἀντιθέτους καὶ ἐχθροὺς τοῦ ἁγίου Πνεύματος τὰ εὐσεβῆ τοῦ ὀρθοῦ λογισμοῦ καὶ τὰ ἀπὸ μαρτυριῶν τῆς αὐτῆς θείας Γραφῆς διηγησάμενοι περισσοτέρως τῶν πρότερον παραθησόμεθα μαρτυρίαις ἀκολούθως τῇ περὶ ἁγίου Πνεύματος ἀληθινῇ εὐσεβείᾳ. Ὡς ἔχει γὰρ καὶ ἔστι Πνεῦμα ἅγιον ἐνσικὸν, ὑπὸ πάντων προσκυνούμενον, πᾶσιν ἐπιπόθητον τοῖς κτίσμασί τε καὶ ποιήμασιν, οὐδενὶ ἐξισούμενον, οὐκ ἀγγέλῳ, οὐ πνεύματι ἑτέρῳ, ἀλλ' ἑνικόν. Ἐπειδὴ γὰρ καὶ πολλὰ πνεύματά ἐστι, τοῦτο δὲ ἀνώτατον πάντων πνευμάτων, ὡς ὂν ἀεὶ ἐκ Πατρὸς, καὶ μὴ ἀπὸ τῶν ἄλλων τῶν ἐξ οὐκ ὄντων γενόμενον ὂν· πολλὰ γάρ ἐστι πνεύματα, ἓν δὲ τὸ ἅγιον Πνεῦμα, ὥσπερ εἷς Θεὸς καὶ εἷς μονογενὴς Υἱὸς τοῦ Θεοῦ· οὕτω καὶ Πνεῦμα ἅγιον Θεοῦ, ἀπὸ δὲ Θεοῦ καὶ ἐν Θεῷ. Ἀλλὰ τὸ μὲν μονογενὴς Υἱὸς ἀκατάληπτος, τὸ δὲ Πνεῦμα ἀκατάληπτον, ἐκ Θεοῦ δὲ, καὶ οὐκ ἀλλότριον Πατρὸς καὶ Υἱοῦ. Οὐ συναλοιφὴ δέ ἐστι Πατρὶ καὶ Υἱῷ· ἀλλὰ Τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας, οὐχ ἑτέρας οὐσίας παρὰ τὴν θεότητα, οὐχ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλὰ αὐτοθεότης καὶ ἐκ τῆς αὐτῆς θεότητος Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ τὸ μὲν Πνεῦμα Πνεῦμα ἅγιον, ὁ δὲ Υἱὸς Υἱός. Τὴ δὲ Πνεῦμα παρὰ Πατρὸς ἐκπορευόμενον καὶ τοῦ Υἱοῦ λαμβάνον· ἐρευ-
14. And these are the things which, writing already concerning the faith of Father, and Son, and Holy Spirit, we expounded in the briefest compass of our modest capacity, and set forth from what was spoken before. Yet we shall still persevere for the establishment of our own life, piously adducing testimonies, and from right reasoning piously treating of the Godhead. For that in what preceded this the Only-begotten was shown through many testimonies to work together with the Father, and to accomplish and bestow equal things in all, as being from Him, and not different in kind beside the Father's power and Godhead, but consubstantial with the Father; and not only the Son, but also the Holy Spirit working together with Son and Father, and working equal things, both giving and graciously bestowing as He wills, as being Himself also truly from God, and not alien to Father and Son, but consubstantial with Father and Son, has been demonstrated and shall be demonstrated clearly in every respect to everyone from so many testimonies. And now, on account of the opponents and enemies of the Holy Spirit, having recounted the pious arguments of right reasoning and those from testimonies of the same divine Scripture more abundantly than the former, we shall set them beside the testimonies in accordance with true piety concerning the Holy Spirit. For as the Holy Spirit is and exists unique, worshipped by all, longed for by all creatures and works, equalled to none, neither to angel nor to any other spirit, but unique. For since there are also many spirits, yet this One is supreme above all spirits, as being always from the Father, and not being one that came to be from the others that are out of non-being; for many are the spirits, but one is the Holy Spirit, just as there is one God and one only-begotten Son of God; so also one Holy Spirit of God, from God and in God. But on the one hand the only-begotten Son is incomprehensible, and on the other the Spirit is incomprehensible, yet from God, and not alien to Father and Son. And He is not a coalescence with Father and Son; but the Trinity is always of the same essence, not of another essence beside the Godhead, not another Godhead beside the essence, but self-Godhead, and from the same Godhead are the Son and the Holy Spirit. And the Spirit is Holy Spirit, and the Son is Son. And the Spirit proceeding from the Father and receiving from the Son, sear-
Notes, col. 496

On the reading

Printed ΙΔʹ., for ΙΑʹ..

Printed ἐνσικὸν, for ἑνικὸν.

Printed Τὴ, for Τὸ.

PG 42:497Read from the page
νῶν τὰ βάθη τοῦ Θεοῦ, ἀναγγέλλον τὰ Υἱοῦ ἐν κόσμῳ, ἁγιάζον, ἁγίους ποιοῦν διὰ τῆς Τριάδος· τρίτον τῇ ὀνομασίᾳ, ἐπειδὴ ἡ Τριάς ἐστι Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Ἀπελθόντες γὰρ, φησὶ, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· ἐπισφραγὶς τῆς χάριτος, οὐ σύνδεσμος τῆς Τριάδος, οὐκ ἀλλότριον τοῦ ἁγιασμοῦ, οὐ διεστὼς τῇ ὀνομασίᾳ, οὐκ ἀλλότριον τῆς δωρεᾶς· ἀλλ' εἷς Θεὸς, μία πίστις, εἷς Κύριος, ἓν χάρισμα, μία Ἐκκλησία, ἓν βάπτισμα.
ching the depths of God, declaring the things of the Son in the world, sanctifying, making saints through the Trinity; third in appellation, since the Trinity is Father, and Son, and Holy Spirit. For going forth, He says, baptize into the name of the Father, and of the Son, and of the Holy Spirit; seal of grace, not bond of the Trinity, not alien to sanctification, not divided in appellation, not alien to the gift; but one God, one faith, one Lord, one grace-gift, one Church, one baptism.
ΙΒʹ. Ἀεὶ γὰρ ἡ Τριὰς, ὡς πολλάκις ἔφην, καὶ οὐδέποτε ἡ Τριὰς προσθήκην λαμβάνει, ὡς γλυκέως ἐστιν ὁμολογεῖν, καὶ ἀκορέστως λέγειν. Γλυκέα γὰρ, φησὶν ὁ προφήτης, τῷ λάρυγγί μου τὰ λόγιά σου. Καὶ εἰ τὰ λόγια γλυκέα, πόσῳ γε μᾶλλον τὸ ὄνομα τὸ ἅγιον ἡ Τριὰς, ἡ πηγὴ πάσης γλυκύτητος; Τριὰς οὖν οὕτως ἀριθμουμένη, Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Οὐ συναλοιφὴ δὲ ἡ Τριὰς, οὐ διεστῶσα τῆς ἑαυτῆς μονάδος· ἐν ὑποστάσει δὲ τελειότητος τέλειος ὁ Πατὴρ, τέλειος ὁ Υἱὸς, τέλειον τὸ ἅγιον Πνεῦμα, Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Τὸ δὲ ἀνάπαλιν Πνεῦμα ταττόμενον ἐν χαρίσμασι· Διαιρέσεις γὰρ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.
12. For the Trinity is always, as I have often said, and the Trinity never receives any addition, as it is sweet to confess, and to speak without satiety. For sweet, says the prophet, to my throat are Thy oracles. And if the oracles are sweet, how much more is the holy name, the Trinity, the fountain of all sweetness? The Trinity, then, is thus numbered: Father, and Son, and Holy Spirit. Yet the Trinity is not a coalescence, nor divided from its own unity; but in subsistence of perfection perfect is the Father, perfect is the Son, perfect is the Holy Spirit, Father and Son and Holy Spirit. And conversely the Spirit is reckoned in the grace-gifts: For there are apportionments of grace-gifts, but the same Spirit; and there are apportionments of ministries, but the same Lord; and there are apportionments of workings, but the same God, Who works all things in all.
Τούτων δὲ οὕτως ἐχόντων, ἀσφαλισώμεθα μὴ ἐκπέσωμεν τῆς ἀληθείας· ἀλλ' ὁμολογήσωμεν τὴν ἀλήθειαν, οὐ συνηγοροῦντες ὑπὲρ Θεοῦ, ἀλλ' εὐσεβῶς νοοῦντες, ἵνα μὴ ἀπολώμεθα. Ἀνένδεκτον γὰρ κτιστόν τι ἐν Τριάδι λέγειν, ἢ διανοεῖσθαι, ἢ ἐπιγεννητόν· ἀλλὰ ἦν ἀεὶ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Οὔτε συνάδελφος Υἱὸς Πατρὶ, οὔτε συναλοιφή· καὶ τὸ Πνεῦμα οὔτε συναλοιφὴ, οὔτε συνάδελφον Πατρὶ καὶ Υἱῷ, [οὔτε συναλοιφὴ τὸ Πνεῦμα Πατρὶ καὶ Υἱῷ·] Υἱὸς δὲ γεννητὸς ἐκ Πατρὸς, καὶ Πνεῦμα προελθὸν ἐκ Πατρός. Ἀνεκδιηγήτως τῆς Τριάδος οὔσης ἐν ταυτότητι δοξολογία, καὶ ἀκαταλήπτως Υἱοῦ ὄντος σὺν Πατρὶ καὶ Πνεύματι ἁγίῳ ὡσαύτως, καὶ μηδέποτε διαλειπούσης τῆς Τριάδος τῆς αὐτῆς ἀϊδιότητος. Πατὴρ οὖν ἀεὶ ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος· Υἱὸς δὲ γεννητὸς, ἀλλ' ἄκτιστος καὶ ἀκατάληπτος. Πνεῦμα ἅγιον ἀεὶ, οὐ γεννητὸν, οὐ κτιστόν. οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔγγονον, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ. Πνεῦμα γὰρ ὁ Θεός.
Since these things are so, let us safeguard ourselves lest we fall away from the truth; but let us confess the truth, not pleading as advocates on God's behalf, but understanding piously, that we may not perish. For it is inadmissible to call or conceive of anything in the Trinity as created or subsequently begotten; but Father and Son and Holy Spirit always were. Neither is the Son brother to the Father, nor a coalescence; and the Spirit is neither a coalescence, nor brother to Father and Son, [nor is the Spirit a coalescence with Father and Son;] but the Son is begotten from the Father, and the Spirit proceeded from the Father. As the Trinity exists ineffably, doxology is in identity, and as the Son exists incomprehensibly with the Father and the Holy Spirit likewise, and the Trinity never ceases from the same eternity. The Father, then, is always unbegotten and uncreated and incomprehensible; and the Son is begotten, yet uncreated and incomprehensible. The Holy Spirit is always, not begotten, not created. He is not brother, not forefather, not grandson, but from the same essence of Father and Son. For God is Spirit.
ΙΓʹ. Τῆς δὲ τοιαύτης ἠσφαλισμένης ἡμῶν ζωῆς αἱ μαρτυρίαι ἐν πάσῃ Γραφῇ ἐμφέρονται. Ἀπὸ δὲ τῶν πλειόνων ὀλίγα παραθήσομαι κατὰ τὸ δυνατόν· ἵνα μὴ ἀμάρτυρον περὶ Πνεύματος καὶ ἐν τῷ παρόντι
13. And the testimonies of such a safeguarded life of ours are contained in all Scripture. From the many I shall set forth a few as far as possible, so that concerning the Spirit I may not, even in the present
PG 42:500Read from the page
παρελεύσωμαι τὴν ὑφήγησιν. Εὐθὺς μὲν γὰρ ὁ Πατήρ φησι περὶ τῆς τοῦ Υἱοῦ παρουσίας, ὅτι Θήσομαι τὸ Πνεῦμά μου ἐπ' αὐτὸν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ, ἵνα γνήσιον κηρύξῃ Θεὸν τὸ ἅγιον αὐτοῦ Πνεῦμα πᾶσι πιστοῖς εἰς σωτηρίαν. Εἰ δὲ ὁ Μονογενὴς τῇ αὐτῇ μαρτυρίᾳ προσθεὶς φάσκει· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με· ἵνα ἡ ἔνσαρκος αὐτοῦ παρουσία, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἠσφαλισμένη, καὶ πιστοῖς κηρυττομένη, σαφῶς ὁμολογηθῇ ἀπὸ τῆς τοῦ Χριστοῦ μαρτυρίας, ὅτι οὐκ ἀλλότριον τὸ Πνεῦμά ἐστι τοῦ Θεοῦ. Πάλιν δὲ ὁ Κύριος περὶ τοῦ Πνεύματος, ὅτι Τὸ Πνεῦμα τοῦ Πατρός μου ἐστὶ τὸ λαλοῦν ἐν ὑμῖν. Καὶ πάλιν, ὡς οὐκ ἀλλοτρίου τοῦ Πνεύματος τυγχάνοντος τῆς τοῦ Θεοῦ θεότητος, ἐνεφύσησεν εἰς τὸ πρόσωπον τῶν μαθητῶν, καὶ εἶπε· Λάβετε Πνεῦμα ἅγιον. Καὶ πάλιν, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἰσότητα καὶ ὁμοουσιότητα πρὸς τὸ Πνεῦμα αὐτοῦ τε καὶ τοῦ Πατρὸς αὐτοῦ τὸ ἅγιον, φησίν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν· ὡς αὐτοῦ τοῦ Κυρίου Παρακλήτου ὄντος, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου συμπαρακλήτου ὄντος ὁμοίως. Οἱ δὲ ἀπόστολοι, δεικνύοντες, ὅτι οὐ δοῦλον τυγχάνει τὸ Πνεῦμα, ἀλλὰ τῆς αὐτῆς θεότητος, τὴν αὐτοῦ αὐθεντίαν ὑποδεικνύντες φασί· Καὶ εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτοὺς, καὶ τὰ ἑξῆς. Ὁ δὲ Κύριός ἐστι τὸ Πνεῦμα. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία· καὶ, Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα Κυρίου οἰκεῖ ἐν ὑμῖν. Εἰ τοίνυν ναὸς Θεοῦ καλούμεθα διὰ οἴκησιν ἁγίου Πνεύματος, τίς τολμήσειε παραιτήσασθαι τὸ Πνεῦμα, καὶ ἀπαλλοτριῶσαι τῆς τοῦ Θεοῦ οὐσίας, σαφῶς τοῦ Ἀποστόλου λέγοντος ἡμᾶς ναοὺς Θεοῦ γίνεσθαι, διὰ τὸ ἐνοικοῦν Πνεῦμα ἅγιον ἐν τοῖς ἀξίοις; Πῶς δὲ ἀλλότριον Θεοῦ ἔσται τὸ Πνεῦμα τὸ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Καὶ μὴ λέγε μοι· Ἐρευνᾷ, καὶ οὔπω γινώσκει, ὥς τινες τολμῶσι βλασφημεῖν, καὶ ἑαυτοὺς ἀπολύειν. Ἐπεὶ ἂν καὶ αὐτὸ λέξωσι περὶ τοῦ Πατρὸς, ὅτι καὶ περὶ αὐτοῦ γέγραπται, ὅτι Ἐρευνᾷ ταμεῖα κοιλίας. Καὶ εἰ ἀσεβῶς νοήσεις, διὰ τὸ μὴ ἐπικεῖσθαι τῷ ἐρευνᾷν τὸ γινώσκειν ἐπὶ τοῦ Πνεύματος, ἀσεβήσαις ἂν καὶ περὶ τοῦ Πατρὸς τὴν αὐτὴν ἀναγκαζόμενος παρεκφέρειν ὑπόνοιαν. Οὔτε γὰρ ἐπὶ Πατρὸς ἐρευνῶντος ταμεῖα κοιλίας πρόσκειται τὸ γινώσκειν· οὔτε γὰρ χρεία ἦν εἰπεῖν, σαφῶς δηλουμένης τῆς τοῦ Θεοῦ προγνωσίας, ἀπὸ τοῦ ἐρευνᾷν τὸ τέλειον τῆς ἀποφάσεως ἐχούσης. Οὕτω μοι καὶ περὶ Πνεύματος καὶ Υἱοῦ καὶ Πατρὸς τὴν μίαν γνῶσιν καί τὴν προγνωσίαν, σαφῶς ἐχούσης τῆς ἁγίας Τριάδος τὴν τελειότητά τε καὶ ταυτότητα.
pass over the exposition without witness. For straightway the Father speaks concerning the coming of the Son: I will put My Spirit upon Him, and He shall declare judgement to the nations, so that He may proclaim His Holy Spirit as genuine God to all the faithful unto salvation. And again the Only-begotten, adding to the same witness, declares: The Spirit of the Lord is upon Me, wherefore He anointed Me; so that His incarnate coming, both safeguarded by the Holy Spirit and proclaimed to the faithful, may be clearly confessed from the witness of Christ, that the Spirit is not alien to God. And again the Lord says concerning the Spirit: It is the Spirit of My Father Who speaks in you. And again, inasmuch as the Spirit is not alien to the Godhead of God, He breathed upon the face of the disciples, and said: Receive the Holy Spirit. And again, to show His own equality and consubstantiality with His own and His Father's Holy Spirit, He says: If you love Me, you will keep My commandments. I will ask the Father, and He will give you another Paraclete; inasmuch as the Lord Himself is Paraclete, and the Holy Spirit is co-Paraclete likewise. And the apostles, showing that the Spirit is not a bondservant, but of the same Godhead, indicating His sovereign authority, say: And the Holy Spirit said: Set apart for Me Barnabas and Saul for the work unto which I have called them, and so forth. And the Lord is the Spirit. And where the Spirit of the Lord is, there is freedom; and, You are a temple of God, and the Spirit of the Lord dwells in you. If, therefore, we are called a temple of God on account of the indwelling of the Holy Spirit, who would dare to repudiate the Spirit and estrange Him from the essence of God, when the Apostle clearly states that we become temples of God through the Holy Spirit indwelling in the worthy? And how shall the Spirit Who searches the depths of God be alien to God? And do not say to me: He searches, and does not yet know, as some venture to blaspheme and undo themselves. For they would say the very same concerning the Father as well, since of Him too it is written that He searches the chambers of the belly. And if you understand impiously, because knowing is not appended to searching in the case of the Spirit, you would commit impiety concerning the Father also, being compelled to bring forward the same surmise. For neither in the case of the Father searching the chambers of the belly is knowing added; for there was no need to state it, since God's foreknowledge is clearly manifested, the declaration having completeness from the term searching. Thus, I pray, reckon also concerning Spirit and Son and Father the one knowledge and foreknowledge, since the Holy Trinity clearly possesses both perfection and identity.
ΙΔʹ. Καὶ ἀμύθητά ἐστι περὶ τούτων λέγειν, καὶ
14. And there are untold things to speak concerning these matters, and
Notes, col. 500

On the reading

Printed καί, for καὶ.

PG 42:501Read from the page
ἀπὸ θείας Γραφῆς ὄγκον μαρτυριῶν φέρειν, καὶ εἰς πλάτος ἐπιμηκύνειν, καὶ κάματον ἐμποιεῖν τοῖς ἐντυγχάνουσιν. Ἀρκετῶς γὰρ ἐν πάσῃ αἱρέσει πολλὰ εἰπόντες, τὰς πάσας ἐν Θεοῦ δυνάμει ἡμεῖς οἱ ἀσθενεῖς ἀνετρέψαμεν, καὶ ἀπεδείξαμεν ἀλλοτρίας οὔσας τῆς ἀληθείας, καὶ ἑκάστην αὐτῶν βλασφημοῦσαν, καὶ ἀρνουμένην τὴν ἀλήθειαν, κἄν τε ἐν βραχεῖ, κἄν τε ἐν πολλῷ· ὡς καὶ οὗτοι μάτην εἰς τὸν Κύριον βλασφημοῦντες καὶ εἰς τὸ ἅγιον Πνεῦμα, καὶ μὴ ἔχοντες μήτε ἐνταῦθα, μήτε ἐν τῷ μέλλοντι αἰῶνι, κατὰ τὰ ὑπὸ Κυρίου εἰρημένα, ἄφεσιν ἁμαρτιῶν διὰ τὴν εἰς τὸ ἅγιον Πνεῦμα βλασφημίαν, καταπατηθέντες ὑπ' αὐτῆς τῆς ἀληθείας δίκην κεράστου δεινοῦ μονοκέρωτος, τοῦ νοῦ τῆς βλασφημίας δυναμένου ὅλον τὸ σῶμα φθείρειν· πεισθέντες τῷ τοῦ ξύλου λόγῳ, καὶ τῇ τοῦ Μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ, ὅτι τῷ βλασφημοῦντι εἰς τὸ Πνεῦμα οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι ἀφεθήσεται, ὡς ἔφην· καταπατηθέντες καὶ συντριβέντες, μὴ ἰσχύοντες κατὰ τῆς ἀληθείας. Πύλαι γὰρ ᾅδου ἀληθῶς πᾶσαι αἱ αἱρέσεις· ἀλλὰ κατὰ τῆς πέτρας οὐ κατισχύσουσι, τουτέστι κατὰ τῆς ἀληθείας. Κἄν τε γὰρ ἐξ αὐτῶν τινες θελήσειαν λέγειν, ὅτι Τὴν μὲν πίστιν τὴν ἐκτεθεῖσαν κατὰ Νίκαιαν καὶ αὐτοὶ ὁμολογοῦμεν.
to bring a mass of testimonies from divine Scripture, and to lengthen out at large, and cause weariness to the readers. For having spoken sufficiently many things in every heresy, we who are weak have in God's power overthrown them all, and have demonstrated them to be alien to the truth, and each of them blaspheming and denying the truth, whether in little or in much; just as these men also, blaspheming in vain against the Lord and against the Holy Spirit, and having neither here nor in the age to come, according to the words spoken by the Lord, remission of sins on account of their blasphemy against the Holy Spirit, trampled underfoot by the truth itself after the manner of a dread one-horned cerastes, the mind of blasphemy being able to corrupt the whole body; whilst we are persuaded by the word of the cross-tree, and by the true confession of the Only-begotten, that to him who blasphemes against the Spirit it shall be forgiven neither in this age nor in the age to come, as I said; wherefore they are trampled underfoot and crushed, having no strength against the truth. For all the heresies are truly gates of Hades; yet against the rock they shall not prevail, that is, against the truth. For even if some of them should wish to say: The faith set forth at Nicaea we too confess.
Δεῖξον δέ μοι ἀπ' αὐτῆς, ὅτι τὸ ἅγιον Πνεῦμα ἐν τῇ θεότητι συναριθμεῖται· εὑρεθήσονται καὶ ἀπ' αὐτῆς ἐλεγχόμενοι. Οὐ γέγονε δὲ τότε περὶ τοῦ Πνεύματος ἡ ζήτησις. Πρὸς γὰρ τὸ ὑποπίπτον ἐν καιρῷ καὶ καιρῷ αἱ σύνοδοι τὴν ἀσφάλειαν ποιοῦνται. Ἐπεὶ οὖν ὁ Ἄρειος εἰς τὸν Υἱὸν τὴν δυσφημίαν ἀπετείνετο, τούτου ἕνεκα μετὰ περισσῆς διαλογῆς ἀκρίβεια τῶν λόγων γεγένηται. Ὅρα δὲ ἀπ' αὐτῆς τῆς ὁμολογίας, ὅτι οὔτε ἐν τούτῳ εὑρεθήσονταί τι λέγοντες οἱ εἰς τὸ Πνεῦμα βλασφημοῦντες, οἱ Πνευματομάχοι καὶ ἀλλότριοι τῆς αὐτοῦ δωρεᾶς καὶ ἁγιαστίας. Εὐθὺς γὰρ ἡ ἔκθεσις ὁμολογεῖ, καὶ οὐκ ἀρνεῖται. Πιστεύομεν γὰρ εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα. Τὸ δὲ, Πιστεύομεν, οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ ἡ πίστις εἰς τὸν Θεόν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν. Οὐχ ἁπλῶς εἴρηται, ἀλλ' εἰς Θεὸν ἡ πίστις. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα· καὶ οὐχ ἁπλῶς εἴρηται, ἀλλ' εἰς μίαν δοξολογίαν καὶ εἰς μίαν ἕνωσιν θεότητος καὶ μίαν ὁμοουσιότητα, εἰς τρία τέλεια, μίαν δὲ θεότητα, μίαν οὐσίαν, μίαν δοξολογίαν, μίαν κυριότητα, ἀπὸ τοῦ Πιστεύομεν, καὶ Πιστεύομεν, καὶ Πιστεύομεν. Καὶ ἐνταῦθα διέπεσεν ὁ τῶν τοιούτων λόγος. Καὶ ἕως ποῦ μηκύνω τὸν λόγον, ἀρκετῶς ἡγησάμενος τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι τὰ κατὰ τούτων εἰρημένα; Διὸ ὑπερβήσομαι καὶ ταύτην, δεόμενος Θεοῦ ὑμῖν συνήθως ἀντιλαβέσθαι πρὸς τὴν τούτων ἀνατροπὴν ἁπάντων· ὅπως, ἐν τῇ αὐτοῦ δυνάμει τὸ ἐπάγγελμα τελειώσαντες, κατὰ πάντα αὐτῷ εὐχαριστήσωμεν.
Show me, then, from it that the Holy Spirit is numbered together in the Godhead: they will be found refuted from it as well. Yet the inquiry concerning the Spirit had not arisen at that time. For synods establish safeguards with reference to what crops up from time to time. Since, therefore, Arius directed his calumny against the Son, on this account precision of statements was framed with abundant discussion. Yet see from this very confession that neither in this will those who blaspheme against the Spirit, the Pneumatomachians and strangers to His gift and sanctity, be found saying anything. For straightway the exposition confesses, and does not deny: For we believe in one God the Father Almighty. And the phrase, We believe, is not spoken simply, but faith in God. And in one Lord Jesus Christ. It is not spoken simply, but faith in God. And in the Holy Spirit; and it is not spoken simply, but unto one doxology and unto one union of Godhead and one consubstantiality, unto three perfect, yet one Godhead, one essence, one doxology, one lordship, from the words We believe, and We believe, and We believe. And here the argument of such men has collapsed. And how far shall I prolong the discourse, deeming what has been spoken against these men sufficient for those who love the truth? Wherefore I shall pass beyond this heresy also, beseeching God to lend you His customary aid towards the overthrow of them all; so that, having in His power brought our undertaking to completion, we may give thanks to Him in all things.