τῆς ἀνθρωπείας φύσεως, τουτέστι ψυχῆς λογικῆς, καὶ νοερᾶς, καὶ σαρκὸς ἀνθρωπίνης. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς κατὰ Ἄγκυραν Ἐκκλησίας οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Σιγέριος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Ὑγῖνος διάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Ἡρακλείδης ὑποδιάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Ἐλπίδιος ἀναγνώστης ὁ ταύτης οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ἐγὼ Κυριακὸς προστάτης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ, ὡς προγέγραπται. Ταῦτά ἐστι τὰ ὑπ' αὐτῶν πρὸς τοὺς ὁμολογητὰς καὶ Πατέρας γραφέντα. Εἰ τοίνυν δύναται παρὰ συνετῶν νοεῖσθαι ἐν καλλίοσιν ὑπάρχειν, καὶ δὴ οὕτω τετάχθω. Εἰ δὲ καὶ ἐκεῖσε πάλιν διὰ τῆς ἐν αὐτῇ τῇ ἀπολογίᾳ διαλογῆς ἔσφαλταί τινα τὰ οὐκ ὀρθὰ ὑπάρχοντα, πάλιν ὡσαύτως τοῖς φιλομαθέσι τετάχθω. Ὡς οὖν τῶν προειρημένων πάντων τὴν ὑφήγησιν διεξήλθομεν περὶ τοῦ αὐτοῦ Μαρκέλλου, παρελεύσομαι καὶ τοῦτον, καὶ [εἰς] τὰς ἑξῆς διασκοπήσομαι.
human nature, that is to say, a rational and intellectual soul, and human flesh. We believe in one God, the Father Almighty, Maker of all things both visible and invisible; and in one Lord Jesus Christ, the Son of God, begotten from the Father as Only-begotten, that is, from the essence of the Father, God from God, light from light, true God from true God, begotten not made, consubstantial with the Father, through Whom all things came into being, both those in heaven and those upon the earth; Who for us men and for our salvation came down, and was incarnate, and became man, suffered, and rose again on the third day, ascended into the heavens, and is coming to judge the living and the dead; and in the Holy Spirit. But those who say, There was once when He was not, and before He was begotten He was not, and that He came into being out of nothing, or who allege that the Son of God is of a different hypostasis or essence, or is mutable or subject to alteration, these the catholic and apostolic Church anathematizes. I, Photinus, presbyter of the Church at Ancyra, so believe and hold, as is written above. I, Sigerius, presbyter of the same Church, so believe and hold, as is written above. I, Hyginus, deacon of the same Church, so believe and hold, as is written above. I, Heraclides, subdeacon of the same Church, so believe and hold, as is written above. I, Elpidius, reader of this Church, so believe and hold, as is written above. I, Cyriacus, defender of the same Church, so believe and hold, as is written above. These are the things written by them to the confessors and Fathers. If, therefore, they can be judged by men of understanding to belong among the better statements, let them indeed stand so arranged. But if again there too, through the argumentation in that very defence, certain statements have erred which are not right, let them again in like manner stand arranged for lovers of learning. Since, then, we have gone through the account of all the aforesaid matters concerning the same Marcellus, I shall pass by him also, and examine [into] the heresies that follow.
Αʹ. Ἐν τῇ τοῦ Θεοῦ δυνάμει τοῦ Ἀρείου τὰ σχέτλια διαῤῥήξαντες καὶ τῶν μετ' αὐτὸν, Φωτεινοῦ τέ φημι, ἀλλὰ καὶ Μαρκέλλου, ἐν ῷ ὀλίγῳ ἔδοξε παρασεσαλεῦσθαι, ἃ ἐξ ὑπαρχῆς ἐξήμεσεν, ὡς ἐν μέθῃ ὁ ἀνὴρ προληφθείς (γένοιτο δὲ τοὺς αὐτοῦ διορθωθῆναι, εἴ γε διορθώσοιντο!)· ἀλλὰ καὶ τῶν ἐξ αὐτοῦ τοῦ Ἀρείου γεγενημένων τὰ ζιζάνια διὰ τοῦ θείου λόγου τοῦ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τομωτέρου ἐκτεμόντες τῆς ἐξ αὐτοῦ τοῦ Ἀρείου φυείσης ὑλομανίας, διασκοπήσωμεν πῶς τινες Ἡμιαρείζουσιν, ἐκείνου μὲν τὸ ὄνομα ἀρνούμενοι, αὐτὸν δὲ καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐνδεδυμένοι, προσχήματί τινι προσποιητῶς ἐπιπλαζόμενοι ἑαυτοῖς τὸ πρόσωπον ἠλλοιωμένον· ὡς ἡ τῶν ἐπὶ σκηνῆς πέπλασται δραματουργία, ὥστε προσωπείοις ἑτέροις τὰς ἑαυτῶν ὄψεις ἐπικρύπτειν, καὶ ἔνδοθεν τοῦ προσώπου τὰ τῆς κωμῳδίας αἰσχρά τε καὶ μέθης ἔμπλεα διηγεῖσθαι, ἢ ἄλλως φερόμενοι,
I. Having in the power of God burst asunder the wretched doctrines of Arius and of those after him—I mean both Photinus and Marcellus as well, in the little wherein he seemed to have been shaken aside, the things which from the beginning the man vomited forth as though overtaken in drunkenness (and may his followers be corrected, if indeed they will be corrected!)—and having also cut out, by the divine word sharper than any two-edged sword, the tares of those sprung from Arius himself, from the rank overgrowth that grew up from Arius himself, let us examine how certain men act as Semi-Arians, denying his name on the one hand, yet clothed with him and his ill opinion on the other, feignedly moulding upon themselves by some pretence an altered countenance; just as the stagecraft of those upon the stage has been fashioned so as to hide their own faces with other masks, and from within the mask to recite the shameful and drunken matters of comedy, or being carried along in some other way,