Αʹ. Αὐδιανοὶ, εἴτουν Ὠδιανοὶ, τάγμα εισίν. Οὗτοι δὲ ἐν μοναστηρίοις τὴν κατοίκησιν κέκτηνται ἀναχωροῦντες, τάγμα ὄντες ἐν ἐρημίαις τε καὶ πλησιαίτερον πόλεων, ἐν προαστείοις τε καὶ ὅποι τὰς ἑαυτῶν μονὰς ἤτοι μάνδρας ἔχουσιν. Οὗτος ὁ Αὔδιος τούτων ἀρχηγὸς γεγένηται ἐν χρόνοις Ἀρείου, ὁπηνίκα συνεκροτήθη κατὰ Ἀρείου ἡ σύνοδος τῶν αὐτὸν καθελόντων. Ἦν δὲ ὁ ἀνὴρ ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενος, διαφανής τις κατὰ τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ ἀκραιφνὲς τοῦ βίου, καὶ κατὰ Θεὸν ζήλου, καὶ πίστεως· ὃς, πολλάκις θεώμενος τὰ ἐν ταῖς Ἐκκλησίαις γενόμενα, εις πρόσωπον ἐπισκόπων τε καὶ πρεσβυτέρων ἐλεγκτικῶς ἀντετίθει τοῖς τοιούτοις λέγων· Οὐ χρὴ ταῦτα οὕτως γενέσθαι· οὐκ ὀφειλει ταῦτα οὕτως πράττεσθαι· ὡς ἀνὴρ ἀληθεύων, καὶ ὁποῖα φιλεῖ ὑπὸ τῶν φιλαλήθως ἐλευθεροστομούντων ἀνδρῶν, τῶν μάλιστα τὸν βίον ἀκρότατα βιούντων. Διὸ τοιαῦτα ὁρῶν, ὡς προεῖπον, ἐν ταῖς Ἐκκλησίαις, λαλεῖν ἠναγκάζετο πρὸς ἔλεγχον, καὶ οὐκ ἐσιώπα. Εἴ τινα γὰρ εἶδε τῶν φιλοχρηματούντων τοῦ κλήρου, ἢ ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ ἕτερόν τινα τοῦ κανόνος, πάντως ἐφθέγγετο. Καὶ εἰ ἑώρα τινὰ ἐν τρυφῇ καὶ σπατάλῃ, ἤ τινα παραχαράττοντα τὰ ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι καὶ θεσμῷ τῆς Ἐκκλησίας, μὴ φέρων ὁ ἀνὴρ, προεβάλλετο, ὡς ἔφην, τὸν λόγον. Καὶ ἦν τοῦτο τοῖς μὴ τὸν βίον δεδοκιμασμένον ἔχουσιν ἐπαχθές. Ὑβρίζετο δὲ ἕνεκεν τούτου, καὶ ἀντελέγετο, ἐμισεῖτο, ἔφερε κλυδωνιζόμενός τε καὶ ὠθούμενος, καὶ ἀτιμαζόμενος, ἕως χρόνου ἱκανοῦ ἐν ταῖς Ἐκκλησίαις συναγόμενος· ἕως ὅτε δεινῶς ἐνέγκαντές τινες ἐξεοῦσι τὸν ἄνδρα διὰ τὴν τοιαύτην αἰτίαν. Ὁ δὲ οὐκ ἠνείχετο, ἀλλ' ἐβιάζετο μᾶλλον ἀλήθειαν μὲν λέγειν, μὴ ἀναχωρεῖν δὲ τοῦ συνδέσμου τῆς μιᾶς ἑνώσεως τῆς ἁγίας καθολικῆς Ἐκκλησίας. Ὡς δὲ ἐτύπτετο αὐτός τε καὶ οἱ ἅμα αὐτῷ πολλάκις, τὰ δεινά τε ἔπασχε, βαρυστονήσας, σύμβουλον λαμβάνει ἑαυτοῦ τὴν ἀνάγκην τῶν ὕβρεων. Ἑαυτὸν γὰρ ἀφορίζει τῆς Ἐκκλησίας, πολλοί τε ἅμα αὐτῷ ἀφηνιάζουσι· καὶ οὕτως τὴν διαίρεσινειργάσατο, οὔ τι ἔχων παρηλλαγμένον τῆς πίστεως, ἀλλ' ὀρθότατα μὲν πιστεύων αὐτός τε καὶ οἱ ἅμα αὐτῷ· εἰ καὶ χρὴ τὰ μάλιστα λέγειν ἐν μικρῷ τινι αὐτὸν φιλονείκως φέρεσθαί τε καὶ τοὺς ἅμα αὐτῷ.
1. Audians, or Odians, are an order. These, withdrawing, have acquired their dwelling in monasteries, being an order both in deserts and nearer to cities, in suburbs and wherever they have their abodes or folds. This Audius became their leader in the times of Arius, when the synod of those who deposed Arius was convened against him. The man sprang from Mesopotamia, one distinguished in his own homeland for the purity of his life, and for godly zeal and faith; who, often beholding the things taking place in the Churches, would withstand bishops and presbyters to their face by way of reproof, saying to such men: These things must not be done thus; these things ought not to be practised thus—as a truthful man, and as is wont to be spoken by truth-loving, free-spoken men, especially those who live life at its highest pitch. Wherefore, seeing such things in the Churches, as I said before, he was compelled to speak for reproof, and did not keep silent. For if he saw any of the money-lovers of the clergy, whether bishop, or presbyter, or any other one of the canon, he by all means spoke out. And if he saw anyone in luxury and wantonness, or anyone counterfeiting the things in the ecclesiastical proclamation and ordinance of the Church, the man, not enduring it, put forward his word, as I said. And this was irksome to those who did not have an approved life. And on this account he was insulted, and gainsaid, and hated; he endured being tossed by waves, and thrust about, and dishonoured, gathering for a considerable time in the Churches; until certain men, taking it grievously, thrust the man out for such a cause. Yet he did not give way, but rather strove to speak the truth indeed, yet not to withdraw from the bond of the one union of the holy catholic Church. But when both he himself and those with him were often beaten, and he suffered dreadful things, groaning heavily, he takes the constraint of these outrages as his counsellor. For he separates himself from the Church, and many break away together with him; and thus he wrought the division, having nothing altered from the faith, but believing most orthodoxly, both he himself and those with him—even if one must by all means say that in some small matter both he and those with him conduct themselves contentiously.