Δʹ. Ἐπανελεύσομαι δὲ πάλιν εἰς τὰ προκείμενα, ὡς οὗτοι φαντάζονται περὶ τοῦ Μελχισεδέκ. Ὅτι μὲν γὰρ δίκαιος ὑπῆρχε, καὶ ἱερεὺς τοῦ Θεοῦ, καὶ βασιλεὺς τῆς Σαλὴμ, ἀλλ' οὐκ ἐν οὐρανῷ ὑπάρχων, καὶ ἀπ' οὐρανοῦ καταβεβηκώς. Οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν ὁ ἅγιος καὶ ἀψευδὴς Θεὸς Λόγος· τὴν δὲ τάξιν τοῦ Μελχισεδὲκ κρατύνουσα ἡ θεία Γραφὴ, καὶ τὸ Πνεῦμα ῥητῶς διδάσκον, τὴν μετάθεσιν ἔδειξε τῆς ἱερωσύνης ἀπὸ τῆς παλαιᾶς συναγωγῆς καὶ τοῦ ἔθους εἰς ἔθος κάλλιστον καὶ ὑπέρτατον, καὶ οὐ μέτοχον σαρκικῆς διαδοχῆς ἡνωμένον. Ὁ γὰρ Μελχισεδὲκ ὁ ἅγιος οὗτος οὐκέτι μετ' αὐτὸν διαδοχὴν ἔσχηκεν, ἀλλ' οὔτε ἀφαίρεσιν τῆς ἱερωσύνης· ἔμεινε γὰρ αὐτὸς ἱερεὺς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς. Καὶ ἔτι ἐν τῇ Γραφῇ ᾄδεται ἱερεὺς, μηδενὸς αὐτῶν διαδεξαμένου, ἢ ἀνατρέψαντος τὴν κατὰ τὸν χρόνον αὐτοῦ ὑπηρεσίαν τῆς ἱερωσύνης. Οὕτω καὶ ὁ Κύριος ἡμῶν, οὐκ ὢν ἄνθρωπος, ἀλλὰ ἐκ Θεοῦ ἅγιος Θεὸς Λόγος, Υἱὸς Θεοῦ γεννηθεὶς ἀνάρχως καὶ ἀχρόνως, ἀεὶ σὺν Πατρὶ ὢν, γενόμενος δι' ἡμᾶς ἐκ Μαρίας ἄνθρωπος, καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός. Τὴν δὲ ἱερωσύνην τῷ Πατρὶ προσφέρει, ἐξ ἀνθρωπότητος τὸ φύραμα λαβὼν, ἵνα ὑπὲρ ἡμῶν ἱερεὺς καταστῇ κατὰ τὴν τάξιν Μελχισεδὲκ, τὴν μὴ ἔχουσαν διαδοχήν. Μένει γὰρ τὰ ὑπὲρ ἡμῶν εἰς τὸ διηνεκὲς δῶρα προσφέρων· πρῶτον μὲν ἑαυτὸν προσενέγκας, ἵνα λύσῃ θυσίαν παλαιᾶς διαθήκης, τὴν ἐντελεστέραν ζῶσαν ὑπὲρ παντὸς κόσμου ἱερουργήσας· αὐτὸς ἱερεῖον, αὐτὸς θῦμα, αὐτὸς ἱερεὺς, αὐτὸς θυσιαστήριον, αὐτὸς Θεὸς, αὐτὸς ἄνθρωπος, αὐτὸς βασιλεὺς, αὐτὸς ἀρχιερεὺς, αὐτὸς πρόβατον, αὐτὸς ἀρνίον, τὰ πάντα ἐν πᾶσιν ὑπὲρ ἡμῶν γενόμενος, ἵνα ἡμῖν ζωὴ κατὰ πάντα τρόπον γένηται, καὶ τῆς ἱερωσύνης αὐτοῦ τὸ ἀμετάστατον ἑδραίωμα εἰς τοὺς αἰῶνας ἀπεργάσηται, οὐκέτι κατὰ σπέρμα τὰς διαδοχὰς μερίζων, ἀλλὰ κατὰ τὸ δικαίωμα φυλάττεσθαι ἐν Πνεύματι ἁγίῳ δωρούμενος.
4. Now I shall return once more to the matters before us, as to what vain fancies these men entertain concerning Melchisedec. For that he was righteous, and priest of God, and king of Salem, is true, yet not existing in heaven nor having come down from heaven. For no man hath ascended up to heaven, save He Who came down from heaven, the Son of man, says the holy and truthful God the Word; and divine Scripture, confirming the order of Melchisedec, and the Spirit expressly teaching, showed the transfer of the priesthood from the ancient synagogue and custom to a custom most noble and supreme, united without sharing in fleshly succession. For this holy Melchisedec no longer had a succession after him, nor yet a removal of his priesthood; for he himself remained a priest for the whole time of his life. And still in Scripture he is celebrated as a priest, since none of them succeeded him or overturned the ministry of the priesthood belonging to his time. Even so our Lord also, being no mere man, but from God the holy God the Word, Son of God begotten without beginning and timelessly, ever existing with the Father, became man for our sakes from Mary, and not from the seed of a man. And He offers the priesthood to the Father, having taken the lump from humanity, that He might be appointed a priest on our behalf after the order of Melchisedec, which has no succession. For He abides continually offering the gifts on our behalf; having first offered Himself, that He might abolish the sacrifice of the old covenant, having ministered the more perfect living sacrifice on behalf of the whole world: Himself victim, Himself offering, Himself priest, Himself altar, Himself God, Himself man, Himself King, Himself High Priest, Himself sheep, Himself Lamb, having become all things in all on our behalf, that life might become ours in every way, and that He might work out unto the ages the unshakeable foundation of His priesthood, no longer apportioning the successions according to seed, but granting that it be kept according to righteousness in the Holy Spirit.
Εʹ. Φαντάζουσι δὲ ἄλλοι περὶ τούτου τοῦ Μελχισεδὲκ λέγοντες. Σαρκικῶς γὰρ οἱ τοιοῦτοι ἀνεκρίθησαν, πνευματικῶς μὴ νενοηκότες τὰ ὑπὸ τοῦ ἁγίου Ἀποστόλου ἐν τῇ Ἐπιστολῇ τῇ πρὸς Ἑβραίους εἰρημένα. Καὶ ὁ μὲν Ἱέραξ τοῦτον νομίζει Μελχισεδὲκ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὸ, Ἀφομοιούμενον, φησὶ, τῷ Υἱῷ τοῦ Θεοῦ. Μένει γὰρ ἱερεὺς εἰς τὸ διηνεκές· ὡς ἀπὸ τῆς λέξεως, ἧς εἶπεν ὁ ἅγιος Ἀπόστολος· Τὸ δὲ Πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις· ὁ δὲ ἐπιστάμενος τὸ φρόνημα τοῦ Πνεύματος οἶδεν, ὅτι ὑπὲρ ἐκλεκτῶν ἐντυγχάνει τῷ Θεῷ. Ἐξέπεσε δὲ καὶ οὗτος παντελῶς τοῦ προκειμένου. Οὐ γὰρ σάρκα ἐνεδύσατο τὸ Πνεῦμά ποτε. Σάρκα δὲ μὴ ἐνδυσάμενον, οὐκ εἶχεν εἶναι βασιλεὺς τῆς Σαλὴμ, καὶ ἱερεὺς τόπου τινός. Καιρῷ δὲ ὅτε περὶ τούτου τοῦ Ἱέρακος καὶ τῆς αὐτοῦ αἱρέσεως
5. Others again entertain vain fancies in speaking concerning this Melchisedec. For such men have judged after the flesh, not having spiritually understood the things spoken by the holy Apostle in the Epistle to the Hebrews. And Hierax for his part supposes this Melchisedec to be the Holy Spirit, because, says he, of the words, Made like unto the Son of God. For he abideth a priest continually; just as from the expression spoken by the holy Apostle: But the Spirit maketh intercession with groanings which cannot be uttered; and He that searcheth the mind of the Spirit knoweth that He maketh intercession to God for the elect. Yet this man too fell away completely from the subject in hand. For the Holy Spirit never put on flesh; and not having put on flesh, He could not be king of Salem and priest of a certain place. But at the season when concerning this Hierax and his heresy