Αʹ. Σαμψαῖοί τινες ἐν τῇ Περαίᾳ, περὶ ὧν ἤδη ἐν ταῖς ἄλλαις αἱρέσεσιν ἐπεμνήσθημεν, τῶν δὴ καὶ Ἐλκεσαίων καλουμένων· αἵρεσίς τις ὑπάρχει ἐν τῇ Περαίᾳ οὕτω καλουμένῃ χώρᾳ πέραν τῆς Ἀλυκῆς ἤτοι Νεκρᾶς καλουμένης θαλάσσης, ἐν τῇ Μωαβίτιδι χώρᾳ, περὶ τὸν χειμάῤῥουν Ἀρνῶν, καὶ ἐπέκεινα, ἐν τῇ Ἰτουρέᾳ καὶ Ναβαττίδι, ὡς καὶ ἤδη μοι πολλάκις περὶ τούτου δεδήλωται. Οὗτοι γὰρ αὐχοῦσι τὸν Ἠλξαῖον αὐτῶν εἶναι διδάσκαλον. Ἔτι δὲ καὶ εἰς δεῦρο τοῦ γένους αὐτοῦ ὑπαρχούσας δύο γυναῖκας προσεκύνουν, ὡς θεὰς δῆθεν, διὰ τὸ εἶναι αὐτὰς ἐκ σπέρματος εὐλογημένου. Κέχρηνται δὲ τῇ βίβλῳ ταύτῃ καὶ Ὀσσαῖοι, καὶ Ἐβιωναῖοι, καὶ Ναζωραῖοι, ὡς ἤδη πολλάκις εἶπον. Φύσει δὲ οὗτοι οἱ Σαμψαῖοι ἐξ αὐτῆς ὁρμῶνται, οὔτε Χριστιανοὶ ὑπάρχοντες, οὔτε Ἰουδαῖοι, οὔτε Ἕλληνες, ἀλλὰ μέσον ἁπλῶς ὑπάρχοντες οὐδέν εἰσι. Φασὶ δὲ καὶ ἄλλο βιβλίον ἔχειν, τὸ λεγόμενον ἀδελφοῦ τοῦ Ἠλξαῖ. Θεὸν δὲ ἕνα λέγουσι· καὶ δῆθεν αὐτὸν σέβουσι βαπτισμοῖς τισι χρώμενοι. Πρόσκεινται δὲ Ἰουδαίοις ἐν ἅπασιν. Ἀπέχονται δὲ καὶ ἐμψύχων τινὲς ἐξ αὐτῶν. Ὑπεραποθνήσκουσι δὲ τῶν ἐκ γένους τοῦ Ἠλξαῖ. Καὶ ἐν μὲν τῷ χρόνῳ τούτῳ ἀκηκόειν, ὅτε τέθνηκεν ἡ μία γυνὴ ἡ Μαρθοῦς καλουμένη· ἔμεινε δὲ καὶ νῦν Μαρθάνα, εἰ μὴ καὶ αὐτὴ τέθνηκεν. Εἴ ποτε δὲ ἔξοδον εἶχον αἱ τοιαῦταί ποι βαδίζουσαι, συνεπόμενοι οἱ ὄχλοι αὐτῶν, τὸν χοῦν τῶν ποδῶν λαμβάνοντες ἰάσεως δῆθεν ἕνεκεν, τὸν σίελον τῶν πτυσμάτων ὡσαύτως, μεγάλως ἐμπαιζόμενοι ἐχρῶντο ἐν φυλακτηρίοις τε καὶ περιάπτοις. Πᾶσα γὰρ πλάνη ἔσχε πρῶτον τὴν τύφλωσιν, ἔπειτα τὴν κενοφωνίαν. Καὶ οὔτε προφήτας δέχονται οἱ τοιοῦτοι, οὔτε ἀποστόλους. Τὰ πάντα δὲ παρ' αὐτοῖς ἠπάτηται. Τετίμηται δὲ καὶ τὸ ὕδωρ, καὶ τοῦτο ὡς θεὸν ἡγοῦνται, σχεδὸν φάσκοντες εἶναι τὴν ζωὴν ἐκ τούτου. Χριστὸν δὲ ὀνόματι ὁμολογοῦσι, κτίσμα αὐτὸν ἡγούμενοι, καὶ ἀείποτε φαινόμενον. Καὶ πρῶτον μὲν πεπλάσθαι αὐτὸν τὸ σῶμα τοῦ Ἀδὰμ, καὶ πάλιν ἐνδύεσθαι, ὅτε βούλεται. Καλεῖσθαι δὲ αὐτὸν Χριστὸν, καὶ εἶναι τὸ ἅγιον Πνεῦμα ἀδελφὴν αὐτοῦ, θηλυκῷ σχήματι ὑπάρχουσαν, ἐνενηκονταὲξ μιλίων τὸ ὕψος ἕκαστον αὐτῶν ἔχον, ὅ τε Χριστὸς καὶ τὸ ἅγιον Πνεῦμα, καὶ τὸ πλάτος εἰκοσιτεσσάρων. Καὶ πολλὰ ληρώδη ἕτερα.
1. There are certain Sampsaeans in Peraea, of whom we have already made mention in the other heresies—namely, those also called Elcesaeans; it is a certain heresy in the country so called, Peraea, beyond the Salt or so-called Dead Sea, in the land of Moabitis, around the torrent Arnon, and beyond, in Ituraea and Nabattis, as I have already set forth many times concerning this matter. For these people boast that Elxaeus is their teacher. Moreover, even down to the present time they used to worship two women of his lineage, ostensibly as goddesses, because they were from a blessed seed. Now the Ossaeans, and Ebionites, and Nazoraeans also make use of this book, as I have already said many times. By nature, however, these Sampsaeans take their start from it, being neither Christians, nor Jews, nor Greeks, but existing merely in between, they are nothing at all. And they say that they also possess another book, the one said to belong to the brother of Elxai. They affirm one God, and ostensibly worship Him while practising certain baptisms. In all things they cleave to the Jews. Some of them also abstain from animate foods. And they are ready to die on behalf of those of the lineage of Elxai. Around this time I had heard when one of the women, the one called Marthus, died; and Marthana remained even until now, unless she too has died. Whenever such women went forth walking anywhere, the crowds following them would take the dust from their feet, ostensibly for healing, and likewise the spittle of their expectorations, and, being grievously mocked, used them in phylacteries and amulets. For every error has acquired first blindness, and afterwards empty prating. Such people accept neither prophets nor apostles; everything among them is steeped in deceit. Water also is held in honour by them, and they regard this as a god, well-nigh asserting that life comes from it. Christ they confess in name, regarding Him as a creature and as appearing again and again; and they say that at first He was fashioned as the body of Adam, and puts it on again whenever He wishes; and that He is called Christ, while the Holy Spirit is His sister, existing in female form, each of them—both Christ and the Holy Spirit—having a height of ninety-six miles and a breadth of twenty-four; along with many other pieces of drivel.
Βʹ. Ἤδη δὲ περὶ τούτου πολλάκις ἐν ἄλλαις αἱρέσεσι διηγούμενος, τὰς ἀνατροπὰς πεποίημαι· διὸ οὐκ ἀναγκαῖον ἡγησάμην περὶ πολλοῦ ποιήσασθαι τὴν περὶ τούτων ζήτησιν τῆς ἀνατροπῆς, ὡς ἤδη ἡμῶν ἐργασαμένων εἰς αὐτὸν τὸν Ἠλξαῖον, εἴτ' οὖν Ἠλ-
2. Now since I have already spoken many times concerning this in other heresies, I have set forth its refutations; wherefore I did not consider it necessary to make much of the inquiry into their refutation, inasmuch as we have already laboured against Elxaeus himself, or rather El-