ξαι Εὐαγγέλια τοῖς ἀπολλυμένοις, ὅτι εὑρεθήσονται διὰ μετανοίας, καὶ τοῖς πεπτωκόσιν, ὅτι ἀναστήσονται, καὶ τοῖς τεθνηκόσιν, ὅτι ζωογονηθήσονται.
claim glad tidings to the perishing, that they shall be found through repentance, and to the fallen, that they shall rise again, and to the dead, that they shall be made alive.
Καὶ οὗτος μὲν οὖν ὁ Ματθαῖος Ἑβραϊκοῖς γράμμασι γράφει τὸ Εὐαγγέλιον, καὶ κηρύττει. Καὶ ἄρχεται οὐκ ἀπ' ἀρχῆς· ἀλλὰ διηγεῖται μὲν τὴν γενεαλογίαν ἀπὸ τοῦ Ἀβραάμ. Ἀβραὰμ, φησὶν, ἐγέννησε τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, καὶ τὰ ἑξῆς, ἄχρι τοῦ Ἰωσὴφ καὶ Μαρίας. Καὶ ἀπ' ἀρχῆς τάττει, λέγων· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ· εἶτά φησιν· υἱοῦ Ἀβραάμ. Εἶτα ἐλθὼν ἐπ' αὐτὸ τὸ ζητούμενον, φησί· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρινὴ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Καὶ Ἰωσὴφ, δίκαιος ὢν, ἐζήτει ἀπολῦσαι αὐτὴν λάθρα. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐφάνη αὐτῷ κατ' ὄναρ λέγων· Μὴ ἀπολύσῃς τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ ἐκ Πνεύματός ἐστιν ἁγίου. Ἰδοὺ γὰρ γεννήσει υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ ἁμαρτιῶν. Καὶ τοῦτο, φησὶ, γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τὰ ἑξῆς. Καὶ ἐγερθεὶς, φησὶν, ἀπὸ τοῦ ὕπνου, ἐποίησεν οὕτως ὁ Ἰωσήφ. Καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ· καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησὶν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ Ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου; Ποῦ τὰ τῷ Λουκᾷ πεπραγματευμένα; Ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; Ποῦ ἡ προφητεία Ἰωάννου τοῦ Βαπτιστοῦ; Ποῦ τοῦ Ζαχαρίου ἡ ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα; Ποῦ τὰ ὑπὸ τοῦ Γαβριὴλ τῇ Παρθένῳ λεχθέντα; Ποῦ ἡ παράστασις τῆς ἀσφαλείας, τῆς μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα, λέγουσα Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; καὶ ἡ μετὰ ἀκριβείας καθαρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ· Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι;
And so this Matthew writes the Gospel in Hebrew letters and proclaims it. And he begins not from the very beginning, but recounts the genealogy from Abraham: Abraham, says he, begot Isaac; and Isaac begot Jacob, and so forth, down to Joseph and Mary. And at the outset he sets down the words: The book of the generation of Jesus Christ, the son of David; then he says: the son of Abraham. Then coming to the very matter in question, he says: Now the birth of Jesus Christ was in this wise: When His mother Mary had been betrothed to Joseph, before they came together, she was found to be with child of the Holy Spirit. And Joseph, being a righteous man, sought to put her away privately. And behold, an angel of the Lord appeared to him in a dream, saying: Do not put away your wife; for that which is in her is of the Holy Spirit. For behold, she shall bear a son, and you shall call His name Jesus; He shall save His people from their sins. And this, says he, came to pass that what was spoken by the Lord through the prophet might be fulfilled, saying: Behold, the Virgin shall be with child, and so forth. And Joseph, says he, rising from sleep, did so; and he took his wife, and did not know her until she bore her firstborn son; and he called His name Jesus. Now when Jesus had been born, says he, in Bethlehem of Judaea in the days of King Herod, behold, Magi from the East arrived in Jerusalem, saying: Where is He Who has been born King of the Jews? For we saw His star in the East, and have come to worship Him. Where, then, is the account concerning Zechariah? Where are the things recounted by Luke? Where is the vision of the angel? Where is the prophecy of John the Baptist? Where is the rebuke of Zechariah, so that he could not speak until the things spoken by the angel came to pass? Where are the words spoken by Gabriel to the Virgin? Where is the proof of prudent caution when Mary answered the angel himself with understanding, as she asked, saying, How shall this be, since I know not a man? and the pure and exact exposition, when he said to her: The Spirit of the Lord shall come upon you, and the power of the Most High shall overshadow you?
Ϛʹ. Τί οὖν ἐροῦμεν; ἐπεὶ μὴ κατήγγελλεν ὁ Ματθαῖος τὰ ὑπὸ τοῦ Λουκᾶ ῥηθέντα, ἄρα ἀσύμφωνος εἴη ὁ ἅγιος Ματθαῖος πρὸς τὴν ἀλήθειαν; Ἀλλ' οὐκ ἀληθεύει ὁ ἅγιος Λουκᾶς, εἰπὼν περὶ τῶν πρώτων τῷ Ματθαίῳ πεπραγματευμένων; Οὐχὶ ἑκάστῳ ἐμέρισεν ὁ Θεὸς, ἵνα οἱ τέσσαρες εὐαγγελισταὶ, ὀφείλοντες κηρύξαι, εὕρωσιν ἕκαστος τί ἐργάσωνται; καὶ τὰ μὲν συμφώνως καὶ ἴσως κηρύξωσιν, ἵνα δειχθῶσιν, ὅτι
Chapter VI. What then shall we say? Because Matthew did not relate the things spoken by Luke, would Saint Matthew therefore be out of harmony with the truth? Or does Saint Luke fail to speak the truth when he tells of the earliest matters beside those treated by Matthew? Did not God apportion to each one, so that the four evangelists, whose duty it was to proclaim, might each find what work they should accomplish, and proclaim some things harmoniously and alike, so as to be shown that