Migne Reading Room

PG 41 · cols. 1148–1157 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1148Read from the page
οὕτω πως δήπου λεχθέντα· Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα· ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Καὶ εὐθέως ἐπιφέρουσι· Ταῦτα δὲ ὑπὸ τῶν ψυχῶν εἴρηται, τῶν εἰς τὴν παγίδα τὸ σῶμα, ὡς εἰς ἀγώνισμα, κατενεχθεισῶν ἐκ τοῦ τρίτου οὐρανοῦ, ἔνθα ὁ παράδεισος. Τὸ γὰρ, Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, ἤτοι, φησὶ, τὴν διὰ μήτρας εἰς τὸν κόσμον τῆς ψυχῆς πάροδον δηλοῖ, ἐπειδήπερ ἐν φλογὶ τοσαύτῃ καὶ ὑγρασίᾳ καταγίγνεται· ἢ τὴν ἀπὸ τῶν οὐρανῶν κατάπτωσιν ἐπὶ τὸν βίον διερχομένην τὰς πηγὰς τοῦ πυρὸς καὶ τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος ὕδατα. Πρὸς οὓς ἠξίουν ἐνίστασθαι. Φέρε γὰρ ὑπὲρ αὐτῶν, ὦ Ἀγλαοφῶν, αὐτὸς ποίησαι τὴν ἀπόκρισιν, τί λέξουσι.
spoken somewhat after this manner: Thou hast proved us, O God; Thou hast tried us by fire, as silver is tried by fire. Thou hast brought us into the snare; Thou hast laid tribulations upon our back. Thou hast mounted men over our heads. We passed through fire and water, and Thou broughtest us out into refreshment. And straightway they subjoin: These words were spoken by the souls that were brought down into the body as into a snare, as into a contest, out of the third heaven, where paradise is. For the clause, We passed through fire and water, either, say they, signifies the passage of the soul through the womb into the world, seeing that it takes place amid such great heat and moisture; or else its fall from the heavens into life, passing through the springs of fire and the waters above the back of the firmament. Against whom I thought it right to object. Come then, O Aglaophon, make the answer on their behalf yourself as to what they will say.
ΜΖʹ. Πρῶτον γὰρ ὁ παράδεισος, ὅθεν καὶ ἐξεβλήθημεν, ἐν τῷ πρωτοπλάστῳ, ἐκ ταύτης ἐστὶ τῆς γῆς προδήλως τόπος ἐξαίρετος, πρὸς ἄλυπον ἀνάπαυσιν καὶ διαγωγὴν τοῖς ἁγίοις ἀφωρισμένος κρείττονα. Ἀπ' αὐτοῦ καὶ τὸν Τίγριν, καὶ τὸν Εὐφράτην, καὶ τοὺς λοιποὺς ποταμοὺς τοὺς ἐκεῖθεν προχεομένους ἐνταῦθα φαίνεσθαι, τῶν ῥευμάτων τὰς διεκβολὰς εἰς τὴν καθ' ἡμᾶς ἤπειρον ἐπικλύζοντας. Οὐ γὰρ ἀπὸ τῶν οὐρανῶν ἄνωθεν καταράσσονται χεόμενοι. Ἐπεὶ οὐδὲ ὑπέστη ἂν ἡ γῆ ὄγκον τοσοῦτον ἀθρόως ἐξ ὕψους καταφερόμενον ὑποδέξασθαι ὕδατος. Ἀλλ' οὐδὲ ὁ Ἀπόστολος ὑποτίθεται τὸν παράδεισον εἶναι ἐν τρίτῳ οὐρανῷ τοῖς λεπτῶν ἀκροᾶσθαι λόγων ἐπισταμένοις, Οἶδα γὰρ ἁρπαγέντα ἕως τρίτου, λέγων, οὐρανοῦ· καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι, εἴτε χωρὶς σώματος, ὁ Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον. Δύο ἀποκαλύψεις μεγάλας ἑωρακέναι μηνύει, δὶς ἀναληφθεὶς ἐναργῶς· ἅπαξ μὲν ἕως τρίτου οὐρανοῦ, ἅπαξ δὲ εἰς τὸν παράδεισον. Τὸ γὰρ, Οἶδα ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ, ἰδίως ἀποκάλυψιν αὐτῷ κατὰ τὸν τρίτον ἀναληφθέντι πεφηνέναι συνίστησι. Τὸ δὲ, Καὶ οἶδα, πάλιν ἐπιφερόμενον, τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, ἑτέραν αὖθις αὐτῷ πεφανερῶσθαι κατὰ τὸν παράδεισον ἀποκάλυψιν δείκνυσι.
Chapter XLVII. For first, paradise, whence also we were cast out in the first-formed man, is manifestly a choice place of this earth, set apart for the saints for painless rest and a better way of life. From it too the Tigris, and the Euphrates, and the rest of the rivers pouring forth thence appear here, flooding with the outlets of their streams the continent in which we dwell. For they do not dash down pouring from the heavens above; since the earth would not even have held up to receive so great a mass of water rushing down all at once from on high. Nor does even the Apostle suppose paradise to be in the third heaven, for those who know how to listen to subtle words, when he says: For I know one caught up as far as the third heaven; and I know such a man—whether in the body or apart from the body, God knows—that he was caught up into paradise. He indicates that he has seen two great revelations, having plainly been taken up twice: once as far as the third heaven, and once into paradise. For the clause, I know such a one caught up as far as the third heaven, establishes that a revelation privately appeared to him in the third heaven when he was taken up; whereas the clause subjoined again, And I know such a man—whether in the body or outside the body—that he was caught up into paradise, shows that a second distinct revelation was manifested to him in paradise.
Τερετισμὸς οὖν ἐστι καὶ τραγικολογία τὸ καταβάλλεσθαι λέγειν τὰς ψυχὰς ἐκ τῶν οὐρανῶν, καὶ διαβαίνειν τοῦ πυρὸς τὰς πηγὰς, καὶ τὰ ὕδατα τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος, εἰς τὸν καθ' ἡμᾶς φερομένας κόσμον. Ἐπεὶ μηδὲ ὁ Ἀδὰμ ἐκ τῶν οὐρανῶν ἐξεβλήθη, ἀλλὰ ἀπὸ τοῦ κατὰ ἀνατολὰς ἐν Ἐδὲμ πεφυτευμένου παραδείσου. Οὐ γὰρ πρὸ τῆς ἐνσωματώσεως τὸ παράπτωμα, καθάπερ ἐδείξαμεν
Mere twittering, therefore, and bombastic tragedy is it to say that souls are cast down out of the heavens and pass through the springs of fire and the waters above the back of the firmament, being borne into the world in which we dwell. Since not even Adam was cast out of the heavens, but from the paradise planted towards the east in Eden. For the fall did not take place prior to embodiment, just as we demonstrated
PG 41:1149Read from the page
ἱκανῶς, οὐδ' αὐτὸ σῶμα παγὶς τοῦτο. Ἀλλὰ μετὰ τὴν εἰς τὸ σῶμα σύμφυσιν τῆς ψυχῆς γίνεται τὸ παράπτωμα · ὅτι τοῦτο συναμφότερον ὁ ἄνθρωπος· καὶ ἡ ἐκ τοῦ παραδείσου κατάπτωσις ἐνθάδε. Ὁ δὲ ὅλως προσέσχεν ἐπιμελέστερον, Ἀγλαοφῶν, τῷ λόγῳ · ἀλλὰ διετείνατο περὶ πραγμάτων διανόησιν οὐκ ἐχόντων ἐπιχείρησιν, κατὰ τὰς δόξας ἐξηγήσασθαι τῶν φαύλων τὸν ψαλμὸν, περὶ ὧν λέγειν πλείω παρήσομεν.
sufficiently, nor is this body itself a snare. Rather, after the growing together of the soul into the body does the fall take place, because man is this combination of both; and the fall out of paradise happened here. Yet he paid stricter heed at all to the argument, O Aglaophon, no whit [more], but strained in argument over matters that admit of no intelligible demonstration, so as to expound the Psalm according to the opinions of wicked men—matters concerning which we shall pass over speaking at greater length.
ΜΗʹ. Βούλομαι γὰρ, ἐπειδὴ ἅπαξ εἰς τὸ διευθῦναι τὴν μοχθηρίαν αὐτῶν ἥκομεν, ἀπογυμνῶσαι καὶ ταύτης αὐτοῖς τῆς προφητείας τὴν πρόφασιν. Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, καὶ ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Δοκιμασθέντες διαρκῶς οἱ μάρτυρες ἐν ταῖς κατὰ τοὺς πειρασμοὺς τῶν βασάνων προσβολαῖς (τὰ πολλὰ γὰρ εἰς τὴν καθ' ἡμᾶς αἱ προφητεῖαι πίστιν πληροῦνται), καὶ εὐσεβῶς καὶ ἐῤῥωμενέστατα διαθλήσαντες, εὐχαριστοῦσι, τὸ, ἐδοκίμασας ἡμᾶς, λέγοντες, τῷ Θεῷ· ὃς, ἵνα τὴν δόξαν παρ' αὐτῷ κτήσωνται μείζονα, διὰ πολλῶν αὐτοὺς ἤλεγξε πόνων, τὸν ἀληθῶς Ὀλυμπιακὸν ἀγῶνα νικῆσαι προθείς. Καὶ ἐπισκέψασθε, ὡς τούτοις συνῳδὰ σαφῶς τοῖς λόγοις περὶ τῶν μαρτύρων καὶ ὁ Σολομὼν ἀναφθέγγεται· οὐ γὰρ ἀμάρτυρος ὁ λόγος καὶ ἄλλων Γραφῶν· ὅτι Ὁ Θεὸς ἐπείρασεν αὐτοὺς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς, καὶ ὡς ὁλοκάρπωμα εὐωδίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν· πρόσθεν εἰπών· Καὶ γὰρ ἐὰν ἐν ὄψει ἀνθρώπων κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ἀλλὰ καὶ ἐν τῷ ρκγʹ ψαλμῷ τὸ εἰρημένον· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Χειμάῤῥουν διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν: Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Οἱ μάρτυρές εἰσιν οἱ ψάλλοντες. Δύο δὲ τῶν καλλινίκων οἱ χοροὶ μαρτύρων, εἷς μὲν τῆς Διαθήκης τῆς Καινῆς, θάτερος δὲ τῆς Παλαιᾶς, ἀντίφθογγον ὕμνον συμφώνως τῷ ὑπερμάχῳ Θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἀναπέμποντες· Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός· ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα· ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν· τὸ δικαστήριον τῶν ἐθνῶν, ἢ τοὺς πειρασμοὺς, καθ' οὓς ἐκθλιβέντες ἰσχυρῶς ἐδοκιμάσθησαν. Δοκίμασόν με γὰρ, φησὶ, Κύριε, καὶ πείρασόν με. Πύρωσον τοὺς νεφρούς μου καὶ ⟨…⟩
Chapter XLVIII. For I wish, seeing that we have once come to calling their depravity to account, to strip bare for them the pretext of this prophecy as well. Thou hast proved us, O God, and hast tried us by fire, as silver is tried by fire. Having been thoroughly proved in the assaults of torments amid trials (for in large part the prophecies are fulfilled with reference to our faith), and having contended piously and most stoutly, the martyrs give thanks to God, uttering the words, Thou hast proved us; Who, so that they may win greater glory with Him, tested them through many labours, setting before them victory in the truly Olympian contest. And observe how clearly Solomon too utters words in harmony with these statements concerning the martyrs; for our argument does not lack the witness of other Scriptures as well: God tried them, and found them worthy of Himself. As gold in a crucible He proved them, and as a whole burnt offering of sweet savour He accepted them. And in the time of their visitation—having said beforehand: For even if in the sight of men they be punished, their hope is full of immortality; and having been disciplined a little, they shall receive great benefits. Moreover, what is said in the one hundred and twenty-third Psalm as well: Had it not been that the Lord was among us, when men rose up against us, verily they would have swallowed us up alive. Our soul passed through a torrent; verily our soul passed through the irresistible water. Blessed be the Lord, Who gave us not as prey to their teeth: our soul like a sparrow was rescued out of the snare of the fowlers. The snare was crushed, and we were rescued. It is the martyrs who chant this. Now there are two choirs of gloriously triumphant martyrs, the one of the New Covenant and the other of the Old, harmoniously sending up an antiphonal hymn to the Champion God and King of all: Thou hast proved us, O God; Thou hast tried us by fire, as silver is tried by fire. Thou hast brought us into the snare; Thou hast laid tribulations upon our back—meaning the tribunal of the nations, or the trials whereby, being sorely pressed, they were proved. For: Prove me, O Lord, says he, and try me; refine my reins and [my heart].
Λεγέτω δὴ καὶ Ἀβραὰμ ἐπὶ τῷ μονογενεῖ πυρωθεὶς τὰ σπλάγχνα, προτιμήσας τε τὸ τοῦ Θεοῦ μᾶλλον πρόσταγμα, μετὰ τὸ ἀκοῦσαι· Ἀβραὰμ,
Let Abraham too speak, having had his bowels of compassion set on fire over his only-begotten son, yet having preferred rather the command of God, after hearing: Abraham,
PG 41:1152Read from the page
φεῖσαι τοῦ παιδός σου, ἀποῤῥίψας τὸ ξίφος. Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός· ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Λεγέτω καὶ Ἰὼβ, μετὰ τὸ ἀποῤῥεῦσαι τὴν σαπρίαν, καὶ ὀνειδισθῆναί τε ὑπὸ τῶν φίλων, καὶ ἀλγῆσαι τὸ σῶμα, διὰ λαίλαπος ἀκούσας λαλοῦντος αὐτῷ τοῦ Θεοῦ· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα φανῇς δίκαιος; Ἔθου θλίψεις ἐναντίον ἡμῶν, Κύριε, ἵνα ἡμᾶς ὡς χρυσὸν ἐν χωνευτηρίῳ δοκιμάσῃς. Λεγέτωσαν καὶ οἱ τρεῖς ἐν τῇ καμίνῳ παῖδες δροσιζόμενοι, ἵνα μὴ καταφλεχθῶσιν ὑπὸ τοῦ πυρός· Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός· ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ὡς εἰπεῖν κἀμοὶ τῷ Μεθοδίῳ· Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ αἰώνιος, ὁ Πατὴρ τοῦ Χριστοῦ, ἐν τῇ ἡμέρᾳ σου διαβάντι τὸ πῦρ ἀναλγητὶ, καὶ τῶν ὑδάτων, εἰς τὴν καυστικὴν μεταβληθέντες φύσιν, ὑπεξαλύξαντι τὰς ὁρμὰς, Διῆλθον διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγές με εἰς ἀνάψυξιν. Σὺ γὰρ αὕτη τοῖς ἀγαπῶσί σε ἡ ἐπαγγελία· Ἐὰν διαβαίνεις δι' ὕδατος, μετὰ σοῦ εἰμι· καὶ ποταμοὶ οὐ συγκλείσουσί σε. Κἂν διαβαίνῃς διὰ πυρὸς, οὐ μὴ κατακαύσει σε. Ἀλλὰ γὰρ περὶ τῆς κατὰ τὸν ψαλμὸν ἐξηγήσεως ἅλις ἔχει ταῦτα.
spare thy child, having cast away his sword: Thou hast proved us, O God; Thou hast tried us by fire, as silver is tried by fire. Let Job too speak, after the putrefaction had streamed off, and he had been both reviled by his friends and pained in body, upon hearing God speaking to him through the whirlwind: Dost thou suppose that I have dealt with thee otherwise than that thou mayest appear righteous? Thou hast laid tribulations before us, O Lord, so that Thou mightest prove us like gold in a crucible. Let the three youths in the furnace too speak, bedewed so that they might not be burned up by the fire: Thou hast proved us, O God; Thou hast tried us by fire, as silver is tried by fire. We passed through fire and water; and Thou broughtest us out into refreshment. So that even I, Methodius, might say: O God Almighty, the Eternal, the Father of Christ, when in Thy day I pass through the fire without pain and escape the surges of the waters changed into a scorching nature: I passed through fire and water, and Thou broughtest me out into refreshment. For Thou—this is the promise unto those who love Thee: If thou pass through water, I am with thee; and rivers shall not hem thee in. And if thou pass through fire, thou shalt in no wise be burned up. Enough, however, of these remarks concerning the exposition of the Psalm.
ΜΘʹ. Εἰς δὲ ἐκεῖνο διασκεπτέον, ἐν ᾧ πολυμόρφως ἐμφανταζόμενοι ἀπάταις, καθευδόντων τρόπον, ἀποφαίνονται τὸν Ἀπόστολον εἰρηκέναι · Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· καὶ βοῶσι· Τὴν πρὸ τῆς ἐντολῆς ἡμῶν ἐν τῷ πρωτοπλάστῳ διαγωγὴν πρὸ σώματος ἔφη, ὡς τὰ ἐπιφερόμενα συνίστησιν· Ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὅτι μὴ ἄλλως ὁ ἄνθρωπος ἄρχεσθαι ἠδύνατο, καὶ κυριεύεσθαι ὑπὸ τοῦ κακοῦ, πραθεὶς αὐτῷ διὰ τὴν παράβασιν, εἰ μὴ σάρκινος ἦν γεγονώς. Ἄληπτος γὰρ καθ' ἑαυτὴν ἡ ψυχὴ, φησὶ, τῇ ἁμαρτίᾳ. Διὸ δριμέως ἐπήγαγε τὸ, Ἐγὼ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, πρόσθεν εἰπὼν τόδε · Ἐγὼ ἔζων χωρὶς νόμου ποτέ. Θαῦμα μὲν τοῖς πολλοῖς, ταῦτα λεγόντων αὐτῶν, τότε ὑπεδύετο καὶ κατάπληξις· νῦν δὲ προκυψάσης εἰς τὸ φανερώτατον ἤδη τῆς ἀληθείας, οὐ μόνον μακρῷ πλανώμενοι καταφαίνονται, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀναβαίνοντες βλασφημίας. Δόντες γὰρ ἀσωμάτως τὰς ψυχὰς πρὸ τῆς ἐντολῆς βεβιωκέναι, ἀλήπτους τε εἶναι καθ' ἑαυτὰς ἐκ παντὸς τῇ ἁμαρτίᾳ διανοηθέντες, πάλιν ἀνέτρεψαν τὸν λόγον, ἑαυτοὺς δὲ πολὺ μᾶλλον. Τὰ γὰρ δὴ σώματα κατασκευάζουσιν αὐταῖς ὕστερον ἐπὶ τιμωρίᾳ, διὰ τὸ πρὸ σώματος αὐτὰς ἡμαρτηκέναι. Καὶ δὴ καὶ λοιδορήσεις τε ἐπῆλθον αὐτοῖς, δεσμοῖς ἀπεικάζουσι, καὶ πέδαις τὸ σῶμα, ἄλλα τε ἀνόητα εἰπεῖν.
Chapter XLIX. Next we must examine that point wherein, deluded in manifold fashion by deceits after the manner of sleepers, they declare that the Apostle said: And I was alive apart from law once; and they cry aloud: He spoke of our way of life in the first-formed man prior to the commandment as being prior to the body, as what follows establishes: But I am carnal, sold under sin. Because man could not otherwise be ruled and mastered by evil, sold to it on account of the transgression, unless he had become carnal; for the soul in itself, say they, is unassailable by sin. Wherefore he pointedly subjoined the words, I am carnal, sold under sin, having first spoken this: I was alive apart from law once. Wonder indeed and amazement used at that time to steal over the multitude when they said these things; whereas now, since the truth has already peered forth into the clearest light, they are shown to be not only straying afar, but even mounting up to the utmost blasphemy. For having granted that souls lived incorporeally prior to the commandment, and having conceived them to be altogether unassailable in themselves by sin, they overturned their own argument once more, and themselves much more still; for they fashion bodies for them afterwards by way of punishment because they had sinned prior to the body. And indeed it even occurred to them to utter revilings as well, likening the body to bonds and fetters, and other foolish things.
Νῦν δὲ ὅπερ εἴρηται, πᾶν τοὐναντίον ἔχει. Χρὴ γὰρ πρὸ τῆς ἁμαρτίας τὴν ψυχὴν ὑπάρχειν μετὰ σώματος· ἐπεὶ (ἡ) ἄληπτος οὖσα ἡ ψυχὴ καθ' ἑαυτὴν
Yet in fact, as has been stated, the matter stands clean contrary. For prior to sin the soul must exist together with a body; since, being (the) unassailable in itself, the soul
Notes, col. 1152

On the reading

Printed μεταβληθέντες, for μεταβληθέντων.

Printed Σὺ γὰρ, for σὴ γὰρ.

Printed διαβαίνεις, for διαβαίνῃς.

PG 41:1153Read from the page
τῇ ἁμαρτίᾳ οὐκ ἂν ἥμαρτεν ὅλως πρὸ τοῦ σώματος. Εἰ δὲ ἥμαρτεν, οὐκ ἦν ἄληπτος καθ' ἑαυτὴν τῇ ἁμαρτίᾳ, ἀλλὰ καὶ εὐάλωτος μᾶλλον καὶ εὔληπτος. Διὸ καὶ πάλιν, κἂν μὴ λάβῃ τὸ σῶμα τοῦτο, ἁμαρτήσεται, ὥσπερ γε καὶ πρὸ τοῦ λαβεῖν αὐτὸ ἥμαρτεν. Διὰ τί δὲ ὅλως καὶ τὸ σῶμα ἐλάμβανεν ὕστερον μετὰ τὸ ἡμαρτηκέναι; Ἢ τίς αὐτῇ χρεία σώματος ἦν; εἰ μὲν οὖν ἵνα βασανίζηται καὶ ἀλγῇ, πῶς μᾶλλον ἐντρυφᾷ καὶ ἀκολασταίνει μετὰ σώματος; Πῶς δὲ καὶ τὸ αὐτεξούσιον εἶναι ἐν τούτῳ φαίνεται ἔχειν τῷ κόσμῳ; Ἐφ' ἡμῖν γὰρ τὸ πιστεῦσαι κεῖται, καὶ τὸ μὴ πιστεῦσαι. Ἔνθα δὲ ἐφ' ἡμῖν τὸ πιστεῦσαι κεῖται καὶ τὸ μὴ πιστεῦσαι, ἐφ' ἡμῖν τὸ κατορθώσασθαι καὶ ἁμαρτήσασθαι, ἐφ' ἡμῖν τὸ ἀγαθοποιεῖν καὶ τὸ κακοποιεῖν. Ἀλλὰ καὶ ἡ κρίσις πῶς δὴ ἐπιφέρεσθαι, ὡς μέλλουσα, προσδοκᾶσθαι ἔτι δύναται· καθ' ἣν ὁ Θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀποδίδωσι· καὶ οὐχ ὡς ἤδη παροῦσα νομισθήσεται, εἴγε τὸ γεννηθῆναι μὲν καὶ εἰς σῶμα ἐλθεῖν τὴν ψυχὴν κριθῆναί ἐστιν ἤδη καὶ ἀνταπολαβεῖν· τὸ δὲ ἀποθανεῖν, καὶ χωρισθῆναι τοῦ σώματος, ἐλευθερωθῆναί τε καὶ εἰς ἀνάψυξιν ἐλθεῖν, διὰ τὸ πρὸ σώματος αὐτὴν ἁμαρτήσασαν, ὡς εἰς κατάκρισιν καὶ καταδίκην εἰς τὸ σῶμα ἐμβιβάζεσθαι καθ' ὑμᾶς; Ἀπέδειξε δὲ διαρκῶς ἐκ περιουσίας ὁ λόγος, ἀνένδεκτον εἶναι νομίζεσθαι τὸ σῶμα βασανιστήριον καὶ πέδας τῆς ψυχῆς.
unto sin, it would not have sinned at all prior to the body. Whereas if it did sin, it was not unassailable in itself by sin, nay rather easily captured and easily seized. Wherefore once again, even if it should not receive this body, it will sin, just as indeed before receiving it it sinned. And why at all did it even receive the body later after having sinned? Or what need had it of a body? If, then, it was in order that it might be tormented and feel pain, how rather does it revel in luxury and indulge in licentiousness together with the body? And how too does free will appear to have its existence in this world? For it rests with us to believe and not to believe; and where it rests with us to believe and not to believe, it rests with us to act rightly and to sin, it rests with us to do good and to do evil. Moreover, how can the judgement still be expected to be brought on as future, according to which God renders to each according to his works and according to his pursuits, and will not rather be reckoned as already present, if indeed for the soul to be begotten and come into a body is already to be judged and receive requital, whereas to die and be separated from the body is to be set free and come into refreshment, because, having sinned prior to the body, it is brought into the body according to you as into condemnation and sentence? Now our argument has abundantly demonstrated from superabundance that it is inadmissible for the body to be reckoned a place of torment and fetters of the soul.
Νʹ. Ἤρκει μὲν οὖν, ἀπὸ τῆς Γραφῆς αὐτῆς ἀποδείξαντα πρὸ τῆς παραβάσεως τὸν πρωτόπλαστον ἐκ ψυχῆς καὶ σώματος ὄντα, καταπαύειν τὸν περὶ τούτων ἐνταῦθα λόγον. Κἀγὼ νῦν μὲν ἐπὶ κεφαλαίων αὐτὰ διεξέρχομαι, ὅσον τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων αὐτῶν εὐθῦναι διαμιλλώμενος, ἵνα μὴ τὴν συμμετρίαν ἐκβαίνω τῶν λόγων. Πάρεστι γὰρ ἤδη σκοπεῖν ὑμᾶς, ὦ δικασταὶ, ὅτι τὸ, Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτὲ, λεγόμενον ἐν τῇ πρὸς Ῥωμαίους, οὐ δύναται πίπτειν εἰς τὴν πρὸ σώματος κατ' αὐτοὺς διαγωγὴν τῆς ψυχῆς, καθάπερ τὰ ἐπιφερόμενα τούτοις μηνύει· κἂν ὁ γενναῖος οὗτος ἰατρὸς τῶν ῥητῶν, τὰ ἑξῆς ἀφελόμενος, πρὸς τὸ δοκοῦν αὐτῷ τὸν νοῦν ἐβιάσατο μεταπλάσαι τοῦ Ἀποστόλου, ἀνίατόν τι παθὼν λίαν καὶ παιδικόν. Ἀντὶ γὰρ τοῦ πρὸς τὰς οἰκείας συμφύσεις καὶ ἁρμογὰς τὰ μέλη τηρεῖν τῶν σωμάτων, ἵνα τὸ πᾶν ἄρτιον κατὰ φύσιν ᾖ σχῆμα τοῦ σώματος, ἠκρωτηρίασε παρελθὼν τὸν εἱρμὸν τῆς Γραφῆς· καθάπερ Σκύθης ἐχθροῦ τινος ἀφειδῶς πρὸς ἀναίρεσιν κατατέμνων τὰ μέλη εἶεν. Πῶς οὖν ὁ Ἀπόστολος, λέξουσι, ταῦτα ἀπεφήνατο, εἰ σὺ μὴ οὕτως αὐτὰ ἀπέδειξας ἔχειν; Ὅτι νόμον, εἴποιμ' ἂν, θέμενος εἶναι τὴν ἐντολήν. Δεδόσθω γὰρ πρῶτον κατὰ τὴν ὑμετέραν ὑπόθεσιν τὴν ἐντολὴν αὐτὸν νόμον εἰρηκέναι · οὐ παρὰ τοῦτο καὶ ἀσωμάτως πρὸ τῆς ἐντολῆς τοὺς πρωτοπλάστους ὑπέθετο βεβιωκέναι, ἀλλὰ χωρὶς ἁμαρτίας. Καὶ γὰρ ὀλίγος ὁ ἀπὸ τῆς κτίσεως αὐτῶν ἄχρι τῆς ἐντολῆς χρόνος, ἐν ᾧ
Chapter L. It would have sufficed, then, having demonstrated from Scripture itself that prior to the transgression the first-formed man consisted of soul and body, to bring the discussion concerning these matters to a close right here. Yet I now go through them in summary, contending only so far as to call to account the starting-points of their arguments, lest I overstep the due proportion of our discourses. For it is now open to you to observe, O judges, that the saying in the Epistle to the Romans, And I was alive apart from law once, cannot fall upon the soul's way of life prior to the body according to them, just as what is subjoined to these words indicates—even if this noble physician of texts, stripping off what follows, forcibly sought to remodel the mind of the Apostle to suit his own pleasure, suffering an affliction altogether incurable and childish. For instead of preserving the members of bodies according to their natural unions and joints, so that the whole figure of the body might be sound according to nature, he came forward and mutilated the sequence of Scripture, just like a Scythian unsparingly hacking up the limbs of some enemy for destruction. How then, they will say, did the Apostle declare these things, if you did not demonstrate them to stand thus? Because, I would say, he posited the commandment to be law. For let it first be granted, according to your hypothesis, that he called the commandment law; not on that account did he also suppose the first-formed human beings to have lived incorporeally prior to the commandment, but rather apart from sin. Indeed, brief was the time from their creation up to the commandment, in which
PG 41:1156Read from the page
διέζησε χωρὶς ἁμαρτίας, οὐκ ἐκτὸς . . . καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι ἐβεβαιώσατο. . . .
lived through without sin, not apart [...] and He confirmed that the body is not put to death [...]
ΝΑʹ. Ἐὰν δὲ πάλιν ἀνθυποφέρωσι λέγοντες· Πῶς δὴ οὖν τὸ φρόνημα τῆς σαρκὸς εἶναι εἴρηται ἔχθρα εἰς Θεόν; Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· λεκτέον, ὡς ἄρα καὶ ἐνθάδε διαπίπτουσιν. Οὐ γὰρ τὴν σάρκα αὐτὴν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ Θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον. Καθάπερ εἰ ἔλεγεν· Ὁ ῥύπος τοῦ μὴ καλῶς ἀργύρου καθαρισθέντος εἰς τὸ γενέσθαι σκεῦος ἐπιτήδειον, οὐχ ὑπυτάσσεται τῷ δημιουργῷ· οὐδὲ γὰρ δύναται. Ἐκβληθῆναι γὰρ αὐτὸν πρότερον καὶ ἐκτακῆναι δεῖ. Καὶ οὐ παρὰ τοῦτο τὸν ἄργυρον ἀπεφήνατο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, ἀλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ ἀργύρῳ καὶ τὴν ἄλλην σκληρότητα. Οὕτω καὶ τὸ φρόνημα τῆς σαρκὸς εἰπὼν, οὐ τὴν σάρκα ἔφη μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ Θεοῦ, ἀλλὰ τὸ φρόνημα τὸ ἐν τῇ σαρκὶ, οἷον τὸ πρὸς τὰς ἀκρασίας αὐτῆς λέγων ὅρμημα. Ὅπερ ἀλλαχοῦ ὁτὲ μὲν παλαιὰν ζύμην κακίας καὶ πονηρίας ἐκάλεσεν, ἐπισπέρχων αὐτοτελῶς ἀφ' ἡμῶν ἀϊστωθῆναι, ὁτὲ δὲ νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς, καὶ αἰχμαλωτίζοντα. Ἐπεὶ, εἰ αὐτὴν τὴν σάρκα ἔλεγε μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ Θεοῦ, πρῶτον οὔτε μέμψιν ἂν ἀσελγαίνοντες ἢ λῃστεύοντες, ἢ τὰ ἄλλα ὅσα ἄττα διὰ σώματος πράττοντες ἢ ποιοῦντες ἔχειν ἐδυνάμεθα παρὰ δικαίῳ κριτῇ, ἀδυνάτως ἐχούσης τῆς σαρκὸς ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ Θεοῦ. Πῶς γὰρ ἂν μεμπτέον ἐδύνατο τὸ σῶμα κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν βιοῦν εἶναι;
51. And if they again object in reply, saying: How then has the mindset of the flesh been said to be enmity towards God? For it is not subject to the law of God, nor indeed can it be; it must be said that here too they miss the mark. For he supposed that not the flesh itself, but the mindset of the flesh cannot be subject to the law of God, as being something distinct beside the flesh. Just as if one were to say: The dross of silver that has not been well purified so as to become a serviceable vessel is not subject to the craftsman, nor indeed can it be. For it must first be cast out and smelted away. And he did not on that account declare that the silver cannot be wrought into a useful vessel, but rather the brazen alloy that is in the silver and the rest of its hardness. So too, when he spoke of the mindset of the flesh, he did not say that the flesh cannot be subject to the law of God, but rather the mindset that is in the flesh, meaning as it were its impulse towards its intemperances. Which elsewhere he at one time called old leaven of malice and wickedness, urging that it be utterly obliterated from us, and at another time a law warring against the law of the mind and taking [us] captive. Since, if he said that the flesh itself cannot be subject to the law of God, first of all we could not incur blame before a just judge when committing licentiousness or robbery, or doing or practising whatever other things through the body, inasmuch as the flesh would be incapable of being subject to the law of God. For how could the body be blameworthy when living according to the nature belonging to it?
Ἀλλὰ οὐδὲ ἄλλως εἰς ἁγνείαν ἢ ἀρετὴν ὑπαχθῆναι τὸ σῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ. Εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκὸς, μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ Θεοῦ, νόμος δὲ Θεοῦ δικαιοσύνη καὶ σωφροσύνη· ἐχρῆν μηδὲ παρθενεύειν, μήτε ἐγκρατεύεσθαι δύνασθαι τὸ σύνολον ὅλως ἐκ παντός. Εἰ δὲ παρθενεύουσι καὶ ἐγκρατεύονται, δηλονότι τὸ σῶμα ὑποτάσσουσιν. Ἄλλως γὰρ ἐγκρατεύεσθαι ἁμαρτίας ἀδύνατον. Οὐκ ἄρα οὐ δύναται τὸ σῶμα ὑποτάσσεσθαι τῷ τοῦ Θεοῦ νόμῳ. Ἐπεὶ πῶς ἂν ὁ Ἰωάννης ὑπέταξεν ἑαυτοῦ τὸ σῶμα εἰς ἁγνείαν; ἢ πῶς Πέτρος εἰς ὁσιότητα; ἢ οἱ καθεξῆς εἰς δικαιοσύνην; Πῶς δὲ καὶ Παῦλος· Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, λέγει, ἐν τῷ ἐπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ; καὶ πάλιν· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Nor otherwise could the body have been brought under towards purity or virtue, if by nature it was not such as to be subject to the good. For if the nature of the flesh were such as not to be able to be subject to the law of God, and the law of God is righteousness and temperance, then one ought neither to practise virginity nor to be able to exercise self-control altogether in any way at all. Yet if people practise virginity and exercise self-control, plainly they subject the body. For otherwise to abstain from sin is impossible. It is not true, then, that the body cannot be subject to the law of God. Since how could John have subjected his own body unto purity? or how Peter unto holiness? or those who came after in turn unto righteousness? And how Paul too: Let not sin therefore reign in your mortal body, he says, that you should obey its desires; neither present your members as weapons of unrighteousness unto sin, but present yourselves to God, as alive from the dead, and your members as weapons of righteousness to God? and again: Just as you presented your members as slaves to impurity and to lawlessness unto lawlessness, so now present your members as slaves to righteousness unto sanctification.
Notes, col. 1156

On the reading

Printed ὑπυτάσσεται, for ὑποτάσσεται.

PG 41:1157Read from the page
ΝΒʹ. Οὐκοῦν ἐγίνωσκε δύνασθαι διευθύνεσθαι τὸ σκήνωμα τοῦτο, καὶ νεύειν πρὸς τὸ ἀγαθὸν, ἵνα νεκρωθῶσιν ἐν αὐτῷ τὰ ἁμαρτήματα. Ἐπεὶ πῶς ἑτέρως δουλωθῆναι τῇ δικαιοσύνῃ δύναται ὁ ἄνθρωπος (καὶ ἐφ' ἡμῶν), ἐὰν μὴ πρότερον ὑποτάξας αὐτοῦ τὰ μέλη τῆς σαρκὸς, εἰς τὸ μὴ ὑπακούειν αὐτὰ τῇ ἁμαρτίᾳ, ἀλλὰ τῇ δικαιοσύνῃ, πολιτεύσηται κατ' ἀξίαν τοῦ Χριστοῦ; Ἐπειδὴ τὸ ἁμαρτῆσαι, καὶ τὸ μὴ ἁμαρτῆσαι διὰ τοῦ σώματος γίνεται, τῆς ψυχῆς ἢ πρὸς ἀρετὴν ἢ πρὸς κακίαν ὀργάνῳ χρωμένης αὐτῷ. Εἰ γὰρ Οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε μαλακοὶ, οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοιδοροι, οὔτε ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομῆσαι δύνανται· πληροῦνται δὲ ταῦτα καὶ κρατύνονται διὰ τοῦ σώματος· δικαιοῦται δὲ οὐδεὶς, ἐὰν μὴ πρῶτον κρατήσῃ· κρατεῖ δὲ τούτων ὁ ἐκνεύων πρὸς σωφροσύνην καὶ πίστιν· ὑποτάσσεται ἄρα τῷ νόμῳ τοῦ Θεοῦ. Νόμος γὰρ Θεοῦ σωφροσύνη. Ὥστε ὁ Ἀπόστολος οὐ τὴν σάρκα μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ ἔφη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς, οἷον τὴν ὁρμὴν αὐτῆς, αὐτὴν τὴν πρὸς τὸ ἄδικον ἔκκαυσιν. Ἐκκαθαίρεσθαι γοῦν ἔφη, ἄχρι καὶ τὴν γαστριμαργικὴν ἀκρασίαν διαμιλλώμενος· διδάσκων δὲ τὰς τοιαύτας ὀρέξεις καὶ ἡδονὰς ἐξαπόλλυσθαι, καὶ καταισχύνων τοὺς τὸ τρυφᾷν τοῦτο καὶ πολιτεύεσθαι εἶναι νομίζοντας· οἳ Θεὸν ἡγοῦνται τὴν κοιλίαν. Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν· καθάπερ ἀδηφάγα σώματα κάτω περὶ τὴν βορὰν μόνον καὶ τραπέζας ἀσχολούμενα.
52. Therefore he knew that this tabernacle can be set straight and incline towards the good, so that offences may be put to death in it. Since how otherwise can a human being be enslaved to righteousness (even in our case), unless having first subjected his members of the flesh, so that they do not obey sin, but righteousness, he conducts his life worthily of Christ? Seeing that sinning and not sinning come about through the body, as the soul uses it as an instrument either towards virtue or towards vice. For if Neither fornicators, nor idolaters, nor adulterers, nor sodomites, nor effeminate, nor thieves, nor the covetous, nor drunkards, not revilers, nor extortioners can inherit the kingdom of God; and these things are fulfilled and strengthened through the body, and no one is justified unless he first masters [them], and he who turns aside towards temperance and faith masters these things: then it is subject to the law of God. For the law of God is temperance. So that the Apostle did not say that the flesh is not subject to the good, but the mindset of the flesh, that is to say its impulse, that very kindling towards what is unjust. Accordingly he said that it is purged out, contending even as far as gluttonous intemperance; teaching that such appetites and pleasures perish, and putting to shame those who suppose that this luxuriating is how to conduct one's life: who deem the belly to be God. Let us eat and drink; for tomorrow we die; just like ravenous bodies busied down below solely about fodder and tables.
Εἰπών τε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· ἐπήγαγε· Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι. Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. Ἢ οὐκ οἴδατε, ὅτι τὰ μέλη ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο! Ἢ οὐκ οἴδατε, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ἁμαρτήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν. Ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; Ἠγοράσθητε γὰρ τιμῆς. Δοξάσατε οὖν τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.
And having said: Meats for the belly, and the belly for meats, yet God shall abolish both this and these, he added: Now the body is not for fornication, but for the Lord, and the Lord for the body. And God both raised up the Lord, and shall raise us up through His power. Or do you not know that your bodies are members of Christ? Shall I then take the members of Christ and make them members of a harlot? Far be it! Or do you not know that he who is joined to a harlot is one body? For the two, He says, shall become one flesh. But he who is joined to the Lord is one spirit. Flee fornication. Every offence whatsoever that a man may commit is outside the body; but he who commits fornication sins against his own body. Or do you not know that your bodies are a temple of the Holy Spirit within you, Whom you have from God, and you are not your own? For you were bought with a price. Glorify God therefore in your body.
ΝΓʹ. Πρόσχες, ὅτι, ἐπειδὴ τὸ σῶμα τοῦτο δύναται τὸν νόμον τοῦ Θεοῦ καὶ τὴν ἀθανασίαν ὑποδέξασθαι, ἐὰν καθαίροιτο τῆς ἀκρασίας τῶν ὑπεκκαυμάτων, μὴ χραινόμενον ἀθέσμοις ὅλως οἴστρων παρατριβαῖς, διὸ ὁ Ἀπόστολος ταῦτα διεφθέγξατο· ποῖον γὰρ τὸ κολλώμενον ἕτερον τῇ πόρνῃ καὶ πλησιάζον, καὶ σὰρξ
53. Give heed that, since this body is able to receive the law of God and immortality, if it be purified from the kindlings of intemperance, not being defiled at all by unlawful frictions of lusts, therefore the Apostle uttered these things; for what else is that which is joined to the harlot and approaches her, and becomes one flesh
Notes, col. 1157

On the reading

Printed λοιδοροι, for λοίδοροι.