PG 41:745Read from the pageἸούδα· καὶ μετ' ὀλίγα· Ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Καὶ ἐπ' αὐτὸν ἔθνη ἐλπιοῦσιν. Ἠσαΐας δέ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Ἱερεμίας δέ· Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Μιχαίας· Καὶ σὺ, Βηθλεέμ· καὶ μεθ' ἕτερα· Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, καὶ τὰ ἑξῆς. Ὁ δὲ Μαλαχίας· Ἐξαίφνης εἰς τὸν ναὸν ἥξει Κύριος· ὁ δὲ Δαβίδ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, καὶ τὰ ἑξῆς. Καὶ πολλὰ ἔστι λέγειν, καὶ αὐτοῦ λέγοντος τοῦ Σωτῆρος. Εἰ Μωϋσῇ ἐπιστεύετε, ἐπιστεύετε ἂν καὶ ἐμοί. Ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε.
Judah; and a little further on: Until He comes for Whom the things laid up are reserved; and He is the expectation of the nations; and in Him shall nations hope. And Isaiah: Behold, the virgin shall conceive in the womb. And Jeremiah: And He is a man, and who shall know Him? Micah: And you, Bethlehem; and after other words: Out of you shall come forth for me a ruler, and what follows. And Malachi: Suddenly the Lord shall come into His temple; and David: The Lord said to my Lord, and what follows. And one may say much more, seeing that the Saviour Himself also says: If you believed Moses, you would believe Me also; for he wrote concerning Me.
Σχόλ. κηʹ. Οὐκ εἶχε· Διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ Θεοῦ· Ἀποστέλλω εἰς αὐτοὺς προφήτας· καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν, ὅτι ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
Scholion 28. He did not have: Therefore the wisdom of God said, I send to them prophets; and concerning the blood of Zechariah and Abel and the prophets, that it shall be required from this generation.
Ἔλεγχ. κηʹ. Καὶ ἐν τούτῳ σοι πολλὴ αἰσχύνη, ὦ Μαρκίων, τοῦ χαρακτῆρος τῆς ἀληθείας σωζομένου, καὶ τῆς παρεκτομῆς τῶν κλεμμάτων σου εὑρισκομένης, ἀπὸ τοῦ ἀντιγράφου τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου τῶν τόπων εὑρισκομένων, καὶ τῶν παρὰ σοῦ ἀφαιρεθέντων ἐλεγχομένων.
Refutation 28. In this too there is great shame for you, O Marcion, since the stamp of the truth is preserved and the excision of your thefts is detected, as the passages are found from the copy of the Gospel according to Luke and the things removed by you are exposed.
Σχόλ. κθʹ. Λέγω δὲ τοῖς φίλοις μου· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα· φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα τὴν ἐξουσίαν βαλεῖν εἰς γέενναν. Οὐκ εἶχε δέ· Οὐχὶ πέντε στρουθία ἀσσαρίων δύο πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ;
Scholion 29. And I say to My friends: Do not be afraid of those who kill the body; rather fear Him Who after killing has the authority to cast into Gehenna. Yet he did not have: Are not five sparrows sold for two farthings, and not one of them is forgotten before God?
Ἔλεγχ. κθʹ. Τὸ, Αέγω ἐγὼ τοῖς φίλοις μου· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀπυκτεινόντων τὸ σῶμα· φοβήθητε δὲ τὸν ἔχοντα ἐξουσίαν τὸ, μετὰ τὸ ἀποκτεῖναι τὸ σῶμα, τὴν ψυχὴν βαλεῖν εἰς γέενναν, ἀναγκάζει σε, ὦ Μαρκίων, καὶ τὰ ἑξῆς τῆς παραβολῆς ὁμολογῆσαι. Ἄνευ γὰρ τοῦ Θεοῦ οὐδὲν γίνεται, κἂν ἐπάρῃς τὸ περὶ τῶν στρουθίων. Ἀπολόγησαι οὖν περὶ τῶν ἐν τῷ ῥητῷ καταλειφθέντων ὑπὸ σοῦ, ὦ Μαρκίων. Καὶ ἀπόκριναι ἡμῖν τί διανοῇ περὶ τοῦ ἐξουσίαν ἔχοντος. Εἰ γὰρ φαίης αὐτὸν εἶναι τὸν Πατέρα τοῦ Χριστοῦ, τὸν καὶ παρὰ σοὶ ἀγαθὸν λεγόμενον Θεὸν, εἰ καὶ κακῶς διαιρεῖς, ὅμως, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν, δέδωκας αὐτὸν κριτὴν ὄντα, καὶ ἑκάστῳ νέμοντα τὸ κατ' ἀξίαν. Εἰ δὲ οὐ τοῦτο λέγεις, ἀλλὰ τὸν Δημιουργὸν τὸν παρὰ σοὶ φύσει κριτὴν ᾀδόμενον, λέγε μοι τίς τούτῳ δέδωκε τὴν ἐξουσίαν. Εἰ γὰρ ἀφ' ἑαυτοῦ ἔχει, ἄρα μέγας ἐστὶ, καὶ ἐξουσίαν ἔχει. Εἰ δὲ τοῦ κρίνειν ἐξουσίαν ἔχει, καὶ τοῦ σώζειν. Ὁ γὰρ δυνάμενος κρίνειν δύναται καὶ ἀπολύειν. Καὶ ἄλλως· Εἰ, τοῦ κριτοῦ βάλλοντος τὰς ψυχὰς εἰς γέενναν, ὁ Θεὸς ὁ ἀγαθὸς οὐ ῥύεται αὐτὰς, ὁ πανταχόθεν τῶν αὐτῶν ἐπιμελούμενος ψυχῶν πῶς ἂν εἴη ἀγαθός; ἢ γὰρ ὅτι ἰσχυρότερος αὐτοῦ ἐστι, καὶ οὐ δύναται ἐκ χειρὸς ῥύεσθαι· ἢ ὅτι δύναται μὲν, οὐ βούλεται δέ. Καὶ ποῦ ἡ ἀγαθότης; Εἰ δὲ, ἐπειδὴ αὐτὸς ἔκτισεν, ἐξουσίαν ἔχει καὶ κρίνειν πῶς ὁ ἄνω Θεὸς ὁ ὑπὸ σοῦ
Refutation 29. The saying, I say to My friends: Do not be afraid of those who kill the body; rather fear Him Who has authority, after killing the body, to cast the soul into Gehenna, compels you, O Marcion, to confess what follows in the parable as well. For without God nothing comes to pass, even if you remove the part concerning the sparrows. Make your defence, therefore, concerning the words left standing by you in the text, O Marcion, and answer us what you think concerning Him Who has authority. For if you should say that He is the Father of Christ, the God also called good by you—even though you wrongly divide—nevertheless, since He has this authority, you have granted that He is a judge and assigns to each according to desert. But if you do not say this, and mean instead the Demiurge, celebrated by you as judge by nature, tell me who gave him this authority. For if he holds it of himself, then he is great and possesses authority; and if he possesses authority to judge, he possesses authority to save as well, for he who is able to judge is able also to acquit. And besides: if, when the judge casts souls into Gehenna, the good God does not rescue them—He Who on every side cares for those very souls—how could He be good? For either that other is stronger than He, and He cannot rescue them out of his hand; or He is able, yet unwilling—and where then is His goodness? Whereas if, because that one created, he also possesses authority to judge, how is the God on high, who is by you
Notes, col. 745
On the reading
Printed ἀπυκτεινόντων, for ἀποκτεινόντων.
PG 41:748Read from the pageμυθευόμενός τινας μερικῶς σώζει; Εἰ μὲν ἀπὸ τῶν ἀλλοτρίων λαμβάνων σώζει, πλεονεκτεῖ ἀλλοτρίων ἐρῶν· εἰ δὲ οὐ φάσκεις πλεονεξίαν εἶναι, διὰ τὸ εἰς ἀγαθὸν τὸ ἔργον γίνεσθαι καὶ σωτήριον, προσωπολήπτην αὐτον ποιεῖς, μὴ τὸ ἀγαθὸν ἴσως πᾶσιν, ἀλλὰ μερικῶς ποιοῦντα.
fabled saves certain ones partially? If He saves by taking from things belonging to another, He covets out of desire for what is another's; whereas if you deny that there is covetousness because the deed turns out for good and salvation, you make Him a respecter of persons, doing good not equally to all, but partially.
Σχόλ. λʹ. Ἀντὶ τοῦ· Ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων, ἐκεῖνος τοῦ Θεοῦ λέγει.
Scholion 30. Instead of, He shall confess before the angels, that man says, before God.
Ἔλεγχ. λʹ. Πανταχόθεν ἐλέγχεται μὴ κατὰ Θεὸν πορευόμενος, κἄν τε ἐν βραχυτάτῳ λόγῳ παραλλάξῃ τὴν ἀλήθειαν. Ὁ τολμῶν γάρ τι παραλλάσσειν τῶν γεγραμμένων ἀπαρχῆς οὐκ ἐν ὁδῷ ἀληθείας ἵσταται.
Refutation 30. On every side he is convicted of not walking according to God, even if he alters the truth in the briefest expression. For he who dares to alter anything of the things written from the beginning does not stand in the way of truth.
Σχόλ. λαʹ. Οὐκ ἔχει τό· Ὁ Θεὸς ἀμφιέννυσι τὸν χόρτον.
Scholion 31. He does not have the saying: God clothes the grass.
Ἔλεγχ. λαʹ. Εἰ καὶ μὴ ἐᾷς τὰ γεγραμμένα, ὡς εἶχεν ὑπὸ τοῦ Σωτῆρος εἰρημένα, ἀλλ' οὖνγε σώζονται οἱ τόποι ἐν τῷ Εὐαγγελίῳ τῆς ἁγίας Ἐκκλησίας· κἂν ἀρνήσῃ σὺ τὸν Θεὸν τὸν πάντα πεποιηκότα, καὶ πάντων ἐπιμελόμενον τῷ Λόγῳ αὐτοῦ, ἄχρι καὶ τοῦ χόρτου, καὶ ὑπὸ τοῦ Σωτῆρος ὁμολογούμενον.
Refutation 31. Even if you do not leave the things written as they stood when spoken by the Saviour, yet the passages are none the less preserved in the Gospel of the holy Church; even if you deny the God Who made all things and cares for all things by His Word, down even to the grass, and Who is confessed by the Saviour.
Σχόλ. λβʹ. Ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν, ὅτι χρῄζετε τούτων τῶν σαρκικῶν.
Scholion 32. And your Father knows that you have need of these fleshly things.
Ἔλεγχ. λβʹ. Οἶδεν ὁ Πατὴρ, ὅτι χρῄζουσιν οἱ μαθηταὶ τῶν σαρκικῶν χρειῶν, καὶ προνοεῖ τῶν τοιούτων· προνοεῖ δὲ οὐκ ἐν ἄλλῳ αἰῶνι, ἀλλ' ἐνταῦθα, οὐκ ἐν τοῖς ἀλλοτρίοις τὴν πρόνοιαν τῶν ἑαυτοῦ δούλων ποιούμενος, ἀλλ' ἐν τοῖς ὑπ' αὐτοῦ ἐκτισμένοις.
Refutation 32. The Father knows that the disciples have need of fleshly necessities, and He provides for such things; and He provides not in another age, but here, exercising providence for His own servants not among things belonging to another, but among the things created by Himself.
Σχόλ. λγʹ. Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
Scholion 33. Seek the kingdom of God, and all these things shall be added to you.
Ἔλεγχ. λγʹ. Εἰ τῶν ἄλλου τρεφόμεθα, καὶ ἄλλος Θεὸς τῆς βασιλείας τῶν οὐρανῶν ὑπάρχει, πῶς ἔτι ὁ λόγος συμφωνήσει; Εἰ γὰρ αὐτοῦ ἐστι τὰ ἐνταῦθα, καὶ αὐτοῦ ἐστιν ἡ βασιλεία· διὸ προστίθησι πάντα τὰ ἐνταῦθα ὄντα αὐτοῦ διὰ τὸν κάματον τοῦ πόθου τῆς αὐτοῦ βασιλείας· ἢ αὐτοῦ μὲν ἡ βασιλεία, καὶ ὁ ἐκεῖ αἰὼν, τοῦ δὲ Δημιουργοῦ τὰ ἐνταῦθα· καὶ συνευδοκεῖ ὁ Δημιουργὸς τῇ τοῦ ἄνω βασιλείᾳ, ἀντιλαμβανόμενος τῶν τὴν δικαιοσύνην τοῦ ἄνω καὶ βασιλείαν ζητούντων. Μιᾶς δὲ οὔσης εὐδοκίας, καὶ οὐχὶ διαφερομένης, οὐκέτι δύο ἀρχαὶ ἢ τρεῖς· τῷ γὰρ ὄντι εἷς ἐστιν ὁ Θεὸς, ὁ τὰ πάντα ποιήσας· ποιήσας δὲ καλῶς, καὶ οὐχ ἐναντίως. Ἡμῶν δέ ἐστι τὸ ἁμαρτάνειν, καὶ σφάλλεσθαι ἐν τῷ θέλειν, καὶ ἐν τῷ μὴ θέλειν.
Refutation 33. If we are nourished from the goods of another, and there is another God of the kingdom of heaven, how will the saying still hold together? For either the things here are His, and the kingdom is His, wherefore He adds all the things here that are His on account of the labour of longing for His kingdom; or else the kingdom and the age yonder are His, while the things here belong to the Demiurge, and the Demiurge consents with the kingdom of Him Who is on high, aiding those who seek the righteousness and kingdom of Him Who is on high. Yet if there is a single good pleasure, and not a divided one, there are no longer two principles or three; for in reality there is one God, Who made all things, and made them well and not in opposition. Ours it is to sin and to stumble in willing and in not willing.
Σχόλ. λδʹ. Ἀντὶ τοῦ· Ὁ Πατὴρ ὑμῶν, ὁ Πατὴρ εἶχεν.
Scholion 34. Instead of, Your Father, he had, The Father.
Ἔλεγχ. λδʹ. Καὶ ἐν τούτῳ οὐδὲν ἡμᾶς ἀδικήσεις, ἀλλὰ ἔτι ἐπιβεβαιώσεις. Τὸν γὰρ αὐτοῦ Πατέρα προνοεῖν τῶν ἐνταῦθα ὡμολόγησας τὸν Σωτῆρα εἰρηκέναι.
Refutation 34. In this too you will do us no wrong, rather you will confirm our case all the more; for you have confessed that the Saviour said that His Father provides for the things here.
Notes, col. 748
On the reading
Printed αὐτον, for αὐτὸν.
Printed οὐχ ἐναντίως, for οὐκ ἐναντίως.
PG 41:749Read from the pageΣχόλ. λεʹ. Ἀντὶ τοῦ, δευτέρᾳ ἢ τρίτῃ φυλακῇ, εἶχεν, ἑσπερινῇ φυλακῇ.
Scholion 35. Instead of, in the second or third watch, he had, in the evening watch.
Ἔλεγχ. λεʹ. Ἐλήλεγκται ὁ κτηνώδης, μεταστρέψας τοὺς θείους λόγους ἀνοήτως πρὸς τὴν ἑαυτοῦ ὑπόνοιαν. Οὐ γὰρ ἡμεριναὶ γίνονται φυλακαὶ, ἀλλὰ νυκτεριναὶ, ἀπὸ ἑσπέρας εἰς τὴν πρώτην φυλακὴν προκοπὴν τῆς ἐπεκτάσεως ἔχουσαι, καὶ οὐκ ἀπὸ τῆς ἕω εἰς τὴν ἑσπέραν, ὡς υὗτος ἁλίσκεται ῥᾳδιουργήσας.
Refutation 35. The brutish fellow has been refuted, having foolishly twisted the divine words to fit his own fancy. For watches are not by day, but by night, advancing in their extension from evening to the first watch, and not from dawn until evening, as this man is caught fraudulently altering.
Σχόλ. λςʹ. Ἥξει ὁ Κύριος τοῦ δούλου ἐκείνου, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
Scholion 36. The Lord of that servant will come, and will cut him in two, and will appoint his portion with the unbelievers.
Ἔλεγχ. λςʹ. Τίς ὁ διχοτομῶν τὸν δοῦλον; λέγε. Εἰ μὲν ὁ Δημιουργὸς καὶ κριτὴς παρὰ σοῦ λεγόμενος Θεός ἐστιν ὁ τοῦτο μέλλων πράσσειν, ἄρα αὐτοῦ εἰσιν οἱ πιστοί· ἐπιτιμῶν γὰρ τῷ μὴ καλῶς πράττοντι δούλῳ, τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τίθησιν· εἰ δὲ ὁ Πατὴρ τοῦ Χριστοῦ ἐστιν, ἢ αὐτὸς ὁ Χριστὸς ὁ μέλλων τοῦτο ἐπιτελεῖν, σαφῶς τὴν μαρτυρίαν παρὰ σαυτῷ φυλάττεις κατὰ σοῦ οὖσαν· ὁμολογῶν γὰρ ἢ Χριστὸν ἢ τὸν αὐτοῦ Πατέρα τοῦτο πράττειν μέλλοντα ἀναμφιβόλως, ὡμολόγησας τὸν αὐτὸν κριτὴν, καὶ τὸν αὐτὸν ἀγαθὸν, καὶ ἕνα ὄντα, τῶν ὧδε καὶ τῶν ἐκεῖ προνοούμενον.
Refutation 36. Who is it that cuts the servant in two? Tell me! If the Demiurge and judge whom you call God is the one about to do this, then the believers belong to him; for in rebuking the servant who does not act well, he appoints his portion with the unbelievers. Whereas if it is the Father of Christ, or Christ Himself, Who is about to carry this out, you plainly keep within your own text the testimony that stands against you; for by confessing that either Christ or His Father is beyond doubt about to do this, you have confessed the selfsame One as judge, and the selfsame One as good, and as being One, exercising providence over the things here and the things yonder.
Σχόλ. λζʹ. Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν, καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι.
Scholion 37. Lest perchance he drag you before the judge, and the judge hand you over to the officer.
Ἔλεγχ. λζʹ. Κριτὴν λέγει τὸν Δημιουργὸν, πράκτορα δὲ ἕκαστον τῶν αὐτοῦ ἀγγέλων, μέλλοντας ἀπαιτεῖν τοὺς ἁμαρτωλοὺς τὰ πεπραγμένα. Ποῖα δὲ ἀλλ' ἢ τὰ σφάλματα καὶ ἁμαρτήματα, ἃ καὶ ὁ Ἰησοῦς βδελύσσεται, ἃ καὶ σὺ ἀπαγορεύειν λέγεις; Εἰ τοίνυν ἃ ὁ ἀγαθὸς Θεὸς βδελύσσεται, καὶ ὁ κριτὴς, καὶ ὁ Δημιουργὸς τὰ αὐτὰ βδελύσσεται, εἷς ἐστι καὶ ὁ αὐτὸς ἀπὸ τοῦ ἔργου δεικνύμενος, καὶ τῆς μιᾶς εὐδοκίας.
Refutation 37. By judge He means the Demiurge, and by officer each of His angels, who are about to require from sinners the deeds they have done. And what are these save transgressions and sins, which Jesus also abhors, and which you yourself say He forbids? If therefore the things that the good God abhors, both the judge and the Demiurge abhor the very same things, He is shown from His work and from the single good pleasure to be One and the same.
Σχόλ. ληʹ. Ἦν παρακεκομμένον ἀπὸ τοῦ, Ἦλθόν τινες ἀναγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν, ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δέκα καὶ ὀκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ· καὶ ὅτι Ἐὰν μὴ μετανοήσητε· καὶ ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς, ὅτι Σκάπτω, καὶ βάλλω κόπρια, καὶ ἐὰν μὴ ποιήσει, ἔκκοψον.
Scholion 38. There had been mutilated the passage from, Certain men came reporting to Him concerning the Galilaeans, whose blood Pilate mingled with their sacrifices, down to where He speaks concerning the eighteen in Siloam who died in the tower, and, Unless you repent; and down to the parable of the fig-tree, concerning which the vine-dresser said, I dig and cast in dung, and if it does not bear fruit, cut it down.
Ἔλεγχ. ληʹ. Τούτων πάντων ἐποιήσατο τὴν ἀφαίρεσιν ὁ συλητὴς, κρύψας ἀφ' ἑαυτοῦ τὴν ἀλήθειαν, διὰ τὸ τὸν Κύριον συμπεφωνηκέναι τῷ καλῶς δικάσαντι τοὺς τοιούτους Πιλάτῳ· καὶ ὅτι καλῶς οἱ ἐν τῷ Σιλωὰμ ἀπέθανον ἁμαρτωλοὶ ὄντες, καὶ ὑπὸ Θεοῦ οὕτως τιμωρηθέντες. Ὅταν δὲ ῥᾳδιουργήσωσί τινες βασιλικὰ προστάγματα, ἀπὸ τῶν ἀρχαίων τὰ ἀντίγραφα προφερόμενα ἠσφαλισμένως ἔχοντα ἐλέγχει τοὺς ἄφρονας. Οὕτως καὶ ἀπὸ τοῦ βασιλικοῦ οἴκου, τουτέστι τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, προφερόμενον τὸ Εὐαγγέλιον ἐλέγχει τοὺς ἀφανιστὰς τῶν καλῶν ἐνδυμάτων μῦας
Refutation 38. The plunderer made the removal of all these passages, hiding the truth from himself, because the Lord agreed with Pilate who rightly judged such men, and because those in Siloam rightly died as sinners and were thus punished by God. Just as, when certain persons falsify imperial edicts, the copies brought forth from the ancient archives, kept in safe custody, convict the fools, so too the Gospel brought forth from the royal house—that is, the holy Church of God—convicts the mice that destroy fair garments.
Notes, col. 749
On the reading
Printed υὗτος, for οὗτος.
PG 41:752Read from the pageΣχόλ. λθʹ. Ταύτην δὲ θυγατέρα Ἀβραὰμ, ἣν ἔδησεν ὁ Σατανᾶς.
Scholion 39. And this woman, being a daughter of Abraham, whom Satan bound.
Ἔλεγχ. λθʹ. Εἰ τῆς θυγατρὸς τοῦ Ἀβραὰμ ἐπιμελεῖται ἐλθὼν ὁ Κύριος, οὐκ ἀλλότριος αὐτοῦ ἐστιν Ἀβραάμ. Ὁμολογεῖ γὰρ αὐτὸν αὐτῷ εὐηρεστηκέναι, οἶκτον εἰς τὴν αὐτοῦ θυγατέρα ἐνδεικνύμενος.
Refutation 39. If the Lord at His coming cares for the daughter of Abraham, Abraham is no stranger to Him; for He acknowledges that Abraham pleased Him by showing pity towards his daughter.
Σχόλ. μʹ. Παρέκοψε πάλιν τό· Τότε ὄψεσθε Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ἀντὶ δὲ τούτου ἐποίησεν· Ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους. Προσέθηκε δὲ, κρατουμένους ἔξω· ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Scholion 40. Again he mutilated the saying: Then you will see Abraham, and Isaac, and Jacob, and all the prophets in the kingdom of God; and in place of this he made it: When you see all the righteous in the kingdom of God, and yourselves cast out. And he added: kept outside; there shall be weeping and gnashing of teeth.
Ἔλεγχ. μʹ. Πῶς τὰ ἴχνη τῆς ἀληθείας φαίνεται! Οὐ γάρ τις ὁδὸν δύναται ἀποκρύψαι. Πλανῆσαι μὲν γὰρ ἀνθρώπους δύναται ἐξ αὐτῆς, καὶ ἀποκρύψαι αὐτὴν ἀπὸ τῶν ἀγνοούντων· ἀπὸ δὲ τῶν ἐν πείρᾳ αὐτῆς γεγονότων ἀδύνατον. Οὐ γὰρ δύναται τὴν γῆν, ἔνθα ἦν ἡ ὁδὸς, ἀφανίσαι, κἄν τε αὐτὴν ἀμαυρώσῃ· τοῦ τε τόπου παραμένοντος τῆς ὁδοῦ ὑπὸ τῶν γινωσκόντων ἐλέγχεται ὁ τὴν ὁδὸν ῥᾳδιουργήσας. Ὅρα δὴ τὰ ἴχνη τῆς ἀκολουθίας. Τὸν γὰρ λόγον τοῦτον πρὸς τίνα ἔλεγεν, ἀλλ' ἢ πρὸς τοὺς Ἰουδαίους; Καὶ εἰ πρὸς τοὺς Ἰουδαίους, ἤδη ἔδειξεν αὐτοὺς ἔνδον, καὶ ἐκβαλλομένους ἀπὸ τῶν δικαίων. Τίνες δ' ἂν εἶεν, ἀλλ' ἢ οἱ αὐτῶν πατέρες, Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ προφῆται; Οὐ γὰρ εἶπεν· Ὄψεσθε δικαίους εἰσερχομένους, καὶ ὑμᾶς μὴ εἰσερχομένους· ἀλλ', Ὄψεσθε τοὺς δικαίους ἐν τῇ βασιλείᾳ, ὑμᾶς δὲ ἐκβαλλομένους. Καὶ περὶ μὲν τοῦ ἐκβαλλομένους μελλητικῶς ἀπεφήνατο· τοὺς δὲ δικαίους ἤδη ὄντας ἀπέδειξεν οὐκ ἀλλοτρίους τούτων κατὰ τὴν σάρκα, οὐδὲ κατὰ τὴν κλῆσιν, ἀλλὰ μετὰ τούτων κληθέντας τοὺς ἤδη δεδικαιωμένους πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. Εἰ δὲ καὶ ἔξω μένοντας, ὡς τῶν πατέρων ἔσω ὄντων. Πόθεν δὲ βρυγμὸς ὀδόντων γίνεται ἐν τῇ κρίσει, ὦ ἠλίθιε, ἐὰν μὴ ἀνάστασις σωμάτων γένηται;
Refutation 40. How clearly the tracks of the truth appear! For no one can hide a road: one may indeed lead men astray from it and conceal it from the ignorant, yet from those who have had experience of it, that is impossible. For one cannot blot out the ground where the road lay, even if one obscures it; and while the place of the road remains, he who tampered with the road is exposed by those who know it. Behold, then, the tracks of the sequence! For to whom was He speaking this word save to the Jews? And if to the Jews, He already showed them within, and being cast out from the righteous. And who could those righteous be save their fathers—Abraham, and Isaac, and Jacob, and the prophets? For He did not say: You will see righteous men entering in, and yourselves not entering in; rather: You will see the righteous in the kingdom, and yourselves cast out. Concerning their being cast out He spoke in reference to the future, whereas the righteous He showed to be there already, not strangers to these men according to the flesh, nor according to the calling, but called together with them, having already been justified before His incarnate coming—even if these remain outside while their fathers are within. And whence comes gnashing of teeth in the judgement, O fool, unless there be a resurrection of bodies?
Σχόλ. μαʹ. Παρέκοψε πάλιν τό· Ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ· καὶ τό· Οἱ ἔσχατοι ἔσονται πρῶτοι· καὶ τό· Προσῆλθον Φαρισαῖοι λέγοντες· Ἔξελθε, καὶ πορεύου· ὅτι Ἡρώδης σε θέλει ἀποκτεῖναι· καὶ τό· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ἕως ὅπου εἶπεν· Οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ· καὶ τό· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους· καὶ τό· Πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου· καὶ τό· Ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν· καὶ τό· Οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε· Εὐλογημένος.
Scholion 41. Again he mutilated the saying: They shall come from east and west, and shall recline in the kingdom; and the saying: The last shall be first; and the saying: Pharisees came up saying, Go out and depart, for Herod wants to kill you; and the saying: Go and tell that fox, down to where He said: It cannot be that a prophet should perish outside Jerusalem; and the saying: Jerusalem, Jerusalem, that kills the prophets and stones those sent to her; and the saying: How often I wished to gather your children together as a hen; and the saying: Your house is left to you; and the saying: You shall by no means see Me until you say, Blessed!
Ἔλεγχ. μαʹ. Ὅρα τὴν τοσαύτην τόλμαν, πόσην ποιεῖται ἀφαίρεσιν τοῦ Εὐαγγελίου. Ὡς εἴ τις λάβῃ ζῶον, καὶ ἐκτέμῃ αὐτὸ, καὶ τὸ ἥμισυ τοῦ σώματος, καὶ ἐν τῷ ἡμίσει τοὺς ἀγνοοῦντας πειράσεται πείθειν, τοιοῦτο εἶναι τὸ ζῶον λέγων, καὶ μηδὲν ἀπ' αὐτοῦ ἀφαιρεῖσθαι.
Refutation 41. Behold such great audacity, how vast an excision he makes from the Gospel! Just as if someone should take an animal and cut it up and half of its body, and with the remaining half try to persuade the ignorant, claiming that the animal is such as this and that nothing has been taken away from it.
PG 41:753Read from the pageΣχόλ. μβʹ. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων, καὶ ἀσώτως δαπανήσαντος, καὶ τοῦ ἄλλου.
Scholion 42. Again he mutilated the entire parable of the two sons, of the one who took his share of the property and squandered it prodigally, and of the other.
Ἔλεγχ. μβʹ. Οὐδὲν διοίσει τὸ ἀκόλουθον τῆς ῥᾳδιουργίας ἀπὸ τῶν πρότερον ἑαυτῷ τετολμημένων. Ἑαυτῷ δὲ τὸ ἐπιζήμιον ἐπάγεται, μενούσης τῆς κατὰ Θεὸν ἀληθείας.
Refutation 42. The continuation of his fraud will differ in nothing from the things previously dared by him; yet upon himself he brings the loss, while the truth according to God abides.
Σχόλ. μγʹ. Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου... καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
Scholion 43. The law and the prophets were until John... and everyone forces his way into it.
Ἔλεγχ. μγʹ. Εἰ νόμον τάσσει, καὶ προφήτας ἀποκαλεῖ, καὶ οὐκ ἀνομίαν δηλοῖ τὸν νόμον, οὐδὲ ψευδοπροφήτας φάσκει τοὺς προφήτας, σαφῶς ὁμολογεῖται μεμαρτυρηκέναι τὸν Σωτῆρα τοῖς προφήταις, καὶ δέδεικται, ὡς περὶ αὐτοῦ προεφήτευσαν.
Refutation 43. If He sets down the law and calls them prophets, and neither declares the law to be lawlessness nor pronounces the prophets false prophets, it is plainly acknowledged that the Saviour bore witness to the prophets, and it has been shown that they prophesied concerning Him.
Σχόλ. μδʹ. Περὶ τοῦ πλουσίου, καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ.
Scholion 44. Concerning the rich man and Lazarus the poor man, how he was carried away by the angels into the bosom of Abraham.
Ἔλεγχ. μδʹ. Ἰδοὺ καὶ ἐν ζῶσι καὶ μακαριζομένοις, καὶ ἐν κληρονομίᾳ ἀναπαύσεως ὁ Ἀβραὰμ ὑπὸ τοῦ Κυρίου ἐγκατελέχθη, καὶ Λάζαρος ἐν κόλποις αὐτοῦ κατηξίωται. Μηκέτι τοίνυν, Μαρκίων, τὸν Ἀβραὰμ βλασφήμει, τὸν ἐπιγνόντα τὸν ἑαυτοῦ Δεσπότην, καὶ εἰπόντα αὐτῷ· Κύριε, ὁ κρίνων πᾶσαν τὴν γῆν. Ἰδοὺ γὰρ ὑπ' αὐτοῦ τοῦ Κυρίου ἐμαρτυρήθη εἶναι δίκαιος, καὶ οὐκ ἀλλότριος τῆς παρὰ τοῦ Σωτῆρος ἐπαινουμένης ζωῆς.
Refutation 44. Behold, Abraham has been enrolled by the Lord both among the living and the blessed and in an inheritance of rest, and Lazarus has been deemed worthy to be in his bosom! Cease, therefore, Marcion, from blaspheming Abraham, who recognized his own Master and said to Him: Lord, Thou Who judgest all the earth. For behold, by the Lord Himself he was borne witness to as being righteous, and no stranger to the life praised by the Saviour.
Σχόλ. μεʹ. Νῦν δὲ ὧδε παρακαλεῖται ὁ αὐτὸς Λάζαρος.
Scholion 45. But now here the same Lazarus is comforted.
Ἔλεγχ. μεʹ. Εἰ παρακαλεῖται Λάζαρος ἐν κόλποις Ἀβραὰμ, οὐκ ἐκτὸς τῆς παρακλήσεως τῆς ζωῆς ὑπάρχει ὁ Ἀβραάμ.
Refutation 45. If Lazarus is comforted in the bosom of Abraham, Abraham is not outside the consolation of life.
Σχόλ. μςʹ. Εἶπεν Ἀβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν· ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἀπὸ νεκρῶν ἀκούσουσιν.
Scholion 46. Abraham said: They have Moses and the prophets; let them hear them; since neither will they listen to one rising from the dead.
Ἔλεγχ. μςʹ. Οὐχ ὡς ἔτι ἐν τῷ κόσμῳ ὢν, καὶ ὡς ἠπατημένος Ἀβραὰμ μαρτυρεῖ τῷ νόμῳ Μωϋσέως καὶ τοῖς προφήταις, οὐδὲ ὡς οὐκ εἰδὼς τὰ ἐκ τούτων ἀποβησόμενα, ἀλλὰ μετὰ τὸ ἐν πείρᾳ γενέσθαι τῆς ἐκεῖ ἀναπαύσεως. Μετὰ γὰρ τελευτὴν μαρτυρεῖται ὑπὸ τοῦ Σωτῆρος ἐν τῇ παραβολῇ τοῖς τοῦ νόμου δόγμασι καὶ προφήταις τὴν σωτηρίαν κτησάμενος· καὶ ταῦτα πρὸ τοῦ νόμου πράξας. Ὁμοίως δὲ καὶ τοὺς μετὰ ταῦτα τὸν νόμον φυλάξαντας, καὶ προφήταις ὑπακούσαντας εἰς τὸν κόλπον αὐτοῦ εἶναι, καὶ εἰς τὴν ζωὴν μετ' αὐτοῦ ἀπιέναι· ὧν εἷς ἦν Λάζαρος, ὁ διὰ νόμου καὶ προφητῶν καταξιωθεὶς ζωτικοῦ κόλπου τῆς τοῦ Ἀβραὰμ μακαριότητος.
Refutation 46. Not as still being in the world and as one deceived does Abraham bear witness to the law of Moses and to the prophets, nor as ignorant of what would issue from them, but after coming to experience the rest yonder. For after his death he is borne witness to by the Saviour in the parable as having gained salvation through the precepts of the law and through the prophets, even though he practised those things before the law; and likewise that those who afterwards kept the law and obeyed the prophets are in his bosom and depart into life with him—one of whom was Lazarus, who through the law and the prophets was deemed worthy of the life-giving bosom of Abraham's blessedness.
Σχόλ. μζ. Παρέκοψε τὸ, Λέγετε· Ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.
Scholion 47. He mutilated the saying: Say, We are unprofitable servants; we have done what we ought to have done.
Ἔλεγχ. μζʹ. Καὶ τό ἀσφαλὲς τῆς τοῦ Κυρίου διδασκαλίας οὐ παραδέχεται. Ἐπασφαλιζόμενος γὰρ τοὺς ἑαυτοῦ μαθητὰς, ἵνα μὴ διὰ τῆς ὑπερηφανίας ἀπολέσωσι τὸν μισθὸν τοῦ ἔργου, ταπεινοφρονεῖν ἐνουθέτει. Οὗτος δὲ οὐ παραδέχεται· τύφῳ γὰρ κατὰ πάντα ἐπήρθη, καὶ οὐκ ἀληθείᾳ.
Refutation 47. Even the safeguard of the Lord's teaching he does not accept. For in safeguarding His own disciples, lest through pride they lose the reward of their work, He admonished them to be humble-minded. Yet this man does not accept it; for in everything he has been puffed up by conceit, and not by truth.
Notes, col. 753
On the reading
Printed τό ἀσφαλὲς, for τὸ ἀσφαλὲς.
PG 41:756Read from the pageΣχόλ. μηʹ. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. Ἀπέκοψε δὲ πολλὰ, καὶ ἐποίησεν· Ἀπέστειλεν αὐτοὺς, λέγων· Δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι· καὶ ἄλλα ἀντ' ἄλλων ἐποίησε, λέγων, ὅτι Πολλοὶ λεπροὶ ἦσαν ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου, καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμᾶν ὁ Σύρος.
Scholion 48. When the ten lepers met Him: he cut away much, and made it: He sent them, saying, Show yourselves to the priests; and he put some things in place of others, saying that there were many lepers in the days of Elisha the prophet, and none was cleansed save Naaman the Syrian.
Ἔλεγχ. μηʹ. Καὶ ἐνταῦθα προφήτην τὸν Ἐλισσαῖον καλεῖ ὁ Κύριος, καὶ ἑαυτὸν πληροῦντα τὰ ἰσοτύπως παρ' ἐκείνου προγεγενημένα, ἵνα ἐλέγχῃ Μαρκίωνα, καὶ πάντας τοὺς ἀθετοῦντας Θεοῦ προφήτας.
Refutation 48. Here too the Lord calls Elisha a prophet, and declares Himself to be fulfilling the things previously wrought by him in like figure, so as to refute Marcion and all who reject the prophets of God.
Σχόλ. μθʹ. Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.
Scholion 49. Days will come when you will desire to see one of the days of the Son of man.
Ἔλεγχ. μθʹ. Εἰ ἡμέρας ἀριθμεῖ, καὶ χρόνον σημαίνει, καὶ Υἱὸν ἀνθρώπου λέγει ἑαυτόν· ἄρα καὶ μέτρον ἡλικίας ὑπέδειξε, καὶ ἡμερῶν τοῦ κηρύγματος ὑπόδειγμα. Οὐκ ἄσαρκος οὖν ὁ Λόγος, ἀλλ' ἐν σώματι ἡ εὐδοκία.
Refutation 49. If He numbers days, and signifies time, and calls Himself Son of man, then He indicated both a measure of stature and a pattern of the days of His preaching. Not fleshless, therefore, is the Word, rather His good pleasure was in a body.
Σχόλ. νʹ. Εἶπέ τις πρὸς αὐτόν· Διδάσκαλε ἀγαθέ! τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δέ· Μή με λέγε ἀγαθόν· εἷς ἐστιν ἀγαθὸς ὁ Θεός. Προσέθετο ἐκεῖνος· Ὁ Πατήρ. Καὶ ἀντὶ τοῦ· Τὰς ἐντολὰς οἶδας, λέγει, Τὰς ἐντολὰς οἶδα.
Scholion 50. Someone said to Him: Good Teacher! by doing what shall I inherit eternal life? And He said: Do not call Me good; One is good, God. That man added: The Father. And instead of, You know the commandments, he says, I know the commandments.
Ἔλεγχ. νʹ. Ἵνα μὴ δείξῃ τὰς ἐντολὰς ἤδη προγεγραμμένας, λέγει· Τὰς ἐντολὰς οἶδα. Τὸ δὲ ὅλον κεφάλαιον φανερὸν ὑπάρχει ἀπὸ τῆς ἀκολουθίας. Καὶ εἰ Πατέρα ἀγαθὸν φάσκει, καὶ Θεὸν ὀνομάζει, καλῶς ἀπὸ τοῦ νόμου τοῦ Πατρὸς αὐτοῦ διδάσκει τὸν βουλόμενον τὴν ζωὴν κληρονομῆσαι· καὶ οὐκ ἀθετεῖ, οὐδὲ ἀπωθεῖται· ἀλλὰ μᾶλλον ἐπιμαρτυρεῖ τοὺς ἐν νόμῳ πολιτευσαμένους ζωὴν αἰώνιον κεκληρονομηκέναι, Μωϋσέα τε καὶ τοὺς ἄλλους προφήτας.
Refutation 50. Lest He show that the commandments had already been written beforehand, he says: I know the commandments. Yet the whole chapter is manifest from the context. And if He calls the Father good, and names Him God, rightly does He teach from His Father's law the man who wishes to inherit life, and neither annuls nor rejects it, but rather bears witness that those who lived according to the law have inherited eternal life—both Moses and the other prophets.
Σχόλ. ναʹ. Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ, τυφλὸς ἐβόα· Ἰησοῦ υἱὲ Δαβὶδ, ἐλέησόν με. Καὶ ὅτε ἰάθη, φησίν· Ἡ πίστις σου σέσωκέ σε.
Scholion 51. And it came to pass, as He drew near to Jericho, a blind man cried out: Jesus, Son of David, have mercy on me! And when he was healed, He says: Your faith has saved you.
Ἔλεγχ. ναʹ. Ἐν πίστει οὐκ ἔνι ψεῦδος· εἰ γὰρ ψεύδεται, οὐ πίστις. Λέγει γοῦν· Υἱὲ Δαβὶδ, καὶ ἐπαινεῖται, καὶ κομίζεται τὸ αἴτημα ὁ τὸ ὄνομα ὁμολογήσας. Καὶ οὐκ ἐπετιμήθη ὡς ψεύστης, ἀλλ' ὡς πιστὸς ἐμακαρίσθη. Οὐκ ἄρα ἄσαρκος ὁ διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος χαρισάμενος τῷ τυφλῷ τὸ βλέπειν. Ἀληθινῶς γὰρ ἦν, καὶ οὐ δοκήσει, ἐκ τοῦ σπέρματος Δαβὶδ κατὰ σάρκα, ἀπὸ Μαρίας τῆς ἁγίας Παρθένου, καὶ διὰ Πνεύματος ἁγίου γεγεννημένος.
Refutation 51. In faith there is no falsehood; for if it lies, it is not faith. Accordingly, he who confessed the name says, Son of David, and is praised, and receives his request; and he was not rebuked as a liar, rather he was blessed as faithful. Not fleshless, therefore, is He Who on account of the invocation of that name granted sight to the blind man; for truly, and not in mere semblance, He was of the seed of David according to the flesh, born of Mary the holy Virgin and by the Holy Spirit.
Σχόλ. νβʹ. Παρέκοψε τό· Παραλαβὼν τοὺς δώδεκα, ἔλεγεν· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Παραδοθήσεται γὰρ, καὶ ἀποκτανθήσεται, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Ὅλα ταῦτα παρέκοψε.
Scholion 52. He mutilated the passage: Taking the twelve aside, He said: Behold, we are going up to Jerusalem, and all things that are written in the prophets concerning the Son of man shall be accomplished; for He shall be handed over, and shall be put to death, and on the third day He shall rise again. All these words he mutilated.
Ἔλεγχ. νβʹ. Ἵνα ἐν μηδενὶ ὀρθοποδήσῃ. Μὴ ὀρθοποδῶν δὲ ἐλέγχεται ῥᾳδιουργῶν κατὰ πάντα τρόπον.
Refutation 52. So that in nothing might he walk uprightly; and not walking uprightly, he is convicted of practising fraud in every way.