Migne Reading Room

PG 41 · cols. 661–672 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:661Read from the page
ἐγὼ αὐτὸν παραδώσω ὑμῖν ; καὶ, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. Καὶ ἐλθὼν ὁ προδότης, Χαῖρε, Ῥαββὴ, ἔλεγε· τοῖς χείλεσι τιμῶν, καρδίαν δὲ πόῤῥω ἀπέχουσαν Θεοῦ κεκτημένος.
I will deliver Him up unto you? and: Whomsoever I shall kiss, He it is; seize Him. And the traitor came up and said: Hail, Rabbi; honouring Him with his lips, while possessing a heart far removed from God.
Εʹ. Ἄρα γοῦν οὗτος ὁ Ἰούδας, πατὴρ αὐτῶν γενόμενος, κατὰ τὴν ἀρνησιθεΐαν καὶ προδοσίαν Σατανᾶς ὑπάρξας καὶ διάβολος, οὐ τῇ φύσει, ἀλλὰ τῇ γνώμῃ, υἱὸς γεγένηται οὗτος τοῦ Κάϊν κατὰ μίμησιν τοῦ ἀνθρωποκτόνου καὶ ψεύστου· ἐπειδὴ καὶ ὁ πατὴρ αὐτοῦ πρὸ αὐτοῦ ψεύστης ἦν, οὐχ ὁ Ἀδὰμ, ἀλλ' ὁ διάβολος· οὗ τὴν μίμησιν ἔσχεν ἐν τῇ ἀδελφοκτονίᾳ, μίσει, καὶ τῷ ψεύδει, καὶ πρὸς Θεὸν ἀντιλογίᾳ, τῷ λέγειν, Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου ; Οὐκ οἶδα ποῦ ἐστιν. Οὕτω καὶ ὁ διάβολος τῷ Κυρίῳ φησί· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Ἐπειδὴ γὰρ αὐτὸς ὁ διάβολος τῷ ψεύδει ἀπατᾷ τὴν Εὔαν καὶ τὸν Ἀδὰμ, ἕτερα ἀνθ' ἑτέρων λέγων, καὶ φιλίαν προσποιητὴν ἐνδεικνύμενος, ὅτι Ἔσεσθε ὡς θεοὶ, καὶ οὐκ ἀποθανεῖσθε· τοῦτον μιμούμενος ὁ Κάϊν, προσχήματι φιλαδελφίας ἠπάτα τὸν ἀδελφὸν, λέγων· Διέλθωμεν εἰς τὸ πεδίον. Διὰ τοῦτο καὶ ὁ ἅγιος Ἰωάννης εἶπεν· Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, ἀλλ' ἐκ τοῦ Κάϊν ἐστίν· ὅτι ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ. Καὶ διὰ τί αὐτὸν ἀπέκτεινεν· Ὅτι ἦν πονηρὰ τὰ ἔργα αὐτοῦ· καὶ ἐζήλωσε τὰ ἔργα αὐτοῦ, ὅτι ἦν καλά. Οὕτω καὶ οὗτοι, μᾶλλον φθονοῦντες τῷ Ἄβελ, τῷ καλὰ ἔχοντι ἔργα, τὸν δὲ Κάϊν τιμῶντες, πῶς οὐκ ἐλέγχονται, διαῤῥήδην τοῦ Σωτῆρος λέγοντος, καὶ ἀπότομον ἀπόφασιν ὁρίζοντος αὐτοῖς, ὅτι Ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δίκαιον ἀπὸ Ἄβελ τοῦ δικαίου τὸ ἀπ' ἀρχῆς ἐκκεχυμένον ἕως Ζαχαρίου τοῦ προφήτου, οὗ ἀπεκτείνατε μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, καὶ τὰ ἑξῆς;
Chapter V. Accordingly this Judas, having become their father, and through denial of God and betrayal having proved to be Satan and a devil, not by nature, but by purpose of will, has become a son of Cain by imitation of the manslayer and liar; seeing that his father before him was a liar too, not Adam, but the devil; whose likeness he bore in fratricide, hatred, falsehood, and gainsaying against God, by saying: Am I my brother's keeper? I know not where he is. So too the devil says unto the Lord: Doth Job worship God for nought? For since the devil himself deceives Eve and Adam by falsehood, saying one thing in place of another, and making a show of feigned friendship: You shall be as gods, and shall not die; imitating him, Cain under a pretence of brotherly love deceived his brother, saying: Let us go across into the plain. On this account the holy John also said: He that hateth his brother is not perfected in love, but is of Cain; because he slew his brother. And wherefore did he slay him? Because his own works were evil; and he envied his brother's works, because they were good. Thus these men too, rather envying Abel who had good works, while honouring Cain, how are they not convicted when the Saviour expressly declares and pronounces a sharp sentence upon them: All righteous blood shed from the beginning, from righteous Abel unto Zechariah the prophet, whom you slew between the temple and the altar, shall be required from this generation, and what follows?
Ϛʹ. Οὐκ ἄρα τοίνυν, ὡς οὗτοί φασι, διὰ γνῶσιν ὁ Ἰούδας παρέδωκε τὸν Σωτῆρα· οὐδὲ Ἰουδαῖοι μισθὸν ἔχουσι σταυρώσαντες τὸν Κύριον, καίτοι γε διὰ σταυροῦ ἐχόντων ἡμῶν τὴν σωτηρίαν. Οὔτε γὰρ παρέδωκεν αὐτὸν ὁ Ἰούδας, ἵνα γένηται ἡμῖν εἰς σωτηρίαν· ἀλλὰ κατ' ἄγνοιαν, ζῆλον, καὶ φιλαργυρίαν ἀρνησιθεΐας. Κἄν τε γὰρ εἴπῃ ἡ Γραφὴ τὸν Χριστὸν μέλλοντα σταυρῷ παραδίδοσθαι, ἢ κἂν εἴποι ἡ θεία Γραφὴ τὰ ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν δι' ἡμῶν ἐπιτελούμενα ἀτοπήματα, οὐ πάντως εὕροι ἄν τις ἡμῶν τῶν τὰ παράνομα πραττόντων ἀπολογίαν, τὴν τῆς Γραφῆς μαρτυρίαν προφέρων, προθεσπιζούσης ταῦτα ἔσεσθαι. Οὐ γὰρ ὅτι εἶπεν ἡ Γραφὴ, ποιοῦμεν· ἀλλ' ὅτι ἐμέλλομεν ποιεῖν, προεῖπεν ἡ Γραφὴ, διὰ τὴν τοῦ Θεοῦ πρόγνωσιν, καὶ ἵνα Θεὸς, ἀγαθὸς ὑπάρχων, ἐπιφέρων δὲ τὴν ὀργὴν κατὰ τῶν ἁμαρτανόντων, μὴ ὑποληφθῇ πάθει συνεχόμενος. Ἡ γὰρ καθ' ἕκαστον τῶν ἁμαρτανόντων παρὰ Θεοῦ ὀργὴ οὐκ ἀπὸ πάθους ὁρμᾶται. Ἀπαθὲς γὰρ τὸ Θεῖον · ἐπιφέρει δὲ τὴν ὀργὴν κατ' ἄνθρωπον, οὐ πάθει ληφθὲν ἀγανακτήσεως, οὐδὲ ὀργῇ ἡττηθὲν καὶ κρατούμενον. Δείκνυσι γὰρ τὸ ἀπα-
Chapter VI. Not because of knowledge, therefore, as these men claim, did Judas deliver up the Saviour; nor do the Jews have a reward for having crucified the Lord, even though we possess salvation through the cross. For neither did Judas deliver Him up so that He might become salvation unto us; rather, out of ignorance, envy, and the love of money belonging to denial of God. For even if Scripture says that Christ is about to be delivered up to the cross, or even if divine Scripture should mention the outrages accomplished through us in the last of days, none of us who practise lawless deeds could by any means find an excuse by bringing forward the testimony of Scripture foretelling that these things would come to pass. For it is not because Scripture spoke that we act; rather, because we were about to act, Scripture spoke beforehand, through the foreknowledge of God, and in order that God, being good, yet bringing wrath against sinners, might not be supposed to be held fast by passion. For the wrath of God against each of those who sin does not spring from passion. For the Divine is impassible; and He brings wrath in human fashion, not seized by any passion of indignation, nor overcome and mastered by anger. For God shows the impass-
PG 41:664Read from the page
θὲς ὁ Θεὸς, προειπὼν τὴν ἐσομένην κρίσιν, καὶ τὴν δικαίαν παρ' αὐτοῦ τιμωρίαν γινομένην· ἵνα τὸ ἀπαθὲς σημάνῃ τῆς θεότητος. Προεῖπε τοίνυν ἡ Γραφὴ, κατὰ πρόγνωσιν προασφαλιζομένη, καὶ διδάσκουσα, ἵνα μὴ ἐμπέσωμεν εἰς ὀργὴν ἀνήκεστον Θεοῦ, τὴν οὐ πάθει ὁρισθεῖσαν, οὐδὲ συμβαίνουσαν ἀπὸ ἥττης, ἀλλὰ δικαιότατα τοῖς τὴν ἁμαρτίαν ἐκτελοῦσιν ἀνθρώποις προετοιμασθεῖσαν, καὶ μὴ μετανοοῦσιν ἐξ ἀληθείας.
ibility of the Godhead by foretelling the coming judgement and the righteous punishment taking place from Him. Scripture therefore spoke beforehand, safeguarding us in advance by foreknowledge and teaching us, lest we fall into the incurable wrath of God, which is not determined by passion, nor comes to pass out of defeat, but has been most justly prepared beforehand for human beings who carry sin through to the end and do not repent in truth.
Ζʹ. Οὕτω καὶ ἐπὶ τοῦ σταυροῦ· οὐχ ὅτι εἶπεν ἡ θεία Γραφὴ, ἐσταύρωσαν οἱ Ἰουδαῖοι, καὶ παρέδωκεν Ἰούδας τὸν Σωτῆρα· ἀλλ' ὅτι ἔμελλε παραδιδόναι Ἰούδας, καὶ Ἰουδαῖοι αταυροῦν, τούτου ἕνεκα προεῖπεν ἡ θεία Γραφὴ ἐν τῇ Παλαιᾷ Διαθήκῃ, καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ. Ὥστε οὖν οὐκ ἐν γνώσει τῆς ἐσομένης εὐεργεσίας τῷ κόσμῳ παραδέδωκε τὸν Κύριον ὁ Ἰούδας, ὡς ἐκεῖνοι λέγουσιν· ἀλλ' εἰδὼς μὲν, ὅτι ὁ αὐτοῦ Δεσπότης ὑπῆρχεν, ἀγνοῶν δὲ, ὅτι σωτηρία ἔσται τῷ κόσμῳ. Πῶς γὰρ ἂν εἴη σωτηρίας ἀνθρώπων ἐπιμελόμενος ὁ παρ' αὐτοῦ τοῦ Σωτῆρος ἀκούων ἀπωλείας υἱός; καὶ τὸ, Συμφέρει αὐτῷ, εἰ οὐκ ἐγεννήθη· καὶ τὸ, Ἑταῖρε, ἐφ' ὃ πάρει; καὶ τὸ, Εἷς ἐξ ὑμῶν παραδώσει με· καὶ τὸ, Ὁ ἐσθίων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρε κατ' ἐμοῦ πτέρναν, ὡς ἔχει τὸ Εὐαγγέλιον ἐκ προαγούσης μαρτυρίας τοῦ Ψαλτηρίου· καὶ, Οὐαὶ δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται. Αὐτὸς γὰρ Ἰούδας περὶ ἑαυτοῦ τὸ πᾶν ὑπέφηνε, καὶ τὴν τῶν ἐπαινούντων αὐτὸν ἄνοιαν καὶ ἑαυτοῦ ἤλεγξεν, εἰ καὶ ἄκων· ἀλλ' ὅμως μετὰ τὸ λαβεῖν τὸ τίμημα τὰ τριάκοντα ἀργύρια, ὕστερον μεταμεληθεὶς, καὶ ἀποστρέψας τὰ ἀργύρια, ὡς κακόν τι πεπραχὼς, κακὸν μὲν ἑαυτῷ, κακὸν δὲ καὶ τοῖς σταυρώσασιν. Ὁ δὲ Κύριος, ἀγαθὸν δι' ἑαυτοῦ ἐπιτελῶν ἡμῖν τε καὶ τῷ κόσμῳ, ἑαυτὸν παραδέδωκεν, ἵνα γένηται ἡμῖν σωτηρία. Ἄρα οὖν οὐχὶ τῷ Ἰούδᾳ τῷ προδότῃ ὁμολογοῦμεν τὴν χάριν, ἀλλὰ τῷ ἐλεήμονι Σωτῆρι, τῷ τὴν ψυχὴν θέντι ὑπὲρ ἡμῶν τῶν ἰδίων αὐτοῦ προβάτων, καθὼς αὐτὸς εἶπε. Πῶς γὰρ ὁ νομίσας ἀγαθὸν ἐπιτελέσαι ὕστερον λέγει, ὅτι Μεταμεμέλημαι, παραδεδωκὼς αἷμα ἀθῶον; Καὶ ἀπέστρεψε τὰ ἀργύρια, καθὼς ἦν περὶ αὐτοῦ γεγραμμένον ἐν τοῖς προφήταις. Καὶ ἀπέστρεψε τοὺς τριάκοντα ἀργύρους, τὴν τιμὴν τοῦ τετιμημένου παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ· Εἰ δίκαιόν ἐστιν ὑμῖν, δότε τὸν μισθόν
Chapter VII. So too in the case of the cross: not because divine Scripture spoke did the Jews crucify and Judas deliver up the Saviour; rather, because Judas was about to deliver Him up and the Jews were about to crucify Him, on this account divine Scripture spoke beforehand in the Old Testament, and the Lord in the Gospel. Consequently it was not in knowledge of the benefit that was to accrue to the world that Judas delivered up the Lord, as those men claim; rather, knowing indeed that He was his own Master, yet ignorant that there would be salvation for the world. For how could a man be taking care for the salvation of mankind who hears himself called by the Saviour Himself a son of perdition? and the saying: It is profitable for him if he had not been born; and: Friend, wherefore art thou present? and: One of you will deliver Me up; and: He that eateth bread with Me hath lifted up his heel against Me, as the Gospel has it from the preceding testimony of the Psalter; and: Woe unto him through whom the Son of man is delivered up. For Judas himself revealed everything concerning himself, and convicted the folly both of those who praise him and of himself, albeit unwillingly; nevertheless, after receiving the price, the thirty pieces of silver, he afterwards repented and turned back the pieces of silver, as having committed some evil deed—evil for himself, and evil also for those who crucified Him. Whereas the Lord, accomplishing good through Himself both for us and for the world, delivered Himself up so that salvation might come to pass for us. Therefore we acknowledge gratitude not to Judas the traitor, but to the merciful Saviour, Who laid down His life on behalf of us His own sheep, even as He Himself said. For how does one who supposed that he had accomplished a good deed say afterwards: I have repented, having delivered up innocent blood? And he turned back the pieces of silver, even as had been written concerning him in the prophets: And he turned back the thirty pieces of silver, the price of Him Who was priced by the sons of Israel; and again in another prophet: If it is righteous unto you, give My
Notes, col. 664

On the reading

Printed αταυροῦν, for σταυροῦν.

PG 41:665Read from the page
μου, ἢ ἀπείπασθε· καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ· Καὶ ἔδωκαν τὸ ἀργύριον τὴν τιμὴν τοῦ τετιμημένου. Καὶ εἶπε· Κάθες αὐτὸ εἰς τὸ χωνευτήριον· ἴδε εἰ δόκιμόν ἐστιν, ὡς ἐδοκιμάσθην ὑπὸ τῶν υἱῶν Ἰσραήλ.
wages, or refuse; and again in another prophet: And they gave the silver as the price of Him Who was priced. And He said: Cast it into the smelting-furnace; see whether it is approved, according as I was tested by the sons of Israel.
Ηʹ. Καὶ πόσα ἐστὶν ἀπὸ τῆς θείας Γραφῆς συλλέγειν περὶ τῶν τελειωθέντων ἐν τῷ Κυρίῳ ἡμῶν, οὐ κατὰ τὴν Ἰούδα πρὸς τὸ ἀγαθὸν ἐνέργειαν, ἀλλὰ κατὰ τὴν τοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, οὐ κατ' ἀνάγκην, ἀλλὰ ἐκ προαιρέσεως ἑαυτοῦ παράδοσιν καὶ οἰκονομίαν τοῦ σταυροῦ ὑπὲρ τῆς ἡμῶν σωτηρίας; Οἶδα δὲ εἰς πολὺν ὄγκον ἄγων τὰς μαρτυρίας· ὡς λέγει πάλιν ἄλλος προφήτης· Γενέσθω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Ὃς πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ ἔγκατα αὐτοῦ. Καὶ τὸ πέρας, ἀγχόνῃ χρησάμενος, ἔδειξε τὸ πᾶν τῆς αὐτοῦ σωτηρίας διολέσας, τῷ διαπεσεῖν τῆς ἐλπίδος, κατὰ τὴν αὐτοῦ ἄτακτον καὶ προπετῆ κατὰ τοῦ Δεσπότου αὐτοῦ ἐπιβουλὴν, καὶ ἕνεκεν φιλαργυρίας ἐπ' ἀρνησιθεΐαν· ὡς καὶ οἱ ἀπόστολοι ἀντ' αὐτοῦ εἰς τὸν αὐτῶν ἀριθμὸν Ματθίαν κατέστησαν, λέγοντες· Ἀφ' οὗ παρέβη Ἰούδας, ἀπελθεῖν εἰς τὸν τόπον τὸν ἴδιον. Ποῖον δὴ τοῦτον, ἀλλ' ἢ ὃν ἀπεφήνατο αὐτῷ ὁ Σωτὴρ, λέγων, ὅτι ἔστιν υἱὸς ἀπωλείας ; Ἔνθα ἔσχεν ἀντὶ μερίδος μερίδα, καὶ ἀντὶ ἐπισκοπῆς ἀποστολικῆς τὸν τόπον τῆς ἀπωλείας.
Chapter VIII. And how many testimonies might one gather from divine Scripture concerning the things accomplished in our Lord, not through Judas's working towards the good, but through the voluntary self-surrender of our Saviour and Lord Jesus Christ, who is God, on our behalf, not of necessity, and through the dispensation of the cross for our salvation? Yet I am aware that I am drawing out the testimonies to great bulk; as again another prophet says: Let his habitation become desolate, and let another take his office of oversight. Who falling headlong burst open in the midst, and all his entrails gushed out. And at the end, by resorting to a halter, he showed that he had utterly ruined the whole of his salvation through falling away from hope, in accordance with his disorderly and headlong plot against his Master, and through love of money unto denial of God; even as the apostles also appointed Matthias in his stead into their own number, saying: From which Judas transgressed, to go away unto his own place. What place indeed is this, save that which the Saviour declared for him when He said that he is a son of perdition? Where instead of a portion he received a portion, and instead of an apostolic office of oversight, the place of perdition.
Περὶ τούτου δὲ ἱκανῶς ἔχειν τὰ εἰρημένα νομίσαντες, καθεξῆς πάλιν ἐφ' ἑτέραν ἴωμεν, ὦ ἀγαπητοὶ, τὰ σκολιὰ πάλιν καὶ θηριώδη διδάγματα καὶ ἰοβόλα ἀποκαλύπτοντες τῶν παρὰ ταῖς λοιπαῖς ἐξ ἐπιπλάστου διαβολικῆς ἐπινοίας τῷ κόσμῳ, λύμης ἕνεκα ἐμβεβροντημένων. Τῶν γὰρ τοιούτων τὴν γνώμην τῶν τοῦ χείρονος ὀρεγομένων, ἐῳκυῖαν τῷ γένει τοῦ βουπρήστου κανθάρου, ἀποκαλύψαντες, οὖσάν τε ἐπιβλαβῆ ἐν τῇ τοῦ Θεοῦ δυνάμει καταθλάσαντες, τὴν τῶν ἄλλων ἔρευναν τὸν νοῦν ἐπιβαλόμενοι, τὸν Θεὸν ἀρωγὸν ἐπικαλεσώμεθα, ὦ Χριστοῦ παῖδες.
Deeming that what has been said concerning this sect suffices, let us next proceed again to another, O beloved, uncovering once more the crooked, beastly, and venomous teachings of those who among the remaining sects have been thunderstruck out of forged diabolical contrivance for the ruin of the world. For having uncovered the mindset of such men who crave what is worse, resembling the breed of the buprestis beetle, and having crushed it in the power of God since it is baneful, let us apply our mind to the investigation of the rest and call upon God as helper, O children of Christ.
ΚΑΤΑ ΣΗΘΙΑΝΩΝ,
Against the Sethians,
Ἐννεακαιδεκάτη, ἡ καὶ τριακοστὴ ἐννάτη.
Heresy the Nineteenth, which is also the Thirty-ninth.
Αʹ. Σηθιανοὶ πάλιν αἵρεσις ἑτέρα ἐστὶν, οὕτω καλουμένη. Οὐ πανταχοῦ δὲ αὕτη εὑρίσκεται, οὔτε ἡ πρὸ ταύτης ἡ τῶν Καϊανῶν λεγομένη. Τάχα δὲ ἤδη καὶ αἱ πλείους τούτων ἐξεῤῥιζώθησαν ἐκ τοῦ κόσμου. Τὸ γὰρ οὐκ ἐκ Θεοῦ ὂν οὐ σταθήσεται, ἀλλὰ καιρῷ μὲν ἀκμάζει, εἰς τὸ παντελὲς δὲ διαρκῶς οὐκ ἐμπαραμένει. Τάχα δὲ οἶμαι ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ συντετυχηκέναι καὶ ταύτῃ τῇ αἱρέσει. Οὐ γὰρ ἀκριβῶς τὴν χώραν μέμνημαι, ἐν ᾗ αὐτοῖς συνέτυχον.
Chapter I. The Sethians in turn are another heresy, so called. Yet neither is this one found everywhere, nor is that before it which is called that of the Cainites. Perhaps indeed the majority of these sects have already been uprooted out of the world. For what is not of God shall not stand, even though for a season it flourishes, yet unto the end it does not endure lastingly. Perhaps, I think, I met with this heresy too in the land of the Egyptians; for I do not accurately recall the region in which I encountered them.
PG 41:668Read from the page
Καὶ τὰ μὲν κατὰ ἱστορίαν φύσει αὐτοψίᾳ περὶ ταύτης ἔγνωμεν, τὰ δὲ ἐκ συγγραμμάτων.
And some details concerning this sect we have come to know naturally through personal observation by way of inquiry, and others from written treatises.
Οὗτοι γὰρ οἱ Σηθιανοὶ ἀπὸ Σὴθ τοῦ υἱοῦ Ἀδὰμ σεμνύνονται τὸ γένος κατάγειν. Αὐτὸν δὲ δοξάζουσι, καὶ εἰς αὐτὸν πάντα ὅσαπερ ἀρετῆς εἶναι ἀναφέρουσι, τά τε τῆς ἀρετῆς τεκμήρια καὶ δικαιοσύνης, καὶ ὅσα τοιαῦτα ὑπάρχει. Οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστὸν αὐτὸν ὀνομάζουσι, καὶ αὐτὸν εἶναι τὸν Ἰησοῦν διαβεβαιοῦνται. Διδάσκουσι δὲ αὐτῶν τὴν διδασκαλίαν οὕτω· Ὅτι, φησὶ, ἐξ ἀγγέλων γεγένηται τὰ πάντα, καὶ οὐκ ἐκ τῆς ἄνω δυνάμεως.
For these Sethians pride themselves on tracing their lineage from Seth the son of Adam. And they glorify him, and ascribe to him whatsoever belongs to virtue, both the tokens of virtue and of righteousness, and all else of that sort. Nay more, they even name him Christ, and strongly affirm that he himself is Jesus. And they expound their teaching in this manner: That all things, so it says, have come into being from angels, and not from the power on high.
Βʹ. Οὗτοι γὰρ συνῳδὰ λέγουσι τῇ πρώτῃ αἱρέσει τῶν Καϊανῶν κατὰ τοῦτο τὸ μέρος· γεγενῆσθαι ἐξ ὑπαρχῆς εὐθὺς δύο ἀνθρώπους, καὶ ἐκ τῶν δύο εἶναι τὸν Κάϊν καὶ τὸν Ἄβελ. Περὶ τούτων τε στασιάσαντας τοὺς ἀγγέλους, εἰς ἀλλήλους ἥκειν· οὕτω τε πεποιηκέναι ἀποκτανθῆναι τὸν Ἄβελ ὑπὸ τοῦ Κάϊν. Ἦν γὰρ ἡ στάσις τοῖς ἀγγέλοις, ἀγωνιζομένοις περὶ τῶν γενεῶν τῶν ἀνθρώπων τούτων τῶν δύο, τοῦ γεγεννηκότος τὸν Κάϊν καὶ τοῦ γεγεννηκότος τὸν Ἄβελ. Κεκρατηκέναι δὲ τὴν ἄνω δύναμιν, ἣν Μητέρα φάσκουσι, καὶ θήλειαν. Δοκεῖ γὰρ αὐτοῖς εἶναι καὶ μητέρας ἄνω, καὶ θηλείας, καὶ ἄρσενας· ὀλίγου δὲ δεῖν καὶ συγγενείας καὶ πατριαρχίας λέγειν. Ἐπεὶ οὖν κεκράτηκε, φασὶν, ἡ Μήτηρ καὶ θήλεια καλουμένη, γνοῦσα, ὅτι ἀπέκτανται Ἄβελ, ἐνθυμηθεῖσα, ἐποίησε γεννηθῆναι τὸν Σὴθ, καὶ ἐν τούτῳ ἔθηκε τὴν αὐτῆς δύναμιν. Καὶ καταλαβοῦσα ἐν αὐτῇ σπέρμα τῆς ἄνωθεν δυνάμεως, καὶ τὸν σπινθῆρα τὸν ἄνωθεν πεμφθέντα εἰς πρώτην καταβολὴν τοῦ σπέρματος καὶ συστάσεως. Καὶ εἶναι ταύτην σύστασιν τῆς δικαιοσύνης, καὶ ἐκλογὴν σπέρματος καὶ γένους· ὅπως διὰ τῆς ταύτης συστάσεως, καὶ τούτου τοῦ σπέρματος καθαιρεθῶσιν αἱ δυνάμεις τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκότων καὶ τοὺς δύο ἀπ' ἀρχῆς ἀνθρώπους. Διὰ ταύτην οὖν τὴν αἰτίαν καὶ τὸ γένος τοῦ Σὴθ ἀφορισθὲν ἐντεῦθεν κατάγεται, ἐκλογῆς ὂν καὶ διακεκριμένον τοῦ ἄλλου γένους. Προβαινόντων δὲ τῶν καιρῶν, φασὶ, καὶ ὁμοῦ ὄντων τῶν δύο γενῶν, τοῦ τε Κάϊν καὶ τοῦ Ἄβελ εἰς τὸ αὐτὸ συνελθόντων, διὰ κακίαν πολλὴν, καὶ ὁμοῦ μιχθέντων, ἀποβλέψασα ἡ πάντων Μήτηρ, καθαρὸν τὸ σπέρμα τῶν ἀνθρώπων ἠβουλήθη ἀπεργάσασθαι, ὡς προεῖπον, διὰ τὸ τὸν Ἄβελ ἀπεκτάνθαι. Καὶ τοῦτον τὸν Σὴθ ἐξελέξατο, καὶ καθαρὸν ἔδειξε. Καὶ ἐν τούτῳ τὸ γένος μόνῳ τῆς αὐτῆς δυνάμεως καὶ καθαρότητος κατέθετο.
Chapter II. For these men speak in harmony with the former heresy of the Cainites in this respect: that right from the outset two human beings came into existence, and that from the two were Cain and Abel. And that the angels, having fallen into sedition over these, came into conflict with one another, and thus brought it about that Abel was slain by Cain. For the sedition existed among the angels as they contended over the races of these two human beings, of the one who had begotten Cain and of the one who had begotten Abel. Yet the power on high, whom they call Mother and female, prevailed. For in their view there are above both mothers, and females, and males; and they all but speak even of kinships and patriarchates. When therefore she who is called Mother and female prevailed, so they say, knowing that Abel had been slain, she took thought and caused Seth to be born, and placed her own power in him. And she deposited in herself seed of the power from on high, and the spark sent from on high for a first sowing of the seed and constitution. And this, they claim, is the constitution of righteousness, and an election of seed and race, so that through this constitution and this seed the powers of the angels who made the world and the two human beings from the beginning might be overthrown. For this reason, then, the race of Seth too, having been set apart, descends from thence, being of the election and separated from the other race. And as times advanced, they say, and the two races were together, both that of Cain and that of Abel having come together into one place through great wickedness and having mingled together, the Mother of all looked down and wished to render the seed of mankind pure, as I said before, because Abel had been slain. And she chose out this Seth, and showed him forth pure. And in him alone she deposited the race of her own power and purity.
Γʹ. Ἰδοῦσα δὲ πάλιν πολλὴν ἐπιμιξίαν, καὶ ἄτακτον ὁρμὴν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰς μίξιν τῶν δύο γενῶν ἐλθόντων, καὶ συστάσεις γενῶν τινας τὴν αὐτῶν ἀταξίαν ἐμποιήσασαν, πορευθεῖσα πάλιν ἡ αὐτὴ Μήτηρ τε καὶ θήλεια κατακλυσμὸν ἤνεγκε, καὶ ἀπώλεσε πᾶσαν στάσιν ἀνθρώπου παντὸς γένους ἐναντίου · ἵνα δῆθεν τὸ καθαρὸν γένος τὸ ἀπὸ τοῦ Σὴθ, καὶ δίκαιον, μόνον μείνῃ ἐν κόσμῳ, εἰς σύστασιν τοῦ ἄνωθεν γένους τε καὶ σπινθῆρος τῆς δικαιοσύνης. Ἔλα-
Chapter III. And upon seeing once again wide intermixture, and an unruly impulse of the angels and of mankind, when the two races came into union and brought about certain combinations of races producing their own disorder, the very same Mother and female went forth again and brought on a deluge, and destroyed every faction of human kind belonging to every opposing race; so that forsooth the pure and righteous race descending from Seth might remain alone in the world, for the establishment of the race from on high and of the spark of righteousness. Yet
PG 41:669Read from the page
θον δὲ αὐτὴν πάλιν οἱ ἄγγελοι, καὶ εἰσέδυσαν τὸν Χὰμ εἰς τὴν κιβωτὸν, ὄντα τοῦ αὐτῶν σπέρματος. Ὀκτὼ γὰρ ψυχῶν σωθεισῶν ἐν τῇ τότε λάρνακι τοῦ Νῶε, ἑπτὰ μὲν εἶναι τοῦ καθαροῦ γένους φασί· τὸν δὲ ἕνα εἶναι τὸν Χὰμ τῆς ἄλλης δυνάμεως ὑπάρχοντα, ὃν εἰσδῦναι λαθόντα τὴν ἄνω Μητέρα. Ὑπὸ τῶν ἀγγέλων δὲ τὸ τοιοῦτο συσκευασθὲν, οὕτως ἀποτελεσθῆναι. Ἐπειδὴ γὰρ, φασὶ, ἔγνωσαν οἱ ἄγγελοι, ὅτι μέλλει πᾶν τὸ σπέρμα αὐτῶν ἀπαλείφεσθαι ἐν τῷ κατακλυσμῷ, πανουργίᾳ τινὶ τὸν προειρημένον Χὰμ εἰς διατήρησιν τοῦ ὑπ' αὐτῶν κτισθέντος γένους τῆς κακίας παρεισέβαλον. Καὶ ἐκ τούτου λήθη καὶ πλάνη περὶ τοὺς ἀνθρώπους, καὶ ἄτακτοι φοραὶ ἁμαρτημάτων, καὶ πολυμιξία κακίας ἐν τῷ κόσμῳ γεγένηται. Καὶ οὕτως ὁ κόσμος εἰς τὸ ἀρχαῖον τῆς ἀταξίας αὖθις ἀνέκαμψε, καὶ ἐνεπλήσθη κακῶν, ὡς ἐξ ἀρχῆς πρὸ τοῦ κατακλυσμοῦ. Ἀπὸ δὲ τοῦ Σὴθ κατὰ σπέρμα καὶ κατὰ διαδοχὴν γένους ὁ Χριστὸς ἦλθεν αὐτὸς Ἰησοῦς, οὐχὶ κατὰ γένη, ἀλλὰ θαυμαστῶς ἐν τῷ κόσμῳ πεφηνώς · ὅς ἐστιν αὐτὸς ὁ Σὴθ, ὁ τότε καὶ Χριστὸς νῦν ἐπιφοιτήσας τῷ γένει τῶν ἀνθρώπων, ἀπὸ τῆς μητρὸς ἄνωθεν ἀπεσταλμένος.
the angels once again escaped her notice, and slipped Ham into the ark, who belonged to their own seed. For whereas eight souls were saved in the ark of Noah at that time, seven, they say, belonged to the pure race; while the single remaining one was Ham, belonging to the other power, who slipped in undetected by the Mother on high. And this contrivance, devised by the angels, was thus brought to pass. For since, they say, the angels perceived that all their seed was about to be wiped out in the deluge, with a certain craftiness they smuggled in the aforesaid Ham for the preservation of the race of wickedness created by them. And from this arose forgetfulness and error among mankind, and unruly impulses of sins, and promiscuous mingling of wickedness in the world. And thus the world bent back once more to its ancient state of disorder, and was filled with evils, just as from the beginning before the deluge. Yet from Seth according to seed and according to succession of lineage came Christ Himself, Jesus, not by ordinary generation, but wondrously manifested in the world; who is Seth himself, both Seth then and now Christ visiting the race of mankind, having been sent down from on high by the Mother.
Δʹ. Ταῦτα πάντα οὕτω γεγενῆσθαί φασιν ἐκεῖνοι. Μωρὰ δὲ, καὶ ἀδρανῆ, καὶ κενοφωνίας ἔμπλεα τὰ τοιαῦτα κηρύγματα, ὡς παντί τῳ δῆλόν ἐστιν. Οὐ γὰρ δύο ἄνθρωποι ἐπλάσθησαν, ἀλλὰ εἷς ὁ Ἀδὰμ, καὶ ἐκ τοῦ Ἀδὰμ ὅ τε Κάϊν καὶ Ἄβελ, καὶ Σήθ. Καὶ οὐκέτι ἐκ δύο ἀνθρώπων, ἀλλ' ἐξ ἑνὸς ἕως τοῦ κατακλυσμοῦ τῶν γενῶν ὅλων τοῦ Ἀδὰμ ἐχόντων τὰς ἑαυτῶν συστάσεις ἐν τῷ κόσμῳ. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐκ τοῦ Νῶε πάλιν τοῦ ἑνὸς ἀνθρώπου, καὶ οὐκ ἐκ διαφόρων, ἀλλὰ ἀπὸ ἑνὸς τοῦ Νῶε, τοῦ κατὰ διαδοχὴν ἐκ σπέρματος τοῦ Σὴθ, πᾶν γένος τῶν ἀνθρώπων, οὐκ εἰς δύο αἱρούμενον, ἀλλὰ εἰς ἓν γένος. Ἀφ' οὗπερ καὶ Νῶε, καὶ ἡ αὐτοῦ γυνὴ, καὶ Σὴμ, καὶ Χὰμ, καὶ Ἰάφεθ, οἱ τούτου παῖδες καὶ τρεῖς γυναῖκες τῶν αὐτοῦ παίδων ἀπὸ τοῦ Σὴθ τὸ γένος κατάγουσι πάντες, καὶ οὐχὶ ἀπὸ δύο ἀνθρώπων τῶν μὴ γενομένων κατὰ τὴν τούτων μυθοποιίαν.
Chapter IV. All these things those men say came to pass in this way. Yet foolish, feeble, and full of empty babbling are such proclamations, as is manifest to everyone. For not two human beings were moulded, but Adam alone, and from Adam came Cain, Abel, and Seth. And no longer from two human beings, but from one right down to the deluge did all the generations of Adam have their own establishments in the world. And after the deluge, from Noah again, the one human being, and not from sundry ones, but from Noah alone, who came in succession from the seed of Seth, arose every race of mankind, not being chosen into two, but into one race. From whom indeed Noah, and his wife, and Shem, Ham, and Japheth his sons, and the three wives of his sons all trace their lineage from Seth, and not from two human beings that never existed according to the myth-making of these men.
Εʹ. Βίβλους δέ τινας συγγράφοντες ἐξ ὀνόματος μεγάλων ἀνδρῶν, ἐξ ὀνόματος μὲν Σὴθ ἑπτὰ λέγοντες εἶναι βίβλους· ἄλλας δὲ βίβλους ἑτέρας ἀλλογενεῖς οὕτω καλοῦσιν· ἄλλην δὲ ἐξ ὀνόματος Ἀβραὰμ, ἣν καὶ Ἀποκάλυψιν φάσκουσιν εἶναι, πάσης κακίας ἔμπλεων· ἑτέρας δὲ ἐξ ὀνόματος τοῦ Μωϋσέως, καὶ ἄλλας ἄλλων. Εἰς μωρίαν δὲ πολλὴν τὸν νοῦν ἑαυτῶν κατάγοντες, γυναῖκά τινα Ὡραίαν λέγουσιν εἶναι τοῦ Σήθ. Ὅρα δέ μοι, ἀγαπητὲ, τὴν τούτων ἄνοιαν, ἵνα κατὰ πάντα τρόπον καταγνῷς τῆς αὐτῶν δραματουργίας, καὶ μυθώδους ματαιοφροσύνης, καὶ ἐπιπλάστου ληρολογίας. Εἰσὶ μὲν γὰρ ἄλλαι τινὲς αἱρέσεις, αἵτινες δύναμίν τινα εἶναι λέγουσιν, ἣν καλοῦσιν ὀνομαστικῶς Ὡραίαν. Τὴν παρ' ἄλλοις τοίνυν νομιζομένην δύναμιν, Ὡραίαν τε καλουμένην, οὕτω γυναῖκα τοῦ Σὴθ λέγουσιν. Ὅθεν δυνάμεθά τε ἀποδεῖξαι, ὡς ἴστε,
Chapter V. And composing certain books in the name of great men, they say that there are seven books in the name of Seth; and they give the name Allogeneis (that is, Strangers) to other distinct books; and another in the name of Abraham, which they also allege to be an Apocalypse, full of all wickedness; and others in the name of Moses, and still others of other men. And bringing their own minds down into great folly, they say that a certain Horaia was the wife of Seth. Observe for me, beloved, the madness of these men, so that in every way you may condemn their dramatic fabrication, mythical empty-mindedness, and forged nonsense. For there are indeed certain other heresies which assert that there exists a certain power whom they call specifically Horaia. Thus the power supposed among others, and called Horaia, they accordingly declare to be the wife of Seth. Whence we are able to prove, as you know,
PG 41:672Read from the page
ἀγαπητοὶ, καὶ φύσει ἄνθρωπον τὸν Σὴθ, καὶ οὐχὶ ἄνωθέν τι παρηλλαγμένον, ἀδελφὸν δὲ ὄντα φύσει τοῦ Κάϊν καὶ Ἄβελ ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρός. Ἔγνω γὰρ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν· καὶ ἐπέθετο αὐτῷ ὄνομα Κάϊν, ὅπερ ἑρμηνεύεται κτίσις, λέγων· Ἐκτησάμην υἱὸν διὰ Κυρίου Θεοῦ· καὶ πάλιν τὸν Ἄβελ· Ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἄβελ. Καὶ μετὰ πολλὰ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄβελ· Καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σὴθ, ὅπερ ἑρμηνεύεται ἀνταλλαγή· Ἀνέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Τὸ δὲ, Ἐκτησάμην διὰ Θεοῦ, καὶ, Ἀνέστησέ μοι ὁ Θεὸς, ἕνα Θεὸν δείκνυσι τὸν πάντων ποιητὴν, καὶ δότην τῶν γεγεννημένων. Ὅτι δὲ οὗτοι ἔσχον γυναῖκας, ὅ τε Κάϊν καὶ ὁ Σὴθ, δῆλον. Ὁ γὰρ Ἄβελ νεώτερος ἀπεκτάνθη, μηδέπω γήμας.
beloved, that Seth too was a human being by nature, and not something altered from on high, being rather a brother by nature of Cain and Abel from one father and one mother. For Adam knew Eve his wife, it says, and she conceived and bore Cain; and he gave him the name Cain, which is interpreted possession, saying: I have acquired a son through the Lord God; and again Abel: Adam knew Eve his wife, and she conceived and bore a son, and called his name Abel. And long afterwards, after Abel died: And Adam knew Eve his wife, and she conceived and bore a son, and called his name Seth, which is interpreted exchange: For God hath raised up for me seed in place of Abel, whom Cain slew. Now the saying, I have acquired through God, and, God hath raised up for me, shows one God, the Maker of all things and Giver of those who have been begotten. And that these two had wives, both Cain and Seth, is evident. For Abel was slain while younger, not yet having married.
Ϛʹ. Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ Λεπτογενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει· ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν, οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες. Τοῦ γὰρ Ἀδὰμ γεννήσαντος υἱοὺς καὶ θυγατέρας, ἀνάγκη γέγονε κατ' ἐκεῖνο καιροῦ ἀδελφαῖς ταῖς ἰδίαις συναφθῆναι τοὺς παῖδας. Οὐ γὰρ ἦν παράνομον τὸ τοιοῦτον · ἐπεὶ μηδὲν ἕτερον γένος ἦν. Καὶ γὰρ καὶ αὐτὸς, ὡς ἔπος εἰπεῖν, ὁ Ἀδὰμ τῇ ἰδίᾳ θυγατρὶ σχεδὸν τῇ ἐκ τοῦ σώματος αὐτοῦ πλασθείσῃ συνήφθη, κατὰ συζυγίαν αὐτῷ ἐκ Θεοῦ πεπλασμένῃ, καὶ οὐκ ἦν παράνομον· οἵ τε τούτου υἱοὶ συνήφθησαν ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ, οὕτω καλουμένῃ, ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ. Γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοὶ, ὡς ἡ Λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ τοὺς τρεῖς τούτους· ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, ἄῤῥενας δὲ δεκαδύο· ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλειφθέντας τῷ βίῳ. Ἔχεις δὲ καὶ τούτων τὴν ἔμφασιν ἐν τῇ Γενέσει τοῦ κόσμου, καὶ πρώτῃ βίβλῳ παρὰ Μωϋσεῖ οὕτω φασκούσῃ· Καὶ ἔζησεν Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε.
Chapter VI. And as is found in the Jubilees, also called the Little Genesis, the book contains even the names of the wives of both Cain and Seth, so that in every way these men who have stitched together myths for human life may be put to shame. For since Adam had begotten sons and daughters, necessity arose at that season for the sons to be joined in marriage to their own sisters. For such a thing was not unlawful, seeing that there existed no other race. Indeed Adam himself too, so to speak, was joined in wedlock to his own daughter virtually moulded out of his body, moulded by God as a consort for him, and it was not unlawful; and his sons were joined, Cain to his elder sister Save, so called, and Seth, born as third son after Abel, to his sister called Azoura. And other sons also were born to Adam, as the Little Genesis records, nine after these three; so that he had two daughters and twelve males: one slain, and eleven surviving in life. And you have the indication of these things too in the Genesis of the world, the first book of Moses, speaking thus: And Adam lived nine hundred and thirty years, and begot sons and daughters, and died.
Ζʹ. Πλατυνθέντων δὲ τῶν ἀνθρώπων, καὶ τῆς γενεᾶς τοῦ Ἀδὰμ ἐπεκτεινομένης, ἡ ἀκρίβεια ἡ κατὰ τὸν γάμον τὸν σεμνὸν ἐπλατύνετο καθεξῆς προβαίνουσα. Καὶ ἐπείπερ γεγόνασι παῖδες τῷ Ἀδὰμ, καὶ παῖδες παίδων · θυγατέρες δὲ ἐκ τούτων κατὰ διαδοχὴν γένους ἐγεννήθησαν· λοιπὸν οὐκέτι τὰς αὐτῶν ἀδελφὰς πρὸς γάμον ἤγοντο. Ἀλλὰ εἰς εὐνομίαν κατ-
Chapter VII. And as mankind multiplied, and the posterity of Adam extended further, strictness regarding honourable marriage broadened out as it advanced in turn. And seeing that children were born to Adam, and children's children, and daughters were begotten from these in succession of lineage, thenceforward men no longer took their own sisters in marriage. Rather, unto good order was