Δʹ. Καὶ πρῶτον ἴδωμεν περὶ τοῦ Κάϊν, ὡς ἡ μὲν Παλαιὰ Διαθήκη φησίν· Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου· καὶ πάλιν· Ἐπικατάρατος σὺ ἐν τοῖς ἔργοις σου, καὶ ἔσῃ στένων καὶ τρέμων ἐπὶ τῆς γῆς. Συνῳδὰ δὲ τῇ Παλαιᾷ Διαθήκῃ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ περὶ τούτου λέγει, ὅτε Ἰουδαῖοι ἔλεγον· Ἡμεῖς Πατέρα ἔχομεν τὸν Θεόν. Ὁ δὲ Κύριος πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς υἱοί ἐστε τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου, ὅτι ψεύστης ἐστίν· ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔμεινεν. Ὅταν λαλεῖ, τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν. Ὅθεν καὶ αἱ ἄλλαι αἱρέσεις, ἀκούουσαι τὸ ῥῆμα τοῦτο, πατέρα μὲν τῶν Ἰουδαίων φάσκουσιν εἶναι τὸν διάβολον, ἔχειν τε πατέρα ἄλλον, καὶ τὸν αὐτοῦ πατέρα πάλιν πατέρα. Ἀλλὰ ἀθυρογλώττως φθέγγονται, τὴν διάνοιαν τυφλώττοντες. Καὶ γὰρ ἐπὶ τὸν πάντων Δεσπότην, Θεὸν Ἰουδαίων τε καὶ Χριστιανῶν καὶ πάντων, τὴν συγγένειαν ἐκείνῳ ἀνάγουσι, τοῦτον Πατέρα τοῦ ἐκείνου Πατρὸς εἶναι λέγοντες, τὸν νόμοθετήσαντα διὰ Μωϋσέως, καὶ τοσαῦτα θαυμάσια πεποιηκότα. Οὐκ ἔστι δὲ τοῦτο, ὦ ἀγαπητέ. Αὐτὸς γὰρ εὐθύς φησιν ὁ Κύριος, ἐν ἅπασιν ἡμῶν τὴν ἐπιμέλειαν ποιούμενος, ἵνα μὴ ἐν παρεκβάσει γενώμεθα τοῦ προκειμένου, ἕτερα ἀνθ' ἑτέρων σοφιζόμενοι καὶ διανοούμενοι, λέγει, πατέρα αὐτῶν εἶναι τὸν διάβολον, λέγων πρὸς τοὺς μαθητάς· Οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν διάβολος ; οὐχὶ διάβολος λέγων φύσει, ἀλλὰ κατὰ γνώμην. Πάλιν δὲ ἐν ἑτέρῳ τόπῳ λέγει· Πάτερ, Κύριε οὐρανοῦ καὶ γῆς, τήρησον τούτους οὓς δέδωκάς μοι. Ὅτε ἤμην μετ' αὐτῶν, ἐφύλαξα αὐτοὺς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας. Πάλιν ἄλλοτε λέγει, ὅτι Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι κατὰ τὸ γεγραμμένον περὶ αὐτοῦ. Οὐαὶ δὲ δι' οὗ παραδοθήσεται. Συνέφερε γὰρ αὐτῷ εἰ οὐκ ἐγεννήθη, καὶ τὰ ἑξῆς.
Chapter IV. And first let us examine concerning Cain, as the Old Testament declares: Cursed art thou from the earth, which hath opened her mouth to receive thy brother's blood from thy hand; and again: Cursed art thou in thy works, and groaning and trembling shalt thou be upon the earth. And in harmony with the Old Testament the Lord speaks concerning this in the Gospel, when the Jews were saying: We have God as Father. And the Lord said unto them: You are sons of your father the devil, because he is a liar; because his father was a liar. He was a manslayer, and abode not in the truth. Whenever he speaks a lie, he speaks from his own resources; because his father too was a liar. Whence the other heresies also, on hearing this saying, allege that the father of the Jews is the devil, and that he has another father, and that his father in turn has a father. Yet they utter these things with unbridled tongue, blinding their understanding. For unto the Master of all, the God of both Jews and Christians and all mankind, they trace up kinship with that one, saying that He Who gave the law through Moses and wrought so many wonders is the Father of that one's father. Yet this is not so, O beloved. For straightway the Lord Himself, taking care for us in all things, lest we stray aside from the matter at hand through devising and contriving one thing in place of another, states why their father is the devil, saying unto the disciples: Did I not choose you the twelve, and one of you is a devil? not calling him a devil by nature, but by purpose of will. And again in another place He says: Father, Lord of heaven and earth, keep those whom Thou hast given Me. While I was with them, I kept them, and not one of them perished, save the son of perdition. Again elsewhere He says that the Son of man must be delivered up according as it is written concerning Him. But woe unto that man through whom He shall be delivered up. For it were profitable for him if he had not been born, and what follows.
Ἄρα γοῦν ἐξάπαντος ἔγνωμεν, ὡς περὶ τοῦ Ἰούδα ἔλεγε τοῖς Ἰουδαίοις· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται· καὶ ᾧ τις πείθεται, τοῦτον πατέρα ἔσχηκε, καὶ ἀρχηγὸν τῆς αὐτοῦ πειθοῦς. Φησὶν οὖν ὁ Κύριος· Ὑμεῖς υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ· ἐπειδὴ ἀντὶ τοῦ Χριστοῦ τῷ Ἰούδᾳ ἐπείσθησαν, καθάπερ ἀπὸ Θεοῦ ἐκκλίνασα ἡ Εὔα τῷ ὄφει ἐξ ἀρχῆς ἐπείσθη. Ἔπειτα ὅτι καὶ ψεύστης ἦν οὐ μόνον, ἀλλὰ καὶ κλέπτης, κατὰ τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον· Διὸ καὶ αὐτῷ παρέδωκε τὸ γλωσσόκομον, ἵνα ἀναπολόγητος ᾖ, διὰ φιλαργυρίαν τὸν ἴδιον Δεσπότην παραδοὺς εἰς χεῖρας ἀνθρώπων. Τίς οὖν ὁ τούτου πατὴρ, ὁ πρὸ αὐτοῦ ψεύστης ὑπάρχων, ἀλλ' ἢ ὁ Κάϊν, οὗ μιμητὴς ὁ Ἰούδας; Ἐκεῖ γὰρ ψευσάμενος τῷ ἀδελφῷ, ὡς ἐν φιλαδελφίᾳ ἠπάτησε, καὶ παρέπεισε διὰ τοῦ ψεύδους, καὶ ἐξαγαγὼν αὐτὸν ἐν τῷ πεδίῳ, ἐπάρας τὴν χεῖρα ἀπέκτεινεν. Οὕτω καὶ ὁ Ἰούδας, Τί θέλετέ μοι, φησὶ, δοῦναι, καὶ
Therefore we know beyond all doubt that He was speaking to the Jews concerning Judas; for by whomsoever a man has been overcome, to him also is he enslaved; and whomsoever a man obeys, him has he taken as father and author of his persuasion. Thus the Lord says: You are sons of your father the devil; seeing that instead of Christ they obeyed Judas, just as Eve, turning aside from God, obeyed the serpent from the beginning. Next, because he was not only a liar, but also a thief, according to what is stated in the Gospel; wherefore He also entrusted the money-box to him, so that he might be without excuse when through love of money he delivered up his own Master into the hands of men. Who then is this man's father, who was a liar before him, save Cain, whose imitator Judas became? For there, having lied to his brother, as though in brotherly affection he deceived him, and persuaded him astray through falsehood, and leading him out into the plain, lifted up his hand and slew him. So too Judas says: What are you willing to give me, and