ὅπερ ἀδύνατον. Ἀλλὰ τοιαῦτα κελευόμενα ὑπ αὐτῶν πνεύματα, καὶ λαλοῦντα ὁπότε βούλονται αὐτοὶ, ἐπίσαθρα καὶ ἀδρανῆ ἐστι· τολμηρὰ δὲ καὶ ἀναιδῆ ὑπὸ τοῦ Σατανᾶ ἐκπεμπόμενα πρὸς ἐξαπάτησιν καὶ ἀπώλειαν τῶν μὴ εὔτονον τὴν πίστιν, ἣν ἀπ' ἀρχῆς διὰ τῆς Ἐκκλησίας παρέλαβον, φυλασσόντων.
which is impossible. Rather, spirits of this sort that are commanded by them and speak whenever they themselves wish are unsound and powerless, yet bold and shameless, sent forth by Satan for the deception and destruction of those who do not keep vigorous the faith which they received from the beginning through the Church.
Γʹ. Ὅτι δὲ φίλτρα καὶ ἀγώγιμα πρὸς τὸ καὶ τοῖς σώμασιν αὐτῶν ἐνυβρίζειν ἐμποιεῖ οὗτος ὁ Μάρκος ἐνίαις τῶν γυναικῶν, ει καὶ μὴ πάσαις, αὗται πολλάκις ἐπιστρέψασαι εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἐξωμολογήσαντο, καὶ κατὰ τὸ σῶμα ἠχρειῶσθαι ὑπ' αὐτοῦ, καὶ ἐρωτικῶς πάνυ αὐτὸν πεφιληκέναι· ὥστε καὶ διάκονόν τινα τῶν ἐν τῇ Ἀσίᾳ τῶν ἡμετέρων ὑποδεξάμενον αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ περιπεσεῖν ταύτῃ τῇ συμφορᾷ, τῆς γυναικὸς αὐτοῦ εὐειδοῦς ὑπαρχούσης, καὶ τὴν γνώμην καὶ τὸ σῶμα διαφθαρείσης ὑπὸ τοῦ μάγου τούτου, καὶ ἐξακολουθησάσης αὐτῷ πολλῷ τῷ χρόνῳ· ἔπειτα μετὰ πολλοῦ κόπου τῶν ἀδελφῶν ἐπιστρεψάντων, αὐτὴ τὸν ἅπαντα χρόνον ἐξομολογουμένη διετέλεσε, πενθοῦσα καὶ θρηνοῦσα ἐφ' ᾗ ἔπαθεν ὑπὸ τοῦ ⟨μ⟩άγου διαφθορᾷ. Καὶ μαθηταὶ δὲ αὐτοῦ τινες περιπολίζοντες ἐν τοῖς αὐτοῖς ἐξαπατῶντες γυναικάρια πολλὰ διέφθειραν, τελείους ἑαυτοὺς ἀναγορεύοντες, ὡς μηδενὸς δυναμένου ἐξισωθῆναι τῷ μεγέθει τῆς γνώσεως αὐτῶν, μηδ' ἂν Παῦλον μηδ' ἂν Πέτρον εἴπῃς, μηδ' ἄλλον τινὰ τῶν ἀποστόλων· ἀλλὰ πλείω πάντων ἐγνωκέναι, καὶ τὸ μέγεθος τῆς γνώσεως τῆς ἀῤῥήτου δυνάμεως μόνους καταπεπωκέναι· εἶναί τε αὐτοὺς ἐν ὕψει ὑπὲρ πᾶσαν δύναμιν. Διὸ καὶ ἐλευθέρως πάντα πράσσειν, μηδένα ἐν μηδενὶ φόβον ἔχοντας. Διὰ γὰρ τὴν ἀπολύτρωσιν ἀκρατήτους καὶ ἀοράτους γίνεσθαι τῷ κριτῇ. Εἰ δὲ καὶ ἐπιλάβοιτο αὐτῶν, παραστάντες αὐτῷ μετὰ τῆς ἀπολυτρώσεως τάδε εἴποιεν· Ὦ πάρεδρε Θεοῦ καὶ μυστικῆς πρὸ αἰῶνος Σιγῆς, ἣν τὰ μεγέθη διαπαντὸς βλέποντα τὸ πρόσωπον τοῦ Πατρὸς ὁδηγῷ σοι καὶ προσαγωγεῖ χρώμεθα, ἀνασπῶσιν ἄνω τὰς αὐτῶν μορφὰς, ἃς ἡ μεγαλότολμος ἐκείνη, φαντασιασθεῖσα, διὰ τὸ ἀγαθὸν τοῦ προπάτορος προεβάλετο ἡμᾶς τὰς εἰκόνας, τότε ἐνθύμιον τῶν ἄνω ὡς ἐνύπνιον ἔχουσα· ἰδοὺ ὁ κριτὴς ἐγγὺς, καὶ ὁ κῆρύξ με κελεύει ἀπολογεῖσθαι. Σὺ δὲ, ὡς ἐπισταμένη τὰ ἀμφοτέρων, τὸν ὑπὲρ ἀμφοτέρων ἡμῶν λόγον ὡς ἕνα ὄντα, τῷ κριτῇ παράστησον. Ἡ δὲ μήτηρ, ταχέως ἀκούσασα τούτων, τὴν Ὁμηρικὴν Ἄϊδος κυνέην αὐτοῖς περιέθηκε, πρὸς τὸ ἀοράτως ἐκφυγεῖν τὸν κριτήν. Καὶ παραχρῆμα ἀνασπάσασα αὐτοὺς, εἰς τὸν νυμφῶνα εἰσήγαγε, καὶ ἀπέδωκε τοῖς ἑαυτοῦ νυμφίοις. Τοιαῦτα δὲ λέγοντες
Chapter III. Moreover, that this Marcus administers love-potions and spells of attraction to some of the women, even if not to all, in order to outrage their bodies as well, these women themselves have often confessed after returning to the Church of God—both that they were defiled in body by him and that they loved him with an exceedingly passionate desire. Thus a certain deacon among our people in Asia, having received him into his house, fell into this calamity: his wife, who was fair of form, was corrupted both in mind and in body by this magician and followed after him for a long time; afterwards, when the brethren had converted her with great toil, she spent the whole time making confession, mourning and lamenting over the corruption she had suffered at the hands of the magician. And certain disciples of his, wandering about in the same practices and deceiving many silly women, corrupted them, proclaiming themselves perfect, as though no one could equal the greatness of their knowledge—not even if you were to name Paul or Peter or any other of the apostles—and claiming that they knew more than all others, and had alone drunk down the greatness of the knowledge of the ineffable Power, and that they exist on high above every power; wherefore they also do all things freely, having no fear of anyone in anything. For by virtue of the redemption, they say, they become unseizable and invisible to the judge; and even if he should lay hold of them, standing before him with the redemption they would speak thus: O assessor of God and of the mystical Silence before the age, upon which the Greatnesses that continually behold the face of the Father gaze—making use of thee as guide and introducer—draw upward their forms, which that boldly daring one, filled with imagination on account of the goodness of the Forefather, put forth as us, the images, having at that time the thought of the things on high like a dream! Behold, the judge is near, and the herald bids me make my defence; do thou therefore, as knowing the affairs of both, present before the judge the plea on behalf of us both as being one. And the Mother, swiftly hearing these words, placed upon them the Homeric helmet of Hades so that they might invisibly escape the judge; and straightway drawing them upward, she brought them into the bridal chamber and restored them to their consort bridegrooms. Speaking things of this sort