Migne Reading Room

PG 41 · cols. 25–36 · Read from the page

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:25Read from the page
αὐτοῦ τὸ πῶς διαθρέψαι Ἐπιφάνιον, καὶ τὴν τούτου ἀδελφὴν, ἐπειδὴ συμμέτρως διῆγον τὰ σωματικά. Τῶν δὲ ἐχόντων ὑποζύγιον ἄτακτον πρὸς ὑπηρεσίαν, εἶπεν ἡ μήτηρ αὐτοῦ πρὸς Ἐπιφάνιον· Τέκνον, ἐπειδὴ στένωσιν ἡμῖν παρέχει ὁ οἶκος περὶ τὰς σωματικὰς χρείας, καὶ χρήζομεν ἐδωδίμων, λάβε τὸ ὑποζύγιον τὸ ὂν ἐν τῷ οἴκῳ ἡμῶν· καὶ ἄπελθε ἐν τῇ πανηγύρει, καὶ πώλησον αὐτό· καὶ ποιήσωμεν τὴν ἡμῶν πρὸς διατροφὴν χρείαν. Ὁ δὲ Ἐπιφάνιος εἶπεν πρὸς τὴν ἑαυτοῦ μητέρα· Μῆτερ, σὺ γινώσκεις, ὅτι ἄτακτόν ἐστιν τὸ ὑποζύγιον ἡμῶν· καὶ ἔσται, ἐὰν ἀπέλθω ἐπὶ τὸ διαπωλῆσαι αὐτὸ, εἰδότες οἱ συναχθέντες ἄνδρες ἐν τῷ τόπῳ ἐκείνῳ τὴν ἀταξίαν αὐτοῦ, τιμωρήσονταί με λέγοντες, ὅτι Κακὸν ἔχων, κακῶς ὑπομένης κατὰ τὸν νόμον. Εἶπεν δὲ ἡ μήτηρ αὐτοῦ· Ἄπελθε, τέκνον· καὶ ὁ Θεὸς τῶν πατέρων ἡμῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δώσει σύνεσιν τῷ ὑποζυγίῳ, ὅπως διὰ τοῦ τιμήματος αὐτοῦ ἡμεῖς διακονηθῶμεν. Ὁ δὲ Ἐπιφάνιος ἐπικαλεσάμενος τὸν Θεὸν, τὸν δόντα χάριν τῷ Μωϋσεῖ ἐπιτελεῖν κατὰ πρόσωπον Φαραὼ τὰ σημεῖα τὰ μέγιστα, ἐπορεύθη, βουλόμενος τὴν ὑπακοὴν τῆς ἰδίας μητρὸς πληρῶσαι.
his [mother was anxious] how to rear Epiphanius and his sister, since they lived in moderate bodily circumstances. As they had an unruly beast of burden for service, his mother said to Epiphanius: Child, since our household affords us straitness regarding bodily needs, and we lack provisions, take the beast of burden that is in our house, and go off to the market-fair, and sell it; and let us supply our need for sustenance. And Epiphanius said to his own mother: Mother, you know that our beast of burden is unruly; and it will come to pass, if I go off to sell it, that the men gathered in that place, knowing its unruliness, will punish me, saying: Having a bad beast, you shall suffer badly according to the law. And his mother said: Go off, child; and the God of our fathers Abraham and Isaac and Jacob will grant understanding to the beast of burden, so that through its price we may be provided for. And Epiphanius, having called upon God, Who gave grace to Moses to perform the greatest signs before the face of Pharaoh, set out, wishing to fulfil obedience to his own mother.
Βʹ. Καὶ δὴ εἰσελθὼν εἰς τὴν πανήγυριν, ἐγένετο τὸ ὑποζύγιον τὸ ἄτακτον, εὔτακτον, καὶ πολλῇ πραΰτητι κεκοσμημένον. Παρεγένετο δέ τις Ἰουδαῖος ἀνὴρ πραγματευτὴς, ὀνόματι Ἰακώβ· καὶ εἶπεν πρὸς Ἐπιφάνιον· Βούλει, παιδίον, τὸ ὑποζύγιον τοῦτο πωλῆσαι; Ὁ δὲ Ἐπιφάνιος εἶπεν· Ναὶ, πάτερ· διὰ τοῦτο ἐνήνοχα αὐτὸ ἐνταῦθα. Ὁ δὲ Ἰακὼβ εἶπεν πρὸς Ἐπιφάνιον· Ποίας θρησκείας ὑπάρχεις; Ὁ δὲ Ἐπιφάνιος εἶπεν· Ἰουδαῖος. Εἶπεν δὲ Ἰακώβ· Σύνεθνοι ὄντες, μὴ ἁμαρτίαν μεσίτην λάβωμεν καθ' ἑαυτῶν, τέκνον· ἀλλὰ δικαίου Θεοῦ ὄντες δικαιώσωμεν τὴν τοῦ ὑποζυγίου τιμήν. Ὡς μήτε σὺ ἀδικηθῇς, μήτε ἐγὼ ζημιωθῶ· μὴ καὶ κατάρας ἑαυτοῖς ἐπενέγκωμεν μετὰ ταῦτα, καὶ ἀγανακτήσει ὁ Θεὸς καθ' ἡμῶν· ἀλλὰ μᾶλλον εὐλογίας· ὅτι εἶπεν· Ὁ εὐλογῶν εὐλογεῖται, καὶ ὁ καταρώμενος καταρᾶται. Ἀκούσας δὲ ταῦτα ὁ Ἐπιφάνιος, σφόδρα ἐφοβήθη τὴν κατάκρισιν τοῦ Ἰακὼβ, καὶ εἶπεν πρὸς αὐτόν· Οὐκέτι βούλομαί σοι πιπράσκειν τὸ ὑποζύγιον τοῦτο. Ὁ δὲ Ἰακὼβ εἶπεν πρὸς Ἐπιφάνιον· Διὰ ποίαν αἰτίαν, ὦ τέκνον; Ὁ Ἐπιφάνιος εἶπε πρὸς αὐτόν· Τὸ ὑποζύγιον τοῦτο, πάτερ, ἄτακτόν ἐστιν, καὶ στένωσις πικροτάτου λιμοῦ ἐπεισῆλθεν ἐν τῷ οἴκῳ μου· ὑπάρχει γάρ μοι μήτηρ, καὶ ἀδελφή. Ὁ γὰρ πατήρ μου ἐξῆλθεν τὸν βίον τὸν ἀνθρώπινον. Τῆς οὖν μητρός μου ἐγένετο κέλευσις τοῦ πωλῆσαι τὸ ὑποζύγιον διὰ τὴν χρείαν τῶν ἐδωδίμων. Νῦν δὲ ἤκουσα παρὰ σοῦ, πάτερ, ὅτι κακὸν τὸ καταβλάπτειν, καὶ ἐφοβήθην τὸν Θεὸν, μήποτε καταράσῃ με,
2. And indeed, when he had entered the market-fair, the unruly beast of burden became orderly and adorned with great meekness. And a certain Jewish man, a merchant named Jacob, came up and said to Epiphanius: Do you wish, little boy, to sell this beast of burden? And Epiphanius said: Yes, father; for this reason have I brought it here. And Jacob said to Epiphanius: Of what religion are you? And Epiphanius said: A Jew. And Jacob said: Since we are of the same nation, let us not take sin as a mediator against ourselves, child; rather, belonging to a righteous God, let us set a righteous price upon the beast of burden, so that neither you be wronged nor I suffer loss; lest we bring curses upon ourselves hereafter, and God be wroth against us, rather than blessings; because He has said: He who blesses is blessed, and he who curses is cursed. Hearing these things, Epiphanius feared exceedingly the condemnation of Jacob, and said to him: I no longer wish to sell you this beast of burden. And Jacob said to Epiphanius: For what reason, O child? Epiphanius said to him: This beast of burden, father, is unruly, and the straitness of a most bitter famine has entered into my house; for I have a mother and a sister, since my father has departed human life. My mother's command, therefore, was to sell the beast of burden on account of our need of provisions. Now, however, I have heard from you, father, that it is evil to do harm, and I feared God, lest perchance you curse me,
Γʹ. Ἀκούσας δὲ ταῦτα ὁ Ἰακὼβ, ἐθαύμασεν ἐπὶ τῇ ἀποκρίσει τοῦ παιδός· καὶ λαβὼν τρία νομίσματα, ἔδωκεν Ἐπιφανίῳ, ἅμα καὶ τοιούτοις λόγοις διδάσκων αὐτόν· Τέκνον, λάβε ταύτην τὴν εὐλογίαν, καὶ πορεύου πρὸς τὴν σὴν μητέρα· καὶ εἰσοίσεις ἐν τῷ
3. Hearing these things, Jacob marvelled at the boy's answer; and taking three coins, he gave them to Epiphanius, at the same time instructing him with such words as these: Child, take this blessing, and go to your mother; and you shall bring into
Notes, col. 25

On the reading

Printed ὑπομένης, for ὑπομένῃς.

PG 41:28Read from the page
οἴκῳ σου ἄρτους. Λάβε δὲ καὶ τὸ ὑποζύγιον τοῦτο μετὰ σεαυτοῦ· καὶ εἰ μὲν διαλλάσσῃ τὴν κακὴν αὐτοῦ καὶ ἄτακτον προαίρεσιν, μενέτω ἐν τῷ σῷ οἴκῳ· εἰ δὲ ἐπιμένοι τῇ ἀταξίᾳ, ἔκβαλε αὐτὸ ἐκ τοῦ οἴκου σου, μήποτε καὶ θανατώσῃ τινὰ τῶν σῶν. Ἀκούσας δὲ ταῦτα Ἐπιφάνιος, καὶ λαβὼν τὰ τρία νομίσματα παρὰ τοῦ Ἰακὼβ, λαβὼν τὸ ὑποζύγιον ἐπορεύθη εἰς τὴν αὐτοῦ κώμην. Ὡς ἀπὸ σημείου ἑνὸς, ἀπήντησεν αὐτῷ ἄνθρωπος Χριστιανὸς, ὀνόματι Κλεόβιος, καὶ εἶπεν πρὸς αὐτόν· Πιπράσκεις τὸ ὑποζύγιον, ὦ τέκνον; Ὁ δὲ Ἐπιφάνιος ἀποκριθεὶς εἶπεν· Οὐχὶ, πάτερ. Ὁ δὲ Κλεόβιος· Ἐὰν πιπράσκεις αὐτὸ, λάβε τὸ τίμημα αὐτοῦ, καὶ ἔασόν μοι αὐτό. Ὡς δὲ ταῦτα ἐλάλει ὁ Κλεόβιος πρὸς Ἐπιφάνιον, τὸ ζῶον ἀτάκτως ἐνεχθὲν, καὶ ἐπιπεσὸν Ἐπιφανίῳ διεσπάραξεν αὐτὸν ἐπὶ τῆς γῆς· καὶ αὐτὸ ἐξῆλθεν ἔξω τῆς τρίβου. Ὁ οὖν Ἐπιφάνιος ἀπὸ τῆς βίας τῆς ἀταξίας τοῦ ὑποζυγίου ἔπαθεν τὸν ἑαυτοῦ μηρὸν, καὶ ἔκειτο ἐπὶ τῆς γῆς, κλαίων καὶ μὴ δυνάμενος ἀναστῆναι. Ὁ οὖν Κλεόβιος προσελθὼν Ἐπιφανίῳ, κρατήσας αὐτοῦ τὸν μηρὸν ἐν τῷ τόπῳ, ᾧ πέπονθεν ὑπὸ τοῦ ἀτάκτου ζώου, καὶ σφραγίσας αὐτὸν τρίτον, εὐθέως ἀνέστη, μηδὲν κακὸν ἔχων ἐν ἑαυτῷ. Ὁ δὲ Κλεόβιος εἶπεν πρὸς τὸ ὑποζύγιον πάσης ἀταξίας πεπληρωμένον· Ἐπειδὴ ἠβουλήθης θανατῶσαι τὸν ἴδιον δεσπότην, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἐσταυρωμένου, μηκέτι μετέλθῃς ἐκ τοῦ τόπου τούτου. Καὶ ἐπὶ τῷ λόγῳ Κλεοβίου εὐθέως ἔπεσεν τὸ ὑποζύγιον ἐπὶ τὴν γῆν, καὶ ἀπέθανεν. Καὶ ἐπεζήτησεν Ἐπιφάνιος τὸν Κλεόβιον, λέγων· Τίς ἐστιν, πάτερ, Ἰησοῦς ὁ ἐσταυρωμένος, ὅτι τοιαῦτα σημεῖα γίνεται δι' αὐτοῦ; Ἀπεκρίθη Κλεόβιος, καὶ εἶπεν πρὸς Ἐπιφάνιον· Οὗτος ὁ Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὃν ἐσταύρωσαν οι Ἰουδαῖοι. Ὁ δὲ Ἐπιφάνιος ἐφοβήθη ἀναγγεῖλαι τῷ Κλεοβίῳ, ὅτι Ἰουδαῖός ἐστιν. Ὁ οὖν Κλεόβιος ἐπορεύθη τὴν ἑαυτοῦ ὁδὸν, καὶ Ἐπιφάνιος εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ κώμην πρὸς τὴν ἑαυτοῦ μητέρα. Ἰδοῦσα δὲ αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἀπεδέξατο αὐτὸν μετὰ χαρᾶς, καὶ ἐξηγήσατο ὅσα συνέβη αὐτῷ διὰ τοῦ ἀτάκτου ζώου. Χρόνου δὲ παρελθόντος εἶπεν ἡ μήτηρ Ἐπιφανίου πρὸς αὐτόν· Ἰδοὺ δὴ, τέκνον, ἡ γῆ ἀμελεῖται, καὶ παραμύθιὸν ἡμῖν οὐδέν ἐστιν ἐξ αὐτῆς. Ἦν γὰρ αὐτοῖς γῆ ἰδία μικρά· ἣν καὶ ὁ πατὴρ αὐτοῦ ἐμπόνως ταύτην γεωργῶν, εἶχέν τινα παραμυθίαν ἐξ αὐτῆς. Εἶπεν οὖν ἡ αὐτοῦ μήτηρ· Ἀποδώμεθα τὸ γηΐδιον ἡμῶν ἀνθρώπῳ γεωργῷ· καὶ σὺ εἴσελθε πρὸς θεόφοβον ἄνθρωπον, καὶ ἔσο διδασκόμενος τέχνην, δι' ἧς δύνασαι καὶ ἑαυτὸν τρέφειν, καὶ ἐμοὶ, καὶ τῇ ἀδελφῇ σου ἄρτον χορηγεῖν.
your house loaves of bread. And take this beast of burden also with yourself; and if indeed it changes its bad and unruly disposition, let it remain in your house; yet if it persists in its unruliness, cast it out of your house, lest perchance it even put to death someone of your household. Hearing these things, Epiphanius, having received the three coins from Jacob, took the beast of burden and set out for his village. About one mile off, a Christian man named Cleobius met him, and said to him: Are you selling the beast of burden, O child? And Epiphanius answered and said: No, father. And Cleobius: If you are selling it, take its price, and leave it to me. While Cleobius was speaking these things to Epiphanius, the animal rushed in disorderly fashion, and falling upon Epiphanius tore at him upon the ground; and it itself went off outside the path. Epiphanius therefore from the violence of the beast of burden's unruliness suffered injury in his own thigh, and lay upon the ground, weeping and unable to rise. Cleobius therefore came up to Epiphanius, and grasping his thigh at the spot where he had suffered from the unruly animal, and signing him thrice with the cross, straightway raised him up, having no harm in himself. And Cleobius said to the beast of burden filled with all unruliness: Since you wished to put your own master to death, in the name of Jesus Christ the crucified, move no further from this spot. And at the word of Cleobius straightway the beast of burden fell upon the ground and died. And Epiphanius inquired of Cleobius, saying: Who, father, is Jesus the crucified, that such signs take place through Him? Cleobius answered and said to Epiphanius: This Jesus is the Son of God, Whom the Jews crucified. Yet Epiphanius was afraid to disclose to Cleobius that he was a Jew. Cleobius therefore went on his own way, and Epiphanius entered into his own village to his own mother. Seeing him, his mother welcomed him with joy, and he recounted all that had befallen him on account of the unruly animal. When some time had passed, Epiphanius's mother said to him: Behold now, child, the land is neglected, and we have no solace from it. For they had a small plot of land of their own; which his father also, tilling it laboriously, had derived some solace from. His mother therefore said: Let us sell our little plot of land to a husbandman; and do you go in to a God-fearing man, and be taught a craft whereby you can both support yourself and supply bread for me and for your sister.
Δʹ. Ἦν δέ τις Ἰουδαῖος νομοδιδάσκαλος ἐν Ἐλευθεροπόλει, ἀνὴρ θαυμαστὸς καὶ θεοσεβὴς, κατὰ τὸν νόμον Μωϋσέως. Οὗτος εἶχεν κτήσεις ἐν τῇ κώμῃ, ἐν ᾗ ἐγεννήθη Ἐπιφάνιος· ὃς καὶ τὸν πατέρα αὐτοῦ ᾔδει, καὶ τὴν μητέρα ἐγίνωσκεν, ὁμοίως καὶ Ἐπιφάνιον καὶ τὴν αὐτοῦ ἀδελφήν. Οὗτος εἰσελθὼν εἰς ἐπίσκεψιν τῶν ἑαυτοῦ κτημάτων, εἶπεν πρὸς τὴν μητέρα Ἐπιφανίου· Γύναι, βούλῃ μοι δοῦναι τὸν υἱόν σου εἰς υἱόν; καὶ ἔσῃ καὶ σὺ καὶ ἡ θυγάτηρ σου τὰς χρείας ὑμῶν ποριζόμεναι ἐκ τοῦ ἡμετέρου οἴκου.
4. Now there was in Eleutheropolis a certain Jewish teacher of the law, a marvellous and God-fearing man according to the law of Moses. He held possessions in the village in which Epiphanius was born; and he had known his father also, and was acquainted with his mother, and likewise with Epiphanius and his sister. Having come in to inspect his estates, he said to Epiphanius's mother: Woman, are you willing to give me your son as a son? And both you and your daughter shall have your needs supplied out of our household.
Notes, col. 28

On the reading

Printed οι, for οἱ.

Printed παραμύθιὸν, for παραμύθιον.

PG 41:29Read from the page
Ἡ δὲ μήτηρ Ἐπιφανίου ἀκούσασα παρὰ τοῦ νομικοῦ ταῦτα, ἐχάρη πολὺ, καὶ λαβοῦσα Ἐπιφάνιον, παρέδωκεν αὐτὸν παραχρῆμα εἰς υἱόν. Τὸ δὲ ὄνομα τοῦ νομικοῦ ἐκαλεῖτο Τρύφων. Οὗτος εἶχεν θυγατέρα μονογενῆ· ἐβούλετο δὲ ταύτην συζεῦξαι Ἐπιφανίῳ.
When Epiphanius's mother heard these things from the lawyer, she rejoiced greatly, and taking Epiphanius handed him over forthwith as a son. Now the lawyer's name was called Tryphon. He had an only-begotten daughter, and wished to join her in marriage to Epiphanius.
Εʹ. Ὁ οὖν Τρύφων λαβὼν Ἐπιφάνιον εἰς υἱὸν, ἐπαίδευσεν αὐτὸν ἐμπόνως τὰ τοῦ νόμου, καὶ τὰ στοιχεῖα τὰ Ἑβραϊκὰ μετὰ ἀκριβείας. Ἐτελεύτησεν δὲ ἡ θυγάτηρ τοῦ Τρύφωνος, καὶ μόνος Ἐπιφάνιος ἦν ἐν τῷ οἴκῳ αὐτοῦ προκόπτων καὶ τῇ ἡλικίᾳ, καὶ τῇ σοφίᾳ τῇ Ἑβραϊκῇ. Συνέβη δὲ καὶ τὸν Τρύφωνα τελευτῆσαι· καὶ πᾶσαν τὴν ὑπόληψιν αὐτοῦ κατέλειψεν Ἐπιφανίῳ. Ἐτελεύτησεν δὲ καὶ ἡ μήτηρ Ἐπιφανίου. Ἔλαβεν δὲ Ἐπιφάνιος τὴν ἑαυτοῦ ἀδελφὴν ἐν τῷ οἴκῳ τῷ ὑπὸ τοῦ Τρύφωνος καταλειφθέντι αὐτῷ· καὶ ἦσαν οἱ δύο ἅμα ἐν τῷ οἴκῳ ἐν πολλῇ καταστάσει βίου κατὰ τὴν διδαχὴν Τρύφωνος. Ἐξελθὼν δὲ Ἐπιφάνιος ἐν τῇ κώμῃ, ἐν ᾗ ἐγεννήθη, ἐν ᾗ καὶ τὴν κτῆσιν εἶχεν τὴν καταλειφθεῖσαν αὐτῷ ὑπὸ Τρύφωνος, ὑπήντησεν αὐτῷ ἀνήρ τις Χριστιανὸς. ὀνόματι Δουκιανὸς, θαυμαστὸς καὶ λόγιος, τὸν μονήρη βίον διερχόμενος, τέχνην ἔχων τὴν τοῦ καλλιγράφου, ταύτῃ τε προσκαρτερῶν, ἐξ αὐτῆς τὸν ἄρτον ἐπορίζετο, καὶ τὸ περισσεῦον ἐπεδίδου τοῖς δεομένοις. Ὁ οὖν Ἐπιφάνιος ἦν ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον. Ὁ δὲ μακαρίτης Λουκιανὸς ἦν περιπατῶν ἐν τῇ ὁδῷ, καὶ συνήντησαν ἀμφότεροι ἀλλήλοις. Συνέβη δὲ, πένητά τινα ἐπιλαβέσθαι τῶν ποδῶν Λουκιανοῦ· καὶ λέγει πρὸς αὐτόν· Ἄνθρωπε τοῦ Θεοῦ, ἐλέησόν με, ὅτι τρεῖς ἡμέρας ἔχω ἄσιτος διατελῶν, μὴ ἔχων ἐμαυτῷ μηδέν. Ὁ δὲ μακάριος Λουκιανὸς, μὴ ἔχων τί ἀποδοῦναι τῷ πένητι, τὸ περιβόλαιον αὐτοῦ ἀποσκεπάσας ἐπεδίδου, λέγων· Εἴσελθε ἐν τῇ πόλει, καὶ πίπρασον τοῦτο, καὶ ὤνησαι ἄρτους.
5. Tryphon therefore, having taken Epiphanius as a son, laboriously instructed him in the matters of the law, and in the Hebrew elements with exactness. Now Tryphon's daughter died, and Epiphanius alone was in his house, advancing both in age and in Hebrew wisdom. And it came to pass that Tryphon also died; and he left all his substance to Epiphanius. And Epiphanius's mother also died. And Epiphanius took his own sister into the house left to him by Tryphon; and the two were together in the house in great tranquillity of life according to the teaching of Tryphon. When Epiphanius went forth into the village in which he had been born, in which he also held the estate left to him by Tryphon, there met him a certain Christian man named Lucianus, marvellous and learned, leading the solitary life, practising the craft of a calligrapher; and devoting himself steadfastly to this, out of it he procured his bread, and the surplus he bestowed upon the needy. Epiphanius, then, was mounted upon a beast of burden, while the blessed Lucianus was walking along the road, and they both met one another. And it came to pass that a certain poor man laid hold of the feet of Lucianus; and he says to him: Man of God, have mercy on me, for I have been continuing three days without food, having nothing for myself. And the blessed Lucianus, having nothing to give to the poor man, took off his cloak and gave it to him, saying: Go into the city, and sell this, and buy yourself loaves of bread.
Ϛʹ. Ὁ δὲ Ἐπιφάνιος προσέσχεν, ὅτι ὡς ἀπεσκέπασεν ἑαυτὸν Λουκιανὸς, καὶ ἔδωκεν τῷ πένητι, θεωρεῖ λευκὴν στολὴν ἀπ' οὐρανοῦ κατελθοῦσαν καὶ σκεπάσασαν αὐτόν. Καὶ ἐφοβήθη Ἐπιφάνιος φόβον μέγαν· καὶ πεσὼν ἐπὶ πρόσωπον, ῥίψας ἑαυτὸν ἀπὸ ὑποζυγίου, εἶπεν πρὸς Λουκιανόν· Δέομαί σου, ἄνθρωπε, εἰπόν μοι· τίς εἶ; Ὁ δὲ μακάριος Λουκιανὸς εἶπεν πρὸς Ἐπιφάνιον· Εἰπόν μοι σὺ, ποίας θρησκείας ὑπάρχεις, κἀγὼ ἀναγγελῶ σοι τὰ κατ' ἐμέ. Ἀπεκρίθη Ἐπιφάνιος, καὶ εἶπεν· Ἰουδαῖός εἰμι. Ἔγνω οὖν Λουκιανὸς, ὅτι χάρις Θεοῦ ἐπέπεσεν πρὸς Ἐπιφάνιον· ἦν γὰρ καὶ πρόγνωσιν ἔχων Λουκιανός. Ἀπεκρίθη Λουκιανὸς πρὸς Ἐπιφάνιον· Πῶς σὺ, Ἰουδαῖος ὢν, ἐπερωτᾷς Χριστιανὸν μαθεῖν τίς εἰμι; ὅτι βδέλυγμα οἱ Ἰουδαῖοι τοῖς Χριστιανοῖς, καὶ οἱ Χριστιανοὶ τοῖς Ἰουδαίοις. Ἰδοὺ δὴ ἤκουσας, ὅτι Χριστιανός εἰμι· οὐκ ἔξεστίν σοι ἄλλο τι ἀκοῦσαι παρ' ἐμοῦ. Ὁ δὲ Ἐπιφάνιος εἶπεν πρὸς Λουκιανόν· Καὶ τί κωλύει τοῦ καὶ ἐμὲ γενέσθαι Χριστιανόν; Ἀπεκρίθη Λουκιανὸς καὶ εἶπεν· Τὸ μὴ θέλειν κωλύει· τὸ γὰρ θέλειν πάρεστιν. Κατανυχθέντος δὲ Ἐπιφανίου ἐπὶ τοῖς λόγοις Λουκιανοῦ, οὐκέτι ἐπορεύθη πρὸς ἐπίσκεψιν τῆς ἑαυτοῦ κτήσεως· ἀλλὰ λαβὼν Λουκιανὸν, εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐ-
6. And Epiphanius observed that when Lucianus stripped himself and gave to the poor man, he beholds a white robe come down from heaven and covering him. And Epiphanius feared with a great fear; and falling upon his face, having cast himself down from the beast of burden, he said to Lucianus: I beseech you, man, tell me: who are you? And the blessed Lucianus said to Epiphanius: Tell me yourself, of what religion you are, and I too shall declare to you the matters concerning myself. Epiphanius answered and said: I am a Jew. Lucianus knew therefore that the grace of God had fallen upon Epiphanius; for Lucianus possessed foreknowledge as well. Lucianus answered Epiphanius: How do you, being a Jew, question a Christian to learn who I am? Because the Jews are an abomination to the Christians, and the Christians to the Jews. Behold now, you have heard that I am a Christian; it is not permitted you to hear anything else from me. And Epiphanius said to Lucianus: And what hinders me also from becoming a Christian? Lucianus answered and said: Not willing hinders; for willing is at hand. Being pierced to the heart at the words of Lucianus, Epiphanius went no further to inspect his estate; rather, taking Lucianus, he brought him into his house
Notes, col. 29

On the reading

Printed Χριστιανὸς., for Χριστιανὸς,.

Printed Δουκιανὸς, for Λουκιανὸς.

PG 41:32Read from the page
τοῦ τὸν καταλειφθέντα αὐτῷ, καὶ ἔδειξεν αὐτῷ πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ, λέγων· Ταῦτά μοι ὑπάρχει, πάτερ· θέλω δὲ Χριστιανὸς γενέσθαι, καὶ τὸν μονήρη βίον μετελθεῖν. Ἔστιν δέ μοι αὕτη ἡ ἀδελφή, Τί κελεύεις περὶ τούτων; Ὁ δὲ μακάριος Λουκιανὸς εἶπεν πρὸς Ἐπιφάνιον· Οὐ δύνασαι, τέκνον, τὴν ὕλην πᾶσαν ταύτην ἔχων, τὸν μονήρη βίον μετελθεῖν: ἀλλ' ἔκδος μὲν τὴν ἀδελφήν σου ἀνδρὶ, καὶ δὸς αὐτῇ τὰ πρὸς τὴν χρείαν· καὶ τὰ λοιπὰ δὸς τοῖς χρείαν ἔχουσιν· εἶθ' οὕτως δυνήσει μονάσαι καλῶς. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς Λουκιανόν· Πρῶτον, πάτερ, ποίησόν με Χριστιανόν· εἶθ' οὕτως ποιήσω πάντα τὰ προσταχθέντα μοι ὑπὸ σοῦ. Ὁ δὲ Λουκιανὸς εἶπεν πρὸς Ἐπιφάνιον· Οὐκ ἔξεστίν μοι, παρεκτὸς τοῦ ἐπισκόπου, ποιῆσαί σε Χριστιανόν.
that had been left to him, and showed him all the things in his house, saying: These things belong to me, father; and I wish to become a Christian, and to pursue the solitary life. And I also have this sister: what do you command concerning these things? And the blessed Lucianus said to Epiphanius: You cannot, child, while holding all this material wealth, pursue the solitary life; rather, give your sister in marriage to a husband, and give her what is needful; and give the rest to those in need; and thereafter you will be able to live well as a monk. And Epiphanius said to Lucianus: First, father, make me a Christian; and thereafter I shall do all the things enjoined upon me by you. And Lucianus said to Epiphanius: It is not permitted me, apart from the bishop, to make you a Christian.
καὶ τὸν μονήρη βίον μετελθεῖν. Εἶπεν δὲ ἡ ἀδελφὴ αὐτοῦ πρὸς αὐτόν· Ὡς θέλεις θελήσω, ὡς ποιεῖς ποιήσω. Ὁ δὲ Λουκιανὸς ἀπήγγειλεν τῷ ἐπισκόπῳ τὰ περὶ Ἐπιφανίου. Ζʹ. Καὶ τοῦτο εἰπὼν Λουκιανὸς, ἐξῆλθεν ἐκ τοῦ οἴκου Ἐπιφανίου, καὶ ἐπορεύθη πρὸς τὸν ἐπίσκοπον. Ὁ δὲ Ἐπιφάνιος μηδὲν μελλήσας, πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν ἔφη· Βούλομαι Χριστιανὸς γενέσθαι, Ὁ δὲ ἐπίσκοπος εἶπεν πρὸς Λουκιανόν· Πορεύθητι καὶ κατήχησον αὐτόν· καὶ ἐν τῷ εἰσιέναι ἡμᾶς ἐν τῇ ἐκκλησίᾳ, ποίησον αὐτὸν προσπεσεῖν τῷ φιλανθρώπῳ Θεῷ. Ἐπορεύθη δὲ Λουκιανὸς ἐν τῷ οἴκῳ Ἐπιφανίου. Εἰδότες δὲ αὐτὸν, ὅ τε Ἐπιφάνιος καὶ ἡ αὐτοῦ ἀδελφὴ, ἔπεσαν ἐπὶ πρόσωπον, καὶ ἐπελάβοντο τῶν ποδῶν Λουκιανοῦ, κλαίοντες καὶ λέγοντες· Ἀξιοῦμέν σε, πάτερ, ποίησον ἡμᾶς Χριστιανοὺς γενέσθαι. Λαβόμενος οὖν Λουκιανὸς ἀπὸ τῶν θείων Γραφῶν, κατήχησεν αὐτοὺς ἱκανῶς. Καὶ αὐτοὶ ἐπέμενον τῇ παρακλήσει, λέγοντες· Ποίησον ἡμᾶς Χριστιανοὺς γενέσθαι. Παραλαβὼν οὖν Λουκιανός τοὺς δύο ἅμα, ἐπὶ τὸ αὐτὸ ἐπορεύθη ἐν τῇ ἐκκλησίᾳ. Καὶ ἐν τῷ εισιέναι τὸν ἐπίσκοπον, ἔπεσαν ἐπὶ πρόσωπον, καὶ παρεκάλουν, ὥστε φωτίσαι αὐτούς. Τοῦ οὖν ἐπισκόπου εισερχομένου ἐν τῇ ἐκκλησίᾳ, ἐπορεύοντο καὶ αὐτοὶ ὄπισθεν μετὰ Λουκιανοῦ ἀκοῦσαι τῶν θείων Γραφῶν.
7. Having said this, Lucianus went out of the house of Epiphanius, and went to the bishop. And Epiphanius without delay spoke to his own sister: I wish to become a Christian, and to pursue the solitary life. And his sister said to him: As you will I shall will, as you do I shall do. And Lucianus reported to the bishop the matters concerning Epiphanius. And the bishop said to Lucianus: Go and catechize him; and as we enter into the church, make him fall down before the philanthropic God. Lucianus went to the house of Epiphanius. Seeing him, both Epiphanius and his sister fell upon their faces, and laid hold of the feet of Lucianus, weeping and saying: We entreat you, father, make us become Christians. Beginning therefore from the divine Scriptures, Lucianus catechized them sufficiently. And they persisted in their entreaty, saying: Make us become Christians. Taking the two together, therefore, Lucianus went with them to the church. And as the bishop was entering, they fell upon their faces, and entreated him to illumine them. As the bishop therefore entered into the church, they too walked behind with Lucianus to hear the divine Scriptures.
Ηʹ. Ὁ οὖν Ἐπιφάνιος ὡς ἤγγισεν ἐπὶ τῶν ἔξω θυρῶν τῆς ἐκκλησίας, ὡς ἐπέβη ἐπὶ τοῦ πρώτου βαθμοῦ τοῦ οἴκου, ἐξέπεσεν τοῦ ἀριστεροῦ ποδὸς αὐτοῦ ἐπ' αὐτοῦ τὸ ὑπόδημα. Τοῦ δὲ ἐπιβάντος τῷ ἀριστερῷ, ὅπως ἐπιπήξει καὶ τὸν δεξιὸν πόδα, ἐξέπεσεν καὶ τὸ τοῦ δεξιοῦ· καὶ ηὑρέθησαν τὰ ἀμφότερα ἔξω τοῦ ἀναβαθμοῦ τῆς ἐκκλησίας· καὶ ἐθαύμασεν ὁ Λουκιανὸς ἐπὶ τοῦτο. Ὁ οὖν Ἐπιφάνιος οὐκέτι προβέσεως ἔσχεν ἐπιλαβέσθαι τῶν ὑποδημάτων αὐτοῦ, ἐκπεσόντων ἀπὸ τῶν ποδῶν αὐτοῦ· ἀλλ' οὔτε ἄλλα ὑποδήματα ἠνέσχετο ἐπενεγκεῖν ἐπὶ τοὺς πόδας αὐτοῦ, τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ. Ὡς δὲ ἵσταντο, καὶ ἤκουον τῶν ὁσίων Γραφῶν, ὅ τε Ἐπιφάνιος καὶ ἡ αὐτοῦ ἀδελφὴ, προσεῖχεν ὁ ἐπίσκοπος, ὡς ἦν καθεζόμενος ἐπὶ τοῦ θρόνου, ὅτι ἦν τὸ πρόσωπον Ἐπιφανίου δεδοξασμένον, καὶ στέφανος ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἐπιτεθειμένος. Μετὰ οὖν τὴν ἀπόλυσιν τοῦ Εὐαγγελίου εἰσῆλθεν ὁ ἐπίσκοπος ἐν τῷ φωτιστηρίῳ· καὶ ἐκέλευσεν εισελθεῖν Ἐπιφάνιον καὶ τὴν ἑαυτοῦ
8. When Epiphanius therefore drew near to the outer doors of the church, as he stepped upon the first step of the house, the sandal upon his left foot fell off from it. And when he stepped with his left so as to plant his right foot as well, that of the right fell off too; and both were found outside the steps of the church; and Lucianus marvelled at this. Epiphanius therefore no longer had the purpose to lay hold of his sandals after they had fallen off from his feet; nor indeed did he endure to put other sandals upon his feet throughout the whole time of his life. As they stood and listened to the holy Scriptures, both Epiphanius and his sister, the bishop observed, as he sat upon the throne, that the face of Epiphanius was glorified, and a crown set upon his head. After the conclusion of the Gospel, therefore, the bishop entered into the baptistery, and commanded to enter in Epiphanius and his own
Notes, col. 32

On the reading

Printed Εἰδότες, for Ἰδόντες.

Printed Λουκιανός, for Λουκιανὸς.

Printed εισιέναι, for εἰσιέναι.

Printed εισερχομένου, for εἰσερχομένου.

Printed προβέσεως, for προθέσεως.

Printed εισελθεῖν, for εἰσελθεῖν.

PG 41:33Read from the page
ἀδελφὴν, καὶ Λουκιανὸν μετ' αὐτῶν, ὃς καὶ πατὴρ αὐτῶν ἐγενήθη ἐπὶ τοῦ ἁγίου φωτίσματος. Ὁ δὲ ἐπίσκοπος διδάξας αὐτοὺς τὴν ἅπασαν ἀκολουθίαν, ἐβάπτισεν αὐτούς. Τῶν δὲ μεταλαβόντων τῶν θείων καὶ ἀθανάτων μυστηρίων, ἐκέλευσεν ὁ ἐπίσκοπος αὐτοὺς μετ' αὐτοῦ τὸ ἄριστον ποιῆσαι, ὁμοίως μένειν τὰς ζʹ ἡμέρας ἐν τῷ ἐπισκοπίῳ. Μετὰ δὲ τὰς ζʹ ἡμέρας ἔλαβεν Ἐπιφάνιος Λουκιανὸν, καὶ Βερνίκην τὴν ἁγίαν παρθένον, ἥτις ἐγένετο μήτηρ τῆς ἀδελφῆς Ἐπιφανίου, καὶ εἰσήνεγκεν αὐτοὺς ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ λαβὼν χίλια νομίσματα, ἔδωκεν τῇ Βερνίκῃ, καὶ παρέδωκεν αὐτῇ καὶ τὴν αὐτοῦ ἀδελφὴν (ἦν γὰρ αὕτη ἄρχουσα καὶ ἄλλων παρθένων), καὶ ἐξέπεμψεν αὐτὴν μετ' αὐτῆς. Ὁ δὲ Ἐπιφάνιος διαπωλήσας πάντα, διέδωκεν τοῖς χρείαν ἔχουσιν, καταλείψας ἑαυτῷ μʹ νομίσματα ἐπὶ τὸ κτήσασθαι τὰς θεοειδεῖς καὶ ζωτικὰς βίβλους· καὶ ἐξῆλθεν ἀπὸ τῆς πόλεως μετὰ Λουκια- ὅτε ἐμόνασεν.
sister, and Lucianus with them, who also became their father at holy illumination. Having taught them the entire order, the bishop baptized them. When they had partaken of the divine and immortal mysteries, the bishop commanded them to take their midday meal with him, and likewise to remain for the seven days in the bishop's residence. After the seven days Epiphanius took Lucianus, and Bernice the holy virgin, who became the mother of Epiphanius's sister, and brought them into his house; and taking a thousand coins, he gave them to Bernice, and handed over to her his sister as well (for she was superior over other virgins too), and sent her away with her. Having sold everything, Epiphanius distributed it to those in need, leaving for himself forty coins in order to acquire the Godlike and life-giving books; and he went forth from the city with Lucia- when he became a monk.
Θʹ. Ἦν δὲ ἐν τῷ μοναστηρίῳ Λουκιανοῦ μοναχός τις ὀνόματι Ἱλαρίων, δεύτερος Λουκιανοῦ, νέος τυγχάνων, σημείοις πολλοῖς κεκοσμημένος. Κατὰ μίμησιν δὲ τούτου ἤγετο καὶ ἄλλος τις Κλαύδιος. Τούτους ἰδὼν Ἐπιφάνιος ἐζήλωσεν ἐν καλῷ. Καὶ γὰρ ὁ μέγας Λουκιανὸς παρέδωκεν Ἐπιφάνιον τῷ μεγίστῳ Ἱλαρίωνι, ὅπως διδάξει αὐτὸν τὰς θείας Γραφάς. Τοῦ δὲ Ἐπιφανίου ἐμπόνως ἐπιτήδευμα ἔχοντος, καὶ περὶ τὰ ἤθη τὰ χρηστὰ τοῦ Ἱλαρίωνος παραδείσου κυκλουμένου, προέκοπτεν τῇ τοῦ Χριστοῦ χάριτι, καὶ τῇ τέχνῃ τῇ καλλίστῃ. Συνέβη δὲ τὸν μέγαν Λουκιανὸν ἐξελθεῖν τὸν βίον. Ἐκράτησε δὲ Ἱλαρίων τοῦ χοροῦ τῶν ἀδελφῶν, καὶ ἦν ἀληθῶς ἰδεῖν τὸν τόπον ἐκεῖνον, οὐχ ὡς ἀνθρώπων οἰκούντων ἐν αὐτῷ, ὡς ἁγίων ἀγγέλων λειτουργούντων τῷ φιλανθρώπῳ καὶ παναγίῳ Θεῷ. Ἦν δὲ ἡ τροφὴ τοῦ μακαρίου Ἱλαρίωνος ἄρτος, καὶ ἅλας, καὶ ὕδωρ μέτριον. Ἤσθιεν δὲ διὰ δύο ἡμερῶν· πολλάκις δὲ καὶ διὰ τριῶν· πλειστάκις δὲ καὶ διὰ τεσσάρων καὶ ἑβδομάδος. Ταύτην τὴν πολιτείαν ἐπελέξατο, καὶ ἐκράτησεν Ἐπιφάνιος ἅπαντα τὸν χρόνον τῆς ζωῆς αὐτοῦ. Ἦν δὲ καὶ ἄνυδρος ὁ τόπος.
9. Now there was in the monastery of Lucianus a certain monk named Hilarion, second to Lucianus, being young, adorned with many signs. And in imitation of him another also was trained, one Claudius. Seeing these men, Epiphanius emulated them in what is good. For indeed the great Lucianus handed Epiphanius over to the greatest Hilarion, that he might teach him the divine Scriptures. As Epiphanius laboriously pursued his practice, and circled round the virtuous habits of Hilarion's paradise, he advanced in the grace of Christ, and in the fairest art. And it came to pass that the great Lucianus departed life. And Hilarion presided over the choir of the brethren, and truly one could behold that place not as though men dwelt in it, [rather] as though holy angels ministered to the philanthropic and all-holy God. Now the food of the blessed Hilarion was bread, and salt, and moderate water. And he ate every two days; oftentimes also every three; and very often every four and after a week. This manner of life Epiphanius chose for himself, and held fast throughout the whole time of his life. Moreover, the place was also waterless.
Ιʹ. Ποτὲ γοῦν, ὁδοιπόρων εἰσελθόντων ἐν τῷ μοναστηρίῳ, καὶ οἶνον ἐπιφερόντων, καὶ καύματος σφοδροτάτου ὄντος διὰ τὴν πολλὴν δίψαν, κατέψυξαν ἐν τῷ μοναστηρίῳ· καὶ ᾔτησαν ὕδωρ, ὥστε πιεῖν, καὶ οὐχ εὑρέθη ὕδωρ ἐν τῷ τόπῳ. Ἀπὸ γὰρ σημείων εʹ ὑπῆρχεν τὸ ὕδωρ· τῇ οὖν νυκτὶ ἐπορεύοντο ἑαυτοῖς οἱ ἀδελφοὶ, καὶ ἐγέμιζον. Τῶν δὲ ὁδοιπόρων ἐκλειπόντων διὰ τὴν δίψαν, ἅπαντες οἱ ἀδελφοὶ ἐπένθουν ἐπ' αὐτοῖς. Ὁ δὲ Ἐπιφάνιος ἐκτείνας τὴν χεῖρα, καὶ δραξάμενος τοῦ ἀσκοῦ, ἔνθα ὁ οἶνος ὑπῆρχεν, εἶπεν· Πιστεύσατε, ἀδελφοὶ, ὅτι ὁ ποιήσας τὸ ὕδωρ οἶνον, ποιήσει καὶ τὸν οἶνον ὕδωρ· καὶ ἐπὶ τῷ λόγῳ Ἐπιφανίου, οἱ πλησθέντες ἀσκοὶ οἴνου, ηὑρέθησαν πλησθέντες ὕδατος· καὶ λαβόντες οἱ ὁδοιπόροι ἔπιον καὶ αὐτοὶ, καὶ τὰ κτήνη αὐτῶν, καὶ ἔστη ἡ ψυχὴ αὐ-
10. Once, accordingly, when wayfarers entered into the monastery, bringing wine along with them, and there was a most violent heat, on account of their great thirst they rested to cool themselves in the monastery; and they asked for water to drink, and no water was found in the place. For the water was five miles away; so by night the brethren used to go for themselves and fill up. As the wayfarers were fainting from thirst, all the brethren mourned over them. Stretching out his hand and grasping the wineskin where the wine was, Epiphanius said: Believe, brethren, that He Who made the water wine will also make the wine water; and at the word of Epiphanius, the skins that had been filled with wine were found filled with water; and taking it, the wayfarers drank, both they themselves and their beasts, and their spirit was restored
PG 41:36Read from the page
τῶν ἐπ' αὐτοῖς. Ἐξέστησαν οὖν ἅπαντες ἐπὶ τοῦτο, οἵ τε ὁδοιπόροι καὶ οἱ ἀδελφοί. Ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας οὐκέτι ἠβουλήθη Ἐπιφάνιος οἰκῆσαι τὸν τόπον ἐκεῖνον, διὰ τὸ ἐξάκουστον αὐτὸν γενέσθαι ὑπὸ τῶν ὁδοιπόρων· ἔκλεψεν δὲ ἑαυτὸν ἀπὸ τῶν ἀδελφῶν, καὶ ἐπορεύθη εἰς ἀγριώτερον τόπον· τῶν δὲ μὴ ἐπισταμένων τὸ ἐν ποίῳ τόπῳ κατοικεῖ, ἅπαντες οἱ ἀδελφοὶ ἐπένθουν περὶ Ἐπιφανίου. Ἔμεινεν οὖν ἐν τῷ τόπῳ ἐκείνῳ τρεῖς ἡμέρας ἄσιτος διατελῶν. Ἦν δὲ καὶ αὐτὸς ὁ τόπος ἄνυδρος.
within them. All therefore were amazed at this, both the wayfarers and the brethren. From that day, accordingly, Epiphanius no longer wished to inhabit that place, on account of his having become famed abroad through the wayfarers; and he stole himself away from the brethren, and departed to a wilder place; and as they did not know in what place he dwelt, all the brethren mourned for Epiphanius. He remained therefore in that place continuing three days without food. And that place too was waterless.
ΙΑʹ. Συνέβη δὲ κατ' ἐκεῖνον τὸν καιρὸν μʹ Σαρακηνοὺς διέρχεσθαι. Ὡς οὖν ἶδον Ἐπιφάνιον ἐν τοιούτῳ τόπῳ καὶ τοιαύτῃ καταστάσει, γέλοιον ἀναδεξάμενοι ἀμφότεροι τούτου κατεγέλων. Εἷς δέ τις ἐξ αὐτῶν ἕνα ὀφθαλμὸν ἔχων (ἦν γὰρ ὁ ἄλλος αὐτοῦ κλεισθεὶς) καὶ θηριώδη ἕξιν ἔχων, λαβὼν τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς θήκης, ἦλθεν πρὸς Ἐπιφάνιον· καὶ δὴ κουφίσας αὐτὴν κροῦσαι τὸν Ἐπιφάνιον, ἠνεῴχθη αὐτοῦ ὁ κλεισθεὶς ὀφθαλμός. Τοῦ δὲ ἐμφόβου γενομένου, καὶ τὴν μάχαιραν ἐπὶ τὴν γῆν ῥίψαντος, ἔστηκεν ἀκίνητος. Οι δὲ ἄλλοι ἰδόντες τὴν ἀκινησίαν τοῦ ἑαυτῶν ἑταίρου, ἔρχονται καὶ αὐτοὶ πρὸς Ἐπιφάνιον, καὶ πρὸς τὸν αὐτῶν φίλον. Καὶ ἶδον, καὶ ἰδοὺ ὁ ὀφθαλμὸς αὐτοῦ ὁ κλεισθεὶς ἠνεῳγμένος, καὶ θάμβος ἔπεσεν ἐπ' ἀμφοτέρους. Ὁ οὖν Ἐπιφάνιος ἰδὼν αὐτοὺς ἀδημονοῦντας, συνῆρεν λόγους πρὸς αὐτούς. Οι δὲ διὰ τῶν λόγων Ἐπιφανίου ἐν καταστάσει ἐλθόντες, μεταβαλλόμενοι ἔλεγον αὐτὸν Θεὸν εἶναι· καὶ βίαν ἐπενέγκαντες τούτῳ, εἷλκον αὐτὸν μεθ' ἑαυτῶν λέγοντες· Σὺ εἶ ὁ Θεὸς ἡμῶν· ἀκολούθει ἡμῖν, καὶ διάσωζε ἡμᾶς ἀπὸ πάσης βίας τῶν ἐπεγειρομένων καθ' ἡμῶν. Τοῦ δὲ Ἐπιφανίου ἐπὶ τριμηναῖον χρόνον τούτοις ἐπακολουθοῦντος, ἐκώλυεν αὐτοὺς ἀπὸ πάσης ἀταξίας. Τῶν δὲ εἰδότων, ὅτι στένωσιν ἐπιφέρει αὐτοῖς διὰ τῆς νουθεσίας, ὁμοθυμαδὸν ἅπαντες συναχθέντες προσεκυλινδοῦντο τῶν ποδῶν αὐτοῦ, ὅπως ἀποδράσει πάλιν εἰς τὸν ἴδιον τόπον αὐτοῦ. Τοῦ δὲ νουθεσίας μεγίστας ἐπιθέντος ἐπὶ ταῖς ἀκοαῖς αὐτῶν, ὅτι Ἐὰν μὴ τούτων ἀπέχεσθε, οὐ δύνασθε εὐημερεῖν ἐν τῷδε τῷ βίῳ· λαβόντες δὲ αὐτὸν οἱ ἀμφότεροι ἤγαγον ἐπὶ τόπον, ἔνθα τὸ πρὶν κατῴκει· καὶ δὴ διὰ τῆς αὐτῶν ὑπηρεσίας οἰκοδομήσαντες αὐτῷ οἶκον, ἀσπασάμενοί τε αὐτὸν οἱ πάντες ἀνεχώρουν μετ' εἰρήνης. Ἐγὼ γοῦν, εἷς ἐξ αὐτῶν ὑπάρχων, ἔμεινα μετὰ Ἐπιφανίου· καὶ κατηχηθεὶς ὑπ' αὐτοῦ τὸν λόγον τῆς ἀληθείας, ἔμεινα μετ' αὐτοῦ. Χρόνου δὲ ἑξαμηναίου παρελθόντος, λαβὼν ἐμὲ Ἐπιφάνιος, ἐπορεύθημεν ἐν τῷ μοναστηρίῳ πρὸς τὸν μέγαν Ἱλαρίωνα. Ἰδόντες δὲ ἅπαντες οἱ ἀδελφοὶ Ἐπιφάνιον, ἐχάρησαν χαρὰν μεγάλην. Ἐποιήσαμεν δὲ ἐν τῷ μοναστηρίῳ τρεῖς ἡμέρας, καὶ παρεκάλεσεν τὸν μέγαν Ἱλαρίωνα Ἐπιφάνιος δοῦναί μοι τὴν ἐν Χριστῷ σφραγῖδα· ἐπειδὴ Ἱλαρίων καταξιωθεὶς ἦν τοῦ βαθμοῦ τοῦ πρεσβυτερίου. Λαβὼν οὖν ὁ μέγας Ἱλαρίων καὶ διδάξας με τὴν πᾶσαν ἀκολουθίαν, ἐβάπτισέ με ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύ-
11. Now it came to pass at that season that forty Saracens passed through. When therefore they saw Epiphanius in such a place and in such a condition, taking him for an object of ridicule they mocked him on both sides. One of them, having a single eye (for his other was closed) and possessing a beastlike disposition, drew his sword from its scabbard and came at Epiphanius; and indeed as he raised it to strike Epiphanius, his closed eye was opened. Becoming terrified, and flinging his sword upon the ground, he stood motionless. The others, seeing the immobility of their companion, come themselves also to Epiphanius, and to their friend. And they looked, and behold, his closed eye was opened, and amazement fell upon both sides. Seeing them in distress, Epiphanius joined discourse with them. Coming to a settled mind through the words of Epiphanius, they changed and began to say that he was a God; and applying force to him, they dragged him along with themselves, saying: You are our God; follow us, and preserve us thoroughly from every violence of those who rise up against us. As Epiphanius followed them for a three-month period, he restrained them from all disorder. When they realized that he was bringing straitness upon them through his admonition, gathering together with one accord they rolled at his feet, begging that he go away again to his own place. Having laid the greatest admonitions upon their ears—Unless you abstain from these things, you cannot prosper in this life—both sides took him and led him to the place where he formerly dwelt; and indeed having through their service built a house for him, and all having greeted him, they departed in peace. I accordingly, being one of them, remained with Epiphanius; and having been catechized by him in the word of truth, I remained with him. When a six-month period had passed, Epiphanius took me, and we went to the monastery to the great Hilarion. Seeing Epiphanius, all the brethren rejoiced with great joy. We spent three days in the monastery, and Epiphanius entreated the great Hilarion to grant me the seal in Christ, since Hilarion had been counted worthy of the rank of the presbyterate. Taking me therefore and teaching me the entire order, the great Hilarion baptized me in the name of the Father, and of the Son, and of the Holy Spir-
Notes, col. 36

On the reading

Printed Οι, for Οἱ.

Printed Οι, for Οἱ.