Migne Reading Room

PG 41 · cols. 449–460 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:449Read from the page
τιέων. Καὶ γὰρ ἐκ σπέρματος τῶν Ἑλλήνων Ἀλέξανδρος ὁ Μακεδών. Ἀλλὰ γενόμενος πάλιν ἐν τῷ τόπῳ, διὰ τὸν ἐμπεσόντα λόγον διεξῆλθον τὴν περὶ τούτων ἱστορίαν. Πλὴν ὅτι ἀπὸ τῆς μετοικήσεως πολλοὶ ἄλλας χώρας οἰκήσαντες τοῦ Ἰσραὴλ ἦσαν σπέρματος κατὰ διαδοχήν. Ἐλέγοντο γὰρ καὶ ἑκάστης χώρας πατριῶται· ὡς καὶ αἱ θυγατέρες τοῦ Ἰοθὸρ τὴν ἀντίληψιν τοῦ Μωϋσέως τῷ πατρὶ ἀπήγγειλαν, ὡς ἀποστήσας τοὺς ποιμένας ἐπότισεν αὐτῶν τὰ πρόβατα, καὶ πορευθεῖσαι περὶ τούτου ὑφηγοῦντο τῷ ἰδίῳ πατρί. Τοῦ δὲ λέγοντος, Τί ἐταχύνατε σήμερον τοῦ ἐλθεῖν ἐπ' αὐτόν; ἔφασαν, ὅτι Ἀνὴρ Αἰγύπτιος ἐρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων, καὶ ἤντλησε, καὶ ἐπότισεν ἡμῶν τὰ θρέμματα. Καὶ εὐθὺς ὁ αὐτὸς ἔφη πρὸς αὐτάς· Διὰ τί οὐκ ἠγάγετε αὐτὸν ὧδε, ἵνα φάγῃ ἄρτον; Τίς δὲ οὐκ οἶδεν, ὅτι Μωϋσῆς υἱὸς μὲν γίνεται τοῦ Ἀμρὰμ, καὶ τῆς Ἰωχαβὲτ, Ἀμρὰμ δὲ τοῦ Καὰθ, Καὰθ δὲ τοῦ Λευῒ, Λευῒ δὲ τοῦ Ἰακὼβ, Ἰακὼβ δὲ τοῦ Ἰσαὰκ, Ἰσαὰκ δὲ τοῦ Ἀβραάμ; Καὶ οὐκ ἀπὸ τοῦ καλεῖσθαι τὸν Μωϋσέα Αἰγύπτιον, πάντως ἡ τῆς εὐγενείας καὶ τοῦ σπέρματος διέπεσεν ἀκολουθία. Οὐκοῦν οὗτοι, καταλείψαντες τὴν ὁδὸν, οἱ ἀπὸ τοῦ Ἐβίωνος πεπλανημένοι, ἐπὶ πολλὰς διεστραμμένας ὁδοὺς καὶ ἀνάντη τρίβον τὸν νοῦν ἐκδεδώκασιν.
tians. For Alexander the Macedonian too was of the seed of the Greeks. Yet having come again to this place, because of the subject that arose I went through the history concerning these matters. Save only that from the migration many who inhabited other lands were of the seed of Israel by succession. For they were also called countrymen of each land; just as the daughters of Jethro also reported the assistance of Moses to their father, how after driving away the shepherds he watered their sheep, and going their way they recounted this to their own father. And when he said, Why have you hastened today to come to him? they said, An Egyptian man delivered us from the shepherds, and drew water for us, and watered our flocks. And straightway the same man said to them: Why did you not bring him here, that he might eat bread? Now who does not know that Moses is the son of Amram and Jochabet, and Amram of Caath, and Caath of Levi, and Levi of Jacob, and Jacob of Isaac, and Isaac of Abraham? And not from Moses being called an Egyptian did the succession of his noble birth and seed by any means fall away. Therefore these men, having forsaken the way—those led astray by Ebion—have given their mind over to many crooked ways and a steep path.
ΚϚʹ. Αὐχοῦσι δὲ πάλιν περιτομὴν ἔχοντες, καὶ σεμνύνονται δῆθεν εἶναι ταύτην σφραγῖδα ἡγούμενοι, καὶ χαρακτῆρα τῶν τε πατριαρχῶν καὶ δικαίων τῶν κατὰ τὸν νόμον πεπολιτευμένων, δι' οὓς ἐξισοῦσθαι ἐκείνοις νομίζουσι, καὶ δῆτα ἀπ' αὐτοῦ τοῦ Χριστοῦ τὴν σύστασιν ταύτης βούλονται φέρειν, ὡς καὶ οἱ περὶ Κήρινθον. Φασὶ γὰρ καὶ οὗτοι κατὰ τὸν ἐκείνων ληρώδη λόγον· Ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος. Περιετμήθη γὰρ, φησὶν, ὁ Χριστὸς, καὶ σὺ περιτμήθητι. Καὶ ἵνα κατὰ πάντα τρόπον καταισχύνηται τῆς πλάνης τὰ σπέρματα, καθάπερ χαλινὸς τῇ θαλάσσῃ ἐκ Θεοῦ ὁρισθεὶς κλεῖθρα καὶ πύλαι ψάμμον ὅριον, καὶ πρόσταγμα τὸ, Ἕως τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ· ἀλλὰ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα, φησίν· οὕτω καὶ οὗτοι ἐν ἑαυτοῖς καταδαπανηθήσονται. Ἀλλὰ ἐκεῖ μὲν ἐκ θείου προστάγματος εἰς εὐταξίαν θαλάσσης ἐκ Θεοῦ εἴρηται ὁ τοῦ ὅρου λόγος· ἐνταῦθα δὲ ἀφ' ἑαυτῆς ἡ κακία καὶ ἡ πλάνη τυφλώττουσα τὸν νοῦν, καὶ τὸν εὐσεβῆ λογισμὸν ἀποστρεφομένη, προὔλαβε καθ' ἑαυτῆς, ὥσπερ κύματα ἐγείρουσα, τὰ σχέτλια τῶν προαπαγγελλομένων αὐτοῖς ὑπολήψεων, ἑτέροις κύμασιν ἑαυτῇ συγκρούουσα, καὶ ἐν ἑαυτῇ ἀεὶ συντριβομένη ἑαυτὴν διαλύειν· ἢ καθάπερ ἑρπετὸν δεινὸν ἑαυτῷ λυμαινόμενον καὶ ἀντιστρεφόμενον ἀπὸ τῆς κέρκου, καὶ ἑαυτὸ κατεσθίον, αὐτὸ ἑαυτοῦ ἀναλωτικὸν γίνεται. Τοῦτο γάρ φασι γεγενῆσθαι καιρῷ ὑπὸ ἀσπί-
Chapter XXVI. Again, they boast of having circumcision, and pride themselves, forsooth accounting this to be a seal and mark both of the patriarchs and of the righteous men who lived according to the law, through whom they suppose themselves to be made equal to those men; and indeed they wish to derive the establishment of this from Christ Himself, just as the followers of Cerinthus also do. For these too say according to their foolish argument: It is enough for the disciple to be as his teacher. For Christ, says he, was circumcised; be circumcised yourself also. And that in every way the seeds of error may be put to shame, just as a bridle appointed by God for the sea—bars and gates, sand as a boundary, and the command, Thus far shall you come, and you shall not pass beyond, but within yourself shall your waves be shattered, says He—so too shall these men be consumed within themselves. Yet there indeed by divine command for the good order of the sea the word of the boundary was spoken by God; whereas here of itself wickedness and error, blinding the mind and turning away pious reasoning, has anticipated matters against itself, raising up as it were waves—the wretched notions of the opinions previously proclaimed by them—dashing against itself with other waves, and ever being shattered within itself so as to dissolve itself; or just as a dreadful serpent harming itself and turning back from its tail, and devouring itself, becomes destructive of its own self. For they say that this once happened from as-
PG 41:452Read from the page
δων συγκλεισθεισῶν ἐν πίθοις, καὶ ἑκάστης τὴν ἑτέραν καταναλωσάσης, τὴν δὲ ἰταμωτέραν καὶ χαλεπωτέραν εἰς ὕστερον μεμενηκέναι μόνην καταλειφθεῖσαν, καὶ εἰς πεῖναν ἐλθοῦσαν, ἀπὸ τῆς ἰδίας κέρκου ἀρξαμένην ἑαυτὴν καταβεβρωκέναι, ἱστοροῦσί τινες φυσιολόγοι κατὰ τὴν Αἰγυπτίων χώραν. Ὅθεν καὶ ἁρμοδίως τὸ ὄνομα αὐτῇ ἐπέθεντο, διὰ τὴν κεφαλὴν τῆς Γοργόνος καὶ ταύτην Ἀσπιδογοργόνα καλοῦντες. Οὕτω καὶ ὁ ματαιόφρων Ἐβίων, καὶ οἱ ἀμφ' αὐτὸν προὔλαβον ἑαυτοὺς κατατέμνοντες, καὶ ἀναιροῦντες ἀπ' ἀρχῆς ἐκεῖνα, ἐφ' οἷς καὶ σεμνύνονται. Χριστὸς γὰρ ἑαυτὸν οὐ περιέτεμε· παιδίον γὰρ ἦν. Δόξα δὲ τῷ ἐλεήμονι Θεῷ, ὅτι ἑαυτὸν προὔβαλεν ὁ Ἐβίων, ἵνα τὰ ἀληθινὰ μὴ ὁμολογήσῃ, εἰς τὸ καὶ ἔλεγχον αὐτῷ γενέσθαι. Εἰ μὲν γὰρ ἔλεγεν αὐτὸν Θεὸν ἄνωθεν ἥκοντα περιτετμῆσθαι τὴν ὀκταήμερον ὑπὸ τῆς Μαρίας, τὸ τηνικαῦτα, Θεὸς ὢν, καὶ συγχωρῶν κατὰ ἰδίαν εὐδοκίαν, παρεῖχεν ἂν τῷ ἀγύρτῃ τῆς περιτομῆς πιθανολογίαν· ὁπότε δὲ ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι ὑπ' ἀνθρώπων παρεισφέρει περιτετμῆσθαι, οὐκέτι αἴτιός ἐστιν ὁ παῖς, εἰ καὶ τὴν ὀκταήμερον περιτομὴν περιετμήθη. Οὐ γὰρ ἑαυτὸν περιέτεμεν, ἀλλ' ὑπὸ ἀνθρώπων περιετμήθη. Καὶ γὰρ οἱ παῖδες οὐχ ἑαυτοὺς περιτέμνουσι, καὶ οὐδὲ αἴτιοί εἰσι τῆς ἑαυτῶν περιτομῆς, ἀλλ' οἱ αὐτῶν γονεῖς. Ἐκεῖνοι γὰρ βραχεῖς ὄντες, νηπιάζουσιν ἀγνοοῦντες, καὶ οὐδὲ οἴδασι τί αὐτοῖς ὑπὸ τῶν γονέων γίνεται.
pids shut up in jars, and when each had consumed the other, the bolder and fiercer one remained afterwards left behind alone, and coming into hunger, beginning from its own tail devoured itself, as certain naturalists relate in the land of the Egyptians. Whence also they fittingly set the name upon it, calling this one too Aspidogorgon on account of the head of the Gorgon. Thus also the vain-minded Ebion and those around him anticipated matters by cutting themselves up, and destroying from the beginning those things in which they also pride themselves. For Christ did not circumcise Himself; for He was a little child. And glory be to the merciful God, that Ebion put himself forward lest he confess the truth, so that this too might become a refutation of him. For if indeed he said that He had come from above as God to be circumcised with the eighth-day circumcision by Mary, at that time, being God and permitting it according to His own good pleasure, He would have afforded plausibility to the mountebank of circumcision; whereas when he brings in that He was born a mere man to be circumcised by men, the child is no longer responsible, even if He was circumcised with the eighth-day circumcision. For He did not circumcise Himself, but was circumcised by men. For children indeed do not circumcise themselves, nor are they responsible for their own circumcision, but their parents are. For they, being tiny, act as infants in ignorance, and do not even know what is done to them by their parents.
ΚΖʹ. Ἡμεῖς δὲ καὶ Θεὸν αὐτὸν λέγομεν ἀπ' οὐρανοῦ ἐλθόντα, καὶ ἐν μήτρᾳ Παρθένου Μαρίας τὸν χρόνον τῶν ἐγκυμονουμένων παίδων παραμεμενηκότα, ἕως τελείως ἀπὸ τῆς παρθενικῆς μήτρας τὴν ἔνσαρκον ἐνανθρώπησιν ἑαυτῷ καὶ οἰκονομίαν οἰκονομήσῃ, ἐν ᾗ καὶ περιετμήθη ἀληθινῶς, καὶ οὐ δοκήσει ἡμέρᾳ τῇ ὀγδόῃ. Ἦλθε γὰρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, καὶ οὐ καταλῦσαι· καὶ οὐ τὸν νόμον ἀλλότριον ἀποφῆναι, ἀλλὰ ἐξ αὐτοῦ μὲν δεδωρημένον, ἕως δὲ αὐτοῦ ἐν τύποις μεμενηκότα, ὅπως ἐν αὐτῷ καὶ δι' αὐτοῦ πάλιν ὅπερ ἐνέλιπεν ἐν τῷ νόμῳ πληρωθῇ, ἵνα οἱ τύποι εἰς πνευματικὴν τελείωσιν ἐλθόντες ἐν ἀληθείᾳ, ὑπ' αὐτοῦ τε καὶ τῶν αὐτοῦ ἀποστόλων κηρυχθῶσιν, οὐκέτι ὄντες τύποι, ἀλλ' ἀλήθεια. Ἐπὶ τούτῳ γὰρ ἐπληροῦτο τὸ ἐν τῷ νόμῳ εἰρημένον, ἕως αὐτοῦ τοῦ χρόνου διαρκέσαν, καὶ ἐν αὐτῷ ἀφιστάμενον, εἰς πλήρωμα δὲ μεθιστάμενον, ὅπερ ἔφη ἡ Σεπφώρα· ὅτι Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. Καὶ οὐκ εἶπεν, ὅτι Περιέτεμόν μου τὸ παιδίον. Οὐ γὰρ ᾠκονόμει ὁ ἀποσταλεὶς ἄγγελος, ἵνα περιτομὴ γένηται· ἀλλὰ οὐδὲ τὸ αἷμα τῆς περιτομῆς φοβηθεὶς ἀπέστη· ἀλλὰ ὑπομνήσεως χάριν τοῦ μέλλοντος παιδίου τὸ αἷμα τῆς περιτομῆς ἱστᾷν· ὅπερ ἀκούσας καὶ οἰκονομή-
Chapter XXVII. But we say that He also came from heaven as God, and remained in the womb of the Virgin Mary for the time of children carried in the womb, until He should accomplish in full from the virginal womb the incarnate becoming-man and dispensation for Himself, wherein also He was circumcised truly, and not in semblance, on the eighth day. For He came to fulfil the law and the prophets, and not to abolish them; and not to declare the law alien, but on the one hand granted by Him, and on the other hand remaining in types until Him, so that in Him and through Him again whatever was lacking in the law might be fulfilled, in order that the types, having come unto spiritual perfection in truth, might be proclaimed both by Him and by His apostles as being no longer types, but truth. For unto this was fulfilled what was spoken in the law, lasting until that very time, and ceasing in Him, while passing over into fulfilment—that which Zipporah said: The blood of the circumcision of my child has stood. And she did not say: I circumcised my child. For the angel who was sent was not arranging that circumcision should take place; nor again did he withdraw in fear of the blood of circumcision; rather, for the sake of remembrance of the coming Child, to stanch the blood of circumcision; having heard and arranged which, he-
PG 41:453Read from the page
σας ἀπέστη. Καὶ ποίου παιδίου, ἄκουε. Ἀλλ' ἢ περὶ οὗ εἶπεν ὁ προφήτης, ὅτι Θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν. Τὸ μὲν γεννηθὲν παιδίον δεικνὺς ἐν ἀληθείᾳ, ὅπως σημάνῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν· τὸ δὲ, υἱὸς ἐδόθη ἡμῖν, ὅπως δείξῃ τὸν ἄνωθεν Θεοῦ Λόγον, καὶ Υἱὸν Θεοῦ αὐτὸν δειχθέντα, καὶ ἐν μήτρᾳ γενόμενον ἐνανθρωπήσαντα, ἔχοντα ἀμφότερα Θεὸν καὶ ἄνθρωπον, αὐτὸν Θεὸν, αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν ἄνωθεν δοθέντα, αὐτὸν παιδίον γεννηθέντα. Ἐφ' οὗ ἔστη λοιπὸν τὸ αἷμα τῆς περιτομῆς, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ λέγει· Ὅτε ἦλθον Ἕλληνες βουλόμενοι αὐτὸν θεάσασθαι· καὶ ἦλθον πρὸς Φίλιππον, καὶ λέγουσιν αὐτῷ, Δεῖξον ἡμῖν τὸν Ἰησοῦν· καὶ ὁ Φίλιππος τῷ Ἀνδρέᾳ, καὶ ὁ Ἀνδρέας τῷ Ἰησοῦ ἔφη, ὅτι Τινὲς Ἕλληνες βούλονταί σε θεάσασθαι. Καὶ εὐθὺς ὁ Κύριος ἀποκρίνεται, λέγων· Νῦν ἔφθασεν ἡ δόξα τοῦ Θεοῦ· ἵνα δείξῃ περιτομὴν μὲν παρερχομένην τὴν ἔνσαρκόν, καὶ τύπῳ ὑπηρετήσασαν ἄχρι χρόνου, τὴν δὲ ἐν σαρκὶ ἀκροβυστίαν ἐν πνεύματι ἔχουσαν μείζονα περιτομὴν, θεωροῦσαν Χριστὸν, καὶ αὐτὸν ἐν ἀληθεία κατειληφυῖαν.
withdrew. And of what Child, hear: none other than He concerning whom the prophet said, They shall be willing if they had become burnt with fire. For unto us a Child has been born, and unto us a Son has been given. Showing on the one hand in truth the Child who was born, so as to signify His true becoming-man; and on the other hand, unto us a Son has been given, so as to show the Word of God from above, and Himself shown to be Son of God, and having come to be in the womb and become man, possessing both, God and man—Himself God, Himself man, Himself the Son given from above, Himself the Child born. At whom henceforth the blood of circumcision stood, as it also says in the Gospel: When Greeks came wishing to behold Him; and they came to Philip, and say to him, Show us Jesus; and Philip told Andrew, and Andrew said to Jesus, Certain Greeks wish to behold Thee. And straightway the Lord answers, saying: Now has the glory of God arrived; in order to show fleshly circumcision passing away, having served as a type for a time, while uncircumcision in the flesh possesses in spirit a greater circumcision, beholding Christ, and having apprehended Him in truth.
ΚΗʹ. Εἰ δὲ βούλονται οὗτοι λέγειν, Πῶς οὖν Χριστὸς περιετμήθη; ἀκούσονται, ὅτι Ἤδη μὲν οὖν, ὦ πεπλανημένοι, ἐδείξαμεν ὑμῖν δι' ἣν αἰτίαν περιετμήθη. Περιετμήθη γὰρ διὰ πολλοὺς τρόπους. Καὶ πρῶτον, ἵνα δείξῃ ἐν ἀληθείᾳ σάρκα ἑαυτὸν ἀνειληφέναι, διὰ Μανιχαῖον καὶ τοὺς λέγοντας ἐν δοκήσει πεφηνέναι· ἔπειτα, ἵνα δείξῃ, ὡς οὐκ ἦν ὁμοούσιον τὸ σῶμα τῇ θεότητι, ὡς φησὶν Ἀπολινάριος· ἀλλ' οὔτε ἄνωθεν αὐτὸ κατενήνοχεν, ὡς λέγει Οὐαλεντῖνος· καὶ ἵνα βεβαιώσῃ ἣν πάλαι ἔδωκε περιτομὴν δικαίως ὑπηρετήσασαν ἕως τῆς αὐτοῦ παρουσίας, καὶ διὰ τὸ μὴ ἔχειν τοὺς Ἰουδαίους ἀπολογίαν. Εἰ γὰρ μὴ περιετμήθη, εἶχον λέγειν· Οὐκ ἠδυνάμεθα Χριστὸν δέξασθαι ἐν ἀκροβυστίᾳ. Ἄλλως τε καὶ ἔδει αὐτὸν ἐντειλάμενον τῷ Ἀβραὰμ περιτμηθῆναι, σφραγῖδος ἕνεκα φαινομένης, εἰς τύπον δὲ ἀληθινῆς καὶ ἀοράτου δοθείσης, νῦν περιτμηθῆναι ταύτην βεβαιῶσαι. Ἐγένετο γὰρ ἡ φαινομένη περιτομὴ ἕνεκεν δισταγμοῦ τοῦ Ἀβραὰμ, ὅτε εἶπεν ὁ ἅγιος καὶ δίκαιος ὡς ἐν δισταγμῷ· Εἰ τῷ ἑκατονταέτει υἱὸς γενήσεται; καὶ εἰ Σάῤῥα ἡ πρεσβῦτις γεννήσει υἱόν; Καὶ εὐθὺς ὁ Κύριος· Λάβε μοι κριὸν τριετίζοντα, καὶ αἶγα καὶ δάμαλιν, καὶ τὰ ἑξῆς. Καὶ περὶ τὴν τοῦ ἡλίου δύσιν, ὡς εἶδε λαμπάδας
Chapter XXVIII. Now if these men wish to say, How then was Christ circumcised? they shall hear: Already indeed, O men led astray, we have shown you for what cause He was circumcised. For He was circumcised on account of many reasons. And first, that He might show that He had taken up flesh in truth, on account of Manichaeus and those who say that He appeared in semblance; next, that He might show that His body was not consubstantial with the Godhead, as Apollinaris says, nor again did He bring it down from above, as Valentinus says; and that He might confirm the circumcision which He gave of old as having justly served until His coming, and because of the Jews having no excuse. For if He had not been circumcised, they would have been able to say: We could not receive Christ in uncircumcision. Moreover, it also behoved Him who had commanded Abraham to be circumcised—for the sake of a visible seal given as a type of the true and invisible one—now to be circumcised to confirm this. For visible circumcision came about on account of Abraham's hesitation, when the holy and righteous man said as though in hesitation: Shall a son be born to him who is a hundred years old? and shall Sarah, an aged woman, bear a son? And straightway the Lord said: Take for Me a ram three years old, and a she-goat and a heifer, and the rest. And about the setting of the sun, when he saw torches
Notes, col. 453

On the reading

Printed ἔνσαρκόν, for ἔνσαρκον.

Printed ἀληθεία, for ἀληθείᾳ.

PG 41:456Read from the page
πυρὸς καὶ κλίβανον, καὶ τἆλλα. Φήσας αὐτῷ ὁ Θεὸς κατ' ἐπιτίμησιν· Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ καταδουλώσουσιν αὐτῷ ἔτη τετρακόσια, ἀσφαλείας ἕνεκα διὰ τὸν δισταγμὸν, δι' ὃν εἶπεν, Εἰ τῷ ἑκατονταέτῃ υἱὸς γενήσεται; ἵνα μὴ καταδουλωθὲν τὸ σπέρμα ὑπὸ εἰδωλολατρῶν καὶ ἀπίστων Αἰγυπτίων ἐπιλάθηται Θεοῦ τῶν πατέρων αὐτοῦ, ἐπέθηκεν αὐτῷ καὶ αὐτοῖς τὴν ἔνσαρκον περιτομὴν, ἵνα ὁρῶντες ὑπομιμνήσκωνται, καὶ δυσωπῶνται, καὶ μὴ ἀρνῶνται αὐτόν. Καὶ διήρκεσεν ἄχρι Χριστοῦ τοῦτο· καὶ τούτου ἕνεκα καὶ αὐτὸς εὐδοκεῖ περιτμηθῆναι· καὶ ἄνθρωπος γέγονεν ἐν ἀληθείᾳ, ἄνωθεν ἐλθὼν ἐκ Πατρὸς Θεὸς Λόγος, καὶ οὐκ ἀποθέμενος τὴν θεότητα· ἀλλὰ σάρκα φορέσας ἐν ἀληθείᾳ, τελείαν τε ἐνανθρώπησιν ἔχων περιτέμνεται, τὰ πάντα οἰκονομῶν ἐν ἀληθείᾳ, ἵνα καὶ Ἰουδαῖοι, ὡς προεῖπον, ἀναπολόγητοι ὄντες, καὶ Μανιχαῖοι, καὶ ἄλλοι ἐλεγχθήσωνται, καὶ ἵνα περιτμηθεὶς εὐλόγως καταλύσῃ τὴν περιτομὴν, καὶ ἄλλην μείζονα δείξῃ· οὐχ ὡς μὴ ἔχων, καὶ ἑαυτῷ συνιστάμενος, ἀλλὰ ἔχων μὲν, δεικνὺς δὲ, ὅτι ταύτης οὐκέτι ἐστὶ χρεία, ἀλλὰ τῆς μείζονος.
of fire and a furnace, and the rest. When God had said to him by way of reproof: Thy seed shall be a sojourner in a strange land, and they shall enslave it four hundred years—for the sake of security because of the hesitation on account of which he said, Shall a son be born to him who is a hundred years old?—lest his seed, enslaved by idolatrous and unbelieving Egyptians, should forget the God of its fathers, He laid fleshly circumcision upon him and upon them, so that beholding it they might be reminded, and feel reverence, and not deny Him. And this lasted until Christ; and on this account He Himself also is well pleased to be circumcised; and He became man in truth, coming from above out of the Father as God the Word, and not laying aside His Godhead; rather, having put on flesh in truth and having complete becoming-man, He is circumcised, dispensing all things in truth, so that both Jews, as I said before, being without excuse, and Manichaeans, and others may be refuted, and so that having been circumcised He might reasonably abolish circumcision and show another greater one; not as lacking it and establishing it for Himself, but possessing it indeed, yet showing that there is no longer need of this one, but of the greater one.
ΚΘʹ. Καὶ ὅτι μὲν εὐθὺς γεννηθεὶς Θεὸς ἦν, καὶ οὐ ψιλὸς ἄνθρωπος, οἱ μάγοι σαφῶς δείξουσι. Μετὰ γὰρ δύο ἐτῶν χρόνον, ὡς ἔδειξαν τῷ Ἡρώδῃ τὸν χρόνον τοῦ ἀστέρος, ἀπὸ διετοῦς καὶ κατωτέρω ἐλθόντες εἰς Ἰερουσαλὴμ, καὶ ἐρωτήσαντες οἱ αὐτοὶ μάγοι, καὶ γνόντες, ὅτι ἐν Βηθλεὲμ Χριστος γεννᾶται, ἐξῆλθον πάλιν τοῦ ἀστέρος ὁδηγοῦντος αὐτοῖς, καὶ ἦλθον ἀπὸ Ἱεροσολύμων εἰς Βηθλεέμ. Καὶ εἰσελθόντες εὗρον αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ Μαρίας· καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ προσήνεγκαν τὰ δῶρα. Εἰ τοίνυν εὐθὺς προσκυνεῖται, οὐ ψιλὸς ἄνθρωπος ὁ γεννηθεὶς, ἀλλὰ Θεός· καὶ οὐ μετὰ τριάκοντα ἔτη, καὶ οὐ μετὰ τὸ βάπτισμα Χριστὸς γίνεται, ἀλλὰ εὐθὺς Χριστὸς ἐγεννήθη ἀπὸ Μαρίας Παρθένου Θεὸς καὶ ἄνθρωπος. Διὸ καὶ οἱ ἄγγελοι εὐθὺς ὑμνοῦσι, λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ εὐαγγελίζονται τοὺς ποιμένας, λέγοντες· Ἐγεννήθη ἡμῖν Χριστὸς Κύριος σήμερον ἐν πόλει Δαβίδ. Καὶ οὐ μόνον τοῦτο, ὦ ἠπατημένε Ἐβίων, δείκνυται, ἀλλὰ καὶ ἀπὸ δωδεκαετοῦς εὑρίσκεται καθήμενος ἀναμέσον τῶν ἱερέων καὶ πρεσβυτέρων, ἐρωτῶν αὐτοὺς, καὶ ζητῶν μετ' αὐτῶν· καὶ ἐξεπλάττοντο ἐπὶ τῷ λόγῳ τῆς χάριτος, τῷ ἐκπορευομένῳ ἐκ τοῦ στόματος αὐτοῦ. Καὶ οὐχὶ μετὰ τὸ τριακοστὸν ἔτος ἐποίει τοῦτο, ἵνα εἴπῃς, ὅτι, ἀφ' οὗ ἦλθε τὸ Πνεῦμα εἰς αὐτὸν, Χριστὸς ἐγένετο, ἀλλὰ εὐθὺς ἀπὸ δωδεκαετοῦς, ὡς προεῖπον, ὡς γέγραπται ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ. Ἀλλὰ καὶ ἔτι ἀνωτέρω, ὅτε νηπιάζοντος ἀνῆλθον, φησὶν, οἱ περὶ Ἰωσὴφ καὶ Μαριὰμ εἰς Ἰεοουσαλὴμ προσκυ-
Chapter XXIX. Moreover, that straightway upon being born He was God, and not a mere man, the Magi will clearly show. For after two years' time, as they showed to Herod the time of the star—from two years old and under—the same Magi, having come to Jerusalem and inquired, and having learned that the Christ is born in Bethlehem, went forth again with the star guiding them, and came from Jerusalem to Bethlehem. And entering in, they found Him with Mary His mother; and falling down they worshipped Him, and offered their gifts. If therefore He is straightway worshipped, He who was born is not a mere man, but God; and He does not become Christ after thirty years, nor after baptism, but straightway Christ was born from Mary the Virgin as God and man. Wherefore the angels also straightway sing hymns, saying: Glory to God in the highest, and on earth peace, good pleasure among men. And they bring good tidings to the shepherds, saying: Unto us has been born today Christ the Lord in the city of David. And not only is this shown, O deceived Ebion, but also from twelve years of age He is found sitting in the midst of the priests and elders, questioning them and inquiring with them; and they were astonished at the word of grace proceeding out of His mouth. And He did not do this after His thirtieth year, that you might say that from the time when the Spirit came unto Him He became Christ, but straightway from twelve years of age, as I said before, as it is written in the Gospel according to Luke. Nay, even earlier still, when in His infancy Joseph and Mary went up, it says, to Jerusalem to wor-
Notes, col. 456

On the reading

Printed Χριστος, for Χριστὸς.

Printed Ἰεοουσαλὴμ, for Ἰερουσαλὴμ.

PG 41:457Read from the page
νῆσαι ἐν τῇ ἑορτῇ, καὶ ἀνέκαμπτον, ἔμεινεν Ἰησοῦς· καὶ ἐζήτουν αὐτὸν ἐν τῇ ὁδοιπορίᾳ, καὶ ἐν τοῖς συγγενέσιν αὐτῶν, καὶ οὐχ εὕρισκον. Εἶχε γὰρ ἡ Μαρία συγγένειαν. Ἀνακάμψασα δὲ καὶ εὑροῦσα αὐτὸν, ἔφη αὐτῷ· Τί ἡμῖν ἐποίησας, τέκνον; Ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε. Ἐν τάξει γὰρ πατρὸς ὁ Ἰωσὴφ αὐτῷ ὑπῆρχεν· οὐ γὰρ ἦν αὐτῷ πατὴρ κατὰ φύσιν. Εἶτα ὁ Κύριος πρὸς αὐτήν· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; σημαίνων, ὅτι ὁ ναὸς εἰς ὄνομα Θεοῦ Πατρὸς ᾠκοδομήθη. Εἰ τοίνυν ἀπὸ νηπίου οἶδε τὸν ναὸν καὶ τὸν Πατέρα, οὐκ ἄρα ψιλὸς ἄνθρωπος ὁ γεννηθεὶς Ἰησοῦς, οὐδὲ μετὰ τὸ τριακοστὸν ἔτος, μετὰ τὸ ἐλθεῖν εἰς αὐτὸν τὸ εἶδος τῆς περιστερᾶς, Υἱὸς καὶ Χριστὸς ἐκαλεῖτο, ἀλλὰ εὐθὺς ἐν τοῖς τοῦ Πατρὸς αὐτοῦ δεῖν αὐτὸν εἶναι ἐδίδασκεν. Ὅτι δὲ ὁ Ἰωσὴφ οὐχὶ πατὴρ αὐτοῦ ἦν, ἀλλὰ ἐν τάξει πατρὸς, ἄκουε τοῦ αὐτοῦ εὐαγγελιστοῦ λέγοντος, τοῦ γράψαντος ἀπὸ προσώπου Μαρίας, ὅτι Ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε· πάλιν πῶς γράφει λέγων· Ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς, ὡς ἐνομίζετο, Ἰωσήφ. Ἐν δὲ τῷ εἰπεῖν, ὡς ἐνομίζετο, ἔδειξεν αὐτὸν μὴ εἶναι αὐτοῦ υἱὸν, ἀλλὰ νομίζεσθαι.
ship at the feast, and were returning, Jesus remained behind; and they sought Him on the journey, and among their kinsfolk, and did not find Him. For Mary had kinship. And having returned and found Him, she said to Him: Why hast Thou done thus to us, Child? Behold, Thy father and I have been seeking Thee in sorrow. For Joseph stood to Him in the place of a father; for he was not His father according to nature. Then the Lord said to her: Why is it that you were seeking Me? Did you not know that I must be in the things of My Father? signifying that the temple was built in the name of God the Father. If therefore from childhood He knows the temple and the Father, Jesus who was born is accordingly not a mere man, nor was He called Son and Christ after His thirtieth year, after the form of the dove came unto Him, but straightway He taught that He must be in the things of His Father. And that Joseph was not His father, but in the place of a father, hear the same evangelist who wrote in the person of Mary, Thy father and I have been seeking Thee in sorrow, how again he writes, saying: And Jesus was beginning to be about thirty years of age, being the son, as was supposed, of Joseph. Now in saying, as was supposed, he showed that He was not his son, but was supposed to be.
Λʹ. Ἐπιλείψει δέ μοι ὁ χρόνος διηγουμένῳ εἰς παράστασιν τῆς ἀληθείας, καὶ εἰς ἔλεγχον τῆς ματαιοφροσύνης Ἐβίωνος, καὶ τοῦ αὐτοῦ παραπεποιημένου ματαιόφρονος διδασκαλείου. Πόθεν γὰρ οὐ σαφὲς ἂν εἴη, ὅτι οὐ πατὴρ ἦν Ἰωσὴφ, ἀλλ' ἐν τάξει πατρὸς ἐνομίζετο; Ἰδοὺ γὰρ, φησὶν, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν. Καὶ οὐκ εἶπεν· Ἰδυὺ ἡ γυνή. Καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει· Καὶ τέξεται ἡ δάμαλις, καὶ ἐροῦσιν· Οὐ τέτοκεν. Ἐπειδὴ γάρ τινες τῶν Μανιχαίων καὶ Μαρκιωνιστῶν λέγουσιν αὐτὸν μὴ τετέχθαι, διὰ τοῦτο τέξεται, καὶ ἐροῦσιν· Οὐ τέτοκεν· ἐπειδὴ οὐ τέτοκεν ἡ Μαρία ἐκ σπέρματος ἀνδρός. Καὶ οὗτοι μανέντες λέγουσι ψευδῶς ἐκ σπέρματος ἀνδρὸς αὐτὴν γεγεννηκέναι. Γεγέννηκεν οὖν ἡ δάμαλις Θεὸν, ἄνθρωπον ἐν ἀληθείᾳ. Καὶ ὅτε μὲν δάμαλις ἡ Παρθένος καλεῖται, καὶ τὸ ταύτης λείψανον καθαρισμὸς ἦν τῶν κεκοινωμένων, ἄκουε τοῦ νόμου λέγοντος· Λάβε μοι δάμαλιν πυῤῥάν· ἵνα δείξῃ τὸ ἐκλεκτὸν σκεῦος τῆς Μαρίας, διὰ τὸ πυροειδὲς τῆς τοῦ Σωτῆρος θεότητος χωρηθὲν ἐν τῇ Παρθένῳ. Πῦρ γὰρ ὁ Θεὸς, φησὶ, καταναλίσκον. Καί φησιν ὁ νόμος δάμαλιν πυῤῥὰν, ἐφ' ᾗ ζυγὸς οὐκ ἀναβέβηκεν ἐπὶ τὸν τράχηλον· ἵνα δείξῃ τὴν Παρθένον δάμαλιν, μὴ γνοῦσαν ζυγὸν γάμου ἀνδρός. Ἀλλὰ τί μοι τὰ πλεῖστα διαλέγεσθαι; ὡς πάλιν Ἠσαΐας ἔφη ἐκ προσώπου τοῦ Κυρίου· ὅτι Λάβε σοι τόμον χάρτου καινοῦ μεγάλου· τόμον διὰ τὸ εἶναι μὲν τὴν Παρθένον ἐκ σπέρματος ἀνδρὸς, τετμῆσθαι δὲ ἀπὸ μίξεως ἀνδρῶν, καὶ τὸ τμηθῆναι ἀπὸ τῆς τῶν ἀνθρώπων κατὰ φύσιν συνηθείας. Πάν-
Chapter XXX. Time will fail me as I recount matters for the presentation of the truth, and for the refutation of the vain-mindedness of Ebion and of his counterfeit, vain-minded school. For whence would it not be clear that Joseph was not His father, but was supposed to stand in the place of a father? For behold, it says, the virgin shall conceive in the womb, and shall bear a son. And it did not say: Behold, the woman. And again in another place it says: And the heifer shall bear, and they shall say: She has not borne. For since certain of the Manichaeans and Marcionites say that He was not born, on this account she shall bear, and they shall say: She has not borne—since Mary has not borne from the seed of a man. And these men in their madness falsely say that she begot Him from the seed of a man. The heifer, therefore, has begotten God, a man in truth. And whereas the Virgin is called a heifer, and her remnant was a purification of those defiled, hear the law saying: Take for Me a red heifer; in order to show the chosen vessel of Mary, because of the fiery nature of the Saviour's Godhead contained in the Virgin. For God, it says, is a consuming fire. And the law says, a red heifer, upon whose neck a yoke has not come up; in order to show the Virgin as a heifer that has not known the yoke of marriage to a man. Yet why should I discourse at greatest length? Even as again Isaiah said in the person of the Lord: Take for yourself a cut sheet of great new paper—a cut sheet, because while the Virgin is from the seed of a man, she has been cut off from intercourse with men, and because of being cut off from the natural custom of human beings. For all-
Notes, col. 457

On the reading

Printed Ἰδυὺ, for Ἰδοὺ.

PG 41:460Read from the page
τες γὰρ ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς γεννῶνται.
men are begotten from a man's seed.
Ἡ δὲ τοῦ Χριστοῦ γέννησις κατὰ φύσιν μὲν γυναικὸς Παρθένου Μαρίας τὴν ἐνανθρώπησιν ἔσχηκε, παρὰ φύσιν δὲ ἐτμήθη ἀπὸ τῆς κατὰ τὴν ἀνθρωπότητα ἀκολουθίας· ὡς καὶ Ἰακὼβ περὶ αὐτοῦ λέγει· Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· καὶ οὐκ εἶπεν· Ἐκ σπέρματος ἀνέβης. Καὶ τούτου χάριν φησὶν ὁ ἅγιος Ἠσαῖας ὁ προφήτης, μᾶλλον δὲ ὁ Κύριος αὐτῷ λέγει· Λάβε σεαυτῷ νόμον χάρτου· τὸ εἶδος τῆς συνηθείας σημαίνων, ἐν ᾧ τὰ πάντα γράφουσιν υἱοὶ τῶν ἀνθρώπων, ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ὀγδόῳ ψαλμῷ λέγει· Ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, ἡμέρας πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. Βιβλίῳ γὰρ ἀπείκασε τὴν μήτραν. Διὰ τοῦτο ὁ Δαβὶδ λέγει· Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου· τουτέστι, Σπαρέντα πρὶν ἀπεικονισθῆναί με ἔγνως με· πρότερον, πρὶν τοῦ σπαρῆναί με.
And the birth of Christ had its incarnation according to nature from a woman, the Virgin Mary, yet beyond nature it was cut off from the sequence of human generation; as Jacob also says concerning Him: From a shoot, my son, you went up; and he did not say: From seed you went up. And for this sake the holy prophet Isaiah says, or rather the Lord says to him: Take for yourself a law of paper; signifying the form of custom wherein the sons of men write all things, as he also says in the hundred and thirty-eighth Psalm: In Your book all shall be written; by day they shall be fashioned, and no one among them. For he likened the womb to a book. Therefore David says: Your eyes saw my unformed substance; that is: When sown before I was delineated You knew me; beforehand, prior to my being sown.
ΛΑʹ. Ὁ δὲ Ἑβραϊκὸς θαυμαστῶς τὸ ῥῆμα σαφηνίζει. Τὸ ἀκατέργαστον γὰρ γολμὴ ἐκάλεσαν, ὅπερ ἑρμηνεύεται χόνδρος, ἢ σεμιδάλεως κόκκος, δῆθεν τὸ μηδέπω εἰς ἄρτον συνελθὸν καὶ φυραθὲν, ἀλλ' ὡς ἀπὸ κόκκου σίτου τμηθὲν χόνδρον ἢ χονδρῖτης, ἢ λεπτὴ ψηφὶς, ἥτις ἐκ σεμιδάλεως γίνεται. Οὕτως τὸ ἰσότυπον τοῦ εἴδους τὸ τεμνόμενον ἐξ ἀνθρώπου εἰς τὴν σπορὰν ἀκριβολογῶν ἀπέδειξε, καί φησιν, εἰς Ἑλλάδα διάλεκτον ἑρμηνευομένου τοῦ λόγου, Τὸ ἀκατέργαστον, τουτέστι τὸ ἄπλαστον ἔτι ἐν κοιλίᾳ, ἢ πρὸ κοιλίας εἶδον οἱ ὀφθαλμοί σου. Οἶδε γὰρ πάντα Θεὸς πρὶν γενέσθαι, ὡς γέγραπται. Πλὴν βιβλίον καὶ τόμος μήτρα ἐστὶν ἡ σημαινομένη. Καὶ οὐκ εἶπε· Λάβε σεαυτῷ βιβλίον, ἢ Λάβε σεαυτῷ χάρτην, ἀλλὰ τόμον, διὰ τὸ ἰδιάζον παρὰ τὴν τῶν ἀνθρώπων συνήθειαν. Χάρτου, διὰ τὸ γραφικὸν τῆς μήτρας. Καινοῦ, διὰ τὸ καινὸν τῆς Παρθένου, καὶ ἄχραντον. Μεγάλη γὰρ ὡς ἀληθῶς Μαριαμ ἡ ἁγία Παρθένος ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. Πῶς γὰρ οὐκ ἂν εἴπομεν ταύτην μεγάλην, χωρήσασαν τὸν ἀχώρητον, ὃν οὐρανὸς καὶ γῆ χωρεῖν οὐ δύνανται; Αὐτὸς δὲ, ἀχώρητος ὢν, κατὰ ἰδίαν προαίρεσιν καὶ εὐδοκίαν ἐχωρήθη βουλόμενος, καὶ οὐ κατὰ ἀνάγκην. Διὸ μέγας ὁ τόμος καὶ καινός· μέγας διὰ τὸ θαῦμα· καινὸς, ὅτι παρθένος. Καὶ, Γράψον, φησὶν, ἐν αὐτῷ γραφίδι ἀνθρώπου. Καὶ οὐκ εἶπε· Γράψει ἐν αὐτῷ τις γραφίδι ἀνθρώπου· οὐδὲ εἶπε· Γράψει ἐν αὐτῷ ἄνθρωπος, ἵνα μὴ εὕρῃ πρόφασιν ὁ Ἐβίων. Εἰ γὰρ εἶπε, Γράψει ἐν αὐτῷ ἄνθρωπος, εἶχεν εἰπεῖν, ὅτι ἄνθρωπος Ἰωσὴφ ἔσπειρε, καὶ ἐκ σπέρματος ἀνδρὸς ἐγεννήθη Χριστός. Τῷ δὲ Ἠσαΐᾳ πρὸ ἑπτακοσίων πεντηκοντατριῶν ἐτῶν πλείω ἢ ἐλάσσω ἔλεγε, Γράψον, ἵνα ἀπὸ τοῦ καιροῦ τοῦ διαστήματος ὀφθῇ πᾶσα
XXXI. Now the Hebrew marvellously clarifies the expression. For they called the unformed substance golme, which is translated groats, or a grain of fine flour, namely what has not yet come together and been kneaded into bread, but, as when cut from a grain of wheat, groats or coarse meal, or a fine pebble, which comes from fine flour. Thus, speaking with precision, he demonstrated the counterpart of the form that is severed from a man for sowing, and he says, when the expression is translated into the Greek tongue: My unformed substance, that is, what was still unfashioned in the womb, or prior to the womb, Your eyes saw. For God knows all things before they come to be, as it is written. Yet the book and tome signified is the womb. And He did not say: Take for yourself a book, or Take for yourself paper, but a tome, because of its distinctiveness beyond the custom of men. Of paper, because of the inscribing capacity of the womb. New, because of the newness of the Virgin, and her spotlessness. For great indeed is Mary the holy Virgin before God and men. For how should we not call her great, who contained the Uncontainable, Whom heaven and earth cannot contain? Yet He Himself, being uncontainable, was contained according to His own choice and good pleasure by willing it, and not out of necessity. Wherefore the tome is great and new: great because of the marvel; new, because a virgin. And, Write in it, He says, with a man's pen. And He did not say: Someone will write in it with a man's pen; nor did He say: A man will write in it, lest Ebion find a pretext. For if He had said, A man will write in it, he would have had occasion to say that the man Joseph sowed, and Christ was begotten from a man's seed. Rather, to Isaiah seven hundred and fifty-three years beforehand, more or less, He said, Write, so that from the interval of time there might be seen all
Notes, col. 460

On the reading

Printed χονδρῖτης, for χονδρίτης.

Printed Μαριαμ, for Μαριὰμ.