ΙΗʹ. Οὗτος μὲν οὖν ὁ Ἐβίων καὶ αὐτὸς ἐν τῇ Ἀσίᾳ τὸ εἶχε κήρυγμα καὶ Ῥώμῃ, τὰς δὲ ῥίζας τῶν ἀκανθωδῶν παραφυάδων ἔχουσιν ἀπό τε τῆς Ναβατέας καὶ Πανεάδος τὸ πλεῖστον, Μωαβίτιδός τε καὶ Κωκάβων τῆς ἐν τῇ Βασανίτιδι γῇ ἐπέκεινα Ἀδραῶν· ἀλλὰ καὶ ἐν τῇ Κύπρῳ. Ἀναγκάζουσι δὲ, καὶ παρ' ἡλικίαν ἐκγαμίζουσι τοὺς νέους, ἐξ ἐπιτροπῆς δῆθεν τῶν παρ' αὐτοῖς διδασκαλίων. Πρεσβυτέρους γὰρ οὗτοι ἔχουσι καὶ ἀρχισυναγώγους. Συναγωγὴν δὲ οὗτοι καλοῦσι τὴν ἑαυτῶν ἐκκλησίαν, καὶ οὐχὶ ἐκκλησίαν· τῷ Χριστῷ δὲ ὀνόματι μόνον σεμνύνονται· καὶ οὐ μόνον ἑνί τινι γάμῳ τὰς συναφείας ποιεῖσθαι, ἀλλ' εἰ καὶ θελήσειέ τις τοῦ πρώτου γάμου διαζεύγνυσθαι, ἑτέρῳ δὲ συνάπτεσθαι, ἐπιτρέπουσιν ἄχρι καὶ δευτέρου καὶ τρίτου καὶ ἑβδόμου γάμου. Πάντα γὰρ παρ' αὐτοῖς ἀδεῶς πράττεται. Ἀβραὰμ δὲ ὁμολογοῦσι καὶ Ἰσαὰκ καὶ Ἰακώβ· Μωϋσῆν τε καὶ Ἀαρὼν, Ἰησοῦν τε τὸν τοῦ Ναυῆ, ἁπλῶς διαδεξάμενον Μωϋσέα, οὐδὲν δὲ ὄντα. Μετὰ τούτους δὲ οὐκέτι ὁμολογοῦσί τινα τῶν προφητῶν, ἀλλὰ καὶ ἀναθεματίζουσι καὶ χλευάζουσι, Δαβίδ τε καὶ τὸν Σαλομῶνα, ὁμοίως δὲ τοὺς περὶ Ἠσαΐαν καὶ Ἱερεμίαν καὶ Δανιὴλ καὶ Ἰεζεκιήλ· Ἠλίαν τε καὶ Ἐλισσαῖον ἀθετοῦσιν. Οὐ γὰρ συντίθενται, βλασφημοῦντες τὰς αὐτῶν προφητείας· ἀλλὰ μόνον τὸ Εὐαγγέλιον δέχονται. Τὸν δὲ Χριστὸν προφήτην λέγουσι τῆς ἀληθείας, καὶ Χριστὸν Υἱὸν Θεοῦ κατὰ προκοπὴν, καὶ κατὰ συνάφειαν ἀναγωγῆς τῆς ἄνωθεν πρὸς αὐτὸν γεγενημένης. Τοὺς δὲ προφήτας λέγουσι συνέσεως εἶναι προφήτας, καὶ οὐκ ἀληθείας. Αὐτὸν δὲ μόνον θέλουσιν εἶναι προφήτην, καὶ ἄνθρωπον, καὶ Υἱὸν Θεοῦ, καὶ Χριστόν· καὶ ψιλὸν ἄνθρωπον, ὡς προείπομεν, διὰ δὲ ἀρετὴν βίου ἥκοντα εἰς τὸ καλεῖσθαι Υἱὸν Θεοῦ. Οὔτε γὰρ δέχονται τὴν Πεντάτευχον Μωϋσέως ὅλην, ἀλλά τινα ῥήματα ἀποβάλλουσιν. Ὅταν δὲ αὐτοῖς εἴπῃς περὶ ἐμψύχων βρώσεως· Πῶς οὖν Ἀβραὰμ παρέθετο τοῖς ἀγγέλοις τὸν μόσχον καὶ τὸ γάλα; ἢ πῶς ἔφαγε Νῶε, καὶ ἤκουσεν ἀπὸ Θεοῦ λέγοντος, Θῦσον καὶ φάγε; πῶς δὲ Ἰσαὰκ καὶ Ἰακὼβ ἔθυσαν τῷ Θεῷ, ὁμοίως δὲ καὶ Μωϋσῆς ἐν τῇ ἐρήμῳ; ἐκείνοις μὲν ἀπιστεῖ, καί φησι· Τίς χρεία με ἀναγινώσκειν τὰ ἐν τῷ νόμῳ, ἐλθόντος τοῦ Εὐαγγελίου; Πόθεν σοι τοίνυν τὰ περὶ Μωϋσέως καὶ Ἀβραὰμ εἰδέναι; Οἶδα γὰρ, ὡς ὁμολογεῖτε αὐτοὺς εἶναι δικαίους, καὶ πατέρας ἑαυτῶν ἐπιγράφεσθε. Εἶτα ἀποκρίνεται, καὶ λέγει, ὅτι Χριστός μοι ἀπεκάλυψε· καὶ βλασφημεῖ τὰ πλείω τῆς νομοθεσίας, καὶ τοὺς περὶ Σαμψὼν καὶ Δαβὶδ καὶ
XVIII. This Ebion, then, himself also held his preaching in Asia and Rome, yet they have the roots of their thorny offshoots for the most part from Nabataea and Paneas, and from Moabitis and Cochaba in the land of Basanitis beyond Adraa, and also in Cyprus. And they compel and give away in marriage the young even before due age, by permission forsooth of the teachers among them. For these men have presbyters and rulers of the synagogue; and they call their own church a synagogue, and not a church, and pride themselves in the name of Christ alone. And not only do they contract unions in a single marriage, but even if anyone should wish to be divorced from his first marriage and be joined to another, they permit it up to a second and third and seventh marriage; for everything is done among them without fear. They confess Abraham and Isaac and Jacob, Moses and Aaron, and Joshua the son of Nun, as merely having succeeded Moses and being nothing further. After these they no longer confess any of the prophets, but even anathematize and mock David and Solomon, and likewise those around Isaiah and Jeremiah and Daniel and Ezekiel; and Elijah and Elisha they reject. For they do not assent to them, blaspheming their prophecies, and accept the Gospel alone. Christ they call the prophet of truth, and Christ the Son of God by advancement and by conjunction of the elevation that came to pass unto Him from above; whereas the prophets they say are prophets of intelligence, and not of truth. Him alone they wish to be prophet, and man, and Son of God, and Christ—yet a mere man, as we said before, who through virtue of life attained to being called Son of God. Nor do they accept the whole Pentateuch of Moses, but cast out certain sayings. And whenever you speak to them concerning the eating of living creatures—How then did Abraham set before the angels the calf and the milk? or how did Noah eat, and hear from God saying, Slay and eat? and how did Isaac and Jacob sacrifice to God, and likewise Moses in the wilderness?—he disbelieves those things, and says: What need is there for me to read the things in the law, now that the Gospel has come? Whence then is it yours to know the matters concerning Moses and Abraham? For I know that you confess them to be righteous, and inscribe them as your fathers. Then he answers and says: Christ revealed it to me; and he blasphemes most of the legislation, and those around Samson and David and