Migne Reading Room

PG 41 · cols. 377–388 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:377Read from the page
μέρος τι τοῦ ἔργου σώζεται, οὐκέτι τὸ ἔργον φαῦλον, κἄν τε μέρος αὐτοῦ σωζόμενον εὑρίσκοιτο, οὔτε οἱ ποιήσαντες φαῦλοι τὸν σωζόμενον τεχνησάμενοι. Ει δὲ ὅλως ἐξ ἀγγέλων ἡ ψυχὴ, καὶ ἄνωθεν λαμβάνει δύναμιν παραχθεῖσα· ἄρα γε οἱ ἄγγελοι πλέον σωτηρίας τεύξονται, ὅτι ἡ ἀπ' αὐτῶν ψυχὴ σώζεται, καὶ φαύλων οὖσα. Σωζομένης δὲ αὐτῆς, οὐκέτι φαῦλος οὔτε αὐτὴ ἡ ψυχὴ ἡ γενομένη ὑπὸ τῶν ἀγγέλων, οὔτε οἱ ἄγγελοι, ἐξ ὧν αὐτὴ ἡ ψυχὴ ὑπάρχει.
some part of the work is saved, the work is no longer base if even a part of it be found saved, nor are the makers base who fashioned the one who is saved. And if the soul derives from angels at all and, once brought forth, receives power from above, then surely the angels will all the more obtain salvation, seeing that the soul derived from them is saved even though springing from base makers; and since it is saved, neither the soul itself that came into being through the angels is base any longer, nor are the angels from whom that soul derives.
Ηʹ. Παντὶ δὲ τῷ τὸν νοῦν ἐῤῥωμένον ἔχοντι ἰστέον ἂν εἴη, ὅτι ἀνοίας ἐστὶ τὸ πᾶν τοῦτο ἀγυρτῶδες ἐργαστήριον. Καταισχυνθήσονται δὲ αὖθις οὗτοι καὶ ἀπὸ τῶν αὐτῶν λόγων. Ει γὰρ Ἰησοῦς οὐκ ἀπὸ παρθένου Μαρίας, ἀλλὰ ἐκ σπέρματος Ἰωσὴφ καὶ τῆς αὐτῆς Μαρίας, σώζεται δὲ οὗτος· ἄρα καὶ αὐτοὶ σωθήσονται οἱ τοῦτον γεγεννηκότες. Καὶ εἰ ἡ Μαρία καὶ Ἰωσὴφ ἀπὸ τοῦ Δημιουργοῦ ὑπάρχουσιν, ἄρα τὸν Δημιουργὸν κτίστην ἔφασαν, καὶ οὐκέτι ἐν ὑστερήματι ἔσται ὁ τὸν Ἰωσὴφ καὶ τὴν Μαρίαν ποιήσας ἐξ ὧν ὁ Ἰησοῦς παρὰ τοῦ ἄνω ἀγνώστου Πατρὸς ὑπάρχει. Εἰ δὲ καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ τῶν ἀγγέλων ἐστὶ, καὶ ὁ δημιουργὸς εἷς ἐστι τῶν ἀγγέλων· ἄρα γε ἀτοπήματι τῷ ἑνὶ πάντες περιπεσοῦνται, ὁποίῳ καὶ οἱ ἄγγελοι περιπεπτώκασι· καὶ ἀσύστατον εἴη ἂν τὸ παρ' αὐτῶν δραματούργημα, δηλητηρίου ἔμπλεων, καὶ πάσης ἰώδους διδασκαλίας μεμεστωμένον. Ταύτην δὲ αὖθις ὀπίσω τρέψαντες, ὥσπερ δράκοντος κεφαλὴν ξύλῳ τῆς πίστεως καὶ τῆς ἀληθείας ἐπὶ γῆς λακήσαντες, ταῖς ἄλλαις θηριομόρφοις προσπελάσαντες, ἐπ' ὀλέθρῳ τούτων καὶ τῶν τοιούτων βαδιούμεθα.
Chapter VIII. Anyone possessing a sound mind must surely know that the whole of this mountebank's workshop is sheer folly; and these people will once again be put to shame out of their own words as well. For if Jesus was born not of the Virgin Mary, but from the seed of Joseph and the same Mary, and yet He is saved, then those who begot Him will themselves also be saved. And if Mary and Joseph derive from the Demiurge, then they have pronounced the Demiurge to be the Creator, and He Who made Joseph and Mary—from whom Jesus derives alongside the unknown Father above—will no longer be in defect. If, on the other hand, Jesus Himself also derives from the angels, and the Demiurge is one of the angels, then all of them will fall into one and the same absurdity into which the angels too have fallen; and their dramatic fabrication will prove incoherent, full of poison, and crammed with every venomous teaching. Having turned this heresy back in flight as well, bursting its head asunder upon the earth like that of a dragon with the wood of faith and truth, let us approach the other beast-shaped sects and advance to the overthrow of them and their like.
ΚΑΤΑ ΚΗΡΙΝΘΙΑΝΩΝ,
Against the Cerinthians,
Ἤτοι Μηρινθιανῶν,
Or Merinthians,
Ὀγδόη, ἡ καὶ εικοστὴ ὀγδόη.
Eighth, and also twenty-eighth.
Αʹ. Κήρινθος δὲ αὖθις, ἀφ' οὗπερ οἱ Κηρινθιανοὶ λεγόμενοι, ἀπὸ ταύτης τῆς θηριώδους σπορᾶς τὸν ἰὸν τῷ κόσμῳ φέρων ἧκει. Σχεδὸν δὲ οὐδὲν ἕτερον παρὰ τὸν προειρημένον Καρποκρᾶν, ἀλλὰ τὰ αὐτὰ τῷ κόσμῳ κακοποιὰ φάρμακα ἐκβλυστάνει. Τὰ ἴσα γὰρ τῷ προειρημένῳ εἰς τὸν Χριστιανὸν συκοφαντήσας, ἐξηγεῖται καὶ οὗτος ἐκ Μαρίας καὶ ἐκ σπέρματος Ἰωσὴφ τὸν Χριστὸν γεγεννῆσθαι, καὶ τὸν κόσμον ὁμοίως ὑπὸ ἀγγέλων γεγενῆσθαι. Οὐδὲν γὰρ οὗτος παρὰ τὸν πρῶτον διήλλαξε τῇ εἰσαγωγῇ τῆς αὐτοῦ διδασκαλίας ἀλλ' ἢ ἐν τούτῳ μόνον, ἐν τῷ προσέχειν τῷ Ἰουδαϊσμῷ ἀπὸ μέρους. Φάσκει δὲ οὗτος τὸν νόμον καὶ τοὺς προφήτας ὑπὸ ἀγγέλων δεδόσθαι, καὶ τὸν δεδωκότα νόμον ἕνα εἶναι τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκότων. Ἐγένετο δὲ οὗτος ὁ Κήρινθος ἐν τῇ Ἀσίᾳ διατρίβων, κἀκεῖσε τοῦ κηρύγματος τὴν
Chapter I. Cerinthus in turn—after whom the so-called Cerinthians are named—has come bringing his venom to the world from this same beastly seed. He gushes forth practically nothing different from the aforesaid Carpocras, but the very same noxious drugs upon the world. For having uttered the same slanders against Christ as the aforesaid man, he too expounds that Christ was begotten of Mary and of the seed of Joseph, and that the world likewise came into being through angels. Indeed, in the introduction of his teaching this man differed in nothing from the former save in this respect alone, that he adhered in part to Judaism. And he asserts that the Law and the Prophets were given by angels, and that the giver of the Law was one of the angels who made the world. Moreover, this Cerinthus spent his time in Asia, and there [began] the ... of his preaching
Notes, col. 377

On the reading

Printed Ει, for Εἰ.

Printed εικοστὴ, for εἰκοστὴ.

Printed ἧκει, for ἥκει.

Printed Χριστιανὸν, for Χριστὸν.

PG 41:380Read from the page
ἀρχὴν πεποιημένος. Ἤδη δὲ περὶ τούτου εἴπομεν, ὡς καὶ οὗτος ἐκήρυττεν οὐκ ἀπὸ τῆς πρώτης καὶ ἄνωθεν δυνάμεως τὸν κόσμον γεγεννῆσθαι, ἄνωθεν δὲ ἐκ τοῦ ἄνω Θεοῦ, μετὰ τὸ ἀδρυνθῆναι τὸν Ἰησοῦν τὸν ἐκ σπέρματος Ἰωσὴφ καὶ Μαρίας γεγεννημένον, κατεληλυθέναι τὸν Χριστὸν εἰς αὐτὸν, τουτέστι τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς ἐν τῷ Ἰορδάνῃ, καὶ ἀποκαλύψαι αὐτῷ, καὶ δι' αὐτοῦ τοῖς μετ' αὐτοῦ τὸν ἄγνωστον Πατέρα. Καὶ διὰ τοῦτο, ἐπειδὴ ἦλθεν ἡ δύναμις εἰς αὐτὸν ἄνωθεν, δυνάμεις ἐπιτετελεκέναι, καὶ αὐτοῦ πεπονθότος τὸ ἐλθὸν ἄνωθεν ἀναπτῆναι ἀπὸ τοῦ Ἰησοῦ ἄνω. Πεπονθότα δὲ τὸν Ἰησοῦν, καὶ πάλιν ἐγηγερμένον· Χριστὸν δὲ τὸν ἄνωθεν ἐλθόντα εἰς αὐτὸν ἀπαθῆ ἀναπτάντα, ὅπερ ἐστὶ τὸ κατελθὸν ἐν εἴδει περιστερᾶς, καὶ οὐ τὸν Ἰησοῦν εἶναι Χριστόν.
having made a beginning. And we have already spoken concerning this man, how he too proclaimed that the world had not been begotten by the first and supreme Power, and that from above, from the God on high, after Jesus who was begotten from the seed of Joseph and Mary had grown to maturity, Christ—that is, the Holy Spirit—came down into him in the form of a dove in the Jordan, and revealed to him, and through him to those with him, the unknown Father. And on this account, since the power came into him from above, he accomplished mighty works, and when he suffered, that which had come from above flew back up again from Jesus on high; and that Jesus suffered and was raised again, whereas Christ who came from above into him flew back up impassible—which is that which came down in the form of a dove—and that Jesus is not Christ.
Βʹ. Ἐκπέπτωκε δὲ καὶ οὗτος, ὡς ὁρᾶτε πάντες οἱ τῆς ἀληθείας ἐρασταί. Φάσκει γὰρ τὸν νόμον δεδωκότα οὐκ ἀγαθὸν, οὗ τῷ νόμῳ πείθεσθαι δοκεῖ, δῆλον δὲ, ὅτι ὡς ἀγαθῷ. Πῶς οὖν ὁ πονηρὸς τὸν ἀγαθὸν νόμον δέδωκεν; Εἰ γὰρ καλὸν τὸ μὴ μοιχεύειν, καὶ καλὸν τὸ μὴ φονεύειν, πόσῳ γε μᾶλλον ὁ ἐντειλάμενος βελτίων εἴη, ἐάν γε ὁ μὴ πράξας ἀγαθὸς ὁμολογεῖται! Πῶς δὲ κατηγορηθήσεται κακὰ πράττων ὁ τὸ ἀγαθὸν συμβουλεύων, καὶ ἀγαθὸν διδοὺς νόμον; Ἀλλὰ μανιώδης ὁ ἀνὴρ τοιούτοις ἐγχειρῶν. Οὗτος δέ ἐστιν, ἀγαπητοὶ, εἷς τῶν ἐπὶ τῶν ἀποστόλων ὁ τὴν ταραχὴν ἐργασάμενος, ὅτε οἱ περὶ Ἰάκωβον γεγράφασιν εἰς τὴν Ἀντιόχειαν Ἐπιστολὴν, λέγοντες· Ὅτι ἔγνωμέν τινας ἐξ ἡμῶν πρὸς ὑμᾶς ἐλθόντας, καὶ ταράξαντας ὑμᾶς λόγοις, οἷς οὐ διετειλάμεθα. Καὶ οὗτος εἷς ἐστι τῶν ἀντιστάντων τῷ ἁγίῳ Πέτρῳ, ἐπειδὴ εἰσῆλθε πρὸς Κορνήλιον τὸν ἅγιον, ὅτε μετεστείλατο αὐτὸν καταξιωθεὶς ὀπτασίας ἀγγέλου. Καὶ ὁ Πέτρος ἐδίσταζε, καὶ εἶδε τὸ ὅραμα τῆς ὀθόνης, καὶ τὰ ἐν αὐτῇ, καὶ ἤκουσε παρὰ Κυρίου, μηδὲν κοινὸν λέγειν ἢ ἀκάθαρτον. Οὗτος οὖν παρεκίνει περὶ τοῦ Πέτρου ἀνελθόντος εἰς Ἱερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς λέγων, ὅτι· Εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας. Ἐποίησε δὲ τοῦτο Κήρινθος πρὶν ἢ ἐν τῇ Ἀσίᾳ κηρύξαι τὸ αὐτοῦ κήρυγμα, καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς ἑαυτοῦ ἀπωλείας βάραθρον. Διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίτομον, δῆθεν ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν, διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηράσατο.
Chapter II. Yet this man also has fallen away, as all of you lovers of the truth can see. For he asserts that He Who gave the Law is not good, Whose Law he nevertheless seems to obey—plainly as being good. How then did one who is evil give the good Law? For if not committing adultery is good, and not committing murder is good, how much better must He be Who commanded these things, if indeed the one who has refrained from doing them is acknowledged to be good! And how shall He be accused of doing evil Who counsels what is good and gives a good Law? Truly, the man who attempts such things is raving mad. And this man, beloved, is one of those who stirred up the disturbance in the time of the apostles, when James and those with him wrote the Epistle to Antioch, saying: Forasmuch as we have heard that certain men who went out from us have come unto you and troubled you with words, to whom we gave no commandment. And this man is one of those who withstood holy Peter, because he went in unto holy Cornelius when the latter sent for him after being deemed worthy of a vision of an angel. And Peter was in doubt, and saw the vision of the sheet and the things in it, and heard from the Lord to call nothing common or unclean. This man therefore stirred up the multitudes of those of the circumcision concerning Peter when he went up to Jerusalem, saying: He went in unto men having uncircumcision. And Cerinthus did this before proclaiming his preaching in Asia and falling into the deeper pit of his own perdition; for because he was himself circumcised, ostensibly out of hostility towards the believers in uncircumcision, he hunted for a pretext by means of circumcision.
Γʹ. Τοῦ δὲ Κυρίου πάντοτε τὴν ἐπιμέλειαν τῆς ἀνθρωπότητος ποιουμένου, καὶ τὸ σαφὲς τῆς ἀληθείας ἐν τοῖς τῆς ἀληθείας υἱοῖς ἀσφαλιζομένου, καὶ δόντος Πέτρῳ τῷ ἁγίῳ ἀποστόλῳ ποιήσασθαι τὴν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἐλέγχους, φανερὰ γίνεται ἡ τοῦ Κηρίνθου ἄνοια. Φησὶ γὰρ ὁ ἅγιος Πέτρος· Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ· καὶ εἶδον ἐν μέσῃ τῇ ἡμέρᾳ περὶ ὥραν ἕκτην ὀθόνην καθιεμένην ἐν τέτρασιν
Chapter III. Yet since the Lord continually takes care of humanity, and secures the clearness of the truth in the sons of truth, and granted to Peter the holy apostle to carry out the refutation against him and his followers, the folly of Cerinthus becomes manifest. For holy Peter says: I was in the city of Joppa, and I saw at midday about the sixth hour a sheet let down by four
Notes, col. 380

On the reading

Printed ἀδρυνθῆναι, for ἁδρυνθῆναι.

PG 41:381Read from the page
ἀρχαῖς, ἐν ᾗ ἦν πάντα τετράποδα καὶ ἑρπετά. Καὶ εἶπέ μοι· Θῦσον καὶ φάγε. Ἐγὼ δὲ εἶπον· Κύριε, μηδαμῶς· ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου. Ἀπεκρίθη δέ μοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Καὶ ἐξ αὐτῆς ἰδοὺ δύο ἄνδρες εἱστήκεισαν εἰς τὴν οἰκίαν. Καὶ εἶπέ μοι τὸ Πνεῦμα· Πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος. Καὶ λοιπὸν διηγεῖται, ὡς ἐν παραβολῇ ταῦτα, ἃ πρὸς αὐτὴν εἴρηται· καὶ ὡς οὐ τότε ἐδίδαξεν, ἕως ὅτε ὁ Κύριος ἐναργῶς ἔδειξεν αὐτῷ ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν. Εὐθὺς γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ὅτε ἦλθεν εἰς Καισάρειαν, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ Κορνήλιον. Καὶ ἰδὼν Πέτρος εἶπε· Μή τις δύναται κωλῦσαι τὸ ὕδωρ ἀπὸ τούτων τῶν καταξιωθέντων τὸ Πνεῦμα τὸ ἅγιον λαβεῖν, ὡς καὶ ἡμεῖς ἐξ ἀρχῆς; Τὸ πᾶν δὲ ἦν τοῦτο μυστήριον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον, ὅπως ὅ τε ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται, ὅτι οὐκ ἀπ' ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ' ἐκ Θεοῦ. Προὔλαβε γὰρ ὁ Θεὸς δοῦναι τὴν δωρεὰν τοῦ Πνεύματος, καὶ τὴν τοῦ ἀγγέλου ὀπτασίαν, καὶ τὴν ἀποδοχὴν τῆς εὐχῆς, καὶ νηστειῶν, καὶ ἀγαθοποιιῶν· ἵνα ὃ ἐπιστεύθησαν οἱ ἀπόστολοι, μάλιστα ὁ ἅγιος Πέτρος, καὶ οἱ λοιποὶ ἀπόστολοι, μὴ ἀποστερήσωσι τὸν ἐκ Θεοῦ κατὰ ἀλήθειαν κεκλημένον.
corners, wherein were all four-footed beasts and creeping things. And He said unto me: Kill and eat. But I said: Not so, Lord; for nothing common or unclean has ever entered into my mouth. And a voice answered me a second time out of heaven: What God has cleansed, do not call common. And straightway, behold, two men stood at the house. And the Spirit said unto me: Go with them, doubting nothing. And thereafter he recounts these things which were spoken unto her as in a parable, and how he did not teach at that time until the Lord clearly showed him what He was teaching him through words and types. For straightway when he opened his mouth after coming to Caesarea, the Holy Spirit fell upon Cornelius. And seeing this, Peter said: Can anyone forbid the water from these who have been deemed worthy to receive the Holy Spirit, just as we also did from the beginning? Now this whole matter was a mystery and a work of God's loving-kindness towards mankind, so that both holy Peter and everyone might know that the salvation of the Gentiles is not from men, but from God. For God acted beforehand to grant the gift of the Spirit, and the vision of the angel, and the acceptance of prayer, and of fastings, and of good deeds, in order that the apostles—above all holy Peter, and the rest of the apostles—might not deprive of that with which they had been entrusted the man who had in truth been called by God.
Δʹ. Ἀλλὰ ταῦτα μὲν τότε ἐπραγματεύθη, κινηθέντα ὑπὸ τοῦ προειρημένου ψευδαποστόλου Κηρίνθου· ὡς καὶ ἄλλοτε στάσιν αὐτός τε καὶ οἱ μετ' αὐτοῦ εἰργάσαντο ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ, ὁπηνίκα Παῦλος ἀνῆλθε μετὰ Τίτου, ὡς καὶ οὗτος ἔφη, ὅτι Ἄνδρας ἀκροβύστους εἰσήνεγκε μεθ' ἑαυτοῦ, ἤδη περὶ τούτου λέγων, Κεκοίνωκε, φησὶ, τὸν ἅγιον τόπον. Διὸ καὶ Παῦλος λέγει· Ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι· διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ, οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ. Καὶ τοῖς ἐν ἀκροβυστίᾳ παραγγέλλων ἔλεγεν· Μὴ περιτέμνεσθε· ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Διήρκεσε δὲ ἡ περιτομὴ χρόνῳ ὑπηρετήσασα, ἕως ἡ μείζων περιτομὴ παρεγένετο, τουτέστι τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὡς παντί τῳ δῆλόν ἐστι, καὶ σαφέστερον δείκνυται ἀπὸ τῶν παρὰ τοῖς ἀποστόλοις εἰρημένων, μάλιστα παρὰ τῷ ἁγίῳ Ἀποστόλῳ. Φάσκει γὰρ οὕτως· Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ. Παντὶ δὲ τῷ βουλομένῳ κατανοεῖν τὰ παρὰ τοῖς ἀποστόλοις τότε πεπραγματευμένα, θαυμάσαι ἔπεστι, πῶς τὰ παρὰ τῇ αἱρέσει ταύτῃ ἐξ ἐπινοίας πνεύματος πλάνης ἐνεργηθέντα τὸν χαρακτῆρα ὑποδείκνυσι τῶν διὰ τῶν αἱρέσεων τούτων ἐν τοῖς ἀποστόλοις τὴν κίνησιν ἐργασαμένων. Ἀποστάντων γὰρ τούτων, καὶ εἰς ψευδαποστόλους τραπέντων, καὶ ἄλλους ψευδαποστόλους ἀποστειλάντων, ὡς καὶ ἤδη προείρηται, εἰς τὴν Ἀντιόχειαν ἐν ἀρχῇ, καὶ εἰς ἄλλους τόπους, λέγοντας, ὅτι, Ἐὰν μὴ περιτμηθῆτε, καὶ φυλά-
Chapter IV. Now these things were carried on at that time, stirred up by the aforesaid false apostle Cerinthus; just as at another time also both he himself and those with him wrought sedition in Jerusalem itself when Paul went up with Titus, as this man too said: He brought uncircumcised men in with himself—already speaking concerning this man—He has defiled, says he, the holy place. Wherefore Paul also says: Yet not even Titus who was with me, being a Greek, was compelled to be circumcised; and that because of the false brethren privily brought in, who came in privily to spy out our liberty which we have in Christ, to whom we yielded in subjection, no, not for an hour. And charging those in uncircumcision he used to say: Be not circumcised; for if you be circumcised, Christ will profit you nothing. Now circumcision lasted while serving for a season, until the greater circumcision arrived, that is, the laver of regeneration, as is plain to everyone, and is more clearly demonstrated from the things spoken among the apostles, above all in the holy Apostle; for he declares thus: To whom we yielded in subjection, no, not for an hour. And to anyone who wishes to consider the matters transacted among the apostles at that time, one may marvel how the things wrought in this heresy out of the contrivance of a spirit of error exhibit the character of those who through these heresies wrought the commotion among the apostles. For when these men fell away and turned into false apostles, and sent out other false apostles, as has already been stated before, to Antioch in the beginning and to other places, saying, Unless you are circumcised, and keep
Notes, col. 381

On the reading

Printed αὐτὴν, for αὐτὸν.

PG 41:384Read from the page
ξητε τὸν νόμον Μωϋσέως, οὐ δύνασθε σωθῆναι· οὐχ ἡ τυχοῦσα τότε ταραχὴ ἐγένετο, ὡς προείρηται. Καὶ οὗτοί εἰσιν οἱ παρὰ τῷ Παύλῳ εἰρημένοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
the Law of Moses, you cannot be saved: no ordinary disturbance arose at that time, as has been stated before. And these are they who are called by Paul false apostles, deceitful workers, fashioning themselves into apostles of Christ.
Εʹ. Χρῶνται γὰρ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀπὸ μέρους, καὶ οὐχὶ ὅλῳ· ἀλλὰ διὰ τὴν γενεαλογίαν τὴν ἔνσαρκον, καὶ ταύτην μαρτυρίαν φέρουσι ἀπὸ τοῦ Εὐαγγελίου, πάλιν λέγοντες, ὅτι Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος. Τί οὖν, φασί; Περιετμήθη ὁ Ἰησοῦς· περιτμήθητι καὶ αὐτός. Χριστὸς κατὰ νόμον, φασὶν, ἐπολιτεύσατο, καὶ αὐτὸς τὰ ἴσα ποίησον. Ὅθεν καί τινες ἐκ τούτων, ὡς ὑπὸ δηλητηρίων ὑφαρπαχθέντες, πείθονται ταῖς πιθανολογίαις διὰ τὸ τὸν Χριστὸν περιτετμῆσθαι. Τὸν δὲ Παῦλον ἀθετοῦσι, διὰ τὸ μὴ πείθεσθαι τῇ περιτομῇ. Ἀλλὰ καὶ ἐκβάλλουσιν αὐτὸν, διὰ τὸ εἰρηκέναι· Ὅσοι ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε· καὶ ὅτι, Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
Chapter V. For they make use of the Gospel according to Matthew in part, and not as a whole, but on account of the Genealogy according to the flesh; and they bring forward this testimony from the Gospel, saying again: It is enough for the disciple that he become as his master. What then, say they? Jesus was circumcised: be circumcised yourself also. Christ, say they, lived according to the Law: do the like yourself also. Whence certain among them, snatched away as if by deadly poisons, are persuaded by these plausible arguments because Christ was circumcised. Yet Paul they reject, because he does not obey circumcision; nay, they even cast him out because he has said: Whosoever of you are justified by the Law, you have fallen away from grace; and: If you be circumcised, Christ will profit you nothing.
Ζʹ. Οὗτος δὲ ὁ Κήρινθος ἀνόητος καὶ ἀνοήτων διδάσκαλος φάσκει πάλιν τολμήσας, Χριστὸν πεπονθέναι καὶ ἐσταυρῶσθαι, μήπω δὲ ἐγηγέρθαι. Μέλλειν δὲ ἀνίστασθαι, ὅταν ἡ καθόλου γένηται νεκρῶν ἀνάστασις. Ἀσύστατα τοίνυν ταῦτα παρ' ἐκείνοις τά τε ῥήματα καὶ νοήματα. Ὅθεν καὶ ὁ Παῦλος ἐκπληττόμενος τοῖς μὲν ἀπιστοῦσι τῇ ἀναστάσει τῶν νεκρῶν τῇ μελλούσῃ ἔσεσθαι, λέγει· Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· καὶ τὸ, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν· καὶ τὸ, Μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· πάλιν δὲ τοῖς λέγουσι τὸν Χριστὸν μηδέπω ἐγηγερμένον ὡσαύτως τὸν ἔλεγχον ἐπιφέρει, λέγων· Εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν, ματαία καὶ ἡ πίστις ὑμῶν· εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν· ὡς τῶν μὲν ἀποστόλων κηρυττόντων Χριστὸν ἐγηγέρθαι, τινῶν δὲ αἱρέσεων λεγουσῶν Χριστὸν μὲν ἐγηγέρθαι, νεκροὺς δὲ μὴ ἐγείρεσθαι. Ἐν ταύτῃ γὰρ τῇ πατρίδι, φημὶ δὲ Ἀσίᾳ, ἀλλὰ καὶ ἐν τῇ Γαλατίᾳ πάνυ ἤκμασε τὸ τούτων διδασκαλεῖον, ἐν οἷς καί τι παραδόσεως πρᾶγμα ἦλθεν εἰς ἡμᾶς· ὡς τινῶν μὲν παρ' αὐτοῖς προφθανόντων τελευτῆσαι ἄνευ βαπτίσματος, ἄλλους δὲ ἀντ' αὐτῶν εἰς ὄνομα ἐκείνων βαπτίζεσθαι, ὑπὲρ τοῦ μὴ ἐν τῇ ἀναστάσει ἀναστάντας αὐτοὺς δίκην δοῦναι τιμωρίας, βάπτισμα μὴ εἰληφότας, γίνεσθαι δὲ ὑποχειρίους τῆς τοῦ κοσμοποιοῦ ἐξουσίας. Καὶ τούτου ἕνεκα ἡ παράδοσις ἡ ἐλθοῦσα εἰς ἡμᾶς φησι τὸν αὐτὸν ἅγιον Ἀπόστολον εἰρηκέναι· Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; Καλῶς δὲ ἄλλοι τὸ ῥητὸν ἑρμηνεύοντες, φασὶν ὅτι οἱ μέλλοντες τελευτᾷν, ἐὰν
Chapter VII. Moreover, this Cerinthus, senseless himself and a teacher of the senseless, dares again to assert that Christ suffered and was crucified, yet has not yet been raised, and that he is about to rise when the universal resurrection of the dead takes place. Incoherent, therefore, among those men are both their words and their notions. Whence Paul also, marvelling at them, says to those on the one hand who disbelieve in the resurrection of the dead that is to come: If the dead are not raised, neither has Christ been raised; and that saying: Let us eat and drink, for tomorrow we die; and that saying: Be not deceived; evil communications corrupt good manners. And again, to those who say that Christ has not yet been raised, he likewise applies his refutation, saying: If Christ has not been raised, vain is our preaching, vain also is your faith; yea, and we are found false witnesses of God, because we testified of God that He raised up Christ, Whom He did not raise up—inasmuch as the apostles proclaim that Christ has been raised, whereas certain heresies say that Christ indeed has been raised, yet the dead are not raised. For in this country—I mean Asia—and in Galatia as well, the school of these men flourished exceedingly; and concerning them a certain matter of tradition has also come down to us: that when certain persons among them died prematurely without baptism, others were baptized in their stead in their name, lest when rising at the resurrection they should pay the penalty of punishment for not having received baptism, and become subject to the authority of the maker of the world. And for this reason the tradition that has come down to us says that the same holy Apostle spoke: If the dead are not raised at all, why are they even baptized on their behalf? Yet others, interpreting the saying well, declare that those who are about to die, if
PG 41:385Read from the page
ὦσι κατηχούμενοι, ἐπὶ ταύτῃ τῇ ἐλπίδι πρὸ τῆς τελευτῆς λουτροῦ καταξιοῦνται· δεικνύντες, ὅτι ὁ τελευτήσας καὶ ἀναστήσεται, καὶ διὰ τοῦτο ἐπιδέεται τῆς διὰ τοῦ λουτροῦ ἀφέσεως ἁμαρτημάτων. Τούτων δὲ οἱ μὲν τὸν Χριστὸν μηδέπω ἐγηγέρθαι κεκηρύχασιν, ἀνίστασθαι δὲ μετὰ πάντων· οἱ δὲ, ὅτι ὅλως νεκροὶ οὐκ ἀναστήσονται. Διὸ μέσος χωρήσας ὁ Ἀπόστολος πρὸς ἀμφοτέρους τούτους καὶ τὰς λοιπὰς αἱρέσεις, ἐν τῇ μιᾷ ἐργασίᾳ τὴν ἀνατροπὴν πεποίηται ἐν τῇ περὶ νεκρῶν ἀναστάσει, καὶ ἐν ταῖς μαρτυρίαις, αἷς κατὰ λεπτότητα διεξιὼν, τὴν βεβαίαν σύστασιν ἐποιήσατο τῆς τῶν νεκρῶν ἀναστάσεως, καὶ σωτηρίας, καὶ ἐλπίδος, φάσκων· Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· καὶ πάλιν ὅτι, Χριστὸς ἐγήγερται ἀπαρχὴ τῶν κεκοιμημένων, ἵνα τὰς ἀμφοτέρας σχέσεις τῶν αἱρέσεων ἐλέγξας, τὸ ἀμόλυντον τῆς διδασκαλίας κήρυγμα ἐξ ἀληθείας διδάξῃ τοὺς βουλομένους εἰδέναι τὴν τοῦ Θεοῦ ἀλήθειαν καὶ σωτηριώδη διδασκαλίαν.
they are catechumens, are deemed worthy of the laver in this hope prior to their death, showing that he who has died will also rise again, and therefore stands in need of the remission of sins through the laver. Now of these men, some have proclaimed that Christ has not yet been raised, and rises together with all men; while others proclaim that the dead will not rise at all. Wherefore the Apostle, proceeding along a middle course against both of these groups and the rest of the heresies, in a single treatise wrought their overthrow in his discourse concerning the resurrection of the dead and in the testimonies whereby, going through the matter in detail, he established the firm proof of the resurrection of the dead, and of salvation, and of hope, declaring: This corruptible must put on incorruption, and this mortal must put on immortality; and again: Christ has been raised, the firstfruits of them that sleep—in order that, having refuted both positions of the heresies, he might out of truth teach the undefiled proclamation of his doctrine to those wishing to know the truth of God and His saving teaching.
Ηʹ. Πανταχόθεν τοίνυν φωρατὸς ἂν εἴη Κήρινθος καὶ οἱ ἀπ' αὐτοῦ ἀπατηθέντες, οἱ τάλανες, καὶ ἄλλοις αἴτιοι γεγονότες ἀπωλείας, τῶν θείων Γραφῶν σαφῶς ἡμῖν κατὰ λεπτότητα περὶ πάντων διηγουμένων. Οὔτε γὰρ ἐκ σπέρματος Ἰωσὴφ ὁ Χριστός· ἐπεὶ πῶς ἔτι σημεῖον εἴη τὸ γέννημα; καὶ τὸ παρὰ τῷ Ἠσαΐᾳ εἰρημένον πῶς ἔτι συσταθήσεται, ὡς εἶπεν· Αὐτὸς ὁ Κύριος δώσει ὑμῖν σημεῖον· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ τὰ ἑξῆς; Πῶς δὲ ἔτι πληρωθήσεται τὸ εἰρημένον παρὰ τῆς ἁγίας Παρθένου πρὸς τὸν Γαβριήλ· Πῶς ἔσται τοῦτο, ὅτι ἄνδρα οὐ γινώσκω; καὶ αὐτοῦ λέγοντος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι, καὶ τὰ ἑξῆς; Πῶς δὲ πάλιν οὐκ ἐλεγχθήσεται αὐτῶν ἡ ἄνοια, τοῦ Εὐαγγελίου σαφῶς λέγοντος ὅτι, Εὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν ἢ συνελθεῖν αὐτούς; Ἔστι δὲ γνῶναι σαφῶς, ὅτι οὐδὲ ὅλως συνῆλθον. Μὴ γένοιτο γὰρ τοῦτο εἰπεῖν! Ἐπεὶ οὐκ ἂν μετὰ σταυρὸν προενόει παραθέσθαι αὐτὴν Ἰωάννῃ τῷ ἁγίῳ παρθένῳ, ὡς λέγει· Ἴδε ἡ μήτηρ σου· καὶ τῇ αὐτῇ· Ἴδε ὁ υἱός σου. Ἔδει γὰρ αὐτὸν παραδοῦναι αὐτὴν τοῖς αὐτῆς συγγενέσιν, ἢ τοῖς τέκνοις τοῦ Ἰωσὴφ, εἴπερ ἦσαν ἐξ αὐτῆς, Ἰακώβῳ φημὶ καὶ Ἰωσῇ καὶ Ἰούδᾳ καὶ Συμεῶνι, υἱοῖς οὖσι τοῦ Ἰωσὴφ ἀπὸ τῆς ἄλλης γυναικός. Οὐδὲ γὰρ, ὅτι κέχρηται τῇ Παρθένῳ, ὅλως εὑρίσκεται, μετὰ τὸ γεγεννηκέναι ἡ Παρθένος ἄχραντος. Ἀλλὰ περὶ τούτων ἤδη ἐν ἄλλῳ μοι λόγῳ σαφῶς πεπραγμάτευται, καὶ πραγματευθήσεται. Ὧδε δὲ ἐν μέρει, ὡς ἐν παρεκδρομῇ περὶ τῆς τούτων ὑποθέσεως εἴρη-
Chapter VIII. From every side, therefore, Cerinthus must stand detected, together with those deceived by him—wretched men, who have become causes of perdition to others as well—since the divine Scriptures clearly recount all things to us in detail. For neither is Christ from the seed of Joseph: else how would His birth still be a sign? And how will that which is spoken in Isaiah still hold good, as he said: The Lord Himself shall give you a sign: Behold, the virgin shall conceive in the womb, and shall bear a son, and what follows? And how will that which was spoken by the holy Virgin unto Gabriel still be fulfilled: How shall this be, seeing I know not a man? and his saying: The Holy Spirit shall come upon you, and the power of the Most High shall overshadow you, and what follows? And how again shall their folly not be refuted when the Gospel clearly says: She was found to be with child before they came together? Moreover, one may clearly know that they never came together at all—far be it from us to say such a thing! For otherwise He would not after the cross have taken forethought to entrust her to John the holy virgin, as He says: Behold your mother; and to her: Behold your son. For He ought to have delivered her to her own kinsfolk, or to the children of Joseph if indeed they were born of her—I mean to James and Joses and Jude and Simeon, who were sons of Joseph from his other wife. For neither is it found at all that he knew the Virgin after the undefiled Virgin had given birth. Yet concerning these matters I have already treated clearly in another discourse, and shall treat of them hereafter; whereas here it has been spoken in part, as if in passing, concerning their theme
PG 41:388Read from the page
ται, ἵνα μὴ, ἑτέρων δηγμάτων βουλόμενος ποιῆσαι ἴασιν, καὶ ἑτέρων δηλητηρίων ἄκος καὶ ἀλεξητήριον, εἰς ἄλλα τοὺς ἐντυγχάνοντας παρεκτρέψω. Πλὴν ἐκ παντὸς τῷ τὴν σύνεσιν κεκτημένῳ μάταιος ἡ τούτων καταχλεύαστος διδασκαλία συσταθήσεται, παρὰ μὲν ἀποστόλοις ἐλεγχομένη, παρὰ δὲ τοῖς συνετοῖς καταγινωσκομένη, ἐκ Θεοῦ δὲ καὶ τοῦ αὐτοῦ τοῦ τῆς ἀληθείας κηρύγματος ἐκβαλλομένη.
lest, while wishing to provide a cure for other bites and a remedy and antidote for other poisons, I divert my readers onto other matters. Nevertheless, to everyone who possesses understanding, their laughable teaching will be shown to be utterly vain—refuted among the apostles, condemned among the intelligent, and cast out by God and by the very proclamation of the truth itself.
Θʹ. Καλοῦνται δὲ πάλιν οὗτοι Μηρινθιανοὶ, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς φήμη περιέχει. Εἴτε γὰρ ὁ αὐτὸς Κήρινθος, Μήρινθος πάλιν ἐκαλεῖτο, οὐ πάνυ τι σαφῶς περὶ τούτου ἴσμεν· εἴτε ἄλλος τις ἦν Μήρινθος ὀνόματι, συνεργὸς τούτῳ, Θεῷ ἔγνωσται. Ἤδη γὰρ εἴπομεν, ὅτι οὐ μόνον αὐτὸς ἐν Ἱεροσολύμοις πολλάκις ἀντέστη τοῖς ἀποστόλοις, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ ἐν τῇ Ἀσίᾳ. Πλὴν ἤτοι αὐτὸς εἴη, ἢ καὶ ἄλλος σὺν αὐτῷ συνεργὸς, τὰ ὅμοια αὐτῷ φρονῶν καὶ συμπράττων, καὶ τὰ ἴσα, οὐδὲν διαφέρει. Ἡ γὰρ πᾶσα αὐτῶν κακοτροπία τῆς διδασκαλίας τοῦτον ἔχει τὸν χαρακτῆρα· Κηρινθιανοί τε ὁμοῦ καὶ Μηρινθιανοὶ οὗτοι καλοῦνται.
Chapter IX. Moreover, these men are again called Merinthians, as the report that has come down to us relates. Whether the same Cerinthus was also called Merinthus, we do not know very clearly concerning this; or whether there was someone else named Merinthus, a fellow worker with him, is known to God. For we have already said that not only did he himself often withstand the apostles in Jerusalem, but so also did those with him in Asia. Nevertheless, whether it be he himself or another fellow worker with him, holding the same views and acting with him in equal measure, it makes no difference; for the entire perversity of their teaching bears this stamp, and these men are called at once Cerinthians and Merinthians.
Καὶ ταῦτα περὶ τῆς δεινῆς καὶ ἑρπετώδους μοχθηρίας αὐτῶν διεξιόντες, πάλιν ἐπὶ τὰς ἑξῆς προβαίνομεν· εὐχαριστοῦντες μὲν, ὅτι τὸ πέλαγος τούτων τῶν κακῶν δογμάτων ἀβλαβῶς διενηξάμεθα· εὐχόμενοι δὲ, ἵνα ἐν ταῖς ἑξῆς παρεντυχόντες, ὡς εἰς διαθαλάττια καὶ θηριώδη βράχη παρεμπεσόντες, μὴ ἀδικηθῶμεν, ἀλλὰ σωτηρίας τύχωμεν τῆς ἀπὸ τῆς μελλούσης ἡμῖν καθ' ὑφήγησιν ἀναφαίνεσθαι ἀληθείας, ἐν τῷ ἡμᾶς συνιστᾷν αὐτήν τε καὶ τὴν ἐν αὐτῇ κενοφωνίαν. Τῷ γὰρ βουλομένῳ σκοπεῖν, καὶ τὰς τούτων ἰδέας ἀναγράψειν, καὶ αὕτη παρεικασθήσεται, ὡς ἀληθῶς δικεφάλῳ τινὶ ὄφει, διὰ τὸ διώνυμον, καὶ τῇ καλουμένῃ σηπεδόνι ἐχίδνῃ, τῇ κομώσῃ μὲν πᾶν τὸ σῶμα αὐτῆς ἐν θριξὶν ἐρυθραῖς, οὐκ ἐχούσῃ δὲ οὐδὲ αἰγὸς οὐδὲ προβάτου φύσιν ἢ δορὰν, ἀλλὰ ἑρπετοῦ, καὶ τὴν λύμην ἐργαζομένῃ διὰ τοῦ δήγματος τοῖς παρεντυγχάνουσιν· ἀνατρεπούσῃ δὲ τοὺς αὐτῇ πειθομένους πὴ μὲν ἀπὸ παλαιᾶς θρησκείας τὰ τῆς Νέας Διαθήκης ἀφανιζούσῃ, πὴ δὲ διὰ λόγων ψευδῶν, ὡς ἀπὸ Νέας Διαθήκης, κατὰ τῶν ἀπὸ περιτομῆς εἰς Χριστὸν πεπιστευκότων ἀποστόλων τὰς ψευδηγορίας περιφερούσῃ· ἧς τήν τε σῆψιν καὶ τὸν ἰὸν, καὶ τοὺς ὀδόντας τῷ ξύλῳ τῆς ἀληθείας παίσαντες καὶ συντρίψαντες, ἐπὶ τὰς μετέπειτα, ὡς προεῖπον, χωρῆσαι ἐν τῇ Θεοῦ δυνάμει σπεύσωμεν.
And having gone through these points concerning their dreadful and reptile-like wickedness, we advance again to the heresies that follow—giving thanks on the one hand that we have swum unharmed across the sea of these evil doctrines, and praying on the other hand that as we encounter the subsequent ones, as though falling among sea-shoals and beast-infested reefs, we may suffer no harm, rather obtaining salvation from the truth that is to shine forth for us along our course as we demonstrate both the truth itself and the empty babbling contraposed to it. For to anyone wishing to examine the matter and delineate their forms, this heresy too will be likened in very truth to some two-headed serpent on account of its double name, and to the viper called the sepedon, which has its whole body covered with red hairs, yet possesses neither the nature nor the hide of a goat or of a sheep, rather that of a reptile, working ruin by its bite upon those who happen upon it; and subverting those who obey it, partly from the ancient religion seeking to efface the things of the New Testament, and partly through false words, as though from the New Testament, circulating slanders against the apostles from the circumcision who had believed in Christ. Having struck and crushed its putrefaction, its venom, and its fangs with the staff of the truth, let us hasten in the power of God to proceed, as I said before, to those that come hereafter.
ΚΑΤΑ ΝΑΖΩΡΑΙΩΝ,
Against the Nazoraeans,
Ἐνάτη, ἡ καὶ εἰκοστὴ ἐνάτη.
The Ninth, which is also the Twenty-Ninth.
Αʹ. Ναζωραῖοι καθεξῆς τούτοις ἕπονται, ἅμα τε
Chapter I. The Nazoraeans follow next in order after these, at once