Migne Reading Room

PG 41 · cols. 317–328 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:317Read from the page
δὲ καὶ νῦν ἡ φλυαρία τοῦ ἄνωθεν καταβεβηκότος Βασιλείδου, καὶ τὰ ἄνω σαφῶς κατοπτεύσαντος, μᾶλλον δὲ ἄνωθεν πεπτωκότος ἀπὸ τοῦ τῆς ἀληθείας σκοποῦ· ὅτι, εἰ οὗτος ὁ οὐρανὸς ὑπὸ τῶν κατ' αὐτὸν ἀγγέλων γεγένηται, αὐτοὶ δὲ ὑπὸ τῶν ἀνωτέρω, καὶ οἱ ἀνωτέρω ὑπὸ τῶν ἔτι ἀνωτέρω, ἆρ' οὖν ἡ ἄνω δύναμις, ἡ καὶ Ἀβρασὰξ καλουμένη, εὑρεθήσεται ἡ τὰ πάντα πεποιηκυῖα, καὶ ἡ αἰτία τῶν ὄντων πάντων, καὶ οὐδὲν δίχα αὐτῆς τι γεγενῆσθαι εὑρεθήσεται, ὁπότε αὐτὴ τὸ αἴτιον καὶ τὸ πρῶτον ἀρχέτυπον παρ' αὐτῶν καταγγέλλεται, τὸ λεγόμενον παρ' αὐτοῖς τοῦ κόσμου τούτου ὑστέρημα, ὑπό τινος ἑτέρου μὴ γεγενῆσθαι, ἀλλὰ ἀπὸ τῆς πρώτης ἀρχῆς καὶ αἰτίας τῶν μετέπειτα γεγονότων. Ἐρωτητέον δὲ τὸν αὐτόν· Τίνι λόγῳ ἐπὶ τοσαύτην πληθὺν ἡμᾶς φέρεις, ὦ οὗτος, καὶ μὴ μᾶλλον ἐπὶ τὴν ἀρχὴν, τουτέστιν ἐπὶ τὸν ἕνα Θεὸν τὸν παντοκράτορα; ὁπότε ἐξάπαντος ἤτοι οὕτω λέγων, ἢ οὕτω, δεῖ τὸν ἕνα αἴτιον πάντων ὁμολογεῖν Δεσπότην. Ἀλλὰ καὶ περὶ τῆς τοῦ Χριστοῦ ὑποθέσεως ἀπόκριναι, ὦ πλαστουργὲ τῆς μυθοποιοῦ ταύτης πραγματείας. Εἰ Σίμων ἐσταυρώθη ὁ Κυρηναῖος, ἄρα οὐ διὰ Ἰησοῦ ἡ σωτηρία ἡμῶν γεγένηται, ἀλλὰ διὰ Σίμωνος, καὶ οὐκέτι ὁ κόσμος ἐλπίσειε διὰ Ἰησοῦ Χριστοῦ σώζεσθαι τοῦ μὴ παθόντος. Οὔτε γὰρ Σίμων δύναται σώζειν, ἄνθρωπος ὢν ψιλὸς, καὶ οὐδὲν ἕτερον. Ἅμα δὲ καὶ συκοφαντίας καταψηφίζει τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, εἰ ἕτερον ἀντ' αὐτοῦ παραδέδωκεν ὁ ἀγαθὸς Κύριος, βιασάμενος εἰς φόνον. Καὶ ἔσται λοιπὸν ὄναρ, μᾶλλον δὲ κακοηθείας καὶ κυβείας ἔργον τὸ τοιοῦτον, ὅτι ὁ Κύριος, κυβείᾳ τινὶ ἑαυτὸν κρύψας, ἄλλον ἀντ' αὐτοῦ παραδέδωκε· καὶ ἔσται ἡ παρὰ σοῦ μωρολογία συκοφαντοῦσα μὲν τὴν ἀλήθειαν, μὴ δυναμένη δὲ, ἀλλ' ἐλεγχομένη ὑπ' αὐτῆς τῆς ἀληθείας, ἀσυστάτως τὸ ποίημα τοῦτο εἰσηγουμένη.
even now as well shall be the drivel of Basilides, who ostensibly came down from above and clearly surveyed the things above, or rather fell from above away from the mark of truth: because, if this heaven came into being through the angels belonging to it, and they through those higher up, and those higher up through those higher still, will not then the Power on high, which is also called Abrasax, be found to be that which made all things and the cause of all existing things, and will nothing be found to have come into being apart from it, seeing that it itself is proclaimed among them as the cause and the first archetype—so that what is called among them the defect of this world did not come into being through someone else, but from the first principle and cause of the things that came into being afterwards? And one must ask this same man: On what ground do you carry us off to so great a multitude, O fellow, and not rather to the beginning, that is, to the one God Almighty—seeing that in every case, whether speaking thus or thus, one must confess the one Sovereign Lord as the cause of all things? Moreover, answer also concerning the account of Christ, O fabricator of this myth-making treatise. If Simon of Cyrene was crucified, then our salvation has come about not through Jesus, but through Simon, and the world could no longer hope to be saved through Jesus Christ, since He did not suffer. For neither is Simon able to save, being a mere man and nothing else. At the same time, too, he condemns the only-begotten Son of God of calumny, if the good Lord handed over another in His stead, forcing him to murder. And consequently such a thing will be a dream, or rather a work of malice and trickery, that the Lord, hiding Himself by some trickery, handed over another in His stead; and the foolish talk coming from you will be slandering the truth indeed, yet unable to prevail, being refuted instead by the truth itself as incoherently introducing this fiction.
Θʹ. Πάντη γὰρ ἐλέγχει τοῦτον τὸν αἱρεσιάρχην ἡ ἀλήθεια ἐν Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ. Παντὶ γάρ τοι δῆλον, ὅτι Χριστὸς ἑκὼν ἐπὶ τὸ πάθος ἦλθε, καὶ θελήματι ἰδίῳ καὶ τοῦ ἰδίου Πατρὸς, καὶ εὐδοκίᾳ τοῦ ἁγίου Πνεύματος ἔλαβε τὴν σάρκα, ἐνανθρωπήσας ἐν ἡμῖν, ἐν τελειότητι Θεὸς ὢν, ἀπ' ἀρχῆς ἐκ Πατρὸς γεγεννημένος, ἀνάρχως καὶ ἀχρόνως· ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐν μήτρᾳ παρθένου γενέσθαι καταξιώσας, εἰς ἑαυτόν τε σῶμα ἀναπλασάμενος, καὶ γεννηθεὶς ἐν ἀληθείᾳ, καὶ ἐνανθρωπήσας ἐν βεβαιώσει, ἵνα ἐν αὐτῇ πάθῃ ὑπὲρ ἡμῶν τῇ σαρκὶ, καὶ τὴν ψυχὴν δῷ ὑπὲρ τῶν ἰδίων προβάτων· ὡς ἐλέγχει τούτους λέγων· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται, καὶ ἀποκτανθήσεται, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τοῖς τε υἱοῖς Ζεβεδαίου φήσας· Δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν· ὡς καὶ ὁ ἀπόστολος λέγει Πέτρος· Θανατωθεὶς σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι. Καὶ πάλιν· Ὅς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί· πάλιν δὲ
IX. For in every way the truth refutes this heresiarch in both the Old and the New Testament. Indeed, it is plain to everyone that Christ came willingly to His passion, and by His own will and that of His own Father, and by the good pleasure of the Holy Spirit, took flesh, having become man among us—being God in perfection, begotten from the Father from the beginning, without beginning and timelessly; yet in the last days deigning to come to be in a virgin's womb, and fashioning a body unto Himself, and being begotten in truth, and becoming man in certainty, so that in it He might suffer in the flesh on our behalf and give His soul on behalf of His own sheep—just as He refutes these men when He says: Behold, we are going up to Jerusalem, and the Son of Man shall be handed over, and shall be killed, and on the third day shall rise again. And having spoken to the sons of Zebedee: Are you able to drink the cup which I am about to drink?—just as the apostle Peter also says: Put to death in the flesh, but made alive in the spirit. And again: Who suffered on our behalf in the flesh; and again
Notes, col. 317

On the reading

Printed Ὅς, for Ὃς.

PG 41:320Read from the page
Ἰωάννης λέγων· Εἴ τις οὐ λέγει τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, οὗτος Ἀντίχριστός ἐστιν. Ὁ δὲ ἅγιος Παῦλός φησι· Γευσάμενος θανάτου, θανάτου δὲ σταυροῦ· ὡς καὶ Μωϋσῆς προαναφωνῶν ἔλεγεν· Ὄψεσθε τὴν ζωὴν ἡμῶν κρεμαμένην ἀπέναντι ὑμῶν ἐπὶ ξύλου. Ζωὴ δὲ ἡμῶν οὐχ ὁ Σίμων ὁ Κυρηναῖος, ἀλλ' ὁ ὑπὲρ ἡμῶν πεπονθὼς, ἵνα τὰ ἡμέτερα πάθη διαλύσῃ, καὶ θανὼν σαρκὶ θάνατος θανάτῳ γένηται, ἵνα τὸ κέντρον τοῦ θανάτου κλάσῃ, καταβὰς εἰς τὰ καταχθόνια, ἵνα τοὺς ἀδαμαντίνους μοχλοὺς συντρίψῃ. Ὅπερ ποιήσας, ἀνήγαγε τῶν ψυχῶν τὴν αἰχμαλωσίαν, ἐκένωσέ τε τὸν ᾅδην.
John says: If anyone does not say that Christ has come in the flesh, this one is Antichrist. And the holy Paul says: Having tasted death, even death on a cross; just as Moses too, proclaiming beforehand, used to say: You shall see our life hanging before your eyes upon a tree. Now our life is not Simon of Cyrene, but He Who suffered on our behalf so that He might loose our passions, and by dying in the flesh might become death unto death, so that He might break the sting of death, having descended into the subterranean realms so that He might shatter the adamantine bars. Having done which, He led up the captivity of souls and emptied Hades.
Ιʹ. Οὐκ ἄρα οὖν αἴτιος θανάτου γέγονεν ὁ Χριστὸς τῷ Σίμωνι αὐτὸς ἑαυτὸν παραδούς. Τί γὰρ λέγεις, ὦ ἄθλιε πάντων ἀνθρώπων; Οὐκ ἠδύνατο ἐλευθεροστομεῖν καὶ ἀναχωρῆσαι ἀπ' αὐτῶν, εἰ μὴ ἐθέλησε σταυρωθῆναι; Ἀλλὰ παίγνιον ἐποίει κυβείας ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἄλλον ἀντὶ αὐτοῦ παρεδίδου ἀποθανεῖν καὶ σταυρωθῆναι, ὁ λέγων· Ἐγώ εἰμι ἡ ἀλήθεια, φησὶ, καὶ ἡ ζωή! Ἡ δὲ ζωὴ οὐκ ἂν ἑτέρῳ θάνατον παρασκευάσειε· καὶ ἡ ἀλήθεια οὐκ ἂν κρύψῃ τὸ ἐν ἀληθείᾳ παρ' αὐτῆς γενόμενον, καὶ ἕτερα ἀνθ' ἑτέρων ὑποδείξῃ. Οὐκέτι γὰρ ἡ ἀλήθεια εὑρεθήσεται ἀλήθεια πλάνην ἐργαζομένη, καὶ κρύπτουσα τὸ ἑαυτῆς ἔργον, δι' ἐναντίου δὲ πραγματευομένη σοφίσματος. Καὶ ἁπλῶς ἐκ πάντων, ὡς εἰπεῖν, ἵνα μὴ μηκύνω τὸν λόγον, Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων, καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν! Πόσοι ἑαυτοῖς σκότος ηὕρηνται, καὶ ἄλλοις τοῖς μετέπειτα τῷ σκότει αὐτῶν πειθομένοις! Τοῖς δὲ συνετοῖς φανήσεται ἡ ἀλήθεια· ἡ δὲ Βασιλείδου καὶ τῶν τοιούτων πραγματεία πλάνης ἔργον ἐλεγχθήσεται.
X. Christ, therefore, did not become a cause of death to Simon, since He gave Himself over. For what are you saying, O most wretched of all men? Could He not have spoken freely and withdrawn from them, if He did not will to be crucified? Or did the Word of God play a game of trickery and hand another over in His stead to die and be crucified—He Who says: I am the truth, He says, and the life! Yet the life would not contrive death for another, and the truth will not hide what was done by it in truth and display some things in place of others. For the truth will no longer be found to be truth if it works error and hides its own work, while operating through a contrary sophistry. And simply from all considerations, so to speak, lest I prolong my discourse: Woe unto the world because of offences, and because of those who work lawlessness! How many have found darkness for themselves, and for others afterwards who are persuaded by their darkness! Yet to those of understanding the truth will appear, whereas the treatise of Basilides and of such men will be refuted as a work of error.
Καὶ ταῦτά μοι περὶ ταύτης τῆς αἱρέσεως καὶ τοῦ μύθου τούτου εἰρήσθω. Ἐντεῦθεν δὲ ἐφ' ἑτέραν αἵρεσιν βαδιοῦμαι. Τίνι γὰρ οὐ φωρατὴ ἔσται ἡ τοιαύτη αἵρεσις, μῦθός τις οὖσα, καὶ ὡς κεράστου τρόπον ἐν ἄμμῳ κεχωσμένη, διὰ δὲ τοῦ κέρατος ἐν ἀέρι προκύπτουσα, καὶ τὸν ὄλεθρον τοῖς περιτυγχάνουσιν αὐτὴν ἐργαζομένη; ἀλλὰ καὶ τὸ κέρας τῶν ἁμαρτωλῶν ὁ Κύριος συνέτριψε, τὸ δὲ κέρας τοῦ δικαίου μόνον ὑψωθήσεται, ὅπερ ἐστὶ πίστις ἀληθείας. Διὸ, καὶ τοῦτον συντρίψαντες τῇ τῆς ἀληθείας διδασκαλίᾳ, ἐπὶ τὰς μετέπειτα διέλθωμεν, Θεὸν βοηθὸν ἐπικαλούμενοι, ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
And let thus much be spoken by me concerning this heresy and this myth. From this point I shall proceed to another heresy. For to whom will such a heresy not be detected, being a kind of myth, and buried in the sand after the manner of a horned viper, yet peering forth into the air by means of its horn, and working destruction upon those who fall in with it? Yet the Lord shattered the horn of sinners as well, whereas the horn of the righteous alone shall be exalted, which is the faith of truth. Wherefore, having shattered this man too by the teaching of the truth, let us pass on to those that follow afterwards, calling upon God as our helper, to Whom be glory and honour and worship unto the ages of ages. Amen.
ΚΑΤΑ ΝΙΚΟΛΑΪΤΩΝ,
Against the Nicolaitans,
Αἵρεσις Εʹ, ἡ καὶ ΚΕʹ.
Heresy V, which is also XXV.
Αʹ. Νικόλαος γέγονεν εἷς ἀπὸ τῶν ἑπτὰ διακόνων, τῶν
I. Nicolas was one of the seven deacons, who
PG 41:321Read from the page
ἐκλελεγμένων ὑπὸ τῶν ἀποστόλων ἅμα Στεφάνῳ τῷ ἁγίῳ καὶ πρωτομάρτυρι, καὶ Προχόρῳ, καὶ Παρμενᾷ, καὶ τοῖς ἄλλοις. Οὗτος, ἀπὸ τῶν Ἀντιοχέων ὁρμώμενος, προσήλυτος γίνεται. Μετέπειτα δὲ καταδεξάμενος τὸν περὶ τοῦ κηρύγματος λόγον τοῦ Χριστοῦ, καὶ αὐτὸς συνήφθη τοῖς μαθηταῖς, ἔν τε τοῖς προκριτέοις τὰ πρῶτα ἐξεταζόμενος. Ἐντεῦθεν καὶ ἐν τοῖς ἐκλεγεῖσιν εἰς τὴν τῶν χηρῶν τότε ἐπιμέλειαν ἐγκατηριθμήθη. Ὕστερον δὲ τοῦτον ὑπέδυ ὁ διάβολος, καὶ ἐξηπάτησεν αὐτοῦ τὴν καρδίαν τῇ αὐτῇ πλάνῃ τῶν προειρημένων παλαιῶν, κατατρωθῆναι μειζόνως ὑπὲρ τοὺς πρώην. Γύναιον γὰρ οὗτος ἔχων εὔμορφον, καὶ ἀπὸ τοῦ γυναίου ἐγκρατευσάμενος, ὡς κατὰ μίμησιν ὧν ἑώρα Θεῷ προσανεχόντων, μέχρι τινὸς ἐκαρτέρει. Οὐ μὴν εἰς τέλος ἤνεγκε κρατεῖν τῆς αὐτοῦ ἀκρασίας· ἀλλὰ βουληθεὶς ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφειν, προφάσεις τινὰς οὐκ ἀγαθὰς ἑαυτῷ θηρώμενος ἐπενόει πρὸς ἀπολογίαν τοῦ ἰδίου τῆς ἀκολασίας πάθους, ἃ μᾶλλον συνέφερεν αὐτῷ. Εἶτα οὖν τοῦ σκοποῦ ἐκπεσὼν, τῇ ἰδίᾳ γυναικὶ συνήφθη ἀπεριέργως. Αὐτὸς δὲ, αἰσχυνόμενος τὴν ἑαυτοῦ ἧτταν, καὶ ὑφορώμενος φωραθῆναι, ἐτόλμα λέγειν, ὅτι, εἰ μή τις καθ' ἑκάστην ἡμέραν λαγνεύει, ζωῆς οὐ δύναται μετέχειν τῆς αἰωνίου. Ἐκ προφάσεως γὰρ εἰς πρόφασιν μετηνέχθη ἑτέραν. Ὁρῶν γὰρ τὴν ἑαυτοῦ σύμβιον κάλλει μὲν διαπρέπουσαν, ταπεινότητι δὲ φερομένην, ἐζηλοτύπησε ταύτην, καὶ κατὰ τὴν ἰδίαν ἀσέλγειαν τοὺς ἄλλους εἶναι νομίσας, τὰ πρῶτα μὲν ἐμπαροινῶν εἰς τὴν ἰδίαν γαμετὴν διετέλει, καὶ διαβολάς τινας αὐτῇ ἐπιφέρων διὰ λόγων· τὸ δὲ πέρας ἑαυτὸν κατέσπασεν οὐ μόνον εἰς τὴν χρῆσιν τῆς σαρκὸς τὴν κατὰ φύσιν τῶν ἀνθρώπων, ἀλλὰ καὶ εἰς βλάσφημον ὑπόνοιαν, καὶ βλάβην κακοτροπίας, καὶ πλάνην παρεισδύσεως πονηρᾶς.
had been chosen by the apostles together with Stephen, the holy protomartyr, and Prochorus, and Parmenas, and the others. This man, hailing from the people of Antioch, becomes a proselyte. Afterwards, having accepted the word concerning the preaching of Christ, he himself too was joined to the disciples, being reckoned foremost among those worthy to be preferred. Hence he was also numbered among those chosen at that time for the care of the widows. Later on, however, the devil crept into this man and deceived his heart with the selfsame error of the ancients spoken of beforehand, so that he was wounded even more grievously than those before him. For having a comely wife, and having practised continence from his wife as though in imitation of those whom he saw devoting themselves to God, he endured up to a point. Yet he could not bear to master his incontinence to the end; rather, wishing like a dog to return to his own vomit, hunting up certain bad pretexts for himself, he devised arguments in defence of his own passion of licentiousness—things that supposedly suited him better. Next, therefore, having fallen away from his mark, he was joined to his own wife without restraint. And being ashamed of his own defeat and suspecting that he would be detected, he dared to say that unless someone indulges in lust each day, he cannot partake of eternal life. For he was carried off from one pretext to another pretext. For seeing his own consort excelling in beauty indeed, yet conducting herself in humility, he grew jealous of her, and supposing others to be like his own licentiousness, at first he kept behaving abusively towards his own wedded wife and bringing certain slanders against her in words; and in the end he dragged himself down not only to the use of the flesh that is according to the nature of men, but also into blasphemous suspicion, and the harm of depravity, and the error of wicked intrusion.
Βʹ. Καὶ ἐντεῦθεν ἄρχονται οἱ τῆς ψευδωνύμου γνώσεως κακῶς τῷ κόσμῳ ἐπιφύεσθαι· φημὶ δὲ Γνωστικοὶ, καὶ Φιβιωνῖται, καὶ οἱ τοῦ Ἐπιφανοῦς καλούμενοι, Στρατιωτικοί τε καὶ Λευϊτικοὶ, καὶ ἄλλοι πλείους. Ἕκαστος γὰρ τούτων, τὴν ἑαυτοῦ αἵρεσιν τοῖς πάθεσιν αὐτοῦ ἐπισπώμενος, μυρίας ὁδοὺς ἐπενόησε κακίας. Τινὲς μὲν γὰρ αὐτῶν Βαρβηλὼ τινὰ δοξάζουσιν, ἣν ἄνω φάσκουσιν εἶναι ἐν ὀγδόῳ οὐρανῷ. Ταύτην δὲ ἀπὸ τοῦ Πατρὸς προβεβλῆσθαί φασι. Μητέρα δὲ αὐτὴν εἶναι οἱ μὲν τοῦ Ἰαλδαβαὼθ λέγουσιν, οἱ δὲ τοῦ Σαβαώθ. Τὸν δὲ υἱὸν ταύτης κεκρατηκέναι τοῦ ἑβδόμου οὐρανοῦ ἐν θράσει τινὶ καὶ ἐν τυραννίδι. Λέγει δὲ τοῖς ὑποκάτω, ὅτι Ἐγώ εἰμι, φησὶν, ὁ πρῶτος, καὶ ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος Θεός. Τὴν δὲ Βαρβηλὼ ἀκηκοέναι
II. And from here the followers of falsely-named knowledge begin wickedly to spring up upon the world: I mean Gnostics, and Phibionites, and those called disciples of Epiphanes, and Stratiotics and Levitics, and several others. For each of these, dragging his own heresy after his own passions, devised ten thousand paths of wickedness. For some of them glorify a certain Barbelo, whom they assert to be on high in the eighth heaven; and they say that she was put forth from the Father. And some say that she is the mother of Jaldabaoth, others of Sabaoth; and that her son seized control of the seventh heaven in a certain audacity and tyranny. And he says to those below: I am, he says, the first, and he that is after these things, and besides me there is no other God. And that Barbelo heard
PG 41:324Read from the page
τὸν λόγον τοῦτον, καὶ κλαῦσαι. Ταύτην δὲ ἀεὶ φαίνεσθαι τοῖς ἄρχουσιν ἐν εὐμορφίᾳ τινὶ, καὶ ἀποσυλᾷν τὸ ἐξ αὐτῶν σπέρμα δι' ἡδονῆς καὶ ἐκχύσεως, ἵνα δῆθεν τὴν αὐτῆς δύναμιν τὴν εἰς διαφόρους σπαρεῖσαν αὖθις πάλιν ἀνακομίζῃ. Καὶ οὕτως ἐκ τοιαύτης ὑποθέσεως τὸ τῆς αὐτοῦ αἰσχρολογίας μυστήριον τῷ κόσμῳ ὑπεισήνεγκε. Καί τινες, ὡς ἔφην, τῶν προειρημένων διὰ πολλῆς κακομηχανίας, ἃ μὴ θέμις λέγειν, πῶς ἐν πολυμιξίᾳ γυναικῶν, καὶ ἐν αἰσχροποιίαις ἀνηκέστοις ἀναστρέφεσθαι ἐδίδαξαν, ὡς καί που ὁ ἁγιώτατος Ἀπόστολός φησι· Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν.
this saying, and wept. And they say that she always appears to the archons in a certain comeliness, and despoils them of the seed that comes from them through pleasure and emission, so that she may ostensibly recover back again her own power that was sown among diverse beings. And thus out of such a premise he stealthily brought the mystery of his filthy talk into the world. And how did some of the aforesaid men, as I said, through much malicious contrivance teach people to conduct themselves in things unlawful to utter—in indiscriminate promiscuity with women and in incurable shameful practices—just as somewhere the most holy Apostle too says: For the things done by them in secret it is shameful even to speak of.
Γʹ. Τῷ δὲ βουλομένῳ τὴν ἀντίθετον ἰδεῖν ἐκ Πνεύματος ἁγίου περὶ τῆς τούτου αἱρέσεως ἀνατροπὴν, ἰστέον ἐστὶν ἀπὸ τῆς τοῦ ἁγίου Ἰωάννου Ἀποκαλύψεως, ὃς, γράφων μιᾷ τῶν Ἐκκλησιῶν ἐκ προσώπου Κυρίου, τουτέστι τῷ ἐπισκόπῳ τῷ ἐκεῖσε κατασταθέντι, σὺν τῇ δυνάμει τοῦ ἁγίου ἀγγέλου τοῦ ἐπὶ τοῦ θυσιαστηρίου, φησίν· Ἔχεις δέ τι καλὸν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ καὶ ἐγὼ μισῶ. Προύνικόν τε ἄλλοι τιμῶντες τινὰ, ὡς καὶ οὗτοι, μυθωδῶς πάλιν εἰς ταύτην τὴν ὑπόνοιαν τῆς αἰσχρουργίας τὰ ἑαυτῶν πάθη ἐπιτελοῦντές φασι· Τῆς Προυνίκου τὴν δύναμιν συλλέγομεν ἀπὸ τῶν σωμάτων, διά τε τῶν ῥευστῶν· φημὶ δὲ γονῆς καὶ καταμηνίων, περὶ ὧν ὀλίγῳ ὕστερον, ὅταν περὶ αὐτῶν μονομερῶς λέγειν ἐπιβαλλώμεθα, κατὰ λεπτότητα ὑφηγήσομαι, οὐκ εἰς τὸ χρᾶναι ἀκοὰς τῶν ἀκουόντων ἢ ἐντυγχανόντων, ἀλλ' εἰς τὸ τοῖς συνετοῖς ἀπέχθειαν μᾶλλον ἐργάσασθαι πρὸς αὐτοὺς, καὶ ἀποτροπὴν τῆς τῶν κακῶν ἐργασίας, οὐ συκοφαντῶν τοὺς ἀλιτηρίους, ἀλλὰ κατ' ἀλήθειαν τὰ παρ' αὐτῶν γινόμενα εἰς τοὐμφανὲς θριαμβεύων. Ἕτεροι δὲ τῶν προειρημένων Ἰαλδαβαὼθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι πρῶτον υἱὸν, ὡς ἔφην, τῆς Βαρβηλώ· καὶ διὰ τοῦτό φησι δεῖν ἄγειν αὐτῷ τὴν τιμὴν, ὅτι πολλὰ ἀπεκάλυψεν. Ὅθεν καὶ βιβλία τινὰ ἐξ ὀνόματος τοῦ Ἰαλδαβαὼθ ποιητεύονται ἐκτυποῦντες, καὶ ὀνομασίας μυρίας βαρβαρικὰς ἀρχόντων, φησὶ, καὶ ἐξουσιῶν καθ' ἕκαστον οὐρανὸν ἐναντιουμένων τῇ τῶν ἀνθρώπων ψυχῇ. Καὶ πολλὴ ἁπλῶς ἡ διὰ τῆς πλάνης αὐτῶν γινομένη τῷ γένει τῶν ἀνθρώπων ἐπιβουλή. Ἄλλοι δὲ τὸν Καυλαυκαὺχ ὡσαύτως δοξάζουσιν, ἄρχοντά τινα τοῦτον οὕτω καλοῦντες, φαντασιάζειν φιλοτιμούμενοι τοὺς ἀπείρους διὰ τῆς τῶν ὀνομάτων ἐκπλήξεως, καὶ ἐπιπλάστου τῆς τοῦ ὀνόματος βαρβαρωνυμίας. Τοῖς δὲ ἐμπείροις καὶ ἐκ Θεοῦ λαβοῦσι περὶ ἑκάστης ὀνομασίας καὶ ὑποθέσεως τῆς ἀληθινῆς τοῦ Θεοῦ γνώσεως χάριν, πῶς οὐκ εὐθυέλεγκτα τὰ τῆς μυθώδους αὐτῶν πλάνης διδάγματα καὶ ἐχέγγυα;
III. Now for anyone who wishes to see the countervailing refutation from the Holy Spirit concerning this man's heresy, it is to be known from the Apocalypse of the holy John, who, writing to one of the Churches in the person of the Lord—that is, to the bishop appointed there—together with the power of the holy angel who is over the altar, says: Yet thou hast something good, that thou hatest the works of the Nicolaitans, which I also hate. Others too, honouring a certain Prunicus, just like these men, mythically fulfilling their own passions again towards this same notion of shamelessness, say: We collect the power of Prunicus from bodies and through fluids—I mean seed and menstrual fluxes—concerning which a little later, when we undertake to speak about them specifically, I shall set forth in detail, not in order to defile the ears of hearers or readers, but rather to produce aversion towards them in those of understanding and a turning away from the working of evils, not slandering the miscreants, but truthfully exposing to public view the things done among them. And others of the aforesaid men glorify Jaldabaoth, asserting him to be the first son, as I said, of Barbelo; and on this account, one says, honour ought to be paid to him, because he revealed many things. Whence they also fabricate and fashion certain books in the name of Jaldabaoth, and ten thousand barbaric names of archons, one says, and authorities in each heaven opposing the soul of men. Simply vast indeed is the plot wrought through their error against the human race. And others likewise glorify Caulaucauch, calling a certain archon thus, striving ambitiously to dazzle the inexperienced through astonishment at the names and the fabricated barbaric sound of the name. Yet to those who are experienced and have received from God the grace of the true knowledge of God concerning each name and subject, how are the teachings and pledges of their mythical error not immediately refutable?
Δʹ. Προύνικον ἐὰν εἴπωσι, τὸ ὅλον ἐστὶν ἡδυ-
IV. If they say Prunicus, the whole thing is a voluptu-
Notes, col. 324

On the reading

Printed ἰστέον, for ἱστέον.

PG 41:325Read from the page
παθείας καὶ ἐκκαρδίας ἐξεύρεσις. Πᾶν γὰρ τὸ προυνικευόμενον λαγνείας ὑποφαίνει τὸ ἐπώνυμον· φθορᾶς δὲ τὸ ἐπιχείρημα. Ἐπὶ τοῖς γὰρ τὰ σώματα διακορεύουσιν. Ἑλληνική τίς ἐστιν ἡ λέξις τὸ Ἐπρουνίκευσε ταύτην. Ὅθεν καὶ ἐν μύθοις ἀναγράφουσιν οἱ τὰ Ἑλληνικὰ συγγραψάμενοι Ἑλλήνων ἀπατεῶνες, περὶ κάλλους λέγοντες οὕτως, ὅτι κάλλος προύνικον. Ἀλλὰ καὶ περὶ τοῦ Καυλαυκαὺχ τίς τῶν γινωσκόντων οὐ καταγελάσειεν, ὅτι τὰς Ἑβραϊστὶ καλῶς εἰρημένας λέξεις, καὶ Ἑλληνιστὶ καλῶς ἑρμηνευθείσας, καὶ νῦν παρὰ τοῖς Ἑλληνιστὶ ἀναγινώσκουσι φανερὰς οὔσας, καὶ οὐδὲν σκολιὸν ἐχούσας, αὐτοὶ εἰς εἰδωλοποιίας τε καὶ εἰς μορφὰς, καὶ εἰς ἐνυποστατικὰς ἀρχὰς, καὶ ὡς εἰπεῖν ἀνδριαντοπλασίας τοῖς ἀφελέσι διὰ φαντασίας τὴν πλάνην ὑποσπείροντες, ἀνατυποῦσιν εἰς τὴν τῆς αἰσχρᾶς αὐτῶν καὶ μυθώδους τέχνης ὑποσποράν; Καυλαυκαὺχ γὰρ ἐν τῷ Ἠσαΐᾳ γέγραπται, λέξις τις οὖσα ἐν τῇ δωδεκάτῃ ὁράσει, ἔνθα λέγει· Θλίψιν ἐπὶ θλίψει, ἐλπίδα ἐπ' ἐλπίδι. Ἔτι μικρὸν, ἔτι μικρὸν προσδέχου. Ὡς καὶ αὐτὰ τὰ Ἑβραϊκὰ ῥήματα τελειότατα ἐνταῦθα παραθήσομαι αὐταῖς λέξεσιν, ὡς ἐστὶ γεγραμμένον. Τὸ γὰρ Σαυλασαῦ σαυλασαῦ ἑρμηνεύεται θλίψις ἐπὶ θλίψιν. Καυλακαὺχ καυλακαύχ, ἐλπὶς ἐπ' ἐλπίδι· Ζιηρσὰμ ζιηρσάμ, ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου. Ποῦ οὖν ἡ τούτων μυθολογία; ποῦ ἡ κίσσησις τῆς φαντασιολογίας; Πόθεν τῷ κόσμῳ τὰ ζιζάνια; Τίς ὁ ἀναγκάσας εἰς ἑαυτοὺς ἐπισπάσασθαι ὄλεθρον τοὺς ἀνθρώπους; Εἰ μὲν γὰρ γινώσκοντες μετεποίησαν τὰς ὀνομασίας εἰς φαντασίαν ἀπωλείας, ἑαυτοῖς προφανῶς αἴτιοι γεγόνασιν· εἰ δὲ ἀγνοοῦντες ἃ μὴ ᾔδεισαν ἔφασαν, οὐδὲν αὐτῶν ἀθλιώτερον. Μωρὰ γὰρ ταῦτα ὡς ἀληθῶς· καὶ παντὶ τῷ σύνεσιν κεκτημένῳ ἐν Θεῷ ἔνεστιν ἰδεῖν. Ἡδυπαθείας γὰρ χάριν ἑαυτούς τε καὶ τοὺς πειθομένους ἀπώλεσαν καὶ ἀπολλύουσι. Πνεῦμα γάρ ἐστι πλάνης, ὥσπερ φύσημα ἐν αὐλῷ διαφόροις κινήμασιν ἕκαστον τῶν ἀφρόνων κινοῦν κατὰ τῆς ἀληθείας. Καὶ γὰρ καὶ αὐτὸς ὁ αὐλὸς μίμημά ἐστι τοῦ δράκοντος, δι' οὗ ἐλάλησεν ὁ πονη-
ous and heartless invention. For everything described as prunicus-like indicates the title of lust, and the undertaking of corruption; for among those who deflower bodies there is a Greek expression: He seduced (ἐπρουνίκευσε) her. Whence too those deceivers among the Greeks who compiled Greek lore record in their myths, speaking thus concerning beauty, a "wanton (προύνικον) beauty." Moreover, concerning Caulaucauch too, who among those with knowledge would not laugh—seeing that expressions well spoken in Hebrew, and well translated into Greek, and now plain among those who read in Greek and containing nothing crooked, these men refashion into idol-makings and into forms and into hypostatic principles and, so to speak, statue-mouldings, stealthily sowing error through fantasy among the simple, for the undersowing of their shameful and mythical craft? For Caulaucauch is written in Isaiah, being an expression in the twelfth vision, where it says: Tribulation upon tribulation, hope upon hope; yet a little while, yet a little while await. Accordingly I shall also set down here the actual Hebrew words themselves most completely in the exact syllables, just as it is written. For Saulasau saulasau is translated "tribulation upon tribulation"; Caulacauch caulacauch, "hope upon hope"; Ziersam ziersam, "yet a little while, yet a little while await." Where then is these men's mythology? Where is the morbid craving of their fantasy-talk? Whence came the tares into the world? Who compelled men to draw destruction upon themselves? For if indeed with knowledge they altered the names into a fantasy of perdition, they have manifestly become the authors of evil to themselves; whereas if in ignorance they uttered things they did not know, nothing is more wretched than they. For truly these things are foolish, and anyone who possesses understanding in God is able to see it. For on account of voluptuousness they destroyed and continue to destroy both themselves and those persuaded by them. For it is a spirit of error, moving each of the senseless against the truth by diverse motions just like a breath in a flute. For indeed the flute itself too is an imitation of the serpent, through whom the evil-
PG 41:328Read from the page
ρὸς, καὶ ἠπάτησε τὴν Εὔαν. Ἀπὸ τοῦ τύπου γὰρ ἐκείνου κατὰ μίμησιν ὁ αὐλὸς τοῖς ἀνθρώποις εἰς ἀπάτην κατεσκευάσθη. Καὶ ὅρα τὸν τύπον, ὃν αὐτὸς ὁ αὐλῶν ἐν τῷ αὐλῷ ποιεῖται. Αὐλῶν γὰρ ἄνω ἀνανεύει, καὶ κάτω κατανεύει· δεξιά τε κλίνει καὶ εὐώνυμα ὁμοίως ἐκείνῳ. Τούτοις γὰρ καὶ ὁ διάβολος τοῖς σχήμασι κέχρηται, ἵνα κατὰ τῶν ἐπουρανίων ἐνδείξηται τὴν βλασφημίαν, καὶ τὰ ἐπὶ τῆς γῆς ἀφανισμῷ ἀφανίσῃ, καὶ ὁμοῦ συμπεριλάβῃ τὴν οἰκουμένην, δεξιά τε καὶ εὐώνυμα λυμαινόμενος τοὺς τῇ πλάνῃ πειθομένους τε καὶ θελγομένους, ὥσπερ διὰ μουσικοῦ ὀργάνου, ταῖς φωναῖς ταῖς πεπλανημέναις.
and deceived Eve. For in imitation of that pattern the pipe was fashioned for mankind unto deceit. And behold the figure which the piper himself makes upon the pipe. For as he plays the pipe he nods upwards, and bows downwards; and leans both to the right and to the left in like manner as that serpent. For the devil also has used these gestures, that he might display blasphemy against heavenly things, and utterly destroy with destruction the things upon earth, and at once encompass the inhabited world, ravaging to right and to left those who obey and are charmed by error, as though through a musical instrument, by his erring voices.
Εʹ. Ἄλλοι δέ τινες ἐξ αὐτῶν κενά τινα ὀνόματα ἀναπλάττουσι, λέγοντες, ὅτι Σκότος ἦν καὶ βυθὸς καὶ ὕδωρ· τὸ δὲ πνεῦμα ἀνὰ μέσον τούτων διορισμὸν ἐποιήσατο αὐτῶν. Τὸ δὲ σκότος ἦν χαλεπαῖνόν τε καὶ ἐγκοτοῦν τῷ πνεύματι· ὅπερ σκότος ἀναδραμὸν περιεπλάκη τῷ πνεύματι. Καὶ ἐγέννησε, φησὶ, τινὰ μήτραν καλουμένην, ἥτις γεννηθεῖσα ἐνεκίσσησεν ἐν αὐτῷ τῷ πνεύματι. Ἐκ δὲ τῆς μήτρας προεβλήθησάν τινες τέσσαρες Αἰῶνες· ἐκ δὲ τῶν τεσσάρων Αἰώνων ἄλλοι δεκατέσσαρες, καὶ γέγονε δεξιά τε καὶ ἀριστερὰ, φῶς καὶ σκότος. Ὕστερον δὲ μετὰ πάντας τούτους προβεβλῆσθαί τινα αἰσχρὸν αἰῶνα, μεμίχθαι δὲ τοῦτον τῇ μήτρᾳ τῇ ἄνω προδεδηλωμένῃ· καὶ ἐκ τούτου τοῦ αἰῶνος τοῦ αἰσχροῦ καὶ τῆς μήτρας γεγονέναι θεούς τε καὶ τοὺς ἀγγέλους καὶ δαίμονας, καὶ ἑπτὰ πνεύματα. Φωρατὴ δὲ τούτων ἡ τῆς πλάνης μιμολογία. Ἀπ' ἀρχῆς γὰρ ἕνα Πατέρα λέγοντες καὶ ὁριζόμενοι, ὕστερον πολλοὺς θεοὺς ὑπέφηναν, εἰς τὸ δεῖξαι αὐτὴν τὴν πλάνην καθ' ἑαυτῆς τὰ ὑπ' αὐτῆς ψευδῆ λεγόμενα ὁπλίζειν, ἑαυτὴν δὲ λύειν, τῆς ἀληθείας ἀεὶ ἐκ παντὸς μέρους εὑρισκομένης
5. Certain others among them fabricate empty names, saying that there were Darkness and Abyss and Water; and the Spirit in the midst of these made a division between them. And the Darkness was raging and bearing malice against the Spirit; which Darkness, rushing upwards, embraced the Spirit. And it begat, says he, a certain entity called Womb, which, once begotten, conceived within the Spirit itself. And out of the Womb there were put forth certain four Aeons; and out of the four Aeons fourteen others, and there came to be right and left, light and darkness. And afterwards, after all these, there was put forth a certain shameful Aeon, and this one mingled with the Womb previously set forth above; and from this shameful Aeon and the Womb there came into being gods and the angels and demons, and seven spirits. Yet the mimicry of their error is easily detected. For though from the beginning they speak of and define one Father, afterwards they brought to light many gods, so as to show that error itself arms against itself the falsehoods spoken by it, and destroys itself, whilst the truth is ever found on every side.
Ϛʹ. Τί τοίνυν εἴπω πρὸς σὲ, ὦ Νικόλαε; τί διαλεχθήσομαι; Πόθεν, ὦ οὗτος, ἥκεις φέρων ἡμῖν αἰσχρὸν αἰῶνα, καὶ ῥίζαν πονηρίας, καὶ μήτραν γεννητικὴν, καὶ θεοὺς πολλοὺς, καὶ δαίμονας; Ὁ γὰρ Ἀπόστολος, φήσας· Εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, οὐκ εἶναι τούτους ὑποφαίνει. Ἐν τῷ γὰρ εἰπεῖν, λεγόμενοι, ἔδειξεν αὐτοὺς ἐν τῷ λέγεσθαι μόνον εἶναι, μὴ ὄντας τῇ ὑποστάσει, ἀλλὰ διὰ τῆς τινῶν ὑπολήψεως. Ἡμῖν δὲ, φησὶν, εἷς Θεὸς, δηλονότι τοῖς τὴν γνῶσιν τῆς ἀληθείας ἐπισταμένοις. Καὶ οὐκ εἶπε λεγόμενον Θεὸν, ἀλλὰ ὄντα Θεόν. Εἰ δὲ ἡμῖν εἷς Θεὸς, οὐκέτι πολλοὶ θεοί. Καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ φησίν· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, ἵνα ἀνατρέψῃ τὴν διάνοιαν τῶν τὰ μυθώδη λεγόντων, καὶ νομιζόντων εἶναι πολυθεῖαν. Εἷς γὰρ ἡμῶν ἐστιν ὁ Θεὸς, Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· τρεῖς ὑποστάσεις, μία κυριότης, μία θεότης, μία δο-
6. What then shall I say unto you, O Nicolaus? how shall I discourse? Whence, O fellow, do you come bringing us a shameful Aeon, and a root of wickedness, and a generative womb, and many gods, and demons? For the Apostle, when he said, Even if there be so-called gods, intimates that these do not exist. For in saying, so-called, he showed that they exist only in being so called, not existing in subsistence, but through the supposition of certain men. Yet to us, says he, there is one God, manifestly to those who know the knowledge of the truth. And he did not say a so-called God, but an existing God. And if to us there is one God, there are no longer many gods. And the Lord says in the Gospel: That they may know Thee, the only true God, in order to overturn the mind of those who utter mythical tales and suppose that polytheism exists. For our God is one, Father and Son and Holy Spirit: three hypostases, one lordship, one godhead, one dox-
Notes, col. 328

On the reading

Printed πολυθεῖαν, for πολυθεΐαν.