πρὸς αὐτὸ, καὶ ἡδονῇ κατασχεθέντες, φανέντος καὶ ἀφαντωθέντος ἀπ' αὐτῶν, ἐρασθέντας τε αὐτοῦ, καὶ μὴ δυνηθέντας ἐμπλησθῆναι τῆς αὐτοῦ ἐρασμιότητος, διὰ τὸ ὑπὸ θῆξιν ἀναπτῆναι τὸ αὐτοῦ φῶς, τούτου χάριν εἰρηκέναι φησὶ τοὺς ἀγγέλους δραματουργῶν ὁ αὐτὸς γόης· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν· παρακόψας τὸ εἰρημένον ἐν τῇ Γενέσει ὑπὸ τοῦ Θεοῦ, τὸ καθ' ἡμετέραν· ἐάσας τὸ ἡμετέραν, ἵνα δὴ ἔχῃ ἡ πλάνη αὐτοῦ τὴν πιθανότητα, ὡς δῆθεν ἄλλων μὲν ποιούντων, εἰκόνα δὲ ἑτέρου λέγειν ἐν τῷ· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν. Γενομένου δὲ, φησὶ, τοῦ ἀνθρώπου, διὰ τὸ αὐτῶν ἀδρανὲς μὴ δύνασθαι αὐτὸν τελεσφορῆσαι, κεῖσθαι δὲ καὶ σκαρίζειν χαμαὶ κείμενον δίκην σκώληκος ἕρποντος· μὴ δύνασθαι δὲ μήτε ἀνορθοῦσθαι, μήτε τι ἕτερον πράττειν, ἕως ἡ ἄνω δύναμις, παρακύψασα καὶ σπλαγχνισθεῖσα διὰ τὴν ἰδίαν αὐτῆς εἰκόνα τε καὶ ἰδέαν, κατ' οἶκτον ἀπέστειλε σπινθῆρα τῆς αὐτῆς δυνάμεως, καὶ δι' αὐτοῦ ἀνώρθωσε τὸν ἄνθρωπον, καὶ οὕτως ἐζωογόνησε· δῆθεν τὸν σπινθῆρα ψυχὴν τὴν ἀνθρωπείαν φάσκων. Καὶ τούτου ἕνεκα πάντως δεῖ τὸν σπινθῆρα σωθῆναι, τὸ δὲ πᾶν τοῦ ἀνθρώπου ἀπολέσθαι· ἐν τῷ ἄνω μὲν τὸ ἄνωθεν κατελθὸν ἀνακομισθῆναι χρόνοις τισί· τὸ δὲ κάτωθεν καὶ αὐτὸ φάσκει ὁ γόης ἐν σχήματι ἀνθρώπου ἐληλυθέναι, καὶ ἰδέᾳ μόνῃ· τὰ πάντα δὲ ἐν τῷ δοκεῖν πεποιηκέναι, τουτέστι τὸ γεγενῆσθαι, τὸ περιπατεῖν, τὸ ὀπτάνεσθαι, τὸ πεπονθέναι.
towards it, and were seized with pleasure when it appeared and vanished from them, and were enamoured of it and unable to take their fill of its loveliness, because its light flew back up in an instant, for this reason the same sorcerer, staging a drama, says that the angels spoke: Let us make man after an image and after a likeness—mutilating what was spoken in Genesis by God, after Our, leaving out Our, so that his error might have plausibility, as though, forsooth, others were making him while speaking of the image of another in the words, Let us make man after an image and after a likeness. When man had come into being, says he, because of their feebleness they could not bring him to completion, and he lay twitching on the ground like a crawling worm, unable either to stand upright or to do anything else, until the power above, peering down and moved with compassion on account of its own image and form, out of pity sent forth a spark of its own power, and through it raised man upright, and thus quickened him—calling the spark, forsooth, the human soul. And on this account the spark must by all means be saved, whereas the whole rest of man perishes: in the realm above, that which came down from above is carried back up at certain times; and as for that from below, the sorcerer declares that He Himself also came in the fashion of a man and in appearance alone, and did all things in semblance, namely being born, walking about, being seen, and suffering.
Βʹ. Ἀπὸ τούτου δὲ ψευδωνύμως ἡ καλουμένη Γνῶσις ἄρχεται πάλιν προστίθεσθαι τῷ βυθῷ τῆς αὐτῆς πονηρίας, ἀπὸ Σίμωνος μὲν λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν πρόφασιν, προστιθεμένη δὲ περισσοτέρᾳ ἄλλῃ φλυαρίᾳ, ὡς τὸν ταύτης ἔλεγχον ὕστερον ἐροῦμεν. Φάσκει γὰρ οὗτος, τοὺς ἀγγέλους λέγων, καὶ τὸν Θεὸν τῶν Ἰουδαίων ἕνα ἐξ αὐτῶν εἶναι· διεστάναι δὲ τὸν αὐτὸν καὶ τοὺς αὐτοὺς ἀπὸ τῆς αὐτοῦ δυνάμεως. Τὸν δὲ Σωτῆρα ἀπεστάλθαι ἀπὸ Πατρὸς κατὰ γνώμην τῶν δυνάμεων ἐπὶ καταλύσει τοῦ Θεοῦ τῶν Ἰουδαίων, καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων. Εἶναι δὲ αὐτοὺς τοὺς ταύτης τῆς αἱρέσεως, τοὺς ἔχοντας τὸν σπινθῆρα τοῦ ἄνωθεν Πατρός. Δύο γὰρ πεπλάσθαι ἀπ' ἀρχῆς ἀνθρώπους φάσκει, ἕνα ἀγαθὸν, καὶ ἕνα φαῦλον· ἐξ ὧν δύο εἶναι τὰ γένη τῶν ἀνθρώπων ἐν κόσμῳ, ἀγαθόν τε καὶ πονηρόν. Ἐπειδὴ δὲ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, τούτου ἕνεκα ἐπ' ἐσχάτου τῶν ἡμερῶν, ὡς προεῖπον, ἦλθεν ὁ Σωτὴρ ἐπὶ βοηθείᾳ τῶν ἀγαθῶν ἀνθρώπων, καὶ ἐπὶ καταλύσει τῶν πονηρῶν καὶ τῶν δαιμόνων. Τὸ γαμεῖν δὲ καὶ τὸ γεννᾷν ὁ αὐτὸς ἀγύρτης ἐκ τοῦ Σα-
Chapter II. From this man, moreover, so-called Gnosis—falsely so named—begins once again to be added to the abyss of its own wickedness, having taken its beginning and pretext from Simon, yet being joined to still more excessive nonsense, whose refutation we shall state later. For this man declares, speaking of the angels, that the God of the Jews also is one of them, and that both he and they stood apart from His power; and that the Saviour was sent from the Father by the consent of the powers for the overthrow of the God of the Jews, and for the salvation of those who obey. And these, he says, are the adherents of this heresy, who possess the spark of the Father above. For he asserts that two men were fashioned from the beginning, one good and one bad, from whom there are two races of mankind in the world, good and evil. And since the demons were aiding the wicked, on this account in the last of the days, as I said before, the Saviour came to aid good men, and to overthrow wicked men and the demons. Marrying and begetting children the same mountebank says are from Sa-