Γʹ. Ἦν δὲ αὕτη τότε ἡ ἐπὶ τοῖς Ἕλλησί τε καὶ Τρωσὶ καὶ ἀνωτάτω πρινὴ τὸν κόσμον γενέσθαι, καὶ μετὰ τὸν κόσμον διὰ τῶν ἀοράτων δυνάμεων τὰ ἴσα ἰσότυπα πεποιηκυῖα. Αὕτη δέ ἐστιν ἡ νῦν σὺν ἐμοὶ, καὶ διὰ ταύτην κατελήλυθα. Καὶ αὕτη δὲ προσεδόκα τὴν ἐμὴν παρουσίαν. Αὕτη γάρ ἐστιν ἡ ἔννοια ἡ παρ' Ὁμήρῳ Ἑλένη καλουμένη. Καὶ τούτου ἕνεκεν ἀναγκάζεται αὐτὴν διαγράφειν Ὅμηρος ἐπὶ πύργου ἑστηκέναι, καὶ διὰ λαμπάδος ὑποφαίνειν τοῖς Ἕλλησι τὴν κατὰ τῶν Φρυγῶν ἐπιβουλήν. Ἐχαρακτήριζε δὲ διὰ τῆς λαμπηδόνος, ὡς ἔφην, τὴν τοῦ ἄνωθεν φωτὸς ἔνδειξιν. Διὸ καὶ τὸν παρ' Ὁμήρῳ θούριον ἵππον μεμηχανημένον, ὃν νομίζουσιν Ἕλληνες ἐπίτηδες γεγενῆσθαι, ἔλεγε πάλιν ὁ γόης, ὅτι ἄγνοιά ἐστι τῶν ἐθνῶν· καὶ ὡς οἱ Φρύγες, ἕλκοντες αὐτὸν ἀγνοίᾳ, τὸν ἴδιον ὄλεθρον ἐπεσπάσαντο· οὕτω καὶ τὰ ἔθνη, τουτέστιν οἱ ἄνθρωποι, ἐκτὸς τῆς ἐμῆς γνώσεως διὰ τῆς ἀγνοίας ἕλκουσιν ἑαυτοῖς τὴν ἀπώλειαν. Ἀλλὰ καὶ Ἀθηνᾶν πάλιν τὴν αὐτὴν ἔλεγε τὴν παρ' αὐτῶν ἔννοιαν καλουμένην, χρώμενος δῆθεν ὁ πλάνος ταῖς τοῦ ἁγίου ἀποστόλου Παύλου φωναῖς, μεταποιῶν τε τὴν ἀλήθειαν εἰς τὸ αὐτοῦ ψεῦδος, τὸ, Ἐνδύσασθε τὸν θώρακα τῆς πίστεως, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ κνημῖδας, καὶ μάχαιραν καὶ θυρεόν. Ταῦτα πάντα ἐπὶ τῆς τοῦ Φιλιστίωνος μιμολογίας ὁ ἀπατεὼν, τὰ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένα διὰ στερεὸν λογισμὸν καὶ πίστιν ἁγνῆς ἀναστροφῆς, καὶ δύναμιν θείου λόγου καὶ ἐπουρανίου, εἰς χλεύην λοιπὸν καὶ οὐδὲν ἕτερον μεταστρέφων. Τί γὰρ, φησὶ, ταῦτα πάντα εἰς Ἀθηνᾶς τύπους μυστηριωδῶς ἐσχημάτιζε. Διὸ πάλιν ἔλεγεν, ὡς προεῖπον, ὑποφαίνων ἐκείνην τὴν μετ' αὐτοῦ γυναῖκα τὴν ἀπὸ Τύρου ληφθεῖσαν αὐτῷ, τὴν ὁμώνυμον τῆς παλαιᾶς Ἑλένης· τὰ πάντα ταύτην καλῶν, καὶ ἔννοιαν, καὶ Ἀθηνᾶν, καὶ Ἑλένην, καὶ τὰ ἄλλα. Καὶ διὰ ταύτην, φησὶ, καταβέβηκα. Τοῦτο γάρ ἐστι τὸ γεγραμμένον ἐν τῷ Εὐαγγελίῳ· τὸ πρόβατον τὸ πεπλανημένον. Ἀλλὰ καὶ εἰκόνα τινὰ παραδέδωκε τοῖς αὐτοῦ, ὡς δῆθεν αὐτοῦ οὖσαν. Καὶ προσκυνοῦσιν αὐτὴν ἐν εἴδει Διός. Ἄλλην δὲ ὡσαύτως Ἑλένης εἰκόνα παρέδωκεν αὐτοῖς ἐν σχήματι Ἀθηνᾶς, καὶ προσκυνοῦσι ταύτας οἱ πρὸς αὐτοῦ ἠπατημένοι.
III. Now she, he claimed, was at that time among the Greeks and Trojans, and supreme on high before the world came into being, and after the world came to be she wrought equal counterparts through the invisible powers. And she is the one who is now with me, and for her sake have I come down; and she too awaited my coming. For she is the Thought who in Homer is called Helen; and for this cause Homer is constrained to portray her standing upon a tower and signalling by a torch to the Greeks the plot against the Phrygians. And through the gleam of the torch, as I stated, he delineated the manifestation of the light from above. Wherefore also regarding the martial horse contrived in Homer, which the Greeks suppose to have been made on purpose, the sorcerer said again that it is the ignorance of the nations; and just as the Phrygians, dragging it in out of ignorance, drew destruction upon themselves, so too the nations—that is, mankind apart from my knowledge—draw ruin upon themselves through ignorance. Moreover, he again called this same woman, whom they term Thought, Athena as well, the deceiver forsooth making use of the utterances of the holy apostle Paul and altering the truth into his own falsehood—namely, Put on the breastplate of faith, and the helmet of salvation, and greaves, and sword and shield. Turning all these sayings spoken by the Apostle on behalf of steadfast reasoning and the faith of a pure manner of life and the power of the divine and heavenly word into mockery after the mime-jesting of Philistion and into nothing else—for what, says he, did he mystically fashion all these things into figures of Athena? Wherefore he spoke again, as I said before, pointing covertly to that woman with him whom he took from Tyre, bearing the same name as the ancient Helen, calling her all things: both Thought, and Athena, and Helen, and the rest. And on her account, says he, I have come down; for this is what is written in the Gospel: the lost sheep. Furthermore, he also handed down a certain image to his followers as though it were his own, and they worship it in the likeness of Zeus; and likewise he handed down to them another image of Helen in the guise of Athena, and those deluded by him worship these.
Δʹ. Μυστήρια δὲ ὑπέθετο αἰσχρότητος, ῥύσεώς τε σωμάτων, ὅπως σεμνότερον ὑφηγήσομαι· ἀνδρῶν μὲν διὰ τῆς ἀποῤῥοίας, γυναικῶν δὲ διὰ τῶν κατ' ἐθισμὸν τῶν ἐμμηνίων, συλλογῇ τινι αἰσχροτάτῃ εἰς μυστήρια συνάγεσθαι. Καὶ ταῦτα εἶναι μυστήρια ζωῆς, γνώσεώς τε τῆς τελειοτάτης· ὅπερ μάλιστα ὑπάρχει τῷ τὴν σύνεσιν ἐκ Θεοῦ κεκτημένῳ βδελυρίαν μᾶλλον ἡγεῖσθαι καὶ θάνατον ἤπερ ζωήν. Ὀνόματα δέ τινα ὁ αὐτὸς ὑποτίθεται ἀρχῶν τε καὶ
IV. Moreover, he instituted mysteries of filthiness and—to state it more decently—of the discharge of bodies: those of men through seminal efflux, and those of women through the customary menstrual flows, gathered by a most foul collection for mysteries. And these, he claimed, are the mysteries of life and of the most perfect knowledge—which, above all for one who possesses understanding from God, is rather to be deemed abomination and death than life. And the same man also propounds certain names of principalities and