ἁλιεὺς ἦν, καὶ κακὸς ἦν· οὔτε γὰρ ἀναμάρτητος ἦν, ἄνθρωπος γὰρ ἦν· καὶ κληθεὶς ἠφίει τὰς σαγήνας καὶ τοὺς ἰχθύας, ἠκολούθει δὲ πάντα ἀφεὶς, ἵνα μόνον ἔχῃ τὸν Ἰησοῦν· καὶ τὰ πρῶτα ἀπολιπὼν, οὐκ ἐστερήθη τοῦ ποθουμένου· εὗρε γὰρ τὸ ζητηθὲν, καὶ ἐπὶ τοσαύτην ἕξιν προελήλυθεν, ὡς ἀκοῦσαι· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος· ὡς ἀκοῦσαι, Δώσω σοι, Πέτρε, τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν· ὡς μαρτυρηθῆναι, Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος. Ὕστερον προπετείας ᾑρέθη ῥήματι· καὶ πρὸς τῇ ἐπιτιμίᾳ γενόμενος, καὶ τὴν ἐπιτιμίαν μὴ φεύγων, ἤκουσεν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· καὶ ἄρτι μὲν κλεῖδας οὐρανῶν ἐδέχετο· Πατὴρ ἐν αὐτῷ ἐφθέγγετο· Πέτρος, ἀντὶ Σίμωνος· ἀντὶ δὲ πράγματος, ῥήματος ἐπιτιμίας ᾑρεῖτο· ἀλλ' ἐθεραπεύθη τὸ πταῖσμα τῇ βελτιώσει· καὶ ἡ ἐπιτιμία φάρμακον ἐγίνετο· καὶ ἡ γνώμη τῆς θεραπείας εἴχετο· καὶ μέγας ἦν καὶ θεῖος, θεραπεύσας μὲν τὸ πταῖσμα, μηδὲν δὲ ζημιωθεὶς ἀπὸ τοῦ προῃρημένου· ὡς δὲ ὁ Κύριος παρεδόθη, καὶ ἤγετο ἐπὶ τὴν αὐλὴν ταῦ ἀρχιερέως, ἠλέγχθη, ἐδυσωπήθη ὁ εὔτονος Πέτρος· σέσεισται ὁ τὰς κλεῖδας ἔχων· ἐκινδύνευσεν ἔξω τῶν θυρῶν τῆς ἀληθείας ἀληθεύειν· ἐκένωσε τὴν γνώμην ὁ πεπληρωμένος· ὑπὸ κόρης μιᾶς νενίκηται· παιδίσκην πεφόβηται· ἀντωπῆσαι πρὸς δούλην οὐ δεδύνηται· πέπτωκε τῇ δειλίᾳ ὁ θεοσεβὴς, ὁ θεοφιλὴς, ὁ τὰ ἐπιφανῆ γινώσκων, ὁ αὐτόπτης τοῦ Κυρίου. Καὶ ταῦτα λέγω, οὐχ ἵνα κατηγορῶ· πείθεται γὰρ ὅτι ταῦτα λαλῶ, ἵνα μὴ συκοφαντηθῇ ἡ ἀλήθεια· ὑπὲρ ἀληθείας φθέγγομαι· καὶ τὸν δοῦλον τῆς ἀληθείας παραφέρω, ἵνα τὸ ψεῦδος μὴ νικήσῃ· τὸν ὑπηρέτην τῆς ἀληθείας προσκομίζω· ἐπειδὴ γὰρ βούλονται φύσεις εἶναι, καὶ μαίνονται εἰς τὸν περὶ φύσεως λόγον, τὸν Πέτρον προσκεκόμικα, ἵνα φύσις ἐλεγχθῇ· δεικνύουσι γὰρ αἱ πολλαὶ μεταβολαὶ τὸ ἐκ προαιρέσεως ἀποτελεσμένον· καὶ ἀργήσει ὁ θρύλλος τῆς προαιρέσεως, τὰ βραβεῖα τῆς κρίσεως τελούσης· προαιρέσει γὰρ ζῶμεν, προαιρέσει τὸ κατόρθωμα ταμιευόμεθα.
was a fisherman, and was evil; for neither was he sinless, since he was a man; and when called, he forsook the nets and the fishes, and leaving all things followed, that he might possess Jesus alone; and having left his former things, he was not deprived of what he longed for; for he found what he sought, and advanced to so great a state as to hear: You are Simon the son of Jonah; you shall be called Cephas, which is interpreted Peter; as to hear, I will give unto you, Peter, the keys of the kingdom of heaven; as to have witness borne unto him, Flesh and blood did not reveal this unto you, but My heavenly Father. Afterwards he was caught in a word of rashness; and coming under rebuke, and not fleeing from the rebuke, he heard: Get behind Me, Satan, you are a stumbling-block unto Me, because you mind not the things of God, but the things of men; and just now he was receiving the keys of heaven, the Father was speaking within him, Peter instead of Simon; yet instead of the deed, he was caught in a word calling for rebuke; nevertheless the stumble was healed by amendment, and the rebuke became a medicine, and his mind clave to the healing; and he was great and divine, having healed the stumble and suffered no loss of what he had previously chosen; yet when the Lord was betrayed, and was being led unto the court of the high priest, strenuous Peter was convicted and put to shame; he who holds the keys has been shaken; he ran the risk, outside the doors of the truth, of speaking the truth; he who had been filled emptied out his mind; by a single damsel has he been vanquished; a maidservant has he feared; he has been unable to look a bondmaid in the face; through cowardice has fallen the godly man, the friend of God, he who knows the glorious manifestations, the eyewitness of the Lord. And these things I say, not in order to accuse him—for he is persuaded that I speak these things lest the truth suffer calumny; I speak in defence of truth, and bring forward the servant of truth, lest falsehood prevail; I adduce the minister of truth; for since they will have it that there are fixed natures, and rave in their doctrine concerning nature, I have adduced Peter, that nature may be refuted; for his many changes show what is wrought out of deliberate choice; and the clamour over deliberate choice shall cease, since deliberate choice pays out the prizes of judgement; for by deliberate choice we live, by deliberate choice we steward right action.
Διὸ δειλιῶ, μὴ αἱρεθῶμεν· ἀμέλει ἀεί τι πονοῦμεν, ἵνα μὴ δοκοῦντες ἠσφαλίσθαι, αἰφνιδίως δι' ἀμέλειαν εἰς ὄλεθρον πέσωμεν. Δι' ἡμᾶς λέγει, Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήποτε ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· τὸν περὶ ἀδοκίμου φοβοῦμαι λόγον, τὸ ὀλισθηρὸν τῆς προαιρέσεως γινώσκων· ἀσφαλίζομαι τῇ ἐπιμελείᾳ τὸ εὔκολον· τειχίζω τὸ τῆς προαιρέσεως εὐμαρὲς τῷ πόνῳ τῆς μελέτης. Καὶ ταῦτα μὲν ὁ Πέτρος, καὶ λαλεῖ, καὶ γράφει, καὶ χαίρει· ἵνα καὶ τὰ πταίσματα αὐτοῦ, καὶ τὰ κατορθώματα αὐτοῦ εἰσήγησις τῶν δογμάτων τυγχάνῃ. Διὰ τοῦτο καὶ τὰ τῶν ἁγίων ἁμαρ-
Therefore I fear lest we be caught; assuredly we ever labour somewhat, lest, seeming to be made secure, we suddenly fall through negligence into ruin. For our sakes it is said, I buffet my body and bring it into bondage, lest perchance, after preaching to others, I myself should become rejected; I fear the word concerning the rejected man, knowing the slipperiness of deliberate choice; I safeguard its facility by diligence; I wall round the easiness of deliberate choice by the toil of practice. And these things indeed Peter both speaks, and writes, and rejoices in, so that both his stumbles and his right deeds may serve as an exposition of doctrines. Wherefore also the saints' sin-