Migne Reading Room

PG 40 · cols. 848–857 · Read from the page

Dialogue on the Holy Trinity between a Jew and a Christian

Dialogue on the Holy Trinity between a Jew and a Christian

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:848Read from the page
Ὁ Ἰουδαῖος. Τοῦ Θεοῦ λέγοντος, Ἴδετε, Ιδετε, ὅτι ἐγώ ειμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ, πῶς ὑμεῖς πιστεύετε καὶ προσκυνεῖτε Πατέρα, ὃν ἡμεῖς Θεὸν ὁμολογοῦμεν, καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ; Ὡς γὰρ ειδωλολάτραι τρεῖς θεοὺς δογματίζοντες, τὸν νομοθετήσαντα Θεὸν, ὅτι Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ, ἐνυβρίσατε.
The Jew. When God says, See, see that I am He, and there is no God beside Me (Deut. 32:39), how do you believe in and worship the Father, Whom we confess as God, and a Son and a Holy Spirit? For like idolaters laying down a dogma of three gods, you have insulted the God Who enacted the law that There is no God beside Me.
Ὁ πιστός. Φοβεροῦ καὶ ἀκαταλήπτου ὑπάρχοντος τοῦ περὶ Θεὸν μυστηρίου, οὐ μίαν οὐδὲ ὁμοίαν δέον ἡμᾶς ποιεῖσθαι τὴν ἀπολογίαν, ἀλλὰ προσφόρως καὶ πρεπόντως ἑκάστῳ ἐρωτῶντι ἀποκρίνασθαι. Οὐκοῦν πρὸς σὲ τὸν Ἰουδαῖον καὶ τοὺς σὺν σοὶ ἐμπεριτόμους μοναρχίαν σέβοντας λέγομεν οὕτως· Ὁμολογεῖς, ὦ Ἰουδαῖε, Θεὸν ἕνα, ποιητὴν οὐρανοῦ καὶ γῆς;
The Christian. Since the mystery concerning God is awesome and incomprehensible, we ought not to make a single or uniform defence, but to answer each questioner suitably and fittingly. Therefore to you, the Jew, and to the circumcised with you who revere the monarchy of God, we speak thus: Do you confess, O Jew, one God, Maker of heaven and earth?
Ὁ Ἰουδαῖος. Ναί.
The Jew. Yes.
Ὁ πιστός. Καὶ ποῖός ἐστιν οὗτος Θεὸς ὃν σέβεις, πόθεν ἐστὶν καὶ ποῦ ἔστι ; καὶ πῶς κάθηται καὶ κινεῖται ; καὶ πῶς λαλεῖ καὶ ζῇ καὶ θεωρεῖ καὶ ψηλαφᾶται ; καὶ πῶς καταλαμβάνεται ἡ δύναμις αὐτοῦ ;
The Christian. And of what sort is this God Whom you revere, whence is He and where is He? And how does He sit and move? And how does He speak and live and behold and touch? And how is His power comprehended?
Ὁ Ἰουδαῖος. Πάντως ὅτι ἀκατάληπτός ἐστι καὶ ἀθεώρητος καὶ ἀδιήγητος ὁ Θεὸς, καὶ ἡ σοφῖα καὶ ἡ ισχὺς καὶ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ.
The Jew. Assuredly God is incomprehensible and invisible and ineffable, and so are His wisdom and His strength and His word and His spirit.
Ὁ πιστός. Καὶ πῶς, ὦ ἀνόητε, ἐμὲ ἀπαιτεῖς λέγειν, πῶς ἐστιν ὁ τόκος τοῦ Θεοῦ, καὶ πῶς ἔχει Υἱὸν ὁ Θεὸς, καὶ πότε καὶ πῶς τοῦτον ἐγέννησε, καὶ πῶς ἡ Τριάς ἐστι τριάς ; Ειπέ μοι σὺ τὸν τόπον καὶ τὸ πλάτος καὶ μῆκος τοῦ Θεοῦ, ἐὰν δύνῃ, καὶ λέγω σοι κἀγὼ τὸ πότε καὶ πῶς ἐγέννησεν ὁ Θεός. Εἰπέ μοι σὺ, ὁποῖός ἐστιν ὁ λόγος τοῦ Θεοῦ, καὶ πῶς λαλεῖ αὐτὸν ὁ Θεὸς, καὶ λέγω σοι κἀγὼ πῶς ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησεν Υἱόν. Εἰ δὲ ὁ λόγος καὶ τὴ πνεῦμα καὶ ὁ τόπος καὶ τὸ ὕψος καὶ τὸ βάθος καὶ ὁ θρόνος καὶ ὁ χρόνος τοῦ Θεοῦ ἀκατάληπτά εἰσι, δῆλον, ὅτι καὶ ὁ τόκος αὐτοῦ ἄῤῥητος καὶ ἀνερμήνευτος. Ἐρομένῳ δὲ πάλιν φράσον μοι, ὦ σκληροτράχηλε καὶ ἀπερίτμητε τῇ καρδίᾳ ὦ Ἰουδαῖε, πῶς ἐξέρχεται ὁ ἡμέτερος λόγος ; καὶ ει τοῦτο δοίης, ἀντερῶ σοι αὖθις κἀγώ· Οὐκοῦν καὶ χείλη σωματικὰ καὶ γλῶσσαν καὶ
The Christian. And how, O foolish man, do you demand of me to tell how the begetting of God takes place, and how God has a Son, and when and how He begot Him, and how the Trinity is a trinity? Tell me yourself the place and the breadth and length of God, if you can, and I too will tell you the when and how God begot. Tell me yourself of what sort the word of God is, and how God speaks it, and I too will tell you how from the womb before the morning star He begot a Son. Now if the word and the spirit and the place and the height and the depth and the throne and the time of God are incomprehensible, it is plain that His begetting too is ineffable and unsearchable. And as I ask you once again, declare to me, O stiff-necked and uncircumcised in heart, O Jew, how our own word issues forth; and should you grant this, I in turn will reply to you again: Does God then also possess bodily lips and tongue and
Notes, col. 848

On the reading

Printed Ιδετε, for ἴδετε.

Printed ειμι, for εἰμι.

Printed ειδωλολάτραι, for εἰδωλολάτραι.

Printed σοφῖα, for σοφία.

Printed ισχὺς, for ἰσχὺς.

Printed Ειπέ, for Εἰπέ.

Printed τὴ, for τὸ.

Printed ει, for εἰ.

PG 40:849Read from the page
ὀδόντας καὶ λάρυγγα κατὰ σὲ ἔχει ὁ Θεός ; ὥστε λοιπὸν καὶ σωματικὸς καὶ τοπικὸς καὶ ὁρατὸς καὶ περίγραπτός ἐστι, καὶ ει τοῦτο, καὶ κτιστός· πᾶν γὰρ σωματικὸν καὶ περίγραπτον πρᾶγμα, δῆλον καὶ κτιστόν. Ειπὲ δή μοι λοιπὸν, ὦ τολμηρὲ, καὶ τὸ, τίς ἔκτισε καὶ ἐποίησε τὸν Θεόν. Ὦ τῆς σῆς κακίστης καὶ ἀφρονεστάτης πωρώσεως ! Ἐρωτώμενος γὰρ σὺ παρ' ἐμοῦ, πῶς ἐστιν ὁ λόγος τοῦ Θεοῦ, ἢ ποῖόν ἐστι τὸ πνεῦμα τοῦ Θεοῦ, ἢ ὁ τόπος ἢ ὁ θρόνος τοῦ Θεοῦ, λέγεις· Ἀπορῶ, ὅτι οὐκ οἶδα· καὶ ἐμὲ εισπράττεις καὶ ἀναγκάζεις λέγειν, πῶς ἐστιν ὁ τόκος καὶ ὁ Υἱὸς τοῦ Θεοῦ. Σὺ θορυβῇ καὶ ἀγανακτεῖς, διότι λέγω, ὅτι ἔχει ὁ Θεὸς Υἱὸν προαιώνιον, πανάγιον, ἄκτιστον, ἀκατάληπτον, ὑπεράμωμον, ὑπέρσοφον, ὑπερκόσμιον, ὑπεράγαθον. Καὶ πῶς ἐγὼ μᾶλλον μὴ θορυβηθῶ, ὦ ἀναίσχυντε Ἰουδαῖε, ὅτι σὺ ἑαυτὸν υἱὸν Θεοῦ ὀνομάζεις λέγων, ὅτι υἱὸς πρωτότοκος τοῦ Θεοῦ ὁ Ἰσραήλ ; Σὺ, ὁ μωρὸς, καὶ οὐχὶ σοφὸς, ὁ ἀχάριστος, ὁ γογγυστὴς, ὁ ἀνήκοος, ὁ θεομίσητος, ὁ θεοσκόρπιστος, ὁ Θεῷ ἀντίδικος, υἱὸν Θεοῦ ἑαυτὸν ὀνομάζεις, κἀγὼ ἐπειδὴ λέγω Υἱὸν Θεοῦ ἀγαθὸν καὶ εὐεργέτην καὶ Σωτῆρα καὶ δίκαιον, ἀγανακτεῖς καὶ ἐγκαλεῖς καὶ βλασφημεῖς, καὶ ειδωλολάτρην με ἀποκαλεῖς ; Τί θερμάζῃ, ὦ ἀνόητε, καὶ τί ταράσσῃ, ἐπὰν Υἱὸν Θεοῦ ἀκούσῃς ; Σὺ ἕνα Υἱὸν οὐ βούλει ὁμολογεῖν Θεοῦ· καὶ πῶς ἡ θεία Γραφὴ καὶ ὁ Δαβὶδ, μᾶλλον δὲ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υιοὶ Ὑψίστου πάντες ; Ἐὰν ἀνθρώπους ψιλοὺς καὶ φθαρτοὺς καὶ θνητοὺς κατεδέξατο ὁ Θεὸς υἱοὺς Θεοῦ καὶ θεοὺς ὀνομάζειν, πῶς σὺ νομίζων πάντων δικαιότερος καὶ ἀκριβέστερος εἶναι, ἕνα Υἱὸν ἄμωμον καὶ πανάγιον ὁμολογεῖν οὐ καταδέχῃ Θεοῦ ;
teeth and throat in your view? So that consequently He is also bodily and local and visible and circumscribed, and if this be so, created as well; for every bodily and circumscribed thing is manifestly also created. Tell me then, O reckless man, this too: who created and made God? Oh, your most wicked and most senseless blindness of heart! For when asked by me how the word of God exists, or of what sort is the spirit of God, or the place or the throne of God, you say: I am at a loss, because I do not know; and yet you exact from me and compel me to tell how the begetting and the Son of God exist. You raise an uproar and are indignant because I say that God has a Son Who is pre-eternal, all-holy, uncreated, incomprehensible, supremely blameless, supremely wise, supramundane, supremely good. And how should I not rather be indignant, O shameless Jew, because you call yourself a son of God, saying that Israel is God's firstborn son (Exod. 4:22)? You—the foolish and unwise one, the ungrateful, the murmurer, the disobedient, the God-hated, the God-scattered, the adversary of God—call yourself a son of God, and when I speak of a Son of God Who is good and Benefactor and Saviour and righteous, are you indignant and do you bring charges and blaspheme, and call me an idolater? Why do you chafe with anger, O foolish man, and why are you troubled whenever you hear of a Son of God? You refuse to confess one Son of God; and how do divine Scripture and David, or rather the Holy Spirit Himself, say: I have said, Ye are gods, and all of you sons of the Most High (Ps. 81:6)? If God deigned to call mere, corruptible, and mortal men sons of God and gods, how do you, who suppose yourself more righteous and more exact than all men, refuse to confess one blameless and all-holy Son of God?
Ὁ Ἰουδαῖος. Ἀλλ' οὐ, καθὼς σὺ λέγεις Υἱὸν Θεοῦ προαιώνιον καὶ ἄκτιστον, οὕτω λέγει ὁ Θεὸς υἱὸν αὐτοῦ εἶναι καὶ τὸν Ἰσραὴλ, οὐδὲ τοὺς λοιποὺς ἀνθρώπους περὶ ὧν εἶπεν· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υιοὶ Ὑψίστου πάντες.
The Jew. Yet not in the manner in which you speak of a pre-eternal and uncreated Son of God does God say that Israel too is His son, nor the rest of men concerning whom He said: I have said, Ye are gods, and all of you sons of the Most High.
Ὁ πιστός. Ἀλλὰ ποίους λέγει ὁ Θεὸς τούτους θεοὺς καὶ υἱοὺς αὐτοῦ τοῦ Ὑψίστου ;
The Christian. Well then, of what sort does God call these gods and sons of Himself, the Most High?
Ὁ Ἰουδαῖος. Ἀνθρώπους τινὰς λέγει φθαρτοὺς καὶ θνητοὺς, υἱοὺς λεγομένους.
The Jew. He means certain corruptible and mortal men, who are called sons.
Ὁ πιστός. Εἶτα, ἀνόητε, πεπωρωμένε τῇ καρδίᾳ, πόσον διαφέρει τὸ ὁμολογεῖν, ὅτι ἔχει Υἱὸν ὁ Θεὸς ἄφθαρτον, ἀθάνατον, ἁγνὸν, ἀναμάρτητον, αιώνιον, ἄτρεπτον, ἀπαθῆ, ὑπὲρ τὸ ὀνομάζειν ἀνθρώπους ὑλικοὺς καὶ φθαρτοὺς καὶ τρεπτοὺς καὶ θνητοὺς, υἱοὺς Θεοῦ ; Τὸ μὲν γὰρ ειπεῖν, ὅτι ἔχει Υἱὸν ὁ Θεὸς ἄφθαρτον καὶ ἀθάνατον καὶ ἀναμάρτητον, πρέπει τῷ Θεῷ, καὶ τιμή ἐστι τῷ Θεῷ, ὑπὲρ τὸ λέγειν, ὅτι υἱὸς πρωτότοκός ἐστι τοῦ Θεοῦ ὁ Ἰσραὴλ, ὁ μωρὸς λαὸς καὶ ἁμαρτωλὸς καὶ παράνομος καὶ ἀσεβής. Βλασφημίαν γὰρ τοῦτο προσφέρει Θεῷ παρὰ τῶν ἀπίστων ἐθνῶν· δύνανται γὰρ λέγειν· Πῶς Θεός ἐστιν ἀληθινὸς, ὅτι Πατὴρ ὑπάρχει υἱοῦ μωροῦ ;
The Christian. Then, O foolish man, hardened in heart, how much does it differ to confess that God has a Son Who is incorruptible, immortal, pure, sinless, eternal, immutable, and impassible, rather than to call material, corruptible, mutable, and mortal men sons of God! For to say that God has a Son Who is incorruptible and immortal and sinless befits God, and brings honour to God, far more than to say that Israel—that foolish, sinful, lawless, and ungodly people—is God's firstborn son. For this brings blasphemy upon God from the unbelieving nations; for they are able to say: How is He the true God, seeing that He is the Father of a foolish son?
Notes, col. 849

On the reading

Printed ει, for εἰ.

Printed Ειπὲ, for Εἰπὲ.

Printed εισπράττεις, for εἰσπράττεις.

Printed ειδωλολάτρην, for εἰδωλολάτρην.

Printed υιοὶ, for υἱοὶ.

Printed αιώνιον, for αἰώνιον.

Printed ειπεῖν, for εἰπεῖν.

PG 40:852Read from the page
Ὁ Ἰουδαῖος. Εἰ Υἱὸν ἔχει ὁ Θεὸς, εἰπέ μοι, πῶς καὶ πότε τοῦτον ἐγέννησεν;
The Jew. If God has a Son, tell me how and when He begot Him?
Ὁ πιστός. Οὐ δύναμαι μὴ ὁμολογῆσαι, ὅτι ἔχει Υἱὸν ὁ Θεὸς, τῆς Γραφῆς μάλιστα προφανῶς λεγούσης ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς τὸν Υἱὸν, ὅτι Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· καὶ τοῦ Υἱοῦ πάλιν περὶ ἑαυτοῦ ὡς ἐκ προσώπου τοῦ Πατρός· Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ οὐ δύναμαι πάλιν ὁμολογεῖν, ὅτι ἔχει Πνεῦμα ὁ Θεὸς, αὐτοῦ τοῦ Θεοῦ λέγοντος· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Ὅμως ἐρωτήσω σε, Ἰουδαῖε, σὺ δέ μοι ἀποκρίθητι· Ὁποῖον πνεῦμα λέγεις ἔχειν τὸν Θεόν; ἆρ' οἷον τὸ τοῦ ἀνθρώπου, τὸ ἐκ στόματος καὶ ῥινῶν ἐξερχόμενον καὶ ἐκχεόμενον καὶ φαινόμενον καὶ χωριζόμενον
The Believer. I cannot refrain from confessing that God has a Son, since Scripture most manifestly says in the person of God and the Father towards the Son: Out of the womb before the morning star have I begotten Thee; and of the Son again concerning Himself as in the person of the Father: The Lord said unto Me: Thou art My Son, today have I begotten Thee. And again I cannot [but] confess that God has a Spirit, since God Himself says: I will pour out of My Spirit upon all flesh. Yet I shall ask you, O Jew, and do you answer me: What sort of spirit do you say that God possesses? Is it like that of a man, which goes forth from the mouth and nostrils, and is poured out, and appears visibly, and is parted
Ὁ Ἰουδαῖος. Μὴ γένοιτο! ἀλλὰ Πνεῦμα ἀόρατον, Πνεῦμα ἅγιον, Πνεῦμα ἀληθὲς, Πνεῦμα ἡγεμονικὸν, Πνεῦμα ἀχώριστον τοῦ Θεοῦ.
The Jew. Far be it! Rather, an invisible Spirit, a holy Spirit, a true Spirit, a sovereign Spirit, a Spirit inseparable from God.
Ὁ πιστός. Καὶ πότε ἐποίησεν ὁ Θεὸς ἢ ἐξήγαγεν τὸ Πνεῦμα τοῦτο; ἢ πῶς καὶ πόθεν αὐτὸ συνέστησεν;
The Believer. And when did God make or bring forth this Spirit? Or how and whence did He establish it?
Ὁ Ἰουδαῖος. Ἄκτιστόν ἐστι τὸ Πνεῦμα τοῦ Θεοῦ, ἄναρχον καὶ ἀκατάληπτον ὥσπερ ὁ Θεός.
The Jew. Uncreated is the Spirit of God, without beginning and incomprehensible, just as God is.
Ὁ πιστός. Ἰδοὺ καὶ σὺ σαφῶς ἐλέγχῃ, ὅτι δυάδα προσκυνεῖς, λέγω δὴ Θεὸν καὶ Πνεῦμα Θεοῦ. Ὥσπερ οὖν σὺ οὐκ ἴσχυσας εἰπεῖν, πόθεν ἢ πότε ἢ πῶς ἐστι τὸ Πνεῦμα τοῦ Θεοῦ μετὰ τοῦ Θεοῦ, ἀλλὰ μόνον ἀκούσας ἐκ τῶν θείων Γραφῶν ὁμολογεῖς καὶ πιστεύεις ἔχειν Πνεῦμα τὸν Θεόν· οὕτω κἀγὼ ὁ Χριστιανὸς ἀπεριέργως καὶ ἀνερμηνεύτως ὁμολογῶ τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ. Εἰ δὲ ἀπαιτεῖς με εἰπεῖν, πότε καὶ πόθεν καὶ πῶς ἔσχεν Υἱὸν ὁ Θεὸς, εἰπέ μοι σὺ πρῶτον πότε καὶ πόθεν καὶ πῶς ἔχει Πνεῦμα ὁ Θεὸς, καὶ λέγω σοι κἀγὼ πῶς προανάρχως ὁ Θεὸς ἐγέννησε τὸν Υἱόν. Ὥσπερ γὰρ σὺ οὐ λέγεις τὸν Θεὸν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ δύο θεοὺς, οὕτως οὐδὲ ἐγὼ λέγω Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τρεῖς θεοὺς, μὴ γένοιτο! Ἀλλ' ὥσπερ ὁ ἥλιος καὶ ἡ θέρμη αὐτοῦ καὶ ἡ ἀκτὶς ἐξερχομένη ἐξ αὐτοῦ, τρία μὲν ὀνόματά εἰσι, μία δὲ οὐσία ἡλίου· καὶ ὥσπερ ἡ ψυχὴ καὶ ὁ λόγος καὶ τὸ σῶμα τοῦ ἀνθρώπου οὐκ εἰσὶ τρεῖς ἄνθρωποι· καὶ ὥσπερ ὁ ὄνυξ τοῦ δακτύλου καὶ τὸ ὀστοῦν καὶ ἡ σὰρξ οὐκ εἰσὶ τρεῖς δάκτυλοι· καὶ ὥσπερ ἡ ῥίζα καὶ ὁ κλάδος καὶ τὸ φύλλον τοῦ δένδρου οὐκ ἔστι τρία δένδρα· καὶ ὥσπερ ὁ ὀφθαλμὸς καὶ ἡ κόρη καὶ τὸ φῶς τοῦ ὀφθαλμοῦ οὐκ εἰσὶ τρεῖς ὀφθαλμοί· καὶ ὥσπερ ἡ πηγὴ καὶ ὁ ποταμὸς καὶ ὁ ῥύαξ ὁ ἐκ τοῦ ποταμοῦ, οὐκ εἰσὶ τρία ὕδατα· καὶ ὥσπερ ὁ βραχίων καὶ ὁ καρπὸς καὶ ἡ παλάμη οὐκ εἰσὶ τρεῖς χεῖρες· καὶ ὥσπερ ἡ ἐπὶ Μωσέως βάτος εἶχε λόγον καὶ φλόγα καὶ λαλοῦντα· καὶ ὥσπερ ἡ κάμινος τῶν τριῶν παίδων εἶχεν ὕμνον καὶ φλόγα καὶ δρόσον, μία κάμινος οὖσα· καὶ ὥσπερ τὸ νόμισμα ἔχει χρυσὸν καὶ εἰκόνα καὶ λόγον τοῦ βασιλέως· οὕτως ἐν τῇ παναγίᾳ Τριάδι ἀσύγχυτος ἡ ἕνωσις ἐν τρισυποστάτῳ μιᾷ οὐσίᾳ καὶ θεότητι.
The Believer. Behold, you too are clearly convicted of worshipping a dyad, namely God and the Spirit of God. Just as you, therefore, were unable to state whence or when or how the Spirit of God is with God, but merely upon hearing from the divine Scriptures confess and believe that God possesses a Spirit, so I too, as a Christian, without curious prying and beyond explanation confess the Son and Word of God. And if you demand that I state when and whence and how God had a Son, tell me first yourself when and whence and how God possesses a Spirit, and I too shall tell you how before every beginning God begot the Son. For just as you do not call God and the Spirit of God two gods, neither do I call the Father and the Son and the Holy Spirit three gods—far be it! Rather, just as the sun and its warmth and the ray proceeding out of it are three names, yet one substance of the sun; and just as the soul and the reason and the body of a man are not three men; and just as the nail of the finger and the bone and the flesh are not three fingers; and just as the root and the branch and the leaf of the tree is not three trees; and just as the eye and the pupil and the light of the eye are not three eyes; and just as the spring and the river and the stream flowing from the river are not three waters; and just as the arm and the wrist and the palm are not three hands; and just as the bush in the days of Moses held speech and flame and One speaking; and just as the furnace of the three youths held hymn and flame and dew, while being a single furnace; and just as a coin possesses gold and the image and the inscription of the emperor: so in the all-holy Trinity unconfused is the union in one tri-hypostatic essence and Godhead.
PG 40:853Read from the page
Ὁ Ἰουδαῖος. Κἂν εἴπω Θεὸν τὸν Χριστὸν, οὐ τολμῶ λέγειν αὐτὸν ὁμοούσιον τοῦ Πατρός.
The Jew. Even if I should call the Christ God, I do not dare to call Him consubstantial with the Father.
Ὁ πιστός. Ἐὰν ὅλως καταδέξῃ ὁμολογεῖν αὐτὸν Θεὸν, γινώσκεις ἀκριβῶς καὶ ἀναμφιβόλως, ὅτι αὐτὸς φωτίζει σε διὰ τῶν θείων Γραφῶν καὶ προφητῶν, ὅτι Θεός ἐστιν ὁ Υἱὸς προαιώνιος, οὐ σχετικῶς καθὼς οἱ λοιποὶ ἄνθρωποι, ἀλλὰ φυσικῶς, ὡς φῶς ἐκ φωτὸς, καὶ Θεὸς ἐκ Θεοῦ. Οὔτε γὰρ ὡς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τρεῖς εἰσιν ἄνθρωποι ἐξ ἀλλήλων μεμερισμένοι, οὕτω λέγομεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Οὔτε ὥσπερ τρεῖς λαμπάδες διῃρημέναι, ἢ τρεῖς στύλοι κεχωρισμένοι, ἢ ὥσπερ Μιχαὴλ καὶ Γαβριὴλ, οὕτως ἀπέχουσιν ἀλλήλων Πατὴρ καὶ Υἱός· οὔτε ὥσπερ Ἀδὰμ γεγέννηκε τὸν Ἄβελ, οὕτως ὁ Θεὸς γεγέννηκε Υἱὸν ἐκπορευτῶς, καὶ ῥευστῶς, σπαρτῶς καὶ σωματικῶς, ἄπαγε! Οὐ γὰρ ὥσπέρ προτερεύω ἐγὼ καὶ μείζων εἰμὶ τοῦ ἐμοῦ υἱοῦ, οὕτω καὶ ὁ Πατὴρ καὶ Θεὸς προϋπάρχει τοῦ Υἱοῦ. Ἀλλ' ἅμα Πατὴρ, ἅμα Υἱὸς, ὡς ἅμα ἡμέρᾳ τὸ φῶς. Καὶ ὥσπερ ἅμα ἡ ἡμέρα καὶ ὁ ἥλιος καὶ τὸ φῶς, οὕτως ἅμα Πατὴρ καὶ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ μὴ εἴπῃς, Πῶς εἰσι ταῦτα; ὑπὲρ γὰρ τὸ πῶς ταῦτα. Μὴ εἴπῃς, Ποίῳ τρόπῳ; ὑπὲρ γὰρ τρόπον, τοῦ Θεοῦ ὁ τόκος. Μὴ εἴπῃς, Ποίῳ λόγῳ; ὑπὲρ λόγον ὁ Λόγος. Μὴ ζήτει, Ποίῳ χρόνῳ; ὑπὲρ γὰρ χρόνον ὁ ἄχρονος. Μὴ εἴπῃς, Ἐν ποίῳ τόπῳ; ὑπὲρ γὰρ τόπον. Μὴ ζήτει, Ἐν ποίᾳ ἀρχῇ; ὑπὲρ ἀρχὴν γὰρ ἡ ἄναρχος ἀρχή. Προσκύνει Θεὸν μὴ ἐρευνῶν Θεόν. Ὁμολόγει Πατέρα, ἀλλὰ μὴ ζήτει τὸ πρᾶγμα τοῦ κατὰ Θεὸν μυστηρίου. Πίστευε εἰς Υἱὸν, μὴ ψηλαφῶν τὸν τρόπον τῆς προανάρχου γεννήσεως. Ἀνύμνει τὸ Πνεῦμα, μὴ πολυπραγμονῶν τὸ χρῆμα τῆς ἐκπορεύσεως. Μυστήριον γὰρ καταλαμβανόμενον οὐκέτι μένει μυστήριον· πᾶν δὲ τὸ μὴ ὂν μυστήριον, οὐδέν ἐστι θαυμαζόμενον. Ὅσον οὖν ἐρευνᾶται Θεὸς, τοσοῦτον πλέον ἀγνοεῖται καὶ κρύπτεται· καὶ ὅσον καταδιώκεται καὶ ἐξερευνᾶται, τοσοῦτον πλέον οὐ καταλαμβάνεται, οὐδὲ φανεροῦται· καὶ ὅσον ψηλαφᾶται, τοσούτῳ πλέον οὐ φθάνεται οὐδὲ εὑρίσκεται. Πάντες οἱ Θεὸν ἐρευνήσαντες, σκιὰν κρατῆσαι ἐσπούδασαν· καὶ ὅσοι Θεὸν μαθεῖν ἐδοκίμασαν, ἀνέμους ἀποκλεῖσαι ἐν κόλπῳ ἠθέλησαν· καὶ ὅσοι καταλαβεῖν τὴν θεότητα νομίζουσιν, ἐνύπνιον καὶ φαντασίαν κατέχουσι· καὶ ὅσοι βαθῦναι περὶ Θεοῦ φύσεως ἐνόμισαν, εἰς αἱρέσεις ἐτράπησαν· καὶ ὅσοι Θεοῦ λέγουσιν ὅτι ἔφθασαν, οὐδὲ ῥανίδος ἐκ πάσης τῆς ἀβύσσου ἐκράτησαν, ἀλλὰ σκιὰν καταδιώξαντες οὐκ ἔφθασαν.
The Believer. If you consent at all to confess Him to be God, you know accurately and indubitably that He Himself enlightens you through the divine Scriptures and prophets that the Son is pre-eternal God, not by relation as other men are, but by nature, as Light from Light, and God from God. For neither as Abraham and Isaac and Jacob are three men divided from one another, do we thus speak of the Father and the Son and the Holy Spirit. Nor as three divided lamps, or three separated pillars, or as Michael and Gabriel, do the Father and the Son thus stand apart from one another; nor as Adam begot Abel, has God thus begotten a Son by emission and flux, by seed and corporeally—away with the thought! For not as I precede and am greater than my own son, does the Father and God thus pre-exist before the Son. Rather, at once Father, at once Son, as light is simultaneous with day. And just as day and the sun and the light are simultaneous, so at once are the Father and the Son and the Spirit. And do not say, How are these things? For these things are above the how. Do not say, In what manner? For above manner is the begetting of God. Do not say, By what account? Above account is the Word. Do not seek, At what time? For above time is the Timeless One. Do not say, In what place? For He is above place. Do not seek, In what beginning? For above beginning is the beginningless Beginning. Worship God without prying into God. Confess the Father, yet do not seek out the reality of the mystery concerning God. Believe in the Son, without groping after the manner of His generation before every beginning. Hymn the Spirit, without meddling in the matter of His procession. For a mystery once comprehended no longer remains a mystery; and everything that is not a mystery is nothing marvelled at. The more, then, God is searched into, the more He remains unknown and hidden; and the more He is pursued and investigated, the less He is comprehended or made manifest; and the more He is groped after, by so much the less is He overtaken or found. All who have searched into God have striven to grasp a shadow; and all who have essayed to learn God have wished to shut up winds in their bosom; and all who suppose that they comprehend the Godhead hold fast a dream and a fantasy; and all who have supposed that they sounded the depths of God's nature have turned aside into heresies; and all who say that they have attained unto God have laid hold of not even a drop out of the whole abyss, but having pursued a shadow have not overtaken it.
Πίστις οὖν διὰ τοῦτο ἀκούει, ὅτι πᾶς ὁ πιστεύων οὐκ ἐρευνᾷ, ὡς οἱ ἄπιστοι, Θεόν. Καὶ τί λέγω Θεόν; οὐδὲ τὰ τοῦ Θεοῦ ποιήματα ἀνθρώποις εὔληπτα. Εἰπὲ γάρ μοι σὺ, ὁ θέλων ἐξερευνᾷν καὶ μαθεῖν φύσιν Θεοῦ, ποῦ εἰσιν οἱ ἄγγελοι; καὶ ὁποῖοί εἰσι; καὶ πότε ἐγένοντο; καὶ πόθεν συνίστανται; καὶ διὰ τί οὐ φαίνονται; καὶ τίς ἐστιν ἡ φύσις αὐτῶν; καὶ ὁποῖόν ἐστι τὸ σχῆμα αὐτῶν, καὶ ἡ φωνὴ αὐτῶν, καὶ ὁ δρόμος; Οὐ μόνον δὲ περὶ ἀγγέλων ἐρευνῶ σε, ἀλλὰ καὶ περὶ οὐρανοῦ. Ὁποία ἐστὶν, εἰπέ μοι, ἡ φύσις αὐτοῦ, καὶ ἡ ἔκτασις τοῦ πλάτους; καὶ πέσον
Faith therefore bears this name because everyone who believes does not pry into God as unbelievers do. And why do I speak of God? Not even the works made by God are easily grasped by men. For tell me, you who wish to search out and learn the nature of God, where are the angels? And of what sort are they? And when did they come into being? And whence do they subsist? And why do they not appear visibly? And what is their nature? And of what sort is their form, and their voice, and their course? Nor is it only concerning angels that I question you, but concerning heaven as well. Of what sort, tell me, is its nature, and the expanse of its breadth? And how great
Notes, col. 853

On the reading

Printed ὥσπέρ, for ὥσπερ.

Printed πέσον, for πόσον.

PG 40:856Read from the page
τὸ ὕψος; Καὶ τί λέγω τὰ ἐπουράνια; ἔλθωμεν λοιπὸν κάτω εἰς τὰ ἐπίγεια, ἐν οἷς ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Τίς ἐναργῶς ἔγνω τὴν ἰδίαν τῆς ψυχῆς κατασκευήν, ὁποία ἐστὶ, καὶ πῶς συμπεριέρχεται μετὰ τοῦ σώματος, καὶ ὁποία τῷ εἴδει ἐστὶ, καὶ ποῦ καὶ πόθεν συνίσταται, καὶ πῶς χωρίζεται τοῦ σώματος; Εἶτα πάλιν περὶ σώματος ἐρευνητέον, πῶς συνίσταται; πῶς διαλύεται; πῶς δὲ ἀνίσταται; ποίῳ δὲ τρόπῳ ἐν τῇ ἀναστάσει συνάγεται; καὶ πῶς ἢ πόθεν παραγίνεται καὶ εἰς τὸ ἓν αὖθις μετὰ τῆς ψυχῆς ἀποκαθίσταται; Οὐ μόνον δὲ ἡ τοῦ ἀνθρώπου κατασκευή ἐστιν ἡμῖν ἀκατάληπτος, ἀλλὰ καὶ ἡ τῶν ζώων καὶ τῶν πετεινῶν καὶ ἰχθύων. Εἰπὲ γάρ μοι ὁ τὰ περὶ Θεοῦ ἐρευνῶν, πῶς ἡ τῶν ἀλόγων φύσις ὑφέστηκε; πῶς ψυχὴν λογικὴν μὴ ἔχοντα ταῦτα θνήσκουσι; τί ἐξ αὐτῶν ἐν καιρῷ τοῦ θανάτου χωρίζεται; Ἂν εἴπῃς μοι, Ψυχὴν ὑποστατικὴν οὐκ ἐκτήσαντο, ἀλλὰ τὸ αἷμα· ἀλλὰ πλεῖστα ζῶα καὶ μὴ αἱμοῤῥαγήσαντα θνήσκουσι. Πῶς δὲ πάλιν οἱ ἰχθῦες ἐν τοῖς ὕδασιν ἀναπνεῖν δύνανται; πῶς αὐτοὺς ἡ τῶν ὑδάτων φύσις οὐκ ἀποπνίγει ὡς τὰ ἄλογα; Πόθεν δὲ τὸ ἄλογον ζῶον σὺν τῷ κατ' εἰκόνα Θεοῦ ὄντι ἀνθρώπῳ ἐν ὁδῷ ἀπερχόμενον, ἐν τῷ ἐπανέρχεσθαι ὑπὲρ τὸν λογικὸν εὑρίσκεται ἀπλανῶς τὴν ὁδὸν ἐπιστάμενον; Πόθεν δὲ πάλιν πετεινὰ καὶ ἰχθύες καὶ θηρία μήτε λόγον μήτε λογισμὸν ἔχοντα, μήτε διάνοιαν καὶ διάκρισιν, νοοῦσι καὶ ὑπερβαίνουσι δίκτυα καὶ παγίδας καὶ θηρεύματα;
is its height? Yet why do I speak of heavenly things? Let us come down, then, to earthly things, in which we live and move and have our being. Who has clearly known the particular constitution of his own soul—of what sort it is, and how it goes about together with the body, and what it is like in form, and where and whence it subsists, and how it is parted from the body? Next, again, one must inquire concerning the body: how does it hold together? How is it dissolved? How does it rise again? And in what manner is it gathered together at the resurrection? And how or whence does it come forward and get restored into unity once more with the soul? Nor is it only the constitution of man that is incomprehensible to us, but also that of beasts and birds and fishes. For tell me, you who search into the things of God, how does the nature of irrational creatures subsist? How do these creatures die when they do not possess a rational soul? What is parted from them at the time of death? If you tell me, They did not acquire a substantial soul, but blood—yet most animals die even without shedding blood. And how, again, are fishes able to breathe in the waters? How does the nature of the waters not suffocate them like irrational beasts? And whence is an irrational animal, setting out on a journey with man who is according to the image of God, found upon returning to know the road unerringly better than the rational being? And whence, again, do birds and fishes and wild beasts, possessing neither speech nor reasoning, nor understanding and discernment, perceive and leap over nets and snares and traps?
Καὶ ἵνα λοιπὸν ἐπιγνοίης ἐπὶ πλέον τὴν σαυτοῦ ταπείνωσιν καὶ ἄγνοιαν καὶ ταλαιπωρίαν, ἐρῶ σοι πάλιν καὶ τοῦτο· Εἰπέ μοι σὺ, ὁ τὸν ἀκατάληπτον Ποιητὴν καὶ Θεὸν δοκιμάζων μαθεῖν καὶ πολυπραγμονεῖν, λέγε μοι πρῶτον, τί ἐστιν ἡ οὐσία τοῦ ψύλλου; καὶ ὁποία ἐστὶν ἡ οὐσία τῆς ψυχῆς αὐτοῦ; καὶ ὁποία ἡ ψυχὴ αὐτοῦ; καὶ πῶς αὐτὴ ἄνευ σπορᾶς αὐτομάτως συνίσταται; καὶ πῶς λογισμὸν ἢ σοφίαν μὴ ἐπιστάμενος, ὁρᾷ τὸν ἄνθρωπον καὶ φεύγει φοβούμενος τὸν θάνατον; πόθεν δὲ οἶδεν, ὅτι θανάτῳ ὑπόκειται; ποίοις δὲ λογισμοῖς βουλεύεται; πόθεν ἔμαθεν, ὅτι ἐχθρὸς αὐτοῦ καθέστηκεν ὁ ἄνθρωπος; ποῦ δὲ ἡ μνημονευτικὴ αὐτοῦ ἀπόκειται διάνοια; τίς δὲ ὁ διδάξας αὐτὸν ἐν ταῖς ῥαφαῖς καὶ διπλώσεσι τῶν ἱματίων κρύπτεσθαι; Τί δὲ ἄρα καὶ ὀνομάζειν τὸν ψύλλον ὀφείλομεν ὅσοι ἐξερευνηται τῆς θεότητος; Ἆρα τετράποδον αὐτὸν εἴπομεν; ἀλλ' οὐκ ἔστιν. Ἆρα δίποδον; ἀλλ' οὐκ ἔστιν. Ἆρα ἑρπετόν; ἀλλ' οὐκ ἔστιν, ἀλλὰ ζῶον. Διὸ παρακαλῶ πάντα τὸν θέλοντα φυσιολογεῖν τὸν Θεὸν, φυσιολογῆσαι ἡμῖν, πρὸ τοῦ Θεοῦ, τὴν τοῦ βραχυτάτου ψύλλου κατασκευὴν καὶ κατάστασιν καὶ σύνθεσιν καὶ ὕπαρξιν καὶ ψύχωσιν καὶ αἴσθησιν καὶ νόησιν· καὶ ὅτε καλῶς καὶ ἀπλανῶς καταλάβῃ, καὶ εἴπῃ ἡμῖν, τί τὸ εἶδος καὶ γένος τῆς ψυχικῆς οὐσίας τοῦ ψύλλου, τότε λοιπὸν πιστεύσομεν αὐτῷ, ὅτι καὶ τὰ περὶ Θεοῦ τοῦ ἀκαταλήπτου καταμαθεῖν καὶ ἐξειπεῖν δύναται. Κἄν μοι εἴπῃς σὺ, ὁ ἀσύνετος, ὅτι τὸ αἷμα τοῦ ψύλλου καὶ παντὸς ἀλόγου, ἡ ψυχὴ αὐτοῦ
And that you may learn still further your own abasement and ignorance and wretchedness, I shall tell you this once more: Tell me, you who essay to learn and pry into the incomprehensible Maker and God—tell me first, what is the substance of the flea? And of what sort is the substance of its soul? And of what sort is its soul? And how does it subsist of itself without seed? And how, knowing neither reasoning nor wisdom, does it see man and flee in fear of death? And whence does it know that it is subject to death? And by what reasonings does it take counsel? Whence did it learn that man is set as its enemy? And where is its faculty of memory stored away? And who taught it to hide itself in the seams and folds of garments? And by what name ought we who are searchers into the Godhead to call the flea? Shall we call it four-footed? Yet it is not so. Two-footed, then? Yet it is not so. A creeping thing, then? Yet it is not so, but an animal. Wherefore I exhort everyone who wishes to discourse on the nature of God to expound to us, before God, the nature of the tiniest flea—its constitution and condition and composition and existence and animation and sensation and perception; and when he grasps this well and unerringly, and tells us what is the species and genus of the psychical substance of the flea, then at last we shall believe him capable of learning thoroughly and declaring the things concerning the incomprehensible God as well. And even if you, O senseless man, should tell me that the blood of the flea and of every irrational creature is its soul
Notes, col. 856

On the reading

Printed ἰχθῦες, for ἰχθύες.

Printed ἐξερευνηται, for ἐξερευνηταὶ.

PG 40:857Read from the page
ἐστιν, ἐρῶ κἀγώ· Πῶς ὁρῶμεν, ὡς προεῖπον, πολλὰ τῶν ἀλόγων χωρὶς ῥεύσεως αἵματος τελευτῶντα; Τοίνυν λέγε ἡμῖν σὺ, θεόγνωστε, τί ἐστι τὸ ἐκ τοῦ ζώου ἐκπορευόμενον χωρὶς αἵματος ἐν τῇ τελευτῇ αὐτοῦ; ψυχὴν γὰρ ὑποστατικὴν μόνος ὁ ἄνθρωπος κέκτηται. Πλὴν ἐὰν ἡ ψυχὴ τοῦ ζώου, ὡς ἄνθρωπος (καὶ γὰρ πᾶς ἄνθρωπος τοῦ ἰδίου αἵματος χωριζόμενος τελευτᾷ πάντως, καθὼς καὶ τὸ ἄλογον)· καὶ ποῦ λοιπὸν ἡ διαφορὰ τοῦ λογικοῦ ἀνθρώπου καὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενομένου, καὶ τοῦ ἀλόγου κτήνους; Ἔδειξα μενοῦν, ὅτι καὶ ὁ ἄνθρωπος καὶ ὁ ψύλλος χωριζόμενοι τοῦ ἰδίου αἵματος ἀποθνήσκουσι. Ταῦτα δὲ ἡμῖν οὐ μάτην ἐνταῦθα ἐῤῥήθησαν, ἀλλ' ἀνακόψαι τοὺς πολλοὺς μετὰ σοῦ τοῦ θεοκτόνου Ἰουδαίου τῶν ἀκαταλήπτων τοῦ Θεοῦ ζητήσεων θέλοντες, καὶ πεῖσαι καὶ δεῖξαι, ὅτι οὐ μόνον ὁ Κτίστης, ἀλλὰ καὶ αὐτὴ ἡ κτίσις ἐστὶ τοῖς ἀνθρώποις ἀκατάληπτος.
[is], I too shall reply: How do we see, as I said before, many irrational creatures dying without any flow of blood? Tell us therefore, O knower of God, what is that which goes forth out of the animal without blood at its death? For man alone possesses a substantial soul. Yet if the soul of the animal is as man (for indeed every man parted from his own blood altogether dies, just as the irrational creature also does)—where then is the difference between rational man, who was made according to the image and likeness of God, and the irrational beast? I have shown, indeed, that both man and the flea die when parted from their own blood. Now these things have not been spoken by us here in vain, but because we wish to check the multitude, together with you, O God-slaying Jew, from incomprehensible inquiries concerning God, and to persuade and show that not only the Creator, but even creation itself is incomprehensible to men.
Ὁ Ἰουδαῖος. Ποῦ δὲ Τριάδα ἐν τῇ Παλαιᾷ Διαθήκῃ διδασκόμεθα; καὶ ποῦ ταύτην ἐν τῇ Καινῇ ἔγνωμεν;
The Jew. Where, then, are we taught a Trinity in the Old Testament? And where have we come to know it in the New?
Ὁ πιστός. Ἐν μὲν τῇ Παλαιᾷ, ἐν τῷ πρώτῳ βιβλίῳ Μωσέως· φησὶ γὰρ ἐν τῇ τοῦ κόσμου γενέσει· Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Δῆλον δὲ, ὅτι πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὁ Πατήρ. Καὶ πάλιν· Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Τὸ δὲ εἰπεῖν, ὡς εἷς ἐξ ἡμῶν, πάντως δύο καὶ τρεῖς ἐσήμανεν, ἵνα δείξῃ λοιπὸν διὰ τοῦ, ὡς εἷς ἐξ ἡμῶν, τὸ διάφορον τῶν τριῶν ὑποστάσεων. Καὶ αὖθις ὁ αὐτὸς νομοθέτης· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἵνα δείξῃ τὸ μοναδικὸν τῆς θεότητος. Οὐ γὰρ εἶπεν, ὅτι ἐποίησαν οἱ θεοὶ τὸν ἄνθρωπον, ἀλλ' ὁ Θεὸς ὁ εἷς ὁ ἐν Τριάδι προσκυνούμενος. Ὅταν τοίνυν ἀκούσῃς Θεοῦ λέγοντος, Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τρισυπόστατον φωνὴν ἐννόησον. Ὅταν δὲ πάλιν, ὅτι Ἐν εἰκόνι Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, τὴν μίαν οὐσίαν καὶ θεότητα ὁμολογεῖς. Τοιγαροῦν οὐ μόνον ἐντεῦθεν, ἀλλὰ καὶ ἐξ ἑτέρων πλειόνων τόπων τῆς θείας Γραφῆς, τὸ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος διδασκόμεθα μυστήριον, καὶ μάλιστα τὰς περὶ Πατρὸς καὶ Υἱοῦ τηλαυγεῖς καὶ σαφεστάτας φωνὰς καὶ μαρτυρίας εὑρίσκοντες. Τὸ γὰρ εἰρημένον, ὅτι Ἔβρεξε Κύριος παρὰ Κυρίου πῦρ ἐπὶ Σόδομα καὶ Γόμοῤῥα, τί ἄλλο, εἰ μὴ Πατέρα καὶ Υἱὸν, καὶ Κύριον παρὰ Κυρίου ἤγουν ἐκ τοῦ Πατρὸς γεννηθέντα παρίστησι; Καὶ πάλιν τὸ ἐν τῷ ρθʹ ψαλμῷ εἰρημένον, ὅτι Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, σαφῶς τὸν Πατέρα καὶ τὸν καθήμενον ἐκ δεξιῶν αὐτοῦ Υἱὸν ἡμῖν ἐφανέρωσεν. Οὐ κατὰ τοὺς θρόνους δὲ τοὺς ἐπιγείους, οὐδὲ τὰς καθέδρας, οὔτε κατὰ τὰ δεξιὰ καὶ ἀριστερὰ μέρη τῶν ἀνθρώπων, οὕτω καὶ ὁ Θεὸς καθέζεται, μὴ γένοιτο! Ἀλλ' ὥσπερ θεϊκῶς ὑπὲρ λόγον ἐγεννήθη ὁ Θεὸς Λόγος ἐκ Θεοῦ πρὸ αἰώνων, καὶ ὥσπερ ἀσώματος καὶ ἀσχημάτιστος καὶ ἀπερίγραπτός ἐστιν·
The Believer. In the Old Testament, in the first book of Moses; for he says at the genesis of the world: And God said: Let Us make man according to Our image and according to likeness. Now it is plain that the Father spoke unto the Son and the Holy Spirit. And again: And God said: Behold, Adam has become as one of Us. Now saying, as one of Us, altogether signified two and three, so as to show through the phrase, as one of Us, the distinction of the three hypostases. And again the same lawgiver says: And God made man; according to the image of God He made him—so as to show the oneness of the Godhead. For he did not say that the gods made man, but the one God Who is worshipped in Trinity. Whenever, therefore, you hear God saying, Behold, Adam has become as one of Us, understand a tri-hypostatic utterance. And whenever, again, you hear that In the image of God He, God, made man, you confess the one essence and Godhead. Accordingly, not only from this passage, but also from many other places of divine Scripture, we are taught the mystery of the holy and consubstantial Trinity, above all when we find the radiant and clearest utterances and testimonies concerning the Father and the Son. For what is said—The Lord rained down from the Lord fire upon Sodom and Gomorrah—what else does it set forth if not the Father and the Son, and the Lord from the Lord, that is to say, begotten from the Father? And again, what is said in the 109th Psalm—The Lord said unto my Lord: Sit at My right hand—has clearly manifested to us the Father and the Son Who sits at His right hand. Yet not after the manner of earthly thrones, nor seats, nor according to the right and left sides of men, does God thus sit—far be it! Rather, just as God the Word was divinely begotten beyond utterance out of God before the ages, and just as He is incorporeal and without figure and uncircumscribed,