PG 40:1261Read from the pageνεικίας, ἐπιορκίας, ταῖς τῶν λόγων σου ἐναλλαγαῖς, καὶ ἐν τοῖς τοιούτοις τὴν ἔντιμον τῆς ἡμετέρας προθέσεως ἀτιμάσῃς καὶ καταισχύνῃς ἀξίαν. Οὕτως καὶ αὐτὸς ἐννοῶν ἀποδόσεώς σου καὶ λήψεώς σου φυλάσσου. Εἰ δὲ τὸ κρεῖττον αἱρῇ, καὶ ἔστι σοι τοῦτο δυνα- ⟨…⟩ στὰς καὶ ἐπιχαρεῖς ἕξεις τὰς ἐλπίδας.
tiousness, perjury, through the alterations of your words, and in such matters dishonour and put to shame the honourable dignity of our profession. Considering thus for yourself as well, guard against your giving and your receiving. Yet if you choose the better course, and this is pos- [...] you will hold good and joyful hopes.
Θʹ. Ταῦτά σοι οὕτως παραινεῖν οἶδε τὰ χρήσιμα ὁ τῆς ἡσυχίας τρόπος. Φέρε δὴ καὶ τῶν ἑξῆς ἐπιφερομένων ἐν αὐτῇ πραγμάτων παραθήσομαί σοι τὸν νοῦν· σὺ δέ μοι ἄκουε, καὶ ποίει ἃ ἐντέλλομαί σοι. Καθεζόμενος ἐν τῷ κελλίῳ σου, συνάγαγέ σου τὸν νοῦν· μνήσθητι ἡμέρας θανάτου· ἴδε τότε τοῦ σώματος τὴν νέκρωσιν· ἐννόει τὴν συμφοράν· λάβε τὸν πόνον· κατάγνωθι τῆς ἐν τῷ κόσμῳ τούτῳ ματαιότητος· ἐπιμέλησαι τῆς τε ἐπιεικείας καὶ τῆς σπουδῆς, ἵνα δυνηθῇς διαπαντὸς μένειν τῇ αὐτῇ προθέσει τῆς ἡσυχίας. καὶ μὴ ἀσθενήσας. Μνήσθητι δὲ καὶ τῆς ἐν τῷ ᾅδῃ νυνὶ καταστάσεως· λογίζου τὸ πῶς ἄρα εἰσὶν ἐκεῖ αἱ ψυχαὶ, ἐν ποίᾳ πικροτάτῃ σιωπῇ, ἢ ἐν ποίῳ δεινοτάτῳ στεναγμῷ, ἡλίκῳ φόβῳ ἢ ἀγωνίᾳ, ἢ τίνι προσδοκίᾳ· τὴν ἄπαυστον ὀδύνην, τὸ ψυχικὸν καὶ ἀπέραντον δάκρυον. Ἀλλὰ καὶ ἡμέρας ἀναστάσεως καὶ παραστάσεως μνήσθητι τῆς πρὸς τὸν Θεόν· φαντάζου τὸ φοβερὸν καὶ φρικῶδες ἐκεῖνο κρῖμα· ἄγε εἰς μέσον τὰ ἀποκείμενα τοῖς ἁμαρτάνουσιν, αἰσχύνην τὴν κατενώπιον Θεοῦ καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ πάντων ἀνθρώπων· τά τε κολαστήρια πάντα, τὸ πῦρ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν τάρταρον, τὸ σκότος, τὸν ἐπὶ πᾶσι τούτοις τῶν ὀδόντων βρυγμὸν, τοὺς φόβους καὶ τὰς βασάνους. Ἄγε δὴ καὶ τὰ τοῖς δικαίοις ἀποκείμενα ἀγαθὰ, παῤῥησίαν τὴν μετὰ Θεοῦ Πατρὸς καὶ Χριστού αὐτοῦ, ἀγγέλων, ἀρχαγγέλων, ἐξουσιῶν, καὶ παντὸς τοῦ δήμου, βασιλείαν καὶ τὰ ταύτης δωρήματα, τὴν χαρὰν καὶ τὴν ἀπόλαυσιν· ἑκατέρων τούτων τὴν μνήμην ἄγε σεαυτῷ· καὶ ἐπὶ μὲν τῇ τῶν ἁμαρτωλῶν κρίσει στέναζε, δάκρυε, πένθους ἔνδυσαι τὴν ἰδέαν, φοβούμενος μὴ καὶ σὺ αὐτὸς ἐν τούτοις γένῃ· ἐπὶ δὲ τοῖς δικαίοις ἀποκειμένοις ἀγαθοῖς χαῖρε καὶ ἀγαλλία καὶ εὐφραίνου· καὶ τούτων μὲν σπούδασον ἀπολαῦσαι, ἐκείνων δὲ ἀλλοτριοῦσθαι· ὅρα μὴ ἐπιλάθῃ τούτων ποτὲ, κἂν ἔνδον ἐν τῷ κελλίῳ σου τυγχάνῃς, κἂν ἔξω που, τῆς ἐκ τούτων μνήμης μὴ παραῤῥίψῃς σου τὸ φρόνημα· ὅπως κἂν διὰ τούτων τοὺς ῥυπαροὺς καὶ βλαβεροὺς ἐκφεύξῃ λογισμούς.
9. Such useful things as these the manner of stillness knows how to counsel to you. Come now, I shall set before you the meaning of the matters that follow next in it; do you listen to me, and perform the things that I enjoin upon you. Sitting inside your cell, gather together your intellect; call to mind the day of death; behold then the mortification of the body; ponder the calamity; take up the toil; condemn the futility that is in this world; attend to gentleness and earnestness, so that you may be able continually to abide in the same resolve of stillness, and without growing weak. Call to mind also the present condition inside Hades; reckon how indeed the souls exist there, in what most bitter silence, or in what most dreadful groaning, in how great a fear or agony, or in what expectation; the unceasing anguish, the inward and boundless tear of the soul. Yet call to mind also the day of resurrection and of standing before God; picture that fearful and shuddering judgement; bring into view the things laid up in store for those who sin: shame before the face of God and His Christ, of angels, archangels, authorities, and all mankind; and all the places of chastisement, the everlasting fire, the unending worm, Tartarus, the darkness, the gnashing of teeth over and above all these, the terrors and the torments. Bring forward also the good things laid up in store for the righteous: boldness of speech in the company of God the Father and His Christ, of angels, archangels, authorities, and all the people, the kingdom and its gifts, the gladness and the enjoyment; bring the remembrance of both of these to yourself: and at the judgement of sinners groan, weep, clothe yourself in the form of mourning, fearing lest you yourself also come to be among them; whereas at the good things laid up for the righteous rejoice and exult and be glad; and be eager to enjoy the latter, and to be estranged from the former; see to it that you never forget these matters, whether you happen to be indoors within your cell or somewhere outside, do not cast your mindset away from the remembrance arising from them; so that at least through them you may escape foul and harmful thoughts.
Ιʹ. Νηστεία σοι ἔστω ὅση δύναμις κατενώπιον Κυρίου. Αὕτη σου τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας περικαθαριεῖ, σεμνύνει τὴν ψυχὴν, ἁγιάζει τὸ φρόνημα, δαίμονας ἀπελαύνει, Θεὸν ἐγγὺς εἶναι παρασκευάζει. Ἅπαξ δὲ τῆς ἡμέρας φαγὼν, εις δεύτερον μὴ ἐπιποθήσῃς, ἵνα μὴ πολυδάπανος γένῃ, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνημα. Ἔνθεν εὐπορῆσαι δυνήσῃ ἐπὶ τὰ τῆς εὐποιίας ἔργα, καὶ αὐτοῦ δὲ τοῦ σώματος νεκρῶσαι τὰ πάθη. Ἐὰν δὲ ἀπάντησις ἀδελφῶν γένηται, καὶ ἔστι χρεία, ὥστε καὶ δεύτερόν σε καὶ τρίτον φαγεῖν, μὴ στυγνάσῃς μηδὲ κατηφήσῃς· χαῖρε δὲ μᾶλλον, ὑπήκοος τῆς χρείας γινόμενος· καὶ τὸ δεύτερον ἢ τρίτον φαγὼν, εὐχαρίστει τῷ Θεῷ, ὅτι νόμον ἀγάπης πε-
10. Let fasting be yours according to your strength before the Lord. This will thoroughly cleanse your lawlessnesses and your sins; it dignifies the soul, sanctifies the mindset, drives away demons, prepares God to be near. Having eaten once in the day, do not yearn for a second time, lest you become extravagant and throw your mindset into turmoil. Thence you will be able to have means for the works of beneficence, and also to put to death the passions of the body itself. Yet should a meeting of brothers occur, and there is need so that you eat even a second and a third time, do not look gloomy or downcast; rejoice rather, becoming obedient to the need; and having eaten the second or third time, give thanks to God that you have ful- [the law of love]
Notes, col. 1261
On the reading
Printed Χριστού, for Χριστοῦ.
PG 40:1264Read from the pageπλήρωκας, καὶ ὡς ὅτι δήπερ αὐτὸν τὸν Θεὸν ἕξεις τῆς ἡμετέρας ζωῆς οἰκονόμον. Ἔστι δ' ὅτε καὶ ἀῤῥωστία σώματος συμβαίνει, καὶ δέῃ, ὥστε καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις φαγεῖν, οὕτως ἔστω σοι λελυμένος ὁ λογισμός. Οὐδὲ γὰρ τοὺς σωματικοὺς τῆς πολιτείας πόνους, καὶ ἐν ταῖς ἀῤῥωστίαις ἐπικρατεῖν χρή· ἀλλ' ὑπενδιδόναι τισὶν, ἵνα τάχιον ἐπὶ τὴν εὐρωστίαν ἐπανελθὼν, πάλιν τοῖς αὐτοῖς τῆς πολιτείας ἐγγυμνάζηται πόνοις. Περὶ δὲ ἀποχῆς βρωμάτων, οὐκ ἐκώλυσέ τι μὴ φαγεῖν ὁ θεῖος λόγος, ἀλλ' εἶπεν· « Ἰδοὺ δέδωκα ὑμῖν πάντα ὡς λάχανα χόρτου. Ἐσθίετε μηδὲν ἀνακρίνοντες· » καὶ, « Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.» Τὸ οὖν ἀπέχεσθαι βρωμάτων, τοῦτο τῆς ἡμετέρας προαιρέσεως ἂν εἴη καὶ ψυχῆς πόνος.
filled [the law of love], and that truly you will have God Himself as steward of our life. And sometimes illness of body also befalls one, and there is need to eat a second and a third time and oftentimes; thus let your thought be released from scruple. For neither ought the bodily toils of our way of life to prevail during illnesses as well; rather one should yield in certain things, so that having returned more swiftly to vigour, one may train again in the same toils of our way of life. And concerning abstinence from foods, the divine word did not forbid eating anything, but said: "Behold, I have given you all things as green herbs. Eat, questioning nothing;" and, "Not the things entering into the mouth defile the man." Abstaining from foods, therefore, would belong to our own free choice and be a toil of the soul.
ΙΑʹ. Τὴν χαμευνίαν καὶ τὴν ἀγρυπνίαν καὶ τὰς ἄλλας πάσας κακοπαθείας ἡδέως φέρε, ἀποβλέπων εἰς τὴν μέλλουσαν ἀποκαλυφθῆναί σοι δόξαν σὺν πᾶσι τοῖς ἁγίοις. « Οὐ » γὰρ « ἄξια τὰ παθήματα, » φησὶ, « τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Ἐὰν ἀθυμῇς, προσεύχου, καθὰ γέγραπται· προσεύχου δὲ ἐμφόβως, ἐντρόμως, ἐμπόνως, νηφαλίως τε καὶ ἐγρηγορότως. Οὕτω προσεύχεσθαι δεῖ, μάλιστα διὰ τοὺς κακοτρόπους καὶ κακοσχόλους, ἐπηρεάζειν ἡμᾶς θέλοντας ἐν τούτῳ τοὺς ἀοράτους ἡμῶν ἐχθρούς. Ὁπηνίκα οὗτοι ἴδωσιν ἡμᾶς προσευχῇ παρισταμένους, τότε δὴ καὶ αὐτοὶ σπουδαίως ἐφίστανται ἡμῖν, ἐκεῖνα ἡμῖν τῷ νῷ ὑποβάλλοντες, ἃ μὴ δεῖ ἐν καιρῷ τοῦ προσεύχεσθαι ἐνθυμεῖσθαι ἢ ἐννοεῖν, ἵνα αἰχμάλωτον ἡμῶν τὸν νοῦν ἀπαγάγωσι, καὶ ἀργὴν καὶ μάταιον καὶ ἀνωφελῆ τὴν ἀπὸ τῆς προσευχῆς δέησίν τε καὶ ἱκετηρίαν ποιήσωσι. Μάταιος γὰρ ὄντως καὶ ἀνωφελὴς ἡ προσευχὴ καὶ ἡ δέησις καὶ ἡ ἱκετηρία τυγχάνει, ὅταν μὴ, ὡς προείρηται, ἐν φόβῳ καὶ ἐν τρόμῳ νηφαλίως τε καὶ ἐγρηγορότως διατελῆται. Εἶτα ἀνθρώπῳ μὲν βασιλεῖ προσερχόμενός τις, μετὰ φόβου καὶ τρόμου καὶ νήψεως, οὕτως τὴν δέησιν ἀποτελεῖ· οὐ πολλῷ μᾶλλον Θεῷ τῷ Δεσπότῃ τῶν ὅλων, καὶ Χριστῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων ὁμοίως παρίστασθαι δεῖ, καὶ ὡσαύτως τὴν δέησιν καὶ ἱκετηρίαν ποιεῖσθαι ; Ὅτι τῷ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
11. Sleeping on the ground and keeping vigil and all the other hardships bear gladly, looking away towards the glory about to be revealed to you together with all the saints. For "not," it says, "worthy are the sufferings of this present season in comparison with the glory about to be revealed unto us." If you are disheartened, pray, according as it has been written; and pray fearfully, tremblingly, toilsomely, both soberly and watchfully. Thus must one pray, above all on account of our ill-disposed and maliciously leisured unseen enemies, who wish to mistreat us in this matter. Whenever these behold us standing at prayer, then indeed they too stand eagerly beside us, suggesting to our intellect those things that one must not ponder or consider at the season of praying, so that they may lead our intellect away captive, and render idle and vain and unprofitable our petition and supplication arising from prayer. For vain indeed and unprofitable do prayer and petition and supplication prove to be when they are not accomplished, as was said beforehand, in fear and in trembling, both soberly and watchfully. Next, when someone approaches a human king, he accomplishes his petition thus with fear and trembling and sobriety; must one not much more stand in like manner before God the Master of all, and Christ the King of those who reign and Ruler of those who rule, and likewise make petition and supplication? For to God belongs the glory unto the ages. Amen.
Αʹ. Ἴκτερος, ἔστιν ἕξις χειρίστη ψυχῆς λογικῆς, καθ' ἣν ἐσφαλμένως Θεόν τε καὶ τὴν τῶν γεγονότων θεωρίαν ὁρᾷ.
1. Jaundice is the worst habit of a rational soul, whereby it mistakenly beholds both God and the contemplation of things that have come into being.
PG 40:1265Read from the pageΒʹ. Ὀπισθότονος, ἔστι κακία φύσεως λογικῆς, καθ' ἣν δυσκαμπὴς γίνεται πρὸς ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ.
2. Opisthotonus is a vice of a rational nature, whereby it grows stiff and unbending towards virtue and the knowledge of God.
Γʹ. Σφακελλισμὸς, ἔστι ζέσις καὶ κίνησις θυμοῦ τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἐκταράττουσα.
3. Gangrenous convulsion is a seething and movement of wrath that throws into turmoil the rational part of the soul.
Δʹ. Τυφλότης, ἔστιν ἄγνοια τοῦ νοῦ, ταῖς πρακτικαῖς ἀρεταῖς καὶ τῇ τῶν γεγονότων θεωρίᾳ μὴ ἐπιβάλλουσα.
4. Blindness is ignorance of the intellect, failing to apply itself to the practical virtues and to the contemplation of things that have come into being.
Εʹ. Παράλυσις, ἔστι δυσκινησία λογιστικῆς ψυχῆς πρὸς τὰς πρακτικὰς ἀρετάς.
5. Paralysis is sluggishness of a rational soul towards the practical virtues.
Ϛʹ. Γονόῤῥοια, ἔστι ῥᾳθυμία λογικῆς ψυχῆς, καθ' ἣν ἀποβάλλειν τοὺς τῆς πνευματικῆς διδασκαλίας εἴωθε λόγους.
6. Gonorrhoea is laxity of a rational soul, whereby it is accustomed to cast away the words of spiritual teaching.
Ζʹ. Ἀποκάθισις, ἔστιν ἀδυναμία λογικῆς ψυχῆς, καθ' ἣν τὰς συντελούσας ἀρετὰς πρὸς τὴν μόρφωσιν τοῦ Χριστοῦ εἴωθεν ἀποβάλλειν.
7. Abscess is powerlessness of a rational soul, whereby it is accustomed to cast away the virtues contributing towards the forming of Christ.
Ηʹ. Λέπρα ἀπιστία ἐστὶν λογικῆς ψυχῆς, καθ' ἣν οὐ πληροφορεῖται ψηλαφῶσα τοὺς λόγους.
8. Leprosy is unbelief of a rational soul, whereby it receives no full assurance as it gropes after the spiritual principles.
Θʹ. Ἔκστασις, ἔστι νεῦσις πάλιν πρὸς κακίαν λογικῆς ψυχῆς μετὰ τὴν ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ.
9. Derangement is an inclination back again towards vice of a rational soul after virtue and the knowledge of God.
Ιʹ. Θλάσις, ἔστιν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἣν μετέρχεται τὰς ἀρετὰς οὐ δι' αὐτὸ τὸ καλόν.
10. Crushing is the worst habit of a rational soul, whereby it pursues the virtues not for the sake of the good itself.
ΙΑʹ. Κολόβωσις ῥινὸς, ἔστι στέρησις ἀρετῆς ἀντιλαμβανομένης εὐωδίας τῆς τοῦ Χριστοῦ.
11. Mutilation of the nose is deprivation of the virtue that perceives the sweet fragrance of Christ.
ΙΒʹ. Ὠτότμησις, ἔστι σκληρία λογικῆς ψυχῆς πρὸς τὴν πνευματικὴν διδασκαλίαν ἀνθέλκουσα.
12. Severing of the ear is hardness of a rational soul pulling back against spiritual teaching.
ΙΓʹ. Ἐφηλὶς, ἔστι πνευματικῆς θεωρίας ἔκπτωσις, ἢ τῆς τῶν γεγονότων θεωρίας οὐκ ἀληθὴς κατανόησις.
13. Sun-freckling is a falling away from spiritual contemplation, or an untrue comprehension of the contemplation of things that have come into being.
ΙΔʹ. Μογιλαλία, ἔστι πάθος τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς, καθ' ὃ σκανδαλιζόμενος ἐπὶ τοῖς γινομένοις ἐν παντὶ εὐχαριστεῖν ἀδυνατεῖ τῷ Θεῷ.
14. Halting speech is a passion of the rational part of the soul, whereby one, taking offence at the things that occur, is unable to give thanks to God in everything.
ΙΕʹ. Χωλότης, ἔστιν ἀδυναμία φύσεως λογικῆς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν.
15. Lameness is powerlessness of a rational nature towards the working of virtue.
ΙϚʹ. Ὕδρωψ, ἔστιν ἔκκλισις ἄλογος ψυχῆς, καθ' ἣν σβεσθεισῶν τῶν ἀρετῶν ἐπικρατεῖ κακία καὶ ἀγνωσία.
16. Dropsy is an irrational turning aside of a soul, whereby, once the virtues have been quenched, vice and ignorance prevail.
ΙΖʹ. Μύρμηξ, ἔστιν ἄνθρωπος πρακτικὸς τὴν ἑαυτοῦ τροφὴν ἐν τῷ αἰῶνι τούτῳ παρασκευάζων.
17. The ant is a man of active virtue making ready his own nourishment in this age.
ΙΗʹ. Χοιρογρύλλιοι, εἰσὶν ἔθνη ἀκάθαρτα τὰς ἐντολὰς δεξάμενα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.
18. Rock-badgers are unclean nations that have received the commandments of our Saviour Christ.
ΙΘʹ. Ἀβασίλευτοι ἀκρίδες, ψυχαὶ λογικαὶ μὴ σαλευόμεναι ὑπὸ τοῦ θανάτου καὶ ὑπὸ τῶν σπερμάτων διατρεφόμεναι.
19. Kingless locusts are rational souls unshaken by death and nourished by the spiritual seeds.
Κʹ. Ἀσκαλαβότης, ἔστι νοῦς πρακτικὸς, ἐπερειδόμενος ἀρεταῖς καὶ κατοικῶν ἐν ταῖς γνώσεσι τῶν οὐρανίων δυνάμεων.
20. The gecko is an intellect of active virtue, leaning upon virtues and dwelling in the knowledges of the heavenly powers.
ΚΑʹ. Σκύμνος λέοντος, ἔστιν ἄνθρωπος ἀπαθὴς τῶν ἐν αὐτῷ γενομένων βασιλεύσας θηρίων.
21. A lion's whelp is a passionless man who has reigned as king over the wild beasts that arose within him.
PG 40:1268Read from the pageΚΒʹ. Ἀλεκτρυών, ἔστιν ἄνθρωπος πνευματικὸς πληρούμενος γνώσεως καὶ ἑτέραις εὐαγγελιζόμενος ψυχαῖς τὴν παρὰ τοῦ νοητοῦ ἡλίου γενομένην ἡμέραν.
XXII. A cock is a spiritual person filled with knowledge and heralding to other souls the day brought about from the intelligible sun.
ΚΓʹ. Τράγος, ἔστιν ἀνὴρ πρακτικὸς τῶν ἐν αὐτῷ ἀτάκτων λογισμῶν ὀρθῶς καθηγούμενος.
XXIII. A he-goat is a practical man rightly governing the unruly reasonings within himself.
ΚΔʹ. Βδέλλα, ἔστι φύσις ἀκάθαρτος τὸ δίκαιον αἷμα ἐκ τῶν λογικῶν ψυχῶν ἐκμυζῶσα.
XXIV. A leech is an impure nature sucking out the righteous blood from rational souls.
ΚΕʹ. ᾍδης, ἔστιν ἄγνοια φύσεως λογικῆς κατὰ στέρησιν τοῦ Θεοῦ θεωρίας ἐπισυμβαίνουσα.
XXV. Hades is ignorance of a rational nature supervening by privation of the contemplation of God.
ΚϚʹ. Γυνὴ, ἔστιν ἀφροσύνη λογικὰς ψυχὰς ἐπὶ ἀκαθαρσίαν προσκαλουμένη.
XXVI. Woman is folly inviting rational souls unto uncleanness.
ΚΖʹ. Γῆ, ἔστιν ἕξις χειρίστη ἐξ ἀσεβείας καὶ παρανομίας συλλεγομένη.
XXVII. Earth is a worst state amassed out of impiety and lawlessness.
ΚΗʹ. Πῦρ, ἔστι κακία φύσεως λογικῆς φθαρτικὴ τῶν τοῦ θεοῦ ἀρετῶν.
XXVIII. Fire is malice of a rational nature, destructive of the virtues of God.
ΚΘʹ. Ὕδωρ, ἔστι γνῶσις ψευδὴς σβεστικὴ γνώσεως ἀληθοῦς.
XXIX. Water is false knowledge extinguishing true knowledge.
Λʹ. Ὀφθαλμὸς καταγελῶν, ἔστι φύσις ἀκάθαρτος τῆς τοῦ Θεοῦ καταγελῶσα γνώσεως καὶ ἀτιμάζουσα τὴν ἐν τοῖς γεγονόσι σοφίαν.
XXX. A mocking eye is an impure nature mocking the knowledge of God and dishonouring the wisdom present in the things that have come into being.
ΛΑʹ. Κόρακες, εἰσὶ δυνάμεις ἅγιαι, φθαρτικαὶ τῶν κακιῶν.
XXXI. Ravens are holy powers, destroyers of vices.
ΛΒʹ. Φάραγγες, εἰσὶ ψυχαὶ λογικαὶ κοιλανθεῖσαι ἀπὸ κακίας καὶ ἀγνωσίας.
XXXII. Ravines are rational souls hollowed out by malice and ignorance.
ΛΓʹ. Νεοσσοὶ ἀετῶν, εἰσὶ δυνάμεις ἅγιαι τοὺς ἀκαθάρτους καταβάλλειν πεπιστευμέναι.
XXXIII. Eaglets are holy powers entrusted with casting down the unclean.
Αʹ. Ἄτοπόν ἐστι τὸν διώκοντα τὰς τιμὰς φεύγειν τοὺς πόνους, δι' ὧν αἱ τιμαί.
I. It is out of place for one pursuing honours to shun the toils through which honours come.
Βʹ. Βούλει γνῶναι Θεόν; Προλαβὼν γνῶθι σεαυτόν.
II. Do you wish to know God? Know yourself beforehand.
Γʹ. Γνήσιος φίλων ὁ τὰς περιστάσεις κοινούμενος.
III. A genuine friend among friends is one who shares in adversities.
Δʹ. Δεινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα.
IV. It is a grievous thing to think highly while accomplishing small things.
Εʹ. Ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἰδέναι ἐμποδίζει.
V. In everything, supposing hinders coming to know.
Ϛʹ. Ζωῆς ἀλόγου δαίμων ἡγεμών.
VI. Of an irrational life a demon is leader.
Ζʹ. Ἡ τῆς ψυχῆς εὐγένεια ἐκ τῆς εὐτονίας ἀναφαίνεται.
VII. The nobility of the soul is manifested from its vigour.
Ηʹ. Θεοσεβὴς ἐκεῖνος ὁ μὴ καθ' ἑαυτοῦ φθεγγόμενος.
VIII. God-fearing is that person who does not utter speech against himself.
Θʹ. Ἱερὸν Θεοῦ, ἄνθρωπος ἀνεπίληπτος.
IX. A blameless person is a temple of God.
Ιʹ. Κάκιστον κτῆμα, βίος ἀδόκιμος.
X. A worst possession is an unapproved life.
ΙΑʹ. Λάλει ἃ δεῖ, καὶ ὅτε δεῖ, καὶ οὐκ ἀκούσεις ὃ μὴ δεῖ.
XI. Speak what one ought, and when one ought, and you will not hear what one ought not.
PG 40:1269Read from the pageΙΒʹ. Μέγιστον κτῆμα, φίλος ἀδιάπτωτος.
XII. A greatest possession is an unfailing friend.
ΙΓʹ. Νόσημα ψυχῆς, γνώμη φιλόδοξος.
XIII. A malady of the soul is a glory-loving mindset.
ΙΔʹ. Ξένος καὶ πένης, Θεοῦ κολλούριον.
XIV. A stranger and a needy person are God's eye-salve.
ΙΕʹ. Ὁ δεχόμενος αὐτοὺς, ταχέως ἀναβλέψει.
XV. One who receives them will swiftly recover sight.
ΙϚʹ. Πάντας μὲν εὐεργετεῖν καλὸν, μάλιστα δὲ τοὺς μὴ δυναμένους ἀμείβεσθαι.
XVI. To confer benefits on all is good, yet especially on those unable to repay.
ΙΖʹ. Ῥήτωρ ἐν δικαιότητι, ποτήριον ψυχροῦ ὕδατος.
XVII. An orator in righteousness is a cup of cold water.
ΙΗʹ. Σωφροσύνη καὶ πραότης ψυχῆς, χερουβίμ.
XVIII. Temperance and gentleness of soul are cherubim.
ΙΘʹ. Τὸ ἔντιμον ἐν γήρᾳ εἶναι, ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρου [l. γήρως] γεγονέναι.
XIX. Being honoured in old age is proof of having been industrious before old age [read: γήρως].
Κ. Τὸ σπουδαῖον ἐν νέῳ, ἐχέγγυον τοῦ ἔντιμον ἐν γήρει ἔσεσθαι.
XX. Earnestness in youth is a pledge of being honoured in old age.
ΚΑʹ. Ὑπερῷον ψυχῆς, θεωρία ἀληθής.
XXI. The upper chamber of the soul is true contemplation.
ΚΒʹ. Φιλῶν ἃ μὴ δεῖ, οὐ φιλήσεις ἃ δεῖ
XXII. Loving things one ought not, you will not love things one ought.
ΚΓʹ. Χρυσὸν κίβδηλον ἄμεινον ἢ φίλον κεκτῆσθαι.
XXIII. Better to possess adulterated gold than an adulterated friend.
ΚΔʹ. Ψυχὴ καθαρὰ μετὰ Θεὸν, Θεός.
XXIV. A pure soul is, after God, god.
ΚΕʹ. Ὢ ἄπο τῆς φιλαυτίας τῆς πάντα μισούσης!
XXV. Oh, away from self-love that hates all things!
ΤΟΥ ΑΥΤΟΥ ΕΤΕΡΑΙ ΓΝΩΜΑΙ.
Other Maxims of the Same.
1. Ἀρχὴ ἀγάπης, ὑπόληψις δόξης. 2. Καλὸν πλουτεῖν πραότητι καὶ ἀγάπῃ. 3. Λικμητὴρ ἀρετῆς, λογισμὸς ὑπερήφανος. 4. Λεία ὁδὸς ὑπὸ ἐλεημοσύνης γίνεται. 5. Ἄδικος δικαστὴς, μεμολυσμένη συνείδησις. 6. Δεινόν ἐστι πάθεσι δουλεύειν σαρκός. 7. Εἰ θέλεις ἄλυπος εἶναι, Θεῷ ἀρέσκειν σπούδαζε. 8. Ὁ καλῶς φροντίζων ἑαυτὸν, φροντίζεται ὑπὸ τοῦ Θεοῦ. 9. Σώφρων καρδία, λιμὴν θεωρημάτων. 10. Ὅταν θέλῃς σαυτὸν γνῶναι τις εἶ, μὴ συγκρίνῃς τίς ἦς, ἀλλὰ τί γέγονας ἐξ ἀρχῆς. 11. Λάκκος ἄνυδρος, φιλόδοξος ψυχή. 12. Ὑπερήφανος ψυχὴ, πανδοχεῖον λῃστῶν, μισεῖ δὲ ἦχον γνώσεως. 13. Ἀληθοῦς ἀνδρὸς πλάνη κακὴ τὸ μὴ εἰδέναι τὰς Γραφάς. 14. Εἰ φοβῇ τὸν Θεὸν, ἐκ τῶν δακρύων γνῶθι. 15. Ἄῤῥηκτον ὅπλον ταπεινοφροσύνη ψυχῆς. 16. Δένδρον παραδείσου φιλάρετος ἀνήρ. 17. Ἰησοῦς Χριστὸς ξύλον ἐστὶ ζωῆς. Χρῶ αὐτῷ ὡς δεῖ, καὶ οὐ μὴ ἀποθάνῃς εἰς τὸν αἰῶνα. 18. Εὐεργέτει τοὺς ὄντως πτωχοὺς, καὶ βρώσῃ Χριστόν. 19. Ῥώμη ἀληθὴς, τὸ τοῦ Χριστοῦ σῶμα ἐσθίειν. 20. Εἰ φιλεῖς τὸν Χριστὸν, τὰς ἐντολὰς αὐτοῦ τηρεῖν οὐκ ἐπιλάθῃ. 21. Ἐκεῖθεν γὰρ ἀναφαίνεται εὐεργέτης μετὰ Θεόν. 22. Ὁ κατά Θεὸν φίλος ῥέει γάλα καὶ μέλι τοῖς ἀληθέσι λόγοις. 23. Ἡ ῥᾴθυμος δὲ ψυχὴ, τοιοῦτον οὐχ ἕξει φίλον. 24. Ὠμὸς δεσπότης, φιλήδονος λογισμός. 25. Σιγᾷν τὴν ἀλήθειαν, χρυσόν ἐστι θάπτειν. 26. Ὁ φοβούμενος τὸν Θεὸν, κατὰ Θεὸν πάντα ποιεῖ.
1. A starting-point of love is estimation of glory. 2. It is good to grow rich in gentleness and love. 3. A winnower of virtue is an arrogant reasoning. 4. A smooth road comes about through almsgiving. 5. An unjust judge is a defiled conscience. 6. It is a grievous thing to be enslaved to passions of flesh. 7. If you wish to be free from sorrow, be eager to please God. 8. One who cares well for himself is cared for by God. 9. A temperate heart is a harbour of contemplations. 10. Whenever you wish to know yourself who you are, do not compare who you were, but what you came to be from the beginning. 11. A waterless cistern is a glory-loving soul. 12. An arrogant soul is a brigands' inn, and it hates the sound of knowledge. 13. A bad error of a true man is not knowing the Scriptures. 14. Whether you fear God, discern from your tears. 15. An unbreakable weapon is humility of soul. 16. A tree of paradise is a virtue-loving man. 17. Jesus Christ is a tree of life. Make use of Him as one ought, and you shall by no means die unto the age. 18. Confer benefits on those who are truly poor, and you shall feed on Christ. 19. True strength is eating the body of Christ. 20. If you love Christ, you will not forget to keep His commandments. 21. For from that is manifested a benefactor after God. 22. The friend according to God flows with milk and honey in true words. 23. Yet the indolent soul will not have such a friend. 24. A cruel master is a pleasure-loving reasoning. 25. Keeping silence about the truth is burying gold. 26. One who fears God does all things according to God.
Notes, col. 1269
PG 40:1272Read from the pageΑʹ. Ὀκτώ εἰσι πάντες οἱ γενικώτατοι λογισμοὶ, ἐν οἷς περιέχεται πᾶς λογισμός. Πρῶτος ὁ τῆς γαστριμαργίας, καὶ μετ' αὐτὸν ὁ τῆς πορνείας· τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς λύπης· πέμπτος ὁ τῆς ὀργῆς· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας παρενοχλεῖν μὲν τῇ ψυχῇ, ἢ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ' ἡμῖν ἐστι· τὸ δὲ χρονίζειν αὐτοὺς, ἢ μὴ χρονίζειν, ἢ πάθη κινεῖν, ἢ μὴ κινεῖν, τῶν ἐφ' ἡμῖν ἐστιν.
I. Eight in all are the most generic reasonings, under which every reasoning is comprised. First is that of voracity, and after it that of unchastity; third, that of covetousness; fourth, that of dejection; fifth, that of wrath; sixth, that of listlessness; seventh, that of vainglory; eighth, that of arrogance. Now whether all these molest the soul or do not molest it belongs to the things not within our control; whereas whether they linger or do not linger, or stir up passions or do not stir them up, belongs to the things within our control.
Βʹ. Ὁ μὲν τῆς γαστριμαργίας λογισμὸς ἔκπτωσιν ταχεῖαν τῷ μοναχῷ τῆς ἀσκήσεως ὑποβάλλει· στόμαχον, ἢ ἧπαρ, καὶ σπλῆνα, καὶ ὕδροπα διαγράφων, καὶ νόσον μακρὰν, καὶ σπάνιν τῶν ἐπιτηδείων, καὶ ἰατρῶν ἀπορίαν. Φέρει δὲ αὐτοὺς πολλάκις καὶ εἰς μνήμην ἀδελφῶν τινων, τούτοις περιπεσόντων τοῖς πάθεσιν. Ἔστι δὲ ὅτε καὶ αὐτοὺς ἐκείνους τοὺς πεπονθότας παραβάλλειν ἀναπείθει τοῖς ἐγκρατευομένοις, καὶ τὰς ἑαυτῶν ἐκδιηγεῖσθαι συμφορὰς, καὶ ὡς ἐκ τῆς ἀσκήσεως τοιοῦτο γεγόνασιν.
II. On the one hand, the reasoning of voracity prompts in the monk a swift defection from ascetic discipline, portraying stomach, or liver, and spleen, and dropsy, and protracted illness, and scarcity of necessities, and lack of physicians. And oftentimes it also brings them to recall certain brothers who have fallen into these ailments. And sometimes it even induces those very sufferers to approach those practising self-control, and to recount their own misfortunes, and how they have become such out of ascetic discipline.
Γʹ. Ὁ τῆς πορνείας δαίμων, σωμάτων καταναγκάζει διαφόρων ἐπιθυμεῖν, καὶ σφοδρότερος τοῖς ἐγκρατευομένοις ἐφίσταται, ἵν' ὡς μηδὲν ἀνύοντες παύσωνται· καὶ τὴν ψυχὴν μιαίνων, περὶ ἐκείνας κατακάμπτει τὰς ἐργασίας, λέγειν τε αὐτήν τινα ῥήματα, καὶ πάλιν ἀκούειν ποιεῖ, ὡς ὁρωμένου δῆθεν καὶ παρόντος τοῦ πράγματος.
III. The demon of unchastity compels one to crave diverse bodies, and sets more vehemently upon those practising self-control, so that as achieving nothing they may desist; and defiling the soul, he bends it down around those doings, and causes it both to utter certain words and in turn to hear them, as if forsooth the matter were visible and at hand.
Δʹ. Ἡ φιλαργυρία, γῆρας μακρὸν ὑποβάλλει, καὶ πρὸς ἐργασίαν ἀδυναμίαν χειρῶν, λιμούς τε ἐσομένους, καὶ νόσους συμβησομένας, καὶ τὰ τῆς πενίας πικρὰ, καὶ ὡς ἐπονείδιστον τὸ παρ' ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν.
IV. Covetousness suggests a protracted old age, and inability of the hands for work, and famines to come, and illnesses that will occur, and the bitter hardships of poverty, and how disgraceful it is to receive from others what is needed.
Εʹ. Ἡ λύπη ποτὲ μὲν ἐπισυμβαίνει κατὰ στέρησιν τῶν ἐπιθυμιῶν, ποτὲ δὲ καὶ παρέπεται τῇ ὀργῇ. Κατὰ στέρησιν οὖν τῶν ἐπιθυμιῶν οὕτως ἐπισυμβαίνει· Λογισμοί τινες προλαβόντες εἰς μνήμην ἄγουσι τὴν ψυχὴν οἴκου τε καὶ γονέων καὶ τῆς προτέρας διαγωγῆς. Καὶ ὅταν αὐτὴν μὴ ἀνθισταμένην, ἀλλ' ἐπακολουθεῖσαν θεάσωνται καὶ διαχεομένην ἐν ταῖς κατὰ διάνοιαν ἡδοναῖς, τότε λαμβάνοντες αὐτὴν, ἐν τῇ λύπῃ βαπτίζουσιν, καὶ οὐχ ὑπαρχόντων τῶν προτέρων πραγμάτων, οὐδὲ δυναμένων λοιπὸν διὰ τὸν
V. Dejection sometimes supervenes through privation of desires, and sometimes also accompanies wrath. Through privation of desires, then, it supervenes in this manner: certain preceding reasonings bring the soul into remembrance of home and parents and its former course of life. And when they behold it not resisting, but following along and pouring itself out in pleasures of thought, then seizing hold of it, they immerse it in dejection, since the former things neither exist nor are any longer able on account of the
Notes, col. 1272
On the reading
Printed ἐπακολουθεῖσαν, for ἐπακολουθοῦσαν.