Πολλὰ γὰρ τῶν κατὰ πρόνοιαν οὐκ ἔστι φύσεως ἔργα, ὡς ἐπὶ τοῦ φονέως ἐδείχθη. Ἔστι γὰρ μέρος προνοίας ἡ φύσις, οὐκ αὐτοπρόνοια.
For many of the things that happen according to providence are not works of nature, as was shown in the case of the murderer. For nature is a part of providence, not providence itself.
Οὗτοι μὲν οὖν τῇ φύσει καὶ τῷ νῷ τὴν πρόνοιαν ἐπιγράφουσι τῶν καθ' ἕκαστα· οἱ δ' ἄλλοι τῷ Θεῷ μέλειν φασὶ τῆς τῶν ὄντων διαμονῆς, ὥστε μηδὲν τῶν γενομένων ἐπιλεῖψαι, καὶ τούτου μόνου πρόνοιαν ποιεῖσθαι· τὰ δὲ καθ' ἕκαστα φέρεσθαι ὡς ἔτυχε· καὶ διὰ τοῦτο πολλὰς μὲν ἀδικίας, πολλὰς δὲ μιαιφονίας, καὶ συλλήβδην εἰπεῖν, πᾶσαν κακίαν ἐμπολιτεύεσθαι τοῖς ἀνθρώποις· καὶ τούτων, ὡς ἔτυχε, τινὰς μὲν διαφυγεῖν τὴν δίκην, τινὰς δὲ καὶ κολάζεσθαι, οὔτε τῶν κατὰ τὸν ὀρθὸν λόγον, οὔτε τῶν κατὰ νόμον πάντως ἀποβαινόντων. Ἔνθα δὲ μήτε νόμος, μήτε λόγος κρατεῖ, πῶς ἄν τις φαίη, Θεὸν εἶναι τὸν ἐπιμελούμενον; Καὶ γὰρ συμβαίνει, τοὺς χρηστοὺς ὡς ἐπὶ τὸ πλεῖστον ἀδικεῖσθαι καὶ ταπεινοῦσθαι καὶ μυρίοις κακοῖς περιβάλλεσθαι· τοὺς δὲ πονηροὺς καὶ βιαίους αὔξεσθαι δυναστείᾳ καὶ πλούτῳ καὶ ἀρχαῖς καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον ἀγαθοῖς. Ἐμοὶ δὲ δοκοῦσιν οἱ ταῦτα λέγοντες πολλὰ μὲν καὶ ἄλλα τῶν κατὰ τὴν πρόνοιαν ἀγνοεῖν θεωρημάτων, μάλιστα δὲ τῆς ψυχῆς τὸ ἀθάνατον. Θνητὴν γὰρ αὐτὴν ὑπολαμβάνοντες εἶναι, τῇ ζωῇ ταύτῃ τὰ κατὰ τὸν ἄνθρωπον περιγράφουσιν· ἔπειτα διεστραμμένας ἔχουσι τὰς περὶ τῶν ἀγαθῶν κρίσεις. Οἴονται γὰρ, τοὺς πλοῦτον περιβεβλημένους καὶ κομῶντας ἀξιώμασι καὶ τοῖς ἄλλοις ὑλικοῖς ἀγαθοῖς ἐναβρυνομένους, εὐδαίμονας εἶναι καὶ μακαρίους· τὰ δὲ τῆς ψυχῆς ἀγαθὰ παρ' οὐδὲν τίθενται, πολλῷ τῷ μέτρῳ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ὑπερέχοντα. Κρείττονα γὰρ τὰ τῶν κρειττόνων ἀγαθά. Τοσούτῳ τοίνυν ἀρεταὶ πλούτου τε καὶ ὑγείας καὶ τῶν ἄλλων ὑπερφέρουσιν, ὅσῳ ψυχὴ σώματος. Τοιγάρτοι καὶ μόναι καὶ σὺν τοῖς ἄλλοις αἱ ἀρεταὶ μακάριον ποιοῦσι τὸν ἄνθρωπον· μετὰ μὲν τῶν ἄλλων, κατὰ πλάτος, μόναι δὲ καὶ καθ' ἑαυτὰς, κατὰ περιγραφήν. Τῶν γὰρ ὄντων, τὰ μὲν κατὰ περιγραφὴν νοεῖται, ὡς δίπηχυ· τὰ δὲ, κατὰ πλά-
These men, accordingly, ascribe the providence over particulars to nature and to the mind; whereas others say that God cares for the permanence of existing things, so that none of the things that have come into being may fail, and exercises providence over this alone, while particular matters are borne along at random; and that on this account many injustices, many murders, and, to speak summarily, every wickedness prevails among men, and of these men, at random, some escape justice while others are even punished, neither the things in accordance with right reason nor those in accordance with law coming to pass in every case. Now where neither law nor reason rules, how could anyone say that there is a God Who exercises care? For indeed it happens that good men for the most part suffer injustice, and are abased, and are encompassed by countless evils; whereas wicked and violent men grow great in domination, wealth, offices, and the other goods of this life. Yet to me those who say these things seem to be ignorant both of many other principles concerning providence, and above all of the immortality of the soul. For supposing it to be mortal, they circumscribe human affairs within this life; next, they hold perverted judgements concerning goods. For they suppose that those who are arrayed in wealth, plume themselves on dignities, and pride themselves on other material goods are happy and blessed; whereas they count as nothing the goods of the soul, which surpass bodily and external goods by a vast measure. For superior are the goods of superior things. By so much, therefore, do virtues excel wealth and health and the rest, as the soul excels the body. Wherefore both alone and together with the other goods, the virtues make a man blessed: together with the others, in breadth; alone and by themselves, by circumscription. For among existing things, some are conceived by circumscription, such as two cubits long; others, in bread-