Migne Reading Room

PG 40 · cols. 776–785 · Read from the page

On the nature of man

On the nature of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:776Read from the page
τὸν ἔχοντα τὸ βουλεύεσθαι, καὶ κύριον εἶναι πράξεων. Εἰ γὰρ μὴ κύριος εἴη πράξεων, περιττῶς ἔχει τὸ βουλεύεσθαι· εἰ δὲ τοῦτο, ἐξ ἀνάγκης παρυφίσταται τῷ λογικῷ τὸ αὐτεξούσιον· ἢ γὰρ οὐκ ἔσται λογικὸν, ἢ λογικὸν ὂν, κύριον ἔσται πράξεων· κύριον δὲ ὂν πράξεων, πάντως αὐτεξούσιον ἔσται. Ἐδείχθη δὲ καὶ τὰ ἐξ ὑποκειμένης ὕλης γενητὰ τρεπτὰ ὄντα.
that he who possesses deliberation is also master of actions. For if he were not master of actions, he possesses deliberation superfluously; and if this is so, free will of necessity subsists alongside the rational faculty; for either a being will not be rational, or, being rational, it will be master of actions; and being master of actions, it will assuredly possess free will. Now it was also shown that generated things arising out of underlying matter are mutable.
Ἐξ ἀμφοτέρων ἄρα συνάγεται, τὸ τὸν ἄνθρωπον ἐξ ἀνάγκης αὐτεξούσιον καὶ τρεπτὸν εἶναι· τρεπτὸν μὲν, ἐπειδὴ γενητός· αὐτεξούσιον δὲ, ἐπειδὴ καὶ λογικός. Ὅσοι τοίνυν αἰτιῶνται τὸν Θεὸν, ὅτι τὸν ἄνθρωπον οὐκ ἐποίησε κακίας ἀνεπίδεκτον, ἀλλ' αὐτεξούσιον, λανθάνουσιν ἑαυτοὺς αἰτιώμενοι τὴν Θεὸν, ὅτι λογικὸν ἐποίησε τὸν ἄνθρωπον, καὶ οὐκ ἄλογον. Ἀνάγκη γὰρ τῶν δύο τὸ ἕτερον, ἢ ἄλογον γενέσθαι, ἢ λογικὸν ὄντα καὶ περὶ τὰ πρακτὰ στρεφόμενον αὐτεξούσιον εἶναι. Ἐξ ἀνάγκης οὖν πᾶτα φύσις λογικὴ αὐτεξούσιός ἐστι καὶ τρεπτὴ κατὰ τὴν ἑαυτῆς φύσιν. Ἀλλ' αἱ μὲν ἐξ ὑποκειμένης ὕλης γενόμεναι, κατὰ δύο τρόπους τὸ τρεπτὸν ἔχουσι, κατά τε τὴν ὕλην, καὶ κατ' αὐτὸ τὸ γενέσθαι· ὅσαι δὲ οὐκ ἐξ ὑποκειμένης ὕλης ἐγένοντο, καθ' ἕνα μόνον τρόπον τὸν τῆς γενέσεώς εἰσι τρεπταί. Πάλιν δὲ τούτων τῶν ἀΰλων ὅσαι μὲν ἐν τοῖς περιγείοις εἰσὶ, τῇ κοινωνίᾳ τῇ πρὸς τοὺς ἀνθρώπους περὶ τὰ πρακτέα καταγινόμεναι, μᾶλλόν εἰσι τῶν ἄλλων τρεπταί· ὅσαι δὲ δι' ἀκρότητα φύσεως τῷ Θεῷ κατὰ σχέσιν πλησιάζουσι, καὶ τῇ τούτου κατανοήσει τὸ μακάριον καρποῦνται, πρὸς ἑαυτὰς καὶ τὸν Θεὸν μόνον ἐστραμμέναι, τῶν μὲν πρακτῶν καὶ τῆς ὕλης παντάπασιν ἑαυτὰς ἀπηλλοτρίωσαν, τῇ δὲ θεωρίᾳ καὶ τῷ
From both premises, therefore, it is inferred that man of necessity possesses free will and is mutable: mutable, inasmuch as he is generated; and possessing free will, inasmuch as he is also rational. All those, accordingly, who blame God because He did not make man unsusceptible of vice, but made him with free will, fail to perceive that they are blaming God because He made man rational and not irrational. For one of the two is necessary: either that he be born irrational, or that, being rational and occupied with things to be done, he possess free will. Of necessity, therefore, every rational nature possesses free will and is mutable according to its own nature. Yet those natures that have come into being out of underlying matter possess mutability in two ways, both by reason of their matter and by reason of the very fact of their having come into being; whereas those that did not come into being out of underlying matter are mutable in one way alone, namely that of their generation. And again, among these immaterial natures, such as dwell in the earthly regions, occupying themselves with things to be done through their fellowship with human beings, are more mutable than the rest; whereas such as through the sublimity of their nature draw near to God by relation, and reap blessedness in the contemplation of Him, being turned towards themselves and God alone, have altogether estranged themselves from practical affairs and from matter, and to contemplation and to
Notes, col. 776

On the reading

Printed τὴν, for τὸν.

Printed πᾶτα, for πᾶσα.

PG 40:777Read from the page
Θεῷ προσῳκείωσαν, μένουσιν ἄτρεπτοι· αὐτεξούσιοι μὲν οὖσαι, διὰ τὸ λογικαὶ εἶναι, οὐ μὴν τρεπόμεναι, διὰ τὰς προειρημένας αἰτίας. Καὶ θαῦμά γε οὐδέν. Καὶ γὰρ τῶν ἀνθρώπων ὅσοι θεωρητικοὶ γενόμενοι τῶν πρακτῶν ἑαυτοὺς ἐχώρισαν, ἔμειναν ἄτρεπτοι. Οἶμαι συναποδεδεῖχθαι τοῖς εἰρημένοις, ὅτι τὴν ἀρχὴν αἱ λογικαὶ πᾶσαι φύσεις ἄριστα δεδημιούργηνται, καὶ εἴπερ οὕτω διέμειναν, ὡς ἐξ ἀρχῆς ἐκτίσθησαν, πάσης ἂν κακίας ἐκτὸς ἦσαν· γίνεται δὲ αὐταῖς ἡ κακία κατὰ προαίρεσιν· οὕτω γοῦν αἱ μείνασαι κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν, τὸ μακάριον ἔχουσι. Μόνοι δὲ ἄγγελοι τῶν ἀσωμάτων ἐτράπησαν, καὶ οὐδὲ αὐτοὶ πάντες, ἀλλὰ τινὲς ἐξ αὐτῶν, ὅσοι ῥέψαντες πρὸς τὰ κάτω, τῶν ἐπιγείων ἔφεσιν ἔσχον, τῆς πρὸς τὰ ἄνω καὶ τὸν Θεὸν σχέσεως ἀποχωρήσαντες.
God have united themselves in affinity, remain immutable: possessing free will, indeed, because they are rational, yet not undergoing change, for the causes already stated. And there is no wonder at all in this; for even among human beings, as many as have become contemplative and have separated themselves from practical affairs have remained immutable. I think it has been demonstrated along with what has been said that in the beginning all rational natures were created in the best state, and if indeed they had remained just as they were fashioned from the beginning, they would have been outside all vice; yet vice comes to be in them by deliberate choice; thus, at any rate, those that remained in accordance with their original generation possess blessedness. Only angels among incorporeal beings underwent change, and not even all of them, but certain ones from among them, as many as inclined towards things below and conceived a desire for earthly things, having departed from their relation towards things above and towards God.
Οὐκοῦν ἐκ τῶν δεδειγμένων δῆλόν ἐστιν, ὡς ἕνεκα μὲν τοῦ φύσει τρεπτοὺς ἡμᾶς εἶναι, τὰς δυνάμεις τὰς προαιρετικὰς τρεπτὰς ἔχομεν, οὐ μὴν διὰ τὸ ἔχειν τρεπτὰς δυνάμεις, τοῦ κακοὺς ἡμᾶς εἶναι τὸν Θεὸν ἄν τις αἰτιάσαιτο. Οὐ γὰρ ἐν ταῖς δυνάμεσίν εἰσι αἱ κακίαι, ἀλλ' ἐν ταῖς ἕξεσιν· αἱ δὲ ἕξεις, κατὰ προαίρεσιν· κατὰ προαίρεσιν ἄρα κακοὶ γινόμεθα, καὶ οὐ κατὰ φύσιν ἐσμέν. Μάθοι δ' ἄν τις ἀκριβέστερον τὸ λεγόμενον οὕτως· Ἐν τοῖς προλαβοῦσιν δύναμιν ἐλέγομεν εἶναι, ἀφ' ἧς ἕκαστον, ὧν ποιοῦμεν, ποιεῖν δυνάμεθα. Πᾶσα δὲ προαιρετικὴ δύναμις, ἡ αὐτὴ τῶν ἀντικειμένων ἐστί· μία γὰρ καὶ ἡ αὐτὴ δύναμις τοῦ ψεύδεσθαι καὶ ἀληθεύειν, καὶ μία καὶ ἡ αὐτὴ δύναμις τοῦ σωφρονεῖν καὶ ἀκολασταίνειν. Οὐκέτι δὲ ἡ αὐτὴ ἕξις τῶν ἀντικειμένων, οἷον τοῦ ἀκολασταίνειν καὶ σωφρονεῖν, ἢ τοῦ ψεύδεσθαι καὶ ἀληθεύειν, ἀλλὰ τῶν ἐναντίων αἱ
Therefore from what has been demonstrated it is clear that, whilst by reason of our being mutable by nature we possess mutable deliberative faculties, yet one could not blame God for our being evil on account of our possessing mutable faculties. For vices do not lie in the faculties, but in the habits; and the habits arise by deliberate choice; therefore we become evil by deliberate choice, and are not so by nature. One might learn what is said more accurately thus: In what went before we said that a faculty is that whereby we are able to do each of the things that we do. Now every deliberative faculty is one and the same for opposites; for one and the same is the faculty of lying and of speaking the truth, and one and the same is the faculty of being temperate and of being licentious. Yet the habit of opposites is no longer the same, as, for instance, of being licentious and being temperate, or of lying and speaking the truth; rather, of contraries the
PG 40:780Read from the page
ἐναντίαι· τὸ μὲν γὰρ σωφρονεῖν, τῆς κατ' ἀρετήν ἐστιν ἕξεως· τὸ δὲ ἀκολασταίνειν, τῆς κακίας. Οὐκ εισὶν ἄρα τῶν δυνάμεων αἱ κακίαι, ἀλλὰ τῶν ἕξεων καὶ τῆς προαιρέσεως. Οὐ γὰρ ἡ δύναμίς ἐστιν ἡ παρασκευάζουσα ἡμᾶς ἀκολασταίνειν ἢ ψεύδεσθαι, ἀλλ' ἡ προαίρεσις. Ἐφ' ἡμῖν γὰρ ἦν ἀληθεύειν, καὶ μὴ ψεύδεσθαι. Εἴπερ οὖν οὐκ ἔστιν ἡ κακία δύναμις, ἀλλ' ἕξις, οὐχ ὁ τὴν δύναμιν δοὺς αἴτιος ἡμῖν τῶν κακῶν, ἀλλ' ἡ ἕξις ἡ παρ' ἡμῶν καὶ δι' ἡμῶν καὶ δι' ἡμᾶς προσγινομένη. Ἐξῆν γὰρ τὴν ἐναντίαν ἕξιν ἐκ τῆς γυμνασίας κτήσασθαι, καὶ μὴ τὴν φαύλην. Διαφέρει δὲ δύναμις ἕξεως, τῷ πάσας μὲν τὰς δυνάμεις φυσικὰς εἶναι· τὰς δὲ ἕξεις ἐπεισάκτους· καὶ τῷ τὰς μὲν δυνάμεις ἀδιδάκτους εἶναι, τὰς δὲ ἕξεις ἐκ μαθήσεως καὶ ἔθους προσγίνεσθαι. Εἰ τοίνυν ἡ δύναμις φυσική τις καὶ ἀδίδακτος, ἡ δὲ ἕξις ἐπίκτητος καὶ διδακτή· οὐχ ἡ φύσις αἰτία τῶν κακῶν, ἀλλὰ τὸ κακῶς ἡμᾶς ἦχθαι, καὶ διὰ τοῦτο κακὴν ἕξιν κτήσασθαι. Πᾶσα γὰρ ἕξις ἐπίκτητος ἐδείχθη. Ὅτ⟨ι⟩ δὲ φύσει εισὶν αἱ δυνάμεις, δῆλον ἐκ τοῦ πάντας τὰς αὐτὰς ἔχειν δυνάμεις, πλὴν τῶν πεπηρωμένων. Ὅτι δὲ αἱ ἕξεις οὐ φυσικαὶ, δῆλον ἐκ τοῦ μὴ πάντας τὰς αὐτὰς ἔχειν ἕξεις, ἄλλους δὲ ἄλλας. Τὰ γὰρ φύσει, τὰ αὐτὰ παρὰ πᾶσιν.
...contrary; for self-control belongs to the virtuous habit, whereas licentiousness belongs to vice. Vices, therefore, do not belong to the faculties, but to the habits and to deliberate choice. For it is not the faculty that prepares us to act licentiously or to speak falsely, but deliberate choice; for it lay in our power to speak the truth and not to speak falsely. If, then, vice is not a faculty, but a habit, He Who gave the faculty is not the cause of evils for us, but rather the habit that accrues from us and through us and on our account; for it was possible through practice to acquire the contrary habit, and not the base one. Now a faculty differs from a habit in that all faculties are natural, whereas habits are adventitious; and in that faculties are untaught, whereas habits accrue from learning and custom. If, accordingly, a faculty is something natural and untaught, while a habit is acquired and taught, nature is not the cause of evils, but rather the fact that we have been badly brought up, and on this account have acquired an evil habit; for every habit was shown to be acquired. And that the faculties exist by nature is clear from the fact that all men possess the same faculties, save those who are maimed; whereas that habits are not natural is clear from the fact that not all men possess the same habits, but different men possess different ones; for the things that exist by nature are the same among all.
ΚΕΦ. ΜΒʹ.
Chapter XLII.
Περὶ προνοίας.
On Providence.
Ὅτι μὲν αὐτεξούσιός ἐστιν ὁ ἄνθρωπος, καὶ τίνων ἐστὶν αὐτεξούσιος, καὶ διὰ ποίαν αἰτίαν αὐτεξούσιος γέγονεν, αὐτάρκως ἐν τοῖς προλαβοῦσιν εἴρηται. Ἐπειδὴ δὲ οὐ πᾶς ὁ προθέμενος φονεῦσαι, πάντως φονεύει· ἀλλὰ ποτὲ μὲν φονεύει, ποτὲ δὲ οὔ, τῆς προαιρέσεως παρεμποδισθείσης, καὶ μὴ
That man is possessed of free will, and in what matters he is possessed of free will, and for what cause he came to be possessed of free will, has been sufficiently stated in what precedes. Since, however, not everyone who purposes to commit murder by all means commits murder, but sometimes commits murder and sometimes does not, his deliberate choice being hindered and not
Notes, col. 780

On the reading

Printed εισὶν, for εἰσὶν.

PG 40:781Read from the page
δραμούσης κατὰ σκοπόν· πρόνοιαν δὲ τούτων τινὰ ἔφαμεν αἰτίαν εἶναι, καὶ οὐχ εἱμαρμένην· ἀκόλουθος τοῖς ἐφ' ἡμῖν ἐστιν ὁ περὶ τῆς προνοίας λόγος. Διαιρεῖται δὲ καὶ οὗτος εἰς τρία· πρῶτον μὲν, εἰ ἔστι πρόνοια· δεύτερον, τί ἐστι· τρίτον, τίνων ἐστίν. Ἀλλ' Ἰουδαῖος μὲν οὐδ' ἂν μαινόμενος ἀγνοήσειε πρόνοιαν, εἰδὼς μὲν τὰ κατ' Αἴγυπτον θαύματα, ἐπακούσας δὲ τῶν κατὰ τὴν ἔρημον, ἐν οἷς τηλαυγεστέρα τῶν ὁρατῶν ἐφάνη τοῖς ἀνθρώποις ἡ πρόνοια· πολλὰ δὲ καὶ ἐν προφήταις καὶ ἐν Βαβυλῶνι κατανοήσας ἔργα τῆς προνοίας, μηδὲ μίαν ἀμφιβολίαν ἐπιδεχόμενα· Χριστιανοὺς δὲ καὶ ταῦτα μὲν ἅπαντα διδάσκει πρόνοιαν εἶναι, μάλιστα δὲ τὸ θειότατον καὶ δι' ὑπερβολὴν φιλανθρωπίας ἀπιστότατον ἔργον τῆς προνοίας, ἡ δι' ἡμᾶς ἐνσωμάτωσις τοῦ Θεοῦ. Ἐπειδὴ δὲ οὐ πρὸς τούτους μόνους ὁ λόγος, ἀλλὰ καὶ πρὸς Ἕλληνας, φέρε καὶ δι' ἄλλων, οἷς ἐκεῖνοι πιστεύουσιν, ἀποδείξωμεν πρόνοιαν οὖσαν. Ὅτι τοίνυν ἔστι πρόνοια διὰ τῶν αὐτῶν ἄν τις ἐπιδείξειε, δι' ὧν, ὅτι καὶ Θεὸς ἔστιν, ἐδείξαμεν. Ἡ γὰρ διαμονὴ τῶν ἁπάντων, καὶ μάλιστα τῶν ἐν γενέσει καὶ φθορᾷ,
...running towards its mark; and we said that a certain providence, and not fate, is the cause of these things; consequent upon the things in our power is the discourse on providence. Now this too is divided into three: first, whether providence exists; second, what it is; third, of what things it is. Now not even a madman among the Jews would be ignorant of providence, knowing as he does the wonders in Egypt, and having heard besides of the events in the desert, wherein providence shone forth to men more brightly than things visible; and having observed also in the prophets and in Babylon many works of providence that admit not even a single doubt; while Christians are taught that providence exists both by all these things and, above all, by that most divine work of providence—most incredible by reason of its excess of loving-kindness—the incarnation of God for our sake. Since, however, our discourse is not addressed to these alone, but also to Greeks, come, let us demonstrate that providence exists by other arguments as well, in which those men believe. That providence exists, accordingly, one might show through the very same arguments whereby we also showed that God exists. For the permanence of all things, and especially of the things subject to generation and corruption,
PG 40:784Read from the page
καὶ ἡ θέσις καὶ ἡ τάξις τῶν ὄντων, ἀεὶ φυλαττομένη κατὰ τὸν αὐτὸν τρόπον, καὶ ἡ τῶν ἄστρων φορὰ, μηδὲν μηδέποτε διαλλάττουσα, καὶ ὁ κύκλος τοῦ ἐνιαυτοῦ, καὶ ἡ τῶν ὡρῶν ἀποκατάστασις, τῶν τε νυκτῶν καὶ τῶν ἡμερῶν ἡ κατ' ἔτος ἰσότης, παρὰ μέρος ἑκατέρας αὐξανομένης τε καὶ μειουμένης οὔτε ἐλάττονι, οὔτε πλείονι μέτρῳ, πῶς ἂν διετέλεσεν ὁμοίως διεξαγομένη, μηδενὸς προνοοῦντος; Οὐ μὴν ἀλλὰ καὶ τοῖς ἁμαρτήμασιν ἡ παρεπομένη τιμωρία, μᾶλλον δὲ καὶ ἡ τῶν ἁμαρτημάτων αὐτῶν ἀποκάλυψις, ὅταν, μηδενὸς ὄντος τοῦ διελέγξαι δυναμένου, κατά τινας περιστάσεις ἐμφανίζηται, δείκνυσι πρόνοιαν εἶναι
...and the position and the order of beings, ever preserved in the same manner, and the motion of the stars, never varying in anything, and the cycle of the year, and the restoration of the seasons, and the yearly equality of both nights and days, as each in turn increases and diminishes by neither a lesser nor a greater measure—how could all this have continued to be administered in like manner if no one exercised providence? Nay more, the punishment that attends upon sins, and still more the disclosure of the sins themselves, whenever, though there is no one able to convict them, it is brought to light through certain circumstances, shows that providence exists.
Γέμουσι δὲ τῶν τοιούτων ἱστοριῶν αἵ τε τῶν Ἑβραίων Γραφαὶ καὶ τὰ παρ' Ἕλλησι γράμματα. Τοιοῦτον γὰρ ἐῤῥέθη τῇ Γραφῇ τὸ κατὰ Σωσάνναν πάθος· ἐν δὲ τοῖς παρ' Ἕλλησι, τὸ κατὰ Ἴβυκον τὸν ποιητήν. Φονευόμενος γὰρ οὗτος ὑπό τινων, καὶ μηδένα μήτε σύμμαχον, μήτε μάρτυρα τῆς ἐπιβουλῆς ἔχων, θεωρήσας γεράνους. Ὑμεῖς, ἔφησεν, ὦ γέρανοι, τιμωρήσατέ μοι τὸν φόνον. Τῆς δὴ πόλεως ζητούσης τοὺς φονεύσαντας, καὶ μὴ δυναμένης εὑρεῖν, ἐπιτελουμένου θεάτρου καὶ τοῦ δήμου καθεζομένου, γέρανοι διέπτησαν· θεασάμενοι δὲ οἱ φονεῖς ἐγέλασαν, καὶ, Ἰδοὺ, εἶπον, αἱ τιμωροὶ τοῦ Ἰβύκου· τῶν δὲ πλησίον καθεζομένων τις ἀκούσας ἀπήγγειλε ταῖς ἀρχαῖς, καὶ συλληφθέντες ὡμολόγησαν τὸν φόνον. Πολλῶν τε καὶ ἄλλων τοιούτων ἐστὶ πλῆθος ἀναγεγραμμένον ἐν τοῖς παλαιοῖς, ὅπερ εἴ τις βουληθείη συναγαγεῖν, εἰς ἄπειρον ἂν μῆκος ἐκτείνειε τὸν λόγον. Εἰ δὲ μὴ πᾶσι τοῖς ἁμαρτάνουσιν ὁ αὐτὸς τρόπος τῶν ἐλέγχων ἐπάγεται, ἀλλ' ἔνιοι καὶ διαφεύγειν δοκοῦσι, μηδεὶς ἀρνείσθω διὰ τοῦτο τὴν πρόνοιαν. Οὐ γὰρ καθ' ἕνα μόνον τρόπον ποιεῖται τῶν ἀνθρώπων τὴν ἐπιμέλειαν, ἀλλὰ κατὰ πολλοὺς
Both the Scriptures of the Hebrews and the writings among the Greeks teem with histories of this sort. For of such a kind is the affliction concerning Susanna related in Scripture, and among those of the Greeks that concerning the poet Ibycus. For when this man was being murdered by certain persons, and had neither ally nor witness of the plot, catching sight of cranes: "Do you, O cranes," he said, "avenge my murder." Now when the city was seeking the murderers and was unable to find them, while a spectacle was being held in the theatre and the people were seated, cranes flew overhead; and seeing them, the murderers laughed and said, "Behold, the avengers of Ibycus"; and one of those sitting near by heard it and reported it to the magistrates, and upon being arrested they confessed the murder. There is also a multitude of many other such instances recorded among the ancients, which, if anyone should wish to collect, would draw out our discourse to an infinite length. And if the same manner of exposure is not brought upon all who sin, but some even seem to escape, let no one on this account deny providence; for it exercises its care over men not in one manner alone, but in many
PG 40:785Read from the page
καὶ διαφόρους. Οὐχ ἥκιστα δὲ τὸ εἶναι πρόνοιαν δείκνυσιν ἡ τῶν σωμάτων τῶν ἐν γενέσει καὶ φθορᾷ κατασκευὴ καὶ ἀναλογία, διὰ παντὸς ὁμοίως φυλαττομένη. Παντὶ γὰρ μορίῳ τοῦ σώματος ἐμφαίνεται τῆς προνοίας ἡ προμήθεια, ἅτινα τοῖς φιλοπόνοις ἔξεστιν ἐκ διαφόρων συγγραμμάτων ἀναλέγεσθαι. Καὶ ἡ τῶν χρωμάτων δὲ ποικιλία, τῶν ἐν τοῖς ζώοις, τὸν αὐτὸν ἀεὶ κόσμον φυλάττουσα, κέκραγε πρόνοιαν εἶναι· καὶ τὸ κοινῇ δὲ παρὰ πᾶσιν ἀνθρώποις ὁμολαγούμενον, τὸ δεῖν εὔχεσθαι καὶ θεραπεύειν τὸ Θεῖον ἀναθήμασί τε καὶ περιβόλοις, προνοίας ἐστὶ δηλωτικόν. Ἀπρονοήτου γὰρ ὄντος τοῦ παντὸς, πῶς ἂν, ἢ τίνι τις εὔξαιτο; Καὶ ἡ σπουδὴ δὲ, ἡ περὶ τὰς εὐεργεσίας φυσικῶς ἐν τοῖς ἀδιαστρόφοις σπουδαζομένη, τὴν πρόνοιαν ἐμφαίνει. Τὸν γὰρ ἐκ ταύτης μισθὸν ἀπεκδεχόμενοι, καὶ τοὺς μὴ δυναμένους ἀμείψασθαι ποιεῖν εὖ προαιρούμεθα.
...and varied ones. And not least do the structure and proportion of bodies subject to generation and corruption, ever preserved in like manner, show that providence exists; for in every part of the body the forethought of providence appears, as the industrious may gather from various treatises. Moreover, the variety of colours in animals, ever preserving the same adornment, cries aloud that providence exists; and what is commonly acknowledged among all men—that one ought to pray and worship the Divine with votive offerings and precincts—is indicative of providence; for if the universe were unprovided for, how or to whom would anyone pray? And the zeal concerning benefactions naturally pursued among the unperverted likewise manifests providence; for awaiting the reward therefrom, we choose to do good even to those who are unable to repay.
Προνοίας δὲ ἀναιρουμένης, συγκεχώρηται μὲν ἀδικία τοῖς δυναμένοις ἀδικεῖν, ἀναιρεῖται δὲ ἐλεημοσύνη καὶ Θεοῦ φόβος, συναναιρεῖται δὲ τούτοις ἀρετὴ καὶ εὐσέβεια· ει γὰρ μὴ προνοεῖ Θεὸς, οὐδὲ τιμωρεῖται, οὐδὲ τοῖς εὖ πράττουσιν ἔπαθλα νέμει, οὐδὲ τῶν ἀδικουμένων τὰς βλάβας ἀπείργει, τίς ἂν οὖν ἔτι προσκυνήσειε Θεὸν, μηδὲν εἰς μηδὲν ἡμῖν συμβαλλόμενον; Ἀναιρεῖται δὲ καὶ προφητεία καὶ πᾶσα πρόγνωσις. Ἀλλ' οὐ συμφωνεῖ ταῦτα τοῖς καθ' ἑκάστην σχεδὸν ἡμέραν γινομένοις. Πολλαὶ μὲν γὰρ ἐν ταῖς χρείαις ἐπιφάνειαι τοῦ Θείου, πολλὰ δὲ καὶ δι' ὀνείρων τοῖς κάμνουσι δίδοται βοηθήματα, πολλαί τε προγνώσεις καθ' ἑκάστην γενεὰν ἐξηνέχθησαν, πολλοὶ δὲ μιαιφονήσαντες καί τι τῶν ἀθεμίτων πράξαντες ἐκδειματοῦνται νύκτωρ τε καὶ μεθ' ἡμέρας. Ἄλλως τε ἀγαθός ἐστιν ὁ Θεός· ἀγαθὸς δὲ ὢν, εὐεργετικός ἐστιν· εἰ δὲ εὐεργετικὸς, καὶ προνοητικός. Τί δεῖ λέγειν τὰ τῆς κτίσεως ἔργα καὶ τὴν ἀναλογίαν
Now if providence is done away with, injustice is permitted to those who have the power to commit injustice, while almsgiving and the fear of God are done away with, and along with these virtue and piety are done away with as well; for if God does not exercise providence, neither does He punish, nor does He award prizes to those who act well, nor does He ward off harms from those who are wronged—who then would still worship a God contributing nothing in any respect to us? Prophecy too and all foreknowledge are done away with. Yet these conclusions do not accord with the things that happen almost every day. For there are many manifestations of the Divine in times of need, and many aids are granted through dreams to the sick, and many foretellings have been brought forth in each generation, while many who have committed bloodshed and done something unlawful are terrified by night and by day. Besides, God is good; and being good, He is beneficent; and if beneficent, also provident. What need is there to recount the works of creation and the proportion
Notes, col. 785

On the reading

Printed ὁμολαγούμενον, for ὁμολογούμενον.

Printed ει, for εἰ.