Migne Reading Room

PG 40 · cols. 693–704 · Read from the page

On the nature of man

On the nature of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:693Read from the page
κὸν καὶ γεννητικὸν καὶ σφυγμικόν. Καλεῖται δὲ φυσικὸν μὲν, τὸ θρεπτικὸν καὶ γεννητικόν· ζωτικὸν δὲ, τὸ σφυγμικόν.
tive, the generative, and the pulsative. Now the nutritive and generative are called natural, whereas the pulsative is called vital.
ΚΕΦ. ΚΓʹ
Chapter XXIII.
Περὶ τοῦ θρεπτικοῦ.
Concerning the nutritive part.
Τοῦ θρεπτικοῦ φυσικαὶ δυνάμεις εισὶ τέσσαρες, ἑλκτικὴ, καθεκτικὴ, ἀλλοιωτικὴ, ἀποκριτική· ἕκαστον γὰρ τῶν μορίων τοῦ ζώου φυσικῶς ἕλκει πρὸς ἑαυτὸ τὴν οικείαν τροφὴν, καὶ ἑλκύσαν κατέχει, καὶ κατασχὸν εἰς ἑαυτὸ μεταβάλλει, καὶ οὕτως τὸ περιττὸν ἐξωθεῖ. Καὶ αὗταί εισιν αἱ δυνάμεις αἱ τὴν τροφὴν τῶν μορίων τοῦ σώματος διοικοῦσαι, ἐξ ὧν ἡ αὔξησις, ἥ τε κατὰ μῆκος καὶ πλάτος, γίνεται. Ἐκκρίνεται δὲ τὰ περιττὰ διὰ γαστρὸς, δι' οὔρων, δι' ἐμέτων, δι' ἱδρώτων, διὰ στόματος, διὰ ῥινῶν, δι' ὤτων, δι' ὀφθαλμῶν, διὰ τῆς ἐκπνοῆς, διὰ τῶν ἀδήλων πόρων. Αἱ μὲν οὖν ἄλλαι ἐκκρίσεις πρόδηλοι· δι' ὤτων δὲ, ἡ καλουμένη κυψέλη, ἥτις ἐστὶ ῥύπος τῶν ὤτων· διὰ δὲ τῶν ὀφθαλμῶν, δάκρυα καὶ λῆμαι· διὰ δὲ τῆς ἐκπνοῆς, τὸ λιγνυῶδες τῆς θερμότητος τῆς καρδίας. Ἀδήλους δὲ πόρους φασὶ, τὴν διαπνοὴν παντὸς τοῦ σώματος, καθ' ἣν ἐκ τοῦ βάθους καὶ τῆς συστολῆς τῶν ἀρτηριῶν ἀτμοὶ πλεῖστοι διὰ τῆς μανότητος τοῦ δέρματος διεξέρχονται. Ὄργανα δὲ τοῦ θρεπτικοῦ, τό τε στόμα καὶ ὁ στόμαχος καὶ ἡ γαστὴρ καὶ τὸ ἧπαρ, αἵ τε φλέβες πᾶσαι, τά τε ἔντερα καὶ αἱ χολαὶ ἀμφότεραι, καὶ οἱ νεφροί. Τὸ γὰρ στόμα πρῶτον προκατασκευάζει τῇ γαστρὶ τὴν τροφὴν, εἰς λεπτὰ κατατέμνον αὐτὴν διὰ τῶν ὀδόντων καὶ τῆς γλώττης. Μεγίστην γὰρ καὶ ἡ γλῶττα χρείαν παρέχεται τῇ διαμασήσει, συνάγουσα τὴν τροφὴν καὶ τοῖς ὀδοῦσιν ὑποβάλλουσα, καθάπερ αἱ ἀλετρίδες διὰ τῆς χειρὸς τὸν σῖτον ταῖς μύλαις. Τρόπον γάρ τινα καὶ ἡ γλῶττα χείρ ἐστι τῆς διαμασήσεως.
The natural faculties of the nutritive part are four: attractive, retentive, alterative, and excretory; for each of the parts of the living creature naturally draws to itself its proper nourishment, and having drawn it retains it, and having retained it transforms it into itself, and thus thrusts out what is superfluous. And these are the faculties that administer the nourishment of the parts of the body, from which growth, both in length and in breadth, comes about. Superfluities are excreted through the belly, through urine, through vomitings, through sweat, through the mouth, through the nostrils, through the ears, through the eyes, through exhalation, and through the invisible pores. Now the other excretions are manifest; through the ears comes what is called earwax, which is the filth of the ears; through the eyes, tears and rheum; and through exhalation, the smoky residue of the heat of the heart. By invisible pores they mean the transpiration of the entire body, whereby out of the depths and from the contraction of the arteries very many vapours pass out through the porousness of the skin. The organs of the nutritive part are the mouth and the gullet and the stomach and the liver, and all the veins, and the intestines and both biles, and the kidneys. For the mouth first prepares the nourishment beforehand for the stomach, cutting it into small pieces by means of the teeth and the tongue. For the tongue too renders the greatest service to mastication, gathering the nourishment together and placing it beneath the teeth, just as women who grind corn feed the grain by hand to the millstones. For in a certain way the tongue too is the hand of mastication.
Οὕτω δὲ κατεργασθεῖσα ἡ τροφὴ, παραπέμπεται τῇ κοιλίᾳ διὰ τοῦ στομάχου· ὁ γὰρ στόμαχος οὐ μόνον αισθητήριόν ἐστι τῆς ἐνδείας, ἀλλὰ καὶ δίοδος τῶν σιτίων. Ἀνατρέχει γὰρ ἐν τῇ καταπόσει καὶ ἐπισπᾶται τὴν τροφὴν, καὶ παραπέμπει τῇ
Having been thus worked up, the nourishment is transmitted to the belly through the gullet; for the gullet is not only a sensory organ of deficiency, but also a passageway for food. For in swallowing it runs upward and draws in the nourishment, and transmits it to the
Notes, col. 693

On the reading

Printed εισὶ, for εἰσὶ.

Printed οικείαν, for οἰκείαν.

Printed εισιν, for εἰσιν.

Printed αισθητήριόν, for αἰσθητήριόν.

PG 40:696Read from the page
κοιλίᾳ. Ἡ δὲ κοιλία παραλαβοῦσα χωρίζει τὸ χρηστὸν καὶ τὸ τρόφιμον ἀπὸ τοῦ λιθώδους καὶ ξυλώδους καὶ ἀτρόφου· καὶ τὸ μὲν χρηστὸν, εἰς χυμοὺς μεταβάλλουσα, ἀναπέμπει τῷ ἥπατι διὰ τῶν φλεβῶν τῶν ἑλκουσῶν ἀπ' αὐτῆς καὶ διοχετευουσῶν εις τὸ ἧπαρ, αἵτινες φλέβες ῥίζαις ἐοίκασι τοῦ ἥπατος, ἑλκούσαις ἀπὸ τῆς γαστρὸς τὴν τροφὴν, ὡς ἀπὸ τῆς γῆς ἕλκουσιν αἱ τῶν φυτῶν ῥίζαι. Ἔοικε γὰρ ἡ μὲν κοιλία τῇ γῇ, τῇ παρεχούσῃ τὴν τροφὴν τοῖς φυτοῖς· ῥίζαις δὲ, αἱ φλέβες, αἱ ἐπὶ τὰς πύλας καὶ τὰ σιμὰ τοῦ ἥπατος ἀνάγουσαι τὸν χυμὸν, ἀπό τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων διὰ τοῦ μεσαραίου· πρέμνῳ δὲ, τὸ ἧπαρ αὐτό· κλάδοις δὲ καὶ ἀκρέμοσιν, αἱ φλέβες αἱ κατασχιζόμεναι τῆς κοίλης φλεβὸς, τῆς ἀποφυομένης ἐκ τῶν κυρτῶν τοῦ ἥπατος. Τὸ γὰρ ἧπαρ δεξάμενον ἐκ τῆς κοιλίας τὸν χυμὸν συμπέσσει τε καὶ ἐξομοιοῖ ἑαυτῷ. Ὁμοιοτάτην δὲ ἔχον τὴν σάρκα τῷ αἵματι, εικότως εις αἷμα μεταβάλλει τὸν χυμόν. Τὸ δὲ αἷμα καθαίρεται διά τε τοῦ σπληνὸς καὶ τῆς χοληδόχου κύστεως καὶ τῶν νεφρῶν· τοῦ μὲν σπληνὸς τὸ τρυγῶδες ἕλκοντος καὶ τροφὴν οικείαν ποιουμένου· τῆς δὲ χοληδόχου κύστεως τὸ δριμὺ, τὸ ἐναπομεῖναν τοῖς χυμοῖς ἐκ τῆς τροφῆς· τῶν δὲ νεφρῶν, τὸ ὀῤῥῶδες μετὰ τοῦ περιλειπομένου δριμέος, ὡς καθαρὸν λοιπὸν καὶ χρηστὸν τὸ αἷμα γενόμενον, εἰς τροφὴν διανέμεσθαι τοῖς ἄλλοις πᾶσι μορίοις τοῦ σώματος διὰ τῶν κατασπειρομένων εἰς αὐτὰ φλεβῶν· καὶ οὕτως ἕκαστον τῶν μορίων ἕλκον τὸ αἷμα καὶ κατέχον καὶ μεταβάλλον εἰς τὴν ιδίαν φύσιν, τὸ περιττὸν παραπέμπει τοῖς γειτνιῶσι μορίοις, τροφὴν ἐπιτήδειον ἐκείνοις γενόμενον. Καὶ τοῦτον τὸν τρόπον πάντα τὰ μόρια ἐξ αἵματος τρέφεται καὶ αὔξει καὶ διαμένει, χορηγοῦντος αὐτὸ τοῦ ἥπα-
belly. And the belly, having received it, separates what is serviceable and nutritious from what is stony and woody and unnutritious; and transforming what is serviceable into juices, it sends it up to the liver through the veins that draw from it and channel it into the liver, which veins resemble roots of the liver drawing nourishment from the stomach just as the roots of plants draw it from the earth. For the belly resembles the earth that supplies nourishment to plants; the veins that carry up the juice to the gates and concave parts of the liver from both the stomach and the intestines through the mesentery resemble roots; the liver itself resembles a trunk; and the veins split off from the vena cava, which springs forth from the convex parts of the liver, resemble boughs and branches. For the liver, having received the juice from the belly, concocts it and assimilates it to itself; and since it possesses flesh most like to blood, it naturally transforms the juice into blood. Now the blood is purified through the spleen and the gall-bladder and the kidneys: the spleen drawing the dreg-like matter and making it its own proper nourishment; the gall-bladder drawing what is acrid that remained behind in the juices from the nourishment; and the kidneys drawing the serous humour together with the remaining acrid matter, so that the blood, having henceforth become pure and serviceable, is distributed for nourishment to all the other parts of the body through the veins dispersed into them; and thus each of the parts, drawing the blood and retaining it and transforming it into its own nature, transmits what is superfluous to the neighbouring parts, once it has become suitable nourishment for them. And in this manner all the parts are nourished and grow and endure out of blood, which the liv-
Notes, col. 696

On the reading

Printed εις, for εἰς.

Printed εικότως, for εἰκότως.

Printed οικείαν, for οἰκείαν.

Printed ιδίαν, for ἰδίαν.

PG 40:697Read from the page
ΚΕΦ. ΚΔʹ.
Chapter XXIV.
Περὶ σφυγμῶν.
Concerning pulses.
Ἡ δὲ σφυγμικὴ κίνησις καλεῖται μὲν καὶ ζωτικὴ δύναμις. Ἔχουσα δὲ τὴν καρδίαν ἀρχὴν, καὶ μάλιστα τὴν ἀριστερὰν αὐτῆς κοιλίαν, τὴν πνευματικὴν καλουμένην, τὴν ἔμφυτον καὶ ζωτικὴν θερμότητα διανέμει παντὶ μορίῳ τοῦ σώματος διὰ τῶν ἀρτηριῶν, καθάπερ τὸ ἧπαρ διὰ τῶν φλεβῶν τὴν τροφήν. Θερμαινομένης γοῦν τῆς καρδίας [παρὰ φύσιν,] εὐθέως καὶ τὸ ζῶον ὅλον [παρὰ φύσιν] θερμαίνεται, καὶ ψυχομένης ψύχεται. Τὸ γὰρ ζωτικὸν πνεῦμα παρ' αὐτῆς διὰ τῶν ἀρτηριῶν εἰς πᾶν τὸ σῶμα κατασπείρεται. Συγκατασχίζεται δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἀλλήλοις τὰ τρία ταῦτα, φλὲψ, ἀρτηρία, νεῦρον, ἐκ τῶν τριῶν ἀρχῶν τῶν διοικουσῶν τὸ ζῶον· ἐξ ἐγκεφάλου μὲν ἀρχῆς ὄντος κινήσεώς τε καὶ αἰσθήσεως, τὸ νεῦρον· ἐξ ἥπατος δὲ ἀρχῆς ὄντος αἵματός τε καὶ τοῦ θρεπτικοῦ, ἡ φλὲψ, τὸ ἀγγεῖον τοῦ αἵματος· ἐκ δὲ τῆς καρδίας ἀρχῆς οὔσης τοῦ ζωτικοῦ, ἡ ἀρτηρία, τὸ ἀγγεῖον τοῦ πνεύματος· συνόντα δὲ ἀλλήλοις τὰς παρ' ἀλλήλων ὠφελείας καρποῦνται. Ἡ μὲν γὰρ φλὲψ τροφὴν χορηγεῖ τῷ νεύρῳ καὶ τῇ ἀρτηρίᾳ· ἡ δὲ ἀοτηρία μεταδίδωσι τῇ φλεβὶ θερμασίας φυσικῆς καὶ πνεύματος ζωτικοῦ· τὸ δὲ νεῦρον αἴσθησιν παρέχει αὐταῖς τε καὶ τῷ παντὶ σώματι. Ὅθεν οὔτε ἀρτηρίαν ἔστιν εὑρεῖν χωρὶς αἵματος λεπτοῦ, οὔτε φλέβα χωρὶς πνεύματος ἀτμώδους, οὔτε νεῦρον χωρὶς αἰσθήσεως· διαστέλλεται δὲ σφοδρῶς καὶ συστέλλεται ἡ ἀρτηρία καθ' ἁρμονίαν τινὰ καὶ λόγον, τὴν ἀρχὴν ἔχουσα τῆς κινήσεως ἐκ τῆς καρδίας· ἀλλὰ διαστελλομένη
Pulsative motion is also called the vital faculty. Having the heart as its governing principle, and especially its left ventricle, which is called pneumatic, it distributes innate and vital heat to every part of the body through the arteries, just as the liver distributes nourishment through the veins. Accordingly, when the heart is heated [contrary to nature,] straightway the whole living creature too is heated [contrary to nature], and when it is chilled, it is chilled; for the vital spirit from it is dispersed through the arteries into the entire body. For the most part these three — vein, artery, and nerve — are split alongside one another out of the three governing principles that administer the living creature: from the brain, which is the principle of motion and sensation, comes the nerve; from the liver, which is the principle of blood and of the nutritive part, comes the vein, the vessel of blood; and from the heart, which is the principle of the vital part, comes the artery, the vessel of spirit; and keeping company with one another, they reap the benefits derived from one another. For the vein supplies nourishment to the nerve and to the artery; the artery imparts natural warmth and vital spirit to the vein; and the nerve provides sensation both to them and to the entire body. Hence it is impossible to find either an artery without thin blood, or a vein without vaporous spirit, or a nerve without sensation; and the artery dilates vigorously and contracts according to a certain harmony and proportion, having the principle of its motion from the heart; yet in dilating
Notes, col. 697

On the reading

Printed ἀοτηρία, for ἀρτηρία.

PG 40:700Read from the page
ΚΕΦ. ΚΕʹ
Chapter XXV.
Περὶ τοῦ γεννητικοῦ ἢ σπερματικοῦ.
Concerning the generative or seminal faculty.
Καὶ τὸ γεννητικὸν δὲ τοῦ μέρους ἐστὶ τοῦ μὴ κατηκόου λόγῳ. Ἀβουλήτως γὰρ ἐν ταῖς ὀνειρώξεσι προΐεμεν τὴν γονήν. Καὶ ἡ ἐπιθυμία δὲ τῆς συνουσίας φυσική. Ἄκοντες γὰρ ἐπ' αὐτὴν κινούμεθα. Ἡ δὲ πρᾶξις ὁμολογουμένως ἐφ' ἡμῖν καὶ ψυχική. Καὶ γὰρ διὰ τῶν καθ' ὁρμὴν ὀργάνων συντελεῖται, καὶ ἀποσχέσθαι καὶ κρατῆσαι τῆς ὁρμῆς ἐφ' ἡμῖν ἐστιν. Ὄργανα δὲ τῆς σπερματικῆς δυνάμεως πρῶτον μὲν αἱ φλέβες καὶ αἱ ἀρτηρίαι. Ἐν ταύταις γὰρ τὸ θορῶδες πρῶτον ὑγρὸν τίκτεται, μεταβληθέντος τοῦ αἵματος, καθάπερ ἐν τοῖς τιτθοῖς τὸ γάλα. Τροφὴ γὰρ τῶν ἀγγείων τούτων ἐστὶν ὁ χυμὸς οὗτος. Καὶ γὰρ τὴν ἀρχὴν ἐκ σπέρματος ἡ γένεσις αὐτοῖς ἐστιν. Ἐκπέσσουσι μὲν οὖν αἱ ἀρτηρίαι καὶ αἱ φλέβες τὸ αἷμα εἰς τὸ θορῶδες ὑγρὸν, ἵνα τρέφωνται· τὸ δὲ περιττεῦον τῆς τροφῆς αὐτῶν γίνεται γονή. Ἀναφέρεται γὰρ πρῶτον μὲν διὰ περιόδου πολλῆς εἰς τὴν κεφαλήν· πάλιν δὲ ἀπὸ τῆς κεφαλῆς καταφέρεται διὰ δύο φλεβῶν καὶ δύο ἀρτηριῶν. Ὅθεν, ἐάν τις ἐκτέμῃ τὰς φλέβας τὰς παρὰ τὰ ὦτα καὶ τὰς παρὰ τὰς καρωτίδας, ἄγονον ποιεῖ τὸ ζῶον. Αὗται
Moreover, the generative faculty also belongs to the part that does not obey reason. For involuntarily during nocturnal emissions we discharge seed. And the desire for sexual intercourse is also natural. For unwillingly we are moved towards it. Yet the act itself assuredly depends upon us and pertains to the soul. For indeed it is accomplished through the organs governed by impulse, and to abstain and master the impulse lies within our power. Now the instruments of the seminal faculty are, first of all, the veins and the arteries. For in these the seminal fluid is first generated through the transformation of the blood, just as milk is in the breasts. For this humour is the nourishment of those vessels. Indeed, from the outset their very generation comes from seed. Accordingly, the arteries and the veins concoct the blood into the seminal fluid so that they may be nourished; and what remains over from their nourishment becomes seed. For first it is carried upwards through a long circuit to the head; and again from the head it is carried downwards through two veins and two arteries. Hence, if anyone severs the veins beside the ears and those beside the carotid arteries, he renders the animal sterile. And these
PG 40:701Read from the page
δὲ αἱ φλέβες καὶ ἀρτηρίαι γίνονται τὸ ἑλικοειδὲς καὶ κιρσοειδὲς πλέγμα παρὰ τὸν ὄσχεον, ἔνθα τὸ θορῶδες ὑγρὸν ἐμπίπτει εἰς ἑκάτερον τῶν διδύμων· [μία ἀρτηρία καὶ μία φλὲψ, πλήρεις σπέρματος·] ἐν τούτοις δὲ τελέως ἀποσπερματοῦται, καὶ διὰ τοῦ κιρσοειδοῦς παραστάτου τοῦ μετὰ τοὺς διδύμους ἐκκρίνεται μετὰ πνεύματος, διότι καὶ ἀρτηρία ἐστὶν ἡ παραπέμπουσα. Ὅτι δὲ καὶ ἀπὸ φλεβὸς φέρεται, δῆλόν ἐστιν ἐκ τῆς λαγνείας. Ὅταν γὰρ ἐπὶ πολὺ συνουσιάσωσι καὶ καταναλώσωσι τὸν σπερματικὸν λαὶ θορώδη χυμὸν, τότε ὑπὸ τῆς βιαίας ὁλκῆς αἷμα καθαρὸν ἐκκρίνουσι. Καὶ αἱ γυναῖκες δὲ πάντα τὰ αὐτὰ τοῖς ἀνδράσιν ἔχουσι μόρια, ἀλλ' ἔνδον καὶ οὐκ ἔξω.
veins and arteries become the coiled and varicose plexus beside the scrotum, where the seminal fluid drops into each of the two testicles; [one artery and one vein, full of seed;] and in these it is completely turned into seed, and through the varicose epididymis behind the testicles it is secreted together with pneuma, because an artery also assists in transmitting it. And that it is borne from a vein as well is evident from excessive venery. For when men engage at great length in intercourse and exhaust the seminal and generative humour, then through the violent traction they discharge pure blood. Women too possess all the very same parts as men, though inside and not outside.
Ἀριστοτέλης μὲν οὖν καὶ Δημόκριτος οὐδὲν βούλονται συντελεῖν τὸ τῆς γυναικὸς σπέρμα πρὸς γένεσιν τέκνων. Τὸ γὰρ προϊέμενον ἐκ τῶν γυναικῶν, ἱδρῶτα τοῦ μορίου μᾶλλον ἢ γονὴν εἶναι βούλονται· Γαληνὸς δὲ, καταγινώσκων Ἀριστοτέλους, λέγει σπερμαίνειν μὲν τὰς γυναῖκας καὶ τὴν μίξιν ἀμφοτέρων τῶν σπερμάτων ποιεῖν τὸ κύημα· διὸ καὶ τὴν συνουσίαν μίξιν λέγεσθαι· οὐ μὴν τελείαν γονὴν, ὡς τὴν τοῦ ἀνδρὸς, ἀλλ' ἔτι ἄπεπτον καὶ ὑγροτέραν. Τοιαύτη δὲ οὖσα τῆς γυναικὸς ἡ γονὴ, τροφὴ γίνεται τῆς τοῦ ἀνδρὸς. Ἐξ αὐτῆς δὲ καὶ μέρος τι τοῦ χορίου, τοῦ
Aristotle and Democritus, then, hold that the woman's seed contributes nothing towards the begetting of children; for what is emitted by women they hold to be a sweat of the part rather than seed. Galen, however, censuring Aristotle, says that women do emit seed and that the mingling of both seeds forms the embryo—wherefore sexual intercourse is also called mingling—yet not perfect seed like that of the man, but still unconcocted and moister. Being of such a character, the woman's seed becomes nourishment for the man's; and out of it also a certain portion of the chorion, which
Notes, col. 701

On the reading

Printed λαὶ, for καὶ.

Printed ἀνδρὸς., for ἀνδρός..

PG 40:704Read from the page
περὶ τὰς κεραίας τῆς μήτρας, συμπήγνυται, καὶ ὁ καλούμενος ἀλαντοειδὴς, δόχεῖον ὢν τῶν περιττωμάτων τοῦ ἐμβρύου. Καθ' ἕκαστον δὲ γένος ζώου, τότε προσίεται ἡ θήλεια τὸν ἄῤῥενα, ὅταν δύνηται κυΐσκεσθαι. Τὰ τοίνυν ἀεὶ δυνάμενα κυΐσκεσθαι, ἀεὶ προσίεται τὴν συνουσίαν, ὡς ἀλεκτορίδες καὶ περιστεραὶ καὶ ἄνθρωποι. Ἀλλὰ τὰ μὲν ἄλλα κύοντα, τὴν σύνοδον ἀποφεύγει· γυνὴ δὲ ἀεὶ προσδέχεται. Αἱ γὰρ ἀλεκτορίδες, τῷ καθ' ἑκάστην σχεδὸν ἡμέραν τίκτειν, καθ' ἑκάστην σχεδὸν προσίενται τὴν συνουσίαν· αἱ δὲ γυναῖκες, ὡς ἐν τοῖς ἄλλοις τὸ αὐτεξούσιον ἔχουσιν, οὕτω καὶ ἐν τῇ συνουσίᾳ τῇ μετὰ τὴν σύλληψιν. Τὰ γὰρ
around the horns of the womb, is compacted, as well as the so-called allantoid membrane, which is the receptacle for the excrements of the embryo. Now in every kind of animal, the female admits the male at the time when she is able to conceive. Those animals, therefore, that are always able to conceive always admit intercourse, such as hens, doves, and human beings. Yet other animals, once pregnant, shun copulation, whereas woman always accepts it. For hens, because they lay an egg almost every day, admit intercourse almost every day; whereas women, just as they possess free will in other matters, possess it likewise in intercourse after conception. For the
ΚΕΦ. ΚϚʹ.
Chapter XXVI.
Ἄλλη διαίρεσις τῶν διοικουσῶν δυνάμεων τὸ ζῶον.
Another division of the faculties that govern the animal.
Διαιροῦσι δὲ καὶ ἄλλως τὰς κατὰ τὸ ζῶον δυνάμεις. Καὶ τὰς μὲν λέγουσι ψυχικὰς, τὰς δὲ φυσικὰς, τὰς δὲ ζωτικάς· ψυχικὰς μὲν, τὰς κατὰ προαίρεσιν· φυσικὰς δὲ καὶ ζωτικὰς, τὰς ἀπροαιρέτους. Καὶ εἰσὶ ψυχικαὶ μὲν, δύω, ἥ τε καθ' ὁρμὴν κίνησις καὶ ἡ αἴσθησις. Τῆς δὲ καθ' ὁρμὴν κινήσεως εἴδη τρία, τό τε μεταβατικὸν καὶ κινητικὸν τοῦ σώματος παντὸς καὶ τὸ φωνητικὸν καὶ τὸ ἀναπνευστικόν. Ἐν ἡμῖν γὰρ ταῦτα καὶ ποιεῖν καὶ μὴ ποιεῖν. Φυσικαὶ δὲ καὶ ζωτικαὶ, αἱ
Others divide the faculties in the animal in yet another way: some they call psychical, others natural, and others vital—psychical being those according to deliberate choice, whereas natural and vital are those independent of choice. And the psychical faculties are two: movement according to impulse, and sensation. Of movement according to impulse there are three species: that which changes place and moves the whole body, the vocal faculty, and the respiratory faculty; for it rests with us either to perform or not to perform these actions. Natural and vital faculties, on the other hand, are those
Notes, col. 704

On the reading

Printed δόχεῖον, for δοχεῖον.