ἕκαστον τῶν αἰσθητηρίων διπλᾶς ἔχειν αἰσθήσεις, τὴν μὲν, τῶν ἰδίων αἰσθητῶν· τὴν δὲ τῆς ἁφῆς, ὡς ἡ ὄψις. Καὶ γὰρ τὰ χρώματα διακρίνει, καὶ τῶν θερμῶν καὶ ψυχρῶν ἀντιλαμβάνεται· ἀλλὰ τούτων μὲν, ὡς σῶμα, τῶν δὲ χρωμάτων, ὡς ὄψις. Ὡσαύτως δὲ καὶ ἡ γεῦσις καὶ ὄσφρησις καὶ ἀκοή.
that each of the organs of sense possesses twofold perceptions: the one of its own proper sensibles, and the other that of touch, as in the case of sight. For it both distinguishes colours and apprehends things hot and cold; yet the latter as a body, and the colours as sight. And in like manner also taste, smell, and hearing.
Πῶς οὖν παντός ἐστι τοῦ σώματος ἡ ἁφὴ, εἴπερ ἀπὸ τῶν προσθίων κοιλιῶν τοῦ ἐγκεφάλου λέγομεν εἶναι τὰς αἰσθήσεις; Ἢ δῆλον, ὅτι νεύρων καταπεμπομένων ἐξ ἐγκεφάλου καὶ διασπειρομένων εἰς πᾶν μόριον τοῦ σώματος, ἡ τῆς ἁφῆς αἴσθησις προσγίνεται. Ἐπειδὴ δὲ πολλάκις, ὑπ' ἀκάνθης πληγέντες τὸν πόδα, τῆς κεφαλῆς εὐθέως τὰς τρίχας φρίττομεν· ᾠήθησάν τινες, τὸ πάθος, ἢ τὴν αἴσθησιν τοῦ πάθους, εἰς τὸν ἐγκέφαλον ἀναπέμπεσθαι, καὶ οὕτως αἰσθάνεσθαι. Ἀλλ' εἴπερ ἦν ἀληθὴς οὗτος ὁ λόγος, οὐκ ἂν ἤλγει τὸ τεμνόμενον μόριον, ἀλλ' ὁ ἐγκέφαλος. Βέλτιον οὖν λέγειν, ὅτι τὸ νεῦρον ἐγκέφαλός ἐστι. Καὶ γὰρ μοῖρά τίς ἐστιν ἐγκεφάλου, διὰ παντὸς ἑαυτοῦ τὸ ψυχικὸν ἔχον πνεῦμα, ὡς ὁ πεπυρακτωμένος σίδηρος ἔχει τὸ πῦρ· διά τοι τοῦτο, ἔνθα ἂν νεῦρον αἰσθητικὸν ἐμφύηται, ἐκεῖνο τὸ μέρος αἰσθήσεως ὑπ' αὐτοῦ μεταλαμβάνει καὶ γίνεται αἰσθητικόν. Οὐδὲν δὲ ἴσως ἄτοπον λέγειν, ἐπὶ τὴν ἀρχὴν τῶν νεύρων, τὸν ἐγκέφαλον, ἀναπέμπεσθαι, οὐ τὸ πάθος, ἀλλὰ συναίσθησίν τινα καὶ ἀπαγγελίαν τοῦ πάθους· ἔστι δὲ ἴδιον αἰσθητὸν ἁφῆς τὸ θερμὸν καὶ ψυχρὸν, τό τε μαλακὸν, καὶ σκληρὸν, καὶ γλίσχρον, καὶ κραῦρον, βαρύ τε καὶ κοῦφον διὰ μόνης γὰρ τῆς ἁφῆς ταῦτα γνωρίζεται. Κοινὰ δὲ ἁφῆς καὶ ὄψεως, τό τε ὀξὺ καὶ ἀμβλὺ, καὶ τὸ τραχὺ καὶ λεῖον, τό τε ξηρὸν καὶ ὑγρὸν, παχύ τε καὶ λεπτὸν, ἄνω καὶ κάτω· καὶ γὰρ ὁ τόπος, τό τε μέγε-
How, then, does touch belong to the entire body, if indeed we say that perceptions arise from the anterior ventricles of the brain? Surely it is clear that as nerves are sent down from the brain and dispersed into every part of the body, the perception of touch supervenes. Yet because oftentimes, when struck in the foot by a thorn, we straightway feel the hairs of the head stand on end, some supposed that the affection, or the perception of the affection, is transmitted up to the brain, and that perception occurs in this manner. Yet if this account were true, it would not be the part being cut that felt pain, but the brain. It is better, therefore, to say that the nerve is brain. For it is a certain portion of the brain, possessing the psychic spirit throughout the whole of itself, just as red-hot iron possesses fire; wherefore, wherever a sensory nerve grows into a part, that part partakes of sensation from it and becomes perceptive. Nor perhaps is there anything absurd in saying that what is transmitted up to the origin of the nerves, the brain, is not the affection itself, but a certain sympathetic awareness and report of the affection; now the proper sensible of touch is the hot and cold, the soft and hard, the viscous and brittle, and the heavy and light, for by touch alone are these recognized. Common to touch and sight are the sharp and blunt, the rough and smooth, the dry and moist, the thick and thin, and up and down; for both place and mag-