Migne Reading Room

PG 40 · cols. 549–560 · Read from the page

On the nature of man

On the nature of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:549Read from the page
γούμενον, ὅτι συμπάσχει ἡ ψυχὴ νοσοῦντι καὶ τεμνομένῳ τῷ σώματι. Ἀμφιβάλλεται γὰρ, εἴτε τὸ σῶμα μόνον ἐστὶ τὸ ἀλγοῦν, λαβὸν παρὰ τῆς ψυχῆς τὴν αἴσθησιν, αὐτὴ δὲ μένει ἀπαθὴς, εἴτε καὶ συναλγεῖ τῷ σώματι· καὶ κρατεῖ μᾶλλον παρὰ τοῖς ἐνδοξοτέροις τὸ πρότερον· οὐ δεῖ δὲ ἐκ τῶν ἀμφιβαλλομένων συνάγειν τοὺς συλλογισμοὺς, ἀλλ' ἐκ τῶν ὁμολογουμένων. Ἐκ περιουσίας δὲ δείκνυται, καί τινα ἀσώματα συμπάσχοντα τοῖς σώμασιν. Αἱ ποιότητες γοῦν, ἀσώματοι οὖσαι, πασχόντων τῶν σωμάτων καὶ αὐταὶ συμπάσχουσιν, ἔν τε τῇ φθορᾷ καὶ τῇ γενέσει συναλλοιούμεναι τῷ σώματι. Χρύσιππος δέ φησιν, [ὅτι] ὁ θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος· οὐδὲν δὲ ἀσώματον ἀπὸ σώματος χωρίζεται· οὐδὲ γὰρ ἐφάπτεται σώματος ἀσώματον· ἡ δὲ ψυχὴ καὶ ἐφάπτεται καὶ χωρίζεται τοῦ σώματος· σῶμα ἄρα ἡ ψυχή. Τούτων τὸ μὲν, τὸν θάνατον χωρισμὸν εἶναι ψυχῆς ἀπὸ σώματος, ἀληθές ἐστι· τὸ δὲ, μὴ ἐφάπτεσθαι ἀσώματον σώματος, ψεῦδος μὲν ἔστι καθόλου λεγόμενον, ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές. Ψεῦδος μὲν, ἐπειδὴ καὶ ἡ γραμμὴ, ἀσώματος οὖσα, ἐφάπτεται σώματος καὶ χωρίζεται· ὁμοίως καὶ ἡ λευκότης. Ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές· οὐ γὰρ ἐφάπτεται τοῦ σώματος ἡ ψυχή. Εἰ γὰρ ἐφάπτεται, δηλονότι παράκειται αὐτῷ· εἰ δὲ τοῦτο, οὐχ ὅλῳ παράκειται· ἀδύνατον γὰρ σῶμα σώματι ὅλον ὅλῳ παρακεῖσθαι· καὶ οὕτως οὐκ ἔσται ὅλον ἔμψυχον τὸ ζῶον· ὥστε, εἰ μὲν ἐφάπτεται, σῶμα μὲν ἔσται ἡ ψυχὴ, ὅλον δὲ οὐκ ἔσται ἔμψυχον τὸ ζῶον· εἰ δὲ ὅλον ἐστὶν ἔμψυχον, οὔτε ἐφάπτεται, οὔτε σῶμά ἐστιν ἡ ψυχή· τὸ δὲ ζῶον ὅλον ἔμψυχόν ἐστιν· οὔτε ἄρα ἐφάπτεται, οὔτε σῶμά ἐστι, καὶ χωρίζε-
granted that the soul suffers together with the body when it is sick and being cut. For it is disputed whether the body alone is that which feels pain, having received sensation from the soul, while the soul itself remains impassible, or whether it also feels pain together with the body; and the former view rather prevails among the more distinguished philosophers; yet one ought not to construct syllogisms from things that are disputed, but from things that are agreed upon. And superfluously it is shown too that certain incorporeal things suffer together with bodies. Qualities, at any rate, though incorporeal, themselves also suffer together when bodies are affected, being altered together with the body both in corruption and in generation. And Chrysippus says that death is the separation of soul from body; now nothing incorporeal is separated from a body, for neither does an incorporeal thing touch a body; yet the soul both touches and is separated from the body; therefore the soul is a body. Of these premises, the one, that death is a separation of soul from body, is true; whereas the other, that an incorporeal thing does not touch a body, is false when stated universally, though true in the case of the soul. False, since a line too, though incorporeal, touches a body and is separated from it; and likewise whiteness also. Yet in the case of the soul it is true; for the soul does not touch the body. For if it touches it, plainly it lies juxtaposed to it; and if this is so, it does not lie juxtaposed to the whole of it, for it is impossible for a whole body to lie juxtaposed as a whole to a whole body; and thus the living creature will not be animate throughout; consequently, if indeed it touches it, the soul will be a body, yet the living creature will not be animate throughout; whereas if it is animate throughout, the soul neither touches it nor is a body; now the living creature is animate throughout; therefore it neither touches it, nor is a body, and is separated
PG 40:552Read from the page
ται, ἀσώματος οὖσα. Ὅτι μὲν [ουν] οὐκ ἔστιν ἡ ψυχὴ σῶμα, δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ οὐδὲ ἀνούσιος, ἐξῆς ῥητέον. Ἐπειδὴ δὲ καὶ Δικαίαρχος ἁρμονίαν ὡρίσατο τὴν ψυχὴν, καὶ Σιμμίας, ἀντιλέγων τῷ Σωκράτει, τὴν ψυχὴν ἁρμονίαν ἔφασκεν εἶναι, λέγων, ἐοικέναι τὴν μὲν ψυχὴν ἁρμονίᾳ, τὸ δὲ σῶμα λύρᾳ· ἐκθετέον τὰς λύσεις τούτου, τὰς ἐν τῷ Φαίδωνι Πλάτωνος κειμένας. Μία μὲν οὖν ἐστιν ἡ ἐκ τῶν προαποδεδειγμένων αὐτῷ. Προαποδέδεικται γὰρ, ὅτι αἱ μαθήσεις ἀναμνήσεις εἰσί.
from it, being incorporeal. That therefore the soul is not a body is plain from what has been said; and that neither is it unsubstantial must be stated next. Now since Dicaearchus too defined the soul as a harmony, and Simmias, arguing against Socrates, asserted that the soul is a harmony, saying that the soul resembles a harmony and the body a lyre, we must set forth the refutations of this argument which are laid down in Plato's Phaedo. One of them, accordingly, is that drawn from what had previously been demonstrated by him; for it was previously demonstrated that acts of learning are recollections.
Τοῦτο οὖν λαβὼν, ὡς ὁμολογούμενον, κατασκευάζει τὸν λόγον οὕτως· Εἰ αἱ μαθήσεις ἀναμνήσεις εἰσὶν, ἦν ἡμῶν ἡ ψυχὴ πρὶν ἐν τῷ ἀνθρωπείῳ εἴδει γενέσθαι· εἰ δὲ ἁρμονία ἐστὶ, πρότερον μὲν οὐκ ἦν, ὕστερον δὲ ἐγένετο, ἁρμοσθέντος τοῦ σώματος. Πᾶσα γὰρ σύνθεσις οὐκ ἄλλως ἔχει, ἢ ὡς ἔχει τὰ ἐξ ὧν σύγκειται. Κοινωνία γάρ τίς ἐστε τῶν συντιθεμένων ἡ σύνθεσις, ἁρμονία οὖσα· καὶ οὐ κωλύει τὸ μὴ ἡγεῖσθαι αὐτὴν ἐκείνων, ἀφ' ὧν συνετέθη, ἀλλ' ἕπεσθαι αὐτοῖς· μάχεται τοίνυν τὸ ἁρμονίαν εἶναι τὴν ψυχὴν, τῷ τὰς μαθήσεις ἀναμνήσεις εἶναι· τὸ δὲ τῶν ἀναμνήσεων ἀληθές ἐστι· ψεῦδος ἄρα τὸ τὴν ψυχὴν ἁρμονίαν εἶναι. Ἔτι, ἡ μὲν ψυχὴ καὶ ἐναντιοῦται τῷ σώματι καὶ τὸν ἀρ-
Taking this, accordingly, as an admitted premise, he constructs the argument thus: If acts of learning are recollections, our soul existed before coming into being in human form; whereas if it is a harmony, it did not exist beforehand, but came into being afterwards, once the body had been fitted together. For every composition is in no other state than that in which the things out of which it is composed stand. For composition, being a harmony, is a certain communion of the things put together; and nothing prevents it from not preceding those things from which it was composed, but rather following upon them; therefore the proposition that the soul is a harmony conflicts with the proposition that acts of learning are recollections; now that concerning recollections is true; therefore it is false that the soul is a harmony. Furthermore, the soul both opposes the body and the ruling
Notes, col. 552

On the reading

Printed [ουν], for [οὖν].

Printed ἐστε, for ἐστι.

PG 40:553Read from the page
χικὸν ἐπέχει λόγον, ἅτε αὐτοῦ ἄρχουσα· ἡ δὲ ἁρμονία οὔτε ἡγεῖται, οὔτε ἐναντιοῦται· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. Ἔτι, ἁρμονία ἁρμονίας μᾶλλον καὶ ἧττόν ἐστιν ἁρμονία, τῷ χαλᾶσθαι καὶ ἐπιτείνεσθαι, οὐ τῷ λόγῳ δὲ τῆς ἁρμονίας· ἀδύνατον γάρ ἐστι, λόγον τὸ μᾶλλον καὶ ἧττον ἔχειν· ἀλλ' ἐν τῇ ἁρμογῇ· ἐὰν γὰρ κεκραμένος ὀξὺς φθόγγος καὶ βαρὺς ἔπειτα ἀνεθῶσι, τὸν λόγον μὲν τὸν αὐτὸν σώζουσιν ἐν ταῖς μεγέθεσι τῶν φθόγγων, παραλλαγὴν δὲ λαμβάνει ἡ ἁρμονία κατὰ τὴν ἁρμογὴν, μᾶλλον καὶ ἧττον ἐπιτεινομένη· ψυχὴ δὲ ψυχῆς οὐκ ἔστι μᾶλλον καὶ ἧττον· οὐκ ἄρα ἁρμονία ἐστὶν ἡ ψυχή. Ἔτι, ἡ ψυχὴ ἀρετὴν καὶ κακίαν ἐπιδέχεται· ἡ δὲ ἁρμονία ἁρμονίαν καὶ ἀναρμοστίαν οὐκ ἐπιδέχεται· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία ἐστίν. Ἔτι, ἡ ψυχὴ, τῷ ἐπιδέχεσθαι τὰ ἐναντία παρὰ μέρος, οὐσία ἐστὶ καὶ ὑποκείμενον· ἡ δὲ ἁρμονία ποιότης καὶ ἐν ὑποκειμένῳ· ἡ δὲ οὐσία ποιότητος ἕτερον· καὶ ἡ ψυχὴ ἄρα ἁρμονίας ἕτερον. Ἁρμονίας μέντοι μετέχειν τὴν ψυχὴν, οὐδὲν ἄτοπον, ἀλλ' οὐ παρὰ τοῦτο ἁρμονία ἐστίν· οὐδὲ γὰρ, διότι ἀρετῆς μετέχει, ἀρετή ἐστιν ἡ ψυχή. Γαληνὸς δὲ ἀποφαίνεται μὲν οὐδὲν, ἀλλὰ καὶ διαμαρτύρεται ἐν τοῖς Ἀποδεικτικοῖς λόγοις, ὡς οὐδὲν εἴη περὶ ψυχῆς ἀποφηνάμενος· ἔοικε δὲ, ἐξ ὧν λέγει, δοκιμάζειν μᾶλλον, τὸ κρᾶσιν εἶναι τὴν
position it occupies, inasmuch as it rules over it; whereas a harmony neither leads nor opposes; therefore the soul is not a harmony. Furthermore, one harmony is more or less a harmony than another harmony by being relaxed and tightened—not in the ratio of harmony, for it is impossible for a ratio to admit of the more and the less, but in the tuning; for if a blended acute sound and a grave one are subsequently relaxed, they preserve the same ratio in the magnitudes of the sounds, yet the harmony undergoes variation according to the tuning, being tightened more or less; whereas one soul is not more or less a soul than another soul; therefore the soul is not a harmony. Furthermore, the soul admits of virtue and vice, whereas a harmony does not admit of harmony and disharmony; therefore the soul is not a harmony. Furthermore, the soul, by admitting of contraries in turn, is a substance and a subject; whereas a harmony is a quality and in a subject; now a substance is other than a quality; therefore the soul too is other than a harmony. That the soul participates in harmony, however, is in no way absurd, yet it is not on that account a harmony; for neither is the soul virtue because it participates in virtue. As for Galen, he makes no positive pronouncement, and indeed solemnly protests in his Demonstrative Discourses that he had made no pronouncement concerning the soul; yet from what he says he seems rather to approve the view that a crasis is the
Notes, col. 553

On the reading

Printed ταῖς, for τοῖς.

PG 40:556Read from the page
ψυχήν· ταύτῃ γὰρ ἐπακολουθεῖν τὴν τῶν ἠθῶν διαφοράν· ἐκ τοῦ Ἱπποκράτους κατασκευάζων τὸν λόγον. Εἰ δὲ τοῦτο, δῆλον, ὅτι καὶ θνητὴν αὐτὴν εἶναι οἴεται· οὐ πᾶσαν δὲ, ἀλλὰ τὴν ἄλογον μόνην ψυχὴν τοῦ ἀνθρώπου. Περὶ δὲ τῆς λογικῆς ἀμφιβάλλει, λέγων οὕτως·
soul; for difference in character follows upon this, as he constructs his argument out of Hippocrates. Yet if this is so, it is plain that he considers it to be mortal as well—not all of it, however, but only the irrational soul of man. Concerning the rational soul he is in doubt, speaking thus:
Ὅτι δὲ οὐ δύναται τοῦ σώματος ἡ κρᾶσις εἶναι ψυχὴ, δῆλον ἐντεῦθεν· Πᾶν σῶμα ἔμψυχόν τε καὶ ἄψυχον ἐκ τῶν τεσσάρων στοιχείων κέκραται. Ἡ γὰρ τούτων κρᾶσις τὰ σώματα ἀπεργάζεται. Εἰ τοίνυν ἡ τοῦ σώματος κρᾶσίς ἐστιν ἡ ψυχὴ, οὐδὲν ἄψυχον ἔσται. Καὶ συνάγεται ὁ λόγος οὕτως· Εἰ ἡ κρᾶσις τοῦ σώματος ψυχή ἐστι, πᾶν δὲ σῶμα κρᾶσιν ἔχει, πᾶν σῶμα ψυχὴν ἔχει· εἰ δὲ πᾶν σῶμα ψυχὴν ἔχει, οὐδὲν σῶμά ἐστιν ἄψυχον· οὔτε λίθος ἄρα, οὔτε ξύλον, οὔτε σίδηρος, οὔτε ἄλλο τι ἄψυχον ἔσται. Εἰ δὲ μὴ καθόλου πᾶσαν κρᾶσιν σώματος λέγοι ψυχὴν εἶναι, ἀλλὰ τὴν τοιάνδε, ἐρωτητέον, ποία κρᾶσίς ἐστιν ἡ ποιοῦσα ζῶον καὶ ψυχῆς λόγον ἐπέχουσα. Ὁποίαν γὰρ ἆν εἴποι τὴν κρᾶσιν, τοιαύτην εὑρήσομεν καὶ ἐν τοῖς ἀψύχοις. Ἐννέα γὰρ οὐσῶν κράσεων, ὡς αὐτὸς ἐν τῷ Περὶ κράσεως ἔδειξεν, ὀκτὼ μὲν τῶν δυσκράτων, μιᾶς δὲ τῆς εὐκράτου, κατὰ μὲν τὴν εὔκρατον λέγει κεκρᾶσθαι τὸν ἄνθρωπον, οὐ πάντα δὲ, ἀλλὰ τὸν τῆς μέσης κράσεως, κατὰ δὲ τὰς ἄλλας δυσκρασίας, τὰ ἄλλα ζῶα κατ' εἶδος, μετὰ τῆς ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἀνέσεώς τε καὶ ἐπιτάσεως. Εὑρίσκονται δὲ καὶ ἐν τοῖς ἀψύχοις αἱ ἐννέα κράσεις μετὰ τοῦ μᾶλλον καὶ ἧττον, ὡς αὐτὸς πάλιν ἐν τοῖς Ἀπλοῖς ἀπέδειξεν. Ἔτι, εἰ ἡ ψυχὴ κρᾶσίς ἐστιν, αἱ δὲ κράσεις ἐναλλάσσονται κατά τε τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τὰς διαίτας, ἡ ψυχὴ ἐναλλάσσεται· εἰ δὲ ἐναλλάσσεται, οὐ τὴν αὐτὴν ἔχομεν ψυχὴν,
And that the crasis of the body cannot be the soul is plain from the following: Every body, both animate and inanimate, is blended out of the four elements; for the crasis of these produces bodies. If, therefore, the crasis of the body is the soul, nothing will be inanimate. And the argument is drawn thus: If the crasis of the body is a soul, and every body has a crasis, every body has a soul; whereas if every body has a soul, no body is inanimate; consequently neither stone, nor wood, nor iron, nor anything else will be inanimate. Yet if he should say that not universally every crasis of a body is a soul, but a crasis of a particular sort, one must ask what sort of crasis it is that makes a living creature and occupies the position of a soul; for whatever sort of crasis he might name, such we shall find in inanimate things as well. For since there are nine crases, as he himself showed in his work On Temperament—eight ill-blended and one well-blended—he says that man is blended according to the well-blended one, though not every man, but the man of the middle crasis, while the other living creatures according to species are blended according to the other ill-temperaments, with relaxation and tightening towards the more and the less. Now the nine crases, with the more and the less, are found in inanimate things too, as he himself again demonstrated in his Simples. Furthermore, if the soul is a crasis, and crases vary according to ages, seasons, and regimens, the soul varies; and if it varies, we do not possess the same soul,
Notes, col. 556

On the reading

Printed ἆν, for ἂν.

Printed Ἀπλοῖς, for Ἁπλοῖς.

PG 40:557Read from the page
ἀλλὰ κατα την κρᾶσιν, ποτὲ μὲν λέοντος, ποτὲ δὲ προβάτου, ποτὲ δὲ ἄλλου τινὸς, ὅπερ ἄτοπον. Ἔτι, ἡ κρᾶσις οὐκ ἐναντιοῦται ταῖς ἐπιθυμίαις τοῦ σώματος, ἀλλὰ καὶ συνεργεῖ· αὕτη γάρ ἐστιν ἡ κινοῦσα· ἡ δὲ ψυχὴ ἐναντιοῦται· οὐκ ἄρα ἡ κρᾶσίς ἐστι ψυχή.
but rather, according to our crasis, sometimes that of a lion, sometimes that of a sheep, and sometimes that of some other creature, which is absurd. Furthermore, crasis does not oppose the desires of the body, but even cooperates with them, for it is itself that which stirs them up; whereas the soul opposes them; therefore crasis is not a soul.
Ἔτι, εἰ κρᾶσίς ἐστι ψυχὴ, ἡ δὲ κρᾶσις ποιότης, ποιότης δὲ καὶ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, καὶ ἡ ψυχὴ ἄρα χωρισθήσεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τοῦτο δὲ οὐκ ἀληθές· οὐκ ἄρα κρᾶσις, οὐδὲ ποιότης ἐστὶν ἡ ψυχή. Οὐ γὰρ δήπου τὸ ἕτερον τῶν ἀντικειμένων φυσικῶς προσεῖναι φήσουσι τῷ ζώῳ, ὡς ἐπὶ τοῦ πυρὸς τὸ θερμόν. Ἀμετάθετον γὰρ τοῦτο. Φαίνεται δὲ μετατιθεμένη ἡ κρᾶσις, μᾶλλον δὲ αὐτοί εἰσιν οἱ διὰ τῆς ἰατρικῆς τέχνης τὰς κράσεις μεταβάλλοντες. Ἔτι, παντὸς σώματος αἱ ποιότητες αἰσθηταί εἰσιν· ἡ δὲ ψυχὴ οὐκ αἰσθητὴ, ἀλλὰ νοητή· οὐκ ἄρα ποιότης σώματός ἐστιν ἡ ψυχή. Ἔτι, ἡ τοῦ αἵματος καὶ πνεύματος μετὰ παραθέσεως σαρκῶν καὶ νεύρων καὶ τῶν ἄλλων εὐκρασία, ἰσχύς ἐστι· καὶ ἡ τῶν θερμῶν δὲ καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν εὐκρασία, ὑγεία ἐστίν· ἡ δὲ συμμετρία τῶν μελῶν μετὰ τῆς εὐχροίας τὸ κάλλος ποιεῖ τοῦ σώματος. Εἰ τοίνυν ἡ ἁρμονία τῆς ὑγείας καὶ τῆς ἰσχύος καὶ τοῦ κάλλους ψυχή ἐστιν, ἀνάγκη ἦν, τὸν ἄνθρωπον ζῶντα μήτε νοσεῖν, μήτε ἀσθενεῖν, μήτε ἄμορφον εἶναι· συμβαίνει δὲ πολλάκις, οὐ μίαν μόνην, ἀλλ' ὁμοῦ τὰς τρεῖς ταύτας εὐκρασίας ἀπόλλυσθαι, καὶ ζῇν τὸν ἄνθρωπον· συμβαίνει γὰρ τὸν αὐτὸν ὁμοῦ καὶ ἄμορφον εἶναι καὶ ἀσθενεῖν καὶ νοσεῖν· οὐκ ἄρα ἡ εὐκρασία
Furthermore, if crasis is a soul, and crasis is a quality, while a quality both comes to be and departs without the destruction of its subject, then the soul too will be separated without the destruction of its subject; yet this is not true; therefore the soul is neither a crasis nor a quality. For surely they will not say that one of the opposites naturally belongs to the living creature, as heat does to fire; for that is unchangeable, whereas crasis is manifestly subject to change, or rather physicians themselves are those who alter crases by the art of medicine. Furthermore, the qualities of every body are perceptible to the senses, whereas the soul is not perceptible to the senses, but intelligible; therefore the soul is not a quality of a body. Furthermore, the good blending of blood and pneuma along with the juxtaposition of flesh, sinews, and the rest is strength; and the good blending of the hot, the cold, the dry, and the moist is health; while the symmetry of the limbs together with good complexion produces the beauty of the body. If, therefore, the harmony of health, strength, and beauty is the soul, it would be necessary for a living man neither to be sick, nor to be weak, nor to be deformed; yet it often happens that not merely one, but all three of these good blendings perish together, and yet the man lives; for it happens that the very same man is at once deformed, weak, and sick; therefore the good blending
Notes, col. 557

On the reading

Printed κατα, for κατὰ.

Printed την, for τὴν.

PG 40:560Read from the page
τοῦ σώματός ἐστιν ἡ ψυχή. Πῶς οὖν φυσικαί τινες καὶ κακίαι καὶ ἀρεταὶ τοῖς ἀνθρώποις ἕπονται; Τοῦτο ἐκ τῆς τοῦ σώματος κράσεως ἀληθῶς γίνεται. Ὡς γὰρ φυσικῶς ὑγιεινοὶ καὶ νοσώδεις εἰσὶν ἐκ τῆς κράσεως· οὕτω τινὲς φυσικῶς πικρόχολοι ὄντες, ὀργίλοι εἰσὶν, ἄλλοι δειλοὶ, ἄλλοι καταφερεῖς. Ἀλλ' ἔνιοι κρατοῦσι καὶ περιγίνονται· δῆλον δὲ, ὅτι τῆς κράτεως κρατοῦσιν· ἄλλο δέ ἐστι τὸ κρατοῦν, καὶ ἄλλο τὸ κρατούμενον· ἄλλο ἄρα κρᾶσις, καὶ ἄλλο ψυχή. Ὄργανον γὰρ ὂν τὸ σῶμα τῆς ψυχῆς, ἐὰν μὲν ἐπιτηδείως κατασκευασθῇ, συνεργεῖ τῇ ψυχῇ, καὶ αὐτὸ ἔχει ἐπιτηδείως· ἐὰν δὲ ἀνεπιτηδείως, ἐμποδίζει, καὶ τότε χρεία τῇ ψυχῇ πραγμάτων, ἀπομαχομένη πρὸς τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου· καὶ ἐὰν μὴ σφόδρα νήψῃ, καὶ συνδιαστρέφεται αὐτῷ, καθάπερ μουσικὸς συνεξαμαρτάνει τῇ τῆς λύρας διαστροφῇ, ἐὰν μὴ πρότερον αὐτὴν καταστήση καλῶς. Διὸ καὶ χρεία τῇ ψυχῇ τῆς ἐπιμελείας τοῦ σώματος, ἵνα καταρτίση αὐτὸ ὄργανον ἐπιτήδειον ἑαυτῇ. Τοῦτο δὲ ποιεῖ διά τε τοῦ λόγου καὶ τῶν ἠθῶν, ὡς ἐν ἁρμονίᾳ, τὰ μὲν χαλῶσα, τὰ δὲ ἐπιτείνουσα, ἵνα ἁρμόδιον αὐτὸ ἑαυτῇ κατασκευάσῃ, καὶ χρήσηται ἐπιτηδείῳ ὀργάνῳ, ἐὰν μὴ καὶ αὐτὴ συνδιαστραφῇ αὐτῷ· συμβαίνει γὰρ καὶ τοῦτο.
of the body is not the soul. How then do certain natural vices and virtues accompany men? This truly arises out of the crasis of the body. For just as men are naturally healthy and sickly by reason of their crasis, so too certain persons, being naturally bilious, are irascible, others cowardly, and others lustful. Yet some master these tendencies and overcome them; and it is plain that they master their crasis; now that which masters is one thing, and that which is mastered is another; therefore crasis is one thing, and soul is another. For since the body is an instrument of the soul, if indeed it is suitably fashioned, it cooperates with the soul, and is itself in a suitable condition; whereas if unsuitably, it hinders it, and then the soul has need of exertions as it fights back against the unsuitability of the instrument; and unless it is exceedingly sober, it too is perverted together with it, just as a musician errs along with the distortion of his lyre unless he first puts it properly in order. Wherefore the soul also has need of care for the body, so that it may render it a suitable instrument for itself. And this it accomplishes through both reason and habits, relaxing some things and tightening others, as in a harmony, so that it may fashion it to be well suited to itself and make use of it as a suitable instrument, unless it too becomes perverted along with it; for this also happens.
Ἀριστοτέλης δὲ, τὴν ψυχὴν ἐντελέχειαν λέγων, οὐδὲν ἧττον συμφέρεται τοῖς ποιότητα λέγουσιν αὐτήν. Διασαφήσωμεν δὲ πρότερον, ἐντελέχειαν τίνα καλεῖ. Τὴν οὐσίαν τριχῶς λέγει, τὸ μὲν, ὡς ὕλην ὑποκείμενον, ὃ καθ' ἑαυτὸ μὲν οὐδέν ἐστι, δύναμιν δὲ ἔχει πρὸς γένεσιν· ἕτερον δὲ, μορφὴν καὶ εἶδος, καθ' ἣν εἰδοποιεῖται ἡ ὕλη· τρίτον δὲ, τὸ
As for Aristotle, though calling the soul an entelechy, he none the less agrees with those who call it a quality. Let us first clarify what he calls an entelechy. Substance, he says, is spoken of in three ways: first, as an underlying matter, which of itself is nothing, yet possesses potentiality towards coming into being; secondly, shape and form, according to which matter is given form; and thirdly, the
Notes, col. 560

On the reading

Printed κράτεως, for κράσεως.

Printed ἀπομαχομένη, for ἀπομαχομένῃ.

Printed καταστήση, for καταστήσῃ.

Printed καταρτίση, for καταρτίσῃ.