γεγέννηται. Ὁ μὴ περιτεμνόμενος ἐν τῷ νόμῳ ὀκταήμερος, ἐπικατάρατος ἦν· ὁ μὴ βαπτιζόμενος ἐν τῇ χάριτι, τῆς βασιλείας τῶν οὐρανῶν ξένος καὶ ἀλλότριος. Ὁ γὰρ εἰπὼν ἐν τῷ νόμῳ· Ἐπικατάρατος πᾶς ἄρσην ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ· ὁ αὐτὸς εἶπεν μετὰ ὅρκου ἐν τῇ χάριτι· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. — Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Εἰς τὸ τέλος, διὰ τί; Ἐπειδὴ εἰς τὴν ἀρχὴν εἶπεν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με· ὥς τινων λεγόντων, Ἆρα εἰσηκούσθη; ποῦ δυνάμεθα εὑρεῖν, ὅτι προσευξάμενος εἰσηκούσθη; ἀποκρίνεται· Εἰς τὸ τέλος. Ἀνάγνωθι τὸ τέλος τοῦ ψαλμοῦ, καὶ εὑρήσεις λέγοντα· Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσεν Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου, προσέσχεν τῇ δεήσει μου. Πότε; Εἰς τὸ τέλος.
has been born. He who was not circumcised under the law on the eighth day was accursed; he who is not baptized under grace is a stranger and an alien to the kingdom of heaven. For He Who said in the law: Accursed is every male who shall not be circumcised on the eighth day; that soul shall be utterly destroyed from among the people, the very same spoke with an oath under grace: Amen, amen, I say to you, unless someone be born of water and the Spirit, he cannot see the kingdom of God. — Unto the end, for the eighth. Unto the end, wherefore? Because at the beginning he said: O Lord, rebuke me not in Thy wrath; as though some were asking, Was he heard? Where can we find that having prayed he was heard? He answers: Unto the end. Read the end of the psalm, and you will find him saying: Depart from me, all you workers of iniquity, for the Lord has heard the voice of my weeping; He has attended to my supplication. When? Unto the end.
Εὶς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Διὰ τί δὲ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἀνέστη ὁ Κύριος; Ἐπειδὴ πρώτη ὀγδοὰς ἀνθρώπων, ἐπὶ τοῦ Νῶε, μετὰ τὸν τοῦ παλαιοῦ κόσμου θάνατον, νέον κόσμον εἰς γένος ἀνέστησεν. Ὅτε γὰρ ὁ κόσμος πυρέξας τῇ πορνείᾳ, ἀπέθανεν τῇ ἁμαρτίᾳ, καὶ ἐτάφη ἐν τοῖς τοῦ κατακλυσμοῦ ὕδασιν, τότε ὀγδοὰς ἀνθρώπων ἐν τῇ κιβωτῷ φυλαχθεῖσα, διὰ τῆς τεκνογονίας τὸν κόσμον ἀνέστησεν. Καὶ ὅτι ἡ τεκνογονία ἀνάστασις λέγεται, ἄκουσον τῆς μητρὸς τῆς Εὔας λεγούσης, ὅτε ἔτεκεν τὸν Σήθ· Ἐξανέστησεν γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον, ἀντὶ Ἄβελ ὃν ἀπέκτεινεν Κάϊν. Καὶ ὁ νόμος· Ἐάν τις, φησὶν, ἀποθάνῃ ἄτεκνος, λήψεται ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ· καὶ ἦν ἡ ἐξανάστασις σβεννυμένου καὶ ἀποθνήσκοντος γένους ἀνανέωσις. Ἐπεὶ οὖν πρώτη ἀνάστασις τοῦ γένους μετὰ τὸν κατακλυσμὸν διὰ ὀγδοάδος ἀνθρώπων ἐγένετο, διὰ τοῦτο καὶ ὁ Κύριος πρῶτος τὴν ἀνάστασιν τῶν νεκρῶν ἐν τῇ ὀγδόῃ ἄρχεται· ὅτε καθάπερ ἐν κιβωτῷ τῷ τάφῳ ὡς ὁ Νῶε ἔμεινεν, καὶ τὸν κατακλυσμὸν τῆς ἀσεβείας ἔπαυσεν, καὶ τὸ βάπτισμα τῆς παλιγγενεσίας ἐπέδωκεν· ἵνα συνταφέντες αὐτοῦ τῷ βαπτισμῷ, κοινωνοὶ τῆς ἀναστάσεως αὐτοῦ γενώμεθα. Ἐπεὶ οὖν ἡ ὀγδόη προεσάλπιζεν ἐν νόμῳ τὴν τῶν νεκρῶν ἀνάστασιν, καὶ τὴν τῶν ἑκάστου ἔργων ἀνταπόδοσιν· διὰ ταῦτα ἁμαρτήσας εἰς τὴν τοῦ Οὐρίου ὁ Δαβὶδ, ὑπὲρ τῆς ὀγδόης καὶ τῆς ἐν ἀνέσει αὐτοῦ ἀναστάσεως παρακαλῶν ἔλεγεν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὧδε μετανοῶ καὶ ἐξομολογοῦμαι, Δέσποτα· Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; — Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ἐν ὕμνοις ψαλμὸς τῷ Δαβίδ. Καὶ καλῶς ὑπὲρ τῆς ὀγδόης προσηύχετο, ὁ ὄγδοος τοῦ Ἰεσσαὶ υἱὸς, καὶ πατὴρ τοῦ ἀναστάντος ἐν τῇ ὀγδόῃ Χριστοῦ. Εἰς τὸ τέλος· καὶ τῆς τούτου
Unto the end, for the eighth. Why did the Lord rise again on the eighth day? Because the first ogdoad of human beings, in the time of Noah, after the death of the ancient world, raised up a new world for our race. For when the world, fevered with fornication, died through sin and was buried in the waters of the deluge, then an ogdoad of human beings preserved in the ark raised up the world through the begetting of children. And that the begetting of children is called a resurrection, hear Mother Eve saying, when she bore Seth: For God has raised up for me another seed in place of Abel, whom Cain slew. And the law: If anyone, it says, should die childless, his brother shall take his wife and raise up seed to his brother; and that raising up was the renewal of an extinguished and dying line. Since, therefore, the first resurrection of our race after the deluge took place through an ogdoad of human beings, on this account the Lord also first initiates the resurrection of the dead on the eighth day: when, just as in an ark, He remained in the tomb like Noah, brought the deluge of impiety to an end, and bestowed the baptism of regeneration, so that, buried together with Him in His baptism, we might become partakers of His resurrection. Since, then, the eighth day sounded forth beforehand in the law the resurrection of the dead and the recompense of each person's deeds, therefore David, having sinned against the wife of Uriah, entreating for the eighth day and for his resurrection in relief, said: O Lord, rebuke me not in Thy wrath, nor chasten me in Thy anger. Here I repent and confess, O Master: For in death there is none who remembers Thee; and in Hades who shall confess to Thee? — Unto the end, for the eighth, in hymns, a psalm of David. And rightly did he pray for the eighth, he who was the eighth son of Jesse and ancestor of Christ Who rose on the eighth day. Unto the end: both of this