ἡμῶν Ἰησοῦ Χριστῷ εἰς τιμὴν ἀνέστησε· καὶ λαὸν νέον ἐν τῇ ἀληθείᾳ τοῦ Εὐαγγελίου δεδιδαγμένον τῷ ἁγίῳ αὖθις ἐκεῖ βαπτίσματι κατεφώτισεν. Ἐν ὅσῳ δὲ ὁ μακάριος ἀνὴρ ἡμέρας καὶ νυκτὸς διδασκαλικαῖς συνεστήσατο εὐσεβείαις τὴν πληθὺν, καὶ τοῦ Χριστοῦ ὁ λαὸς ἐκ τοῦ ἀρχαίου ἐχθροῦ τοῦ φάρυγγος ἐλυτρώθη, οὓς κατέσυρε τὸ πρινὸ Βελίαρ, τούτους ἀξίως παραπέμψαι εἰς τοὺς οὐρανοὺς διὰ τῆς πίστεως ὁ ἅγιος ἔσπευδε· φήμη δὲ τῆς ἁγιωσύνης αὐτοῦ εἰς μῆκος καὶ πλάτος αὖθις ἐξεχύθη· ὥστε οὐκ ὀλίγη τῶν πιστῶν τοῦ λαοῦ ἄθροισις ἄξιον αὐτὸν ἐδόξασεν ἐπίσκοπον ἔχειν. Οὕτως οὖν μετὰ ταῦτα τοῦ ἱερατικοῦ βαθμοῦ ταῖς θείαις ὑπουργίαις διαδότης καὶ ἁγιάζων δεδοκιμασμένα πρόσωπα, ὡς ἀξίους γενομένους ἑαυτῷ εἰς βαθμὸν ἀνῆκεν. Ἀλλ' ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ τῷ μακαριωτάτῳ ἀνδρὶ Διονυσίῳ μὴ συγχωρῶν ἔτι τὴν φήμην κρύπτεσθαι, ὡς τεθέντι λύχνῳ ἐπὶ λυχνίαν, ἐν ταῖς τῶν ἀπίστων διανοίαις τὸ φῶς αὐτοῦ ἀκτινοειδῶς παρέθετο, καὶ τοσαύτας δι' αὐτοῦ κατηξίωσε γενέσθαι καὶ δυνάμεις, ὅτι τῶν πολεμίων ἐθνῶν τὰς καρδίας οὐκ ἔλαττον τῶν εὐαγγελιζομένων ἀνέδειξεν· ὥστε ἐξ αὐτῶν τῶν δυνάμεων καὶ θαυμασίων αὐτοῦ καθ' ἡμέραν ἐνδυναμοῦσθαι καὶ προστίθεσθαι δίκην τοῦ καιροῦ, ὅτε ταῦτα ἐξ ὑπαρχῆς ἐγένοντο. Τοῦ ἁγίου δὲ ἀνδρὸς, ὡς φωνὴ βοῶντος, εἰς μῆκος καὶ πλάτος ἐκχυθείσης τῆς φήμης τοῦ ὀνόματος, ἐπὶ τοσοῦτον διαλάμψαι τότε, ὡς καὶ Δομετιανὸν, τὸν τότε τὸν δεύτερον τῶν Χριστιανῶν διωγμὸν ποιήσαντα μετὰ Νέρωνα, κελεῦσαι ἐλθεῖν πρὸς αὐτὸν εἰς τὴν αὐλὴν αὐτοῦ· ὅστις εἰς τοσαύτην λύσσαν ἀναξιότητος ἐξήφθη καὶ παρήχθη, ὥστε προστάξαι, ἵνα, ὅπου δ' ἂν Χριστιανόν τινα εὕροιεν, αὐτὸς ἢ οἱ αὐτοῦ, ἢ θῦσαι μεμιασμένοις πείσαιεν, ἢ ποικίλαις βασάνοις περιπεσόντα, θανάτῳ μαχαίρας παραδοθῆναι. Τούτοις δὲ τοῖς νόμοις ὑποτάξας ἑαυτῷ γένη κεκλιμένα, μέγας τοῖς τοῦ Χριστοῦ δούλοις ἐγένετο διωγμὸς ἐν τοῖς ἐκεῖσε περιτρέχων, οὐδεμιᾶς τοῖς διὰ Χριστὸν ἀγωνιζομένοις ζωῆς συγχωρουμένης διὰ πάσης· οὐδεμία γὰρ τῶν ἁγίων μαρτύρων ὑπῆρχε παραίτησις ἐλευθερίας· ἀλλὰ καὶ πάντες οἱ αὐτοῦ τὴν ἀσέβειαν φυλάττοντες τοῦ δόγματος, ὅπερ προστεταγμένον αὐτοῖς ὑπὸ τοῦ Καίσαρος εἴη, ὑπερβῆναι διὰ παντὸς οὐ κατετόλμων. Ἀλλ' ἔτι καὶ ἐπιλέκτων ἄθροισμα μετὰ μεγάλης βοῆς καὶ ἀπηνείας τοῖς μέρεσιν ἀπέστειλε πάσης τῆς δύσεως, ὅπως τὸν ἅγιον ἄνδρα τοῦτον Διονύσιον ἀναζητοῦντες εὕροιεν, εἰ δυνηθῶσιν, ἵνα ἢ τὰ προστάγματα τοῦ ἐξουσιάζοντος ἐκπληρῶσαι πείσωσιν, ἢ τιμωρίαις μὴ βουλομένων σπαράττεσθαι ἀμετρήτοις, ἢ τὴν κεφαλὴν ἀποτμηθῆναι.
our Jesus Christ he raised up for [His] honour; and a new people, taught in the truth of the Gospel, he there enlightened in turn by holy baptism. And while the blessed man by day and by night formed the multitude in the pieties of his teaching, and the people of Christ was redeemed from the throat of the ancient enemy, those whom Beliar had formerly dragged down the saint was eager to send on worthily to the heavens through faith; and the report of his holiness was poured out again in length and breadth, so that no small gathering of the faithful of the people thought it worthy to have him as bishop. So then, after this, as dispenser of the priestly rank for the divine ministries, and sanctifying approved persons, he raised them to rank as men who had shown themselves worthy. But our Lord Jesus Christ, who no longer allowed the fame of the most blessed man Dionysius to be hidden, as a lamp set upon a lampstand, set his light like a ray in the minds of the unbelievers, and deigned that so many mighty works also should come about through him that he showed the hearts of the hostile nations no less than those of the evangelized; so that by his very mighty works and wonders they were strengthened and added daily, after the manner of the time when these things first came to pass. And when the fame of the holy man's name had been poured out in length and breadth, like a voice of one crying, it shone out so far at that time that even Domitian, who then carried out the second persecution of the Christians after Nero, ordered him to come to him at his court; who was kindled and carried away to such a frenzy of unworthiness that he commanded that, wherever they found any Christian, he himself or his men, they should either persuade him to sacrifice to the defiled [gods], or, having fallen into various tortures, he should be delivered to death by the sword. And having subjected to himself by these laws the nations bowed down, a great persecution arose against the servants of Christ, running about among those there, no life at all being granted to those contending for Christ; for there was no plea for freedom for the holy martyrs; but all who kept his impiety of decree, which was the command laid on them by Caesar, did not dare to transgress it in any way. But further he sent a band of picked men, with great clamour and harshness, to the parts of the whole West, so that, searching out this holy man Dionysius, they might find him if they could, in order either to persuade him to fulfil the commands of the ruler, or, if he would not, to have him torn by measureless punishments, or have his head cut off.
Μετὰ δὲ ταῦτα τὰ προστάγματα τοῦ ἄρχοντος ὁ ὄχλος προσδέξασθαι τῆς Γαλλικῆς συναπήχθη τοὺς τυράννους, τοῦ διελθεῖν ἐν τοῖς συνορίοις αὐτῶν· καὶ παρευθὺς τοῦ μακαρίου ἐκείνου ἀνδρὸς τὸ ἐπάξιον ὄνομα ἐνεφανίσθη αὐτοῖς. Οὕτως οὖν ὡς αὐτοῖς ἐγένετο προστεταγμένον, ταχίστῳ δρόμῳ, προθύμῳ καρδίᾳ καὶ ἠλλοιωμένῳ προσώπῳ εἰς Παρισίαν εἰσελθόντες, ἐκεῖσε τὸν ἅγιον ἄνδρα του-
And after these commands of the ruler the crowd of Gaul was brought round to receive the tyrants, so that they might pass through their borders; and straightway the most worthy name of that blessed man was made known to them. So then, as had been commanded them, with the swiftest course, with eager heart and altered face, having entered Paris, there [they found] this holy man