Migne Reading Room

PG 39 · cols. 121–131 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:121Read from the page
ἐποίησα ἐν Σαββάτῳ; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὅτι δὲ διὰ τὴν τοῦ παραλύτου θεραπείαν ὁ Κύριος τοὺς λόγους τούτους προσήκατο, ἐκ τοῦ νόμου δεικνὺς αὐτοὺς παρανόμους, λέγει πρὸς αὐτοὺς, καθὼς ἤκουες· Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, καὶ ἐν Σαββάτῳ περιτέμνεται βρέφος, ἵνα μὴ ἀκυρωθῇ ὁ ὀκταήμερος νόμος, νόμῳ νόμον ἀνατρέποντες ὑμεῖς ἀνατρέπετε τὸν νόμον, καὶ ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ, οὐχ ἱδρώσας, ἀλλὰ θαυματουργήσας! Ἐν Σαββάτῳ οὐ δεῖ ἐργάζεσθαι, ἀλλὰ πάντας ἀεργοὺς εἶναι. Τίνος ἕνεκεν παρ' ὑμῖν, Ἰουδαῖοι, γυνὴ ἐν Σαββάτῳ τίκτει, καὶ μαῖα θορυβεῖται, καὶ σπάργανα τινάσσεται, καὶ φύσις καθαίρεται, καὶ θήλη πρὸς γαλακτοτροφίαν εὐτρεπίζεται; Γυνὴ τίκτει, καὶ φύσις νόμου περιγίνεται, καὶ Θεὸς οὐ θαυματουργεῖ; Εἰπέ μοι, ἐν Σαββάτῳ περιτέμνεται ἄνθρωπος, ἵνα μὴ λυθῇ ὁ νόμος, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Καταδέχομαι ὑφ' ὑμῶν τῶν ἐχθρῶν δικάζεσθαι, ὅπως, ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε. Τίς λύει τὸ Σάββατον· ὑμεῖς οἱ ἐν τῷ Σαββάτῳ περιτέμνοντες, καὶ ξίφος ὀξύνοντες, καὶ τομὴν ἐπάγοντες, καὶ μέλος χωρίζοντες, καὶ τὸν τόπον αἱμάττειν παρασκευάζοντες, ἢ ἐγὼ ὁ εἰρηκὼς λόγῳ, Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου; Εἰ μὴ ἐνήργησεν ὁ λόγος, ἔλυσα οὖν τὸ Σάββατον ματαιολογήσας· εἰ δὲ προέδραμε τὸν λόγον τὸ ἔργον, τί τὸ Σάββατον ἐκδικεῖτε, καὶ τὸν Δημιουργὸν ἀθετεῖτε; Οὐκ ἐκορέσθητε, ὦ Ἰουδαίων παῖδες, ἐπὶ τριακονταοκτὼ ἔτη ὁρῶντες τὸν παράλυτον τῇ κλίνῃ προσηλωμένον, καὶ τὴν κλίνην κάμνουσαν, καὶ τὸν παράλυτον, νυχθήμερον φορτίον, βαστάζουσαν; Οὐκ ἠγανακτήσατε; οὐ συνεπαθήσατε; καὶ ἵνα μίαν ὥραν ὁ παράλυτος κλίνην βαστάσῃ, καὶ τὴν ἀντιμισθίαν παράσχῃ, ἀγανακτεῖτε; Οὐκ ἔδει καὶ τούτῳ βοῆσαι, Ἔστρεψας τὴν κλίνην μου ἐν τῇ ἀῤῥωστίᾳ μου; Οἶδα, ὦ Φαρισαῖοι, τίνος χάριν ἀγανακτεῖτε· οὐχ ὅτι ἐθεραπεύθη ὁ παράλυτος διαπρίεσθε, ἀλλ' ὅτι οὐκ ἰσχύσατε τὴν κλίνην κρύψαι· διὰ τοῦτο, τὴν γνώμην ὑμῶν ἐπιστάμενος, ἐκέλευσα βαστάζειν αὐτὸν τὴν κλίνην, ἵνα, κἂν ὑμεῖς σιωπήσητε, ἡ κλίνη τὸ θαῦμα βοήσῃ. Τί διστάζετε, ὦ Φαρισαῖοι; Οὐκ ἔστιν ὁ παράλυτος παρείσακτος, οὐκ ἔστιν ὀλιγοχρόνιος, γνωρίζετε αὐτὸν ἅπαντες· τριακονταοκτὼ ἔτη τῇ κολυμβήθρᾳ τῇ παρ' ὑμῖν παρεσίτευσεν. Οὐκ ἔχετε λέγειν, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, Οὗτός ἐστιν, Ὅμοιος αὐτῷ ἐστιν, οὐκ ἔστιν οὗτος. Εἰ μὴ ἥττησεν ὑμᾶς ὁ τυφλὸς, καὶ τοῦτον κρατήσατε, καὶ εἰς δικαστήριον ἑλκύσατε, ὅπως διὰ πάντων αἰσχύνης πληρωθήσεσθε. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
I made on the Sabbath? Judge not according to appearance, but judge a righteous judgement. And that the Lord uttered these words because of the healing of the paralytic, showing them to be lawbreakers from the law itself, He says to them, as you heard: If a man receives circumcision on the Sabbath, and an infant is circumcised on the Sabbath, so that the eighth-day law may not be annulled, by one law overturning another law you overturn the law, and are angry with Me because I made a whole man sound on the Sabbath, not by toiling, but by working a miracle! On the Sabbath one must not work, but all must be idle. Why then among you, O Jews, does a woman give birth on the Sabbath, and a midwife bustle about, and swaddling bands are shaken out, and nature is cleansed, and the breast is made ready for nursing? A woman gives birth, and nature prevails over the law, and does God not work a miracle? Tell Me, on the Sabbath a man is circumcised so that the law may not be broken; are you angry with Me because I made a whole man sound on the Sabbath? Judge not according to appearance, but judge a righteous judgement. I submit to be judged by you, My enemies, so that with the judgement you judge, you shall be judged. Who breaks the Sabbath: you who circumcise on the Sabbath, and sharpen a knife, and apply an incision, and sever a member, and cause the place to bleed, or I who spoke by a word, Arise, take up your bed, and go into your house? If the word did not take effect, then I broke the Sabbath by speaking in vain; but if the deed outran the word, why do you avenge the Sabbath and set aside the Creator? Were you not sated, O children of the Jews, watching for thirty-eight years the paralytic nailed to his bed, and the bed growing weary, and bearing the paralytic as a burden day and night? Were you not indignant? Did you not feel compassion? And so that for one hour the paralytic might carry his bed and render the return service, are you indignant? Ought you not to have cried out for this man too, You have turned my bed in my sickness (Ps. 40:4)? I know, O Pharisees, why you are indignant: you are not cut to the heart because the paralytic was healed, but because you were unable to hide the bed; therefore, knowing your mind, I commanded him to carry his bed, so that even if you keep silent, the bed might cry out the miracle. Why do you doubt, O Pharisees? The paralytic is not an intruder, he is not of recent date, you all know him; for thirty-eight years he lived as a dependent at the pool among you. You cannot say, as with the man blind from birth, It is he, He is like him, it is not he (John 9:8-9). If the blind man did not defeat you, seize this man too, and drag him to the court, so that through all things you may be filled with shame. Judge not according to appearance, but judge a righteous judgement.
Καὶ, εἰ δοκεῖ, διὰ βραχέων ἐπ' αὐτὴν τὴν περιοχὴν τοῦ παραλύτου ἀναδράμωμεν, διὰ τὸ καὶ τὸν
And, if it seems good, let us run back briefly to the very passage of the paralytic, because even the
PG 39:124Read from the page
Κύριον ἀπομνημονεῦσαι τοῦ παραλύτου· εἰ γὰρ ὁ Κύριος αὐτοῦ ἐμνημόνευσε, πῶς ἡμεῖς λήθην ποιησώμεθα; Τότε τίς θαυμάζει, ὅτε τὰ τοῦ Κυρίου θαύματα διηγεῖται; Τοῦ γὰρ Κυρίου καὶ ἡ παροῦσα ἑορτή· μεσίτης ὁ Κύριος, μέση καὶ ἡ ἑορτή· ἀεὶ δὲ τὸ μέσον τοῖς ἄκροις ἠσφάλισται· διὰ τοῦτο καὶ ἡ παροῦσα ἑορτὴ διπλῆν τῆς Ἀναστάσεως τὴν χάριν κέκτηται. Ὑπὸ γὰρ τῆς Ἀναστάσεως καὶ τῆς Πεντηκοστῆς μεσολαβουμένη, τὴν Ἀνάστασιν ὑπέδειξε, τὴν Πεντηκοστὴν δακτυλοδεικτεῖ, τὴν Ἀνάληψιν σαλπίζει. Τίς οὖν ἡ παροῦσα τοῦ παραλύτου πραγματεία; γνωρίσατε, οἱ τοῦ λόγου φιλέμποροι, ὅπως διὰ πάντων τῆς πνευματικῆς ὠφελείας τὴν ἐνθήκην καρπώσησθε. Φέρεις μνήμην πάντως τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἦν δὲ ἐν τοῖς Ἱεροσολύμοις κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν. Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς, (ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν), καὶ γνοὺς, ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι; Ὦ τῆς τοῦ Κυρίου ἀκενοδόξου θεραπείας! Οὐκ ἐκδέχεται παρακληθῆναι ὑπὸ τῶν ἀῤῥώστων, αὐτὸς ἐπείγει ἑαυτὸν πρὸς τοὺς πάσχοντας· ἥλιος γὰρ ὢν δικαιοσύνης, ἐπὶ πάντας ἁπλοῖ τὰς ἀκτῖνας τῆς εὐεργεσίας. Ἦν δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἐπὶ τῇ Προβατικῇ, κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα· ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν. Σύμβολον τοῦτο τῆς Ἰουδαϊκῆς ἀῤῥωστίας, αἱ πέντε στοαὶ, αἵτινες ἐπεπληροῦντο ἀῤῥώστων. Καὶ γὰρ ἀῤῥωστεῖ ὁ Ἰουδαϊκὸς λαὸς διὰ τῶν πέντε αἰσθήσεων, ὁράσεως, ὀσφρήσεως, γεύσεως, ἀκοῆς, ἀφῆς, δι' ἁπάντων ἠῤῥώστουν οἱ Ἰουδαίων παῖδες. Οὐκ εἶχον καθαρὸν ὀφθαλμὸν, ὁρῶντες τὰ θαύματα καὶ παρορῶντες· οὐκ εἶχον γεῦσιν εὐχάριστον, μάννα τρώγοντες καὶ συκεοῦς ἐπιζητοῦντες· οὐκ εἶχον ὄσφρησιν εἰλικρινῆ, τοῦ Δεσποτικοῦ μύρου τὴν διαβολικὴν δυσωδίαν προκρίναντες· οὐκ εἶχον ἀκοὴν καθαρὰν, τῶν δρακοντιαίων συρισμάτων, καὶ οὐ προφητικῶν καυχημάτων, πειθόμενοι· οὐκ εἶχον τὴν ἁφὴν συνεργητικὴν, εἴδωλα θεολογοῦντες, καὶ τοῦ ζῶντος Θεοῦ καταφρονοῦντες. Ἀλλ' ὅμως ἐπιδημήσας τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ὁ Δεσπότης Χριστὸς, ὁ καὶ τῶν αἰσθήσεων ποιητὴς καὶ τῶν κτισμάτων δημιουργὸς, ἐν ταυτῷ καὶ τῶν σωματικῶν παθῶν καὶ τῶν προαιρετικῶν πταισμάτων τὴν διόρθωσιν ἐποιήσατο. Οὗτος γὰρ ὁ προκείμενος παράλυτος διπλῆν ἐπεφέρετο τὴν μάστιγα· τῷ μὲν σώματι, νόσῳ διελύετο, τὴν δὲ ψυχὴν ταῖς ἁμαρτίαις ἐξήρθρωτο. Διὸ καὶ ὁ Κύριος, ὡς τῶν ἑκατέρων ἰατρὸς, καὶ τὸ σῶμα συσφίγγει, καὶ τὸ πνεῦμα φωτίζει, καὶ τῷ μὲν σώματι τὴν κλίνην
Lord made mention of the paralytic; for if the Lord made mention of him, how could we consign him to oblivion? When does anyone marvel, if not when he recounts the miracles of the Lord? For the present feast too belongs to the Lord; the Lord is mediator, and the feast is a middle feast; and the middle is always secured by its extremes; therefore the present feast also possesses a twofold grace of the Resurrection. For being placed between the Resurrection and Pentecost, it has pointed back to the Resurrection, it points with the finger to Pentecost, and it sounds the trumpet for the Ascension. What, then, is the present narrative of the paralytic? Learn, you lovers of the trade of the word, so that through all things you may reap the store of spiritual profit. You surely remember the evangelist John crying out: After these things there was a feast of the Jews, and Jesus went up to Jerusalem. Now there was in Jerusalem a pool called in Hebrew Bethesda, having five porticoes. In these lay a great multitude of the sick, blind, lame, withered. And there was a certain man there who had been thirty-eight years in his infirmity. Seeing him, Jesus (who knows all things before their coming into being), and knowing that he had already been there a long time, says to him, Do you wish to be made whole? O the vainglory-free healing of the Lord! He does not wait to be entreated by the sick, He Himself hastens to the sufferers; for being the Sun of righteousness, He spreads the rays of His beneficence over all. Now there was in Jerusalem, by the Sheep Gate, a pool called in Hebrew Bethesda, having five porticoes; in these lay a great multitude of the sick, blind, lame, withered. This was a symbol of the Jewish sickness, the five porticoes which were filled with sick people. For indeed the Jewish people is sick through the five senses, sight, smell, taste, hearing, touch; through all of them the children of the Jews were sick. They did not have a pure eye, seeing the miracles and overlooking them; they did not have a grateful taste, eating manna and longing for cucumbers; they did not have a sincere smell, preferring the devilish stench to the Lord's ointment; they did not have a pure hearing, obeying the hissings of the dragon and not the boasts of the prophets; they did not have an active touch, deifying idols and despising the living God. Yet nevertheless, having visited us by His incarnate presence, the Master Christ, who is both the Maker of the senses and the Creator of creatures, at the same time wrought the correction both of bodily sufferings and of voluntary falls. For this paralytic before us bore a twofold scourge: in his body he was dissolved by sickness, and in his soul he was dislocated by sins. Wherefore the Lord also, as the physician of both, both braces the body and enlightens the spirit, and to the body the bed
Notes, col. 124

On the reading

Printed συκεοῦς, for σικύους.

PG 39:125Read from the page
φέρειν ἐκέλευσε, τῇ δὲ ψυχῇ τὴν ἀρετὴν βαστάζειν ἐπέτρεπε. Τί γάρ; ἰδὼν ὁ Κύριος τοῦτον τὸν παράλυτον, ἔφη πρὸς αὐτὸν, καθὼς οἴδατε πάντες, Θέλεις ὑγιὴς γενέσθαι; Ἀλλ' ἐνταῦθα ἐπιλαμβάνονται οἱ Ἰουδαίων παῖδες τῷ Κυρίῳ λέγοντες· Εἰ Θεὸς ἦν ὁ Χριστὸς, πῶς ἐπηρώτα τὸν παράλυτον, Θέλεις ὑγιὴς γενέσθαι; Τῇ νόσῳ συνείχετο, τριάκοντα καὶ ὀκτὼ ἔτη εἶχεν ἐν τῇ ἀῤῥωστίᾳ, τῇ κολυμβήθρᾳ παρέμενεν, ἵνα τὸ πάθος ἀποῤῥίψηται, καὶ ἐπερωτᾷ τοῦτον, Θέλεις ὑγιὴς γενέσθαι; Ποῖος Θεὸς ὁ ἐρωτῶν; Ἐνταῦθα ὁ Κύριος οὐχ ὡς ἀγνοῶν ἐπερωτᾷ, ἀλλ' ὡς διὰ πάντων τὴν διόρθωσιν χαρίσασθαι βουλόμενος. Εἰ τοῦ σώματος μόνου ἡ ἀσθένεια ἦν, οὐκ ἂν ἔλεγεν ὁ Κύριος πρὸς τὸν παράλυτον, Θέλεις ὑγιὴς γενέσθαι; εἰδὼς, ὅτι θέλει, ὃ θέλει· ἀλλ' ἐπειδὴ ψυχικῶν πταισμάτων ἦν ὀλίσθημα, τούτου ἕνεκεν ἐπερωτᾷ τὸν παράλυτον λέγων· Θέλεις ὑγιὴς γενέσθαι; τουτέστι, Παραφυλάττῃ ἀπὸ τοῦ λοιποῦ μὴ ἁμαρτάνειν; Θέλεις ὑγιὴς γενέσθαι, δὸς τὴν συγκατάθεσιν, καὶ λάβε τὴν ἴασιν, ἐπειδὴ οὐδὲν ἀνάγκῃ μετέρχομαι· ἐγὼ γάρ εἰμι ὁ διὰ τοῦ προφήτου βοήσας ἐκ πολλῶν τῶν χρόνων· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Ἐπεὶ οὖν αὐτεξούσιον ζῶον ὁ ἄνθρωπος, καὶ ψυχικῶς ὁ παράλυτος ἦν διαλελυμένος, τούτου ἕνεκεν ὁ Κύριος, ἵνα μὴ ἄμισθον αὐτῷ τὴν θεραπείαν παράσχῃ, ἐπηρώτα τοῦτον λέγων, αἰτῶν τὴν συγκατάθεσιν, Θέλεις ὑγιὴς γενέσθαι; Ἐπὶ τῶν σωματικῶν παθῶν οὐδ' ὅλως ἐπηρώτα ὁ Κύριος λέγων, Θέλεις ὑγιὴς γενέσθαι; ὡς οὔτε τὴν αἱμοῤῥοοῦσαν, οὔτε τὸν λεπρὸν, οὔτε τοὺς δύο τυφλοὺς ἐπηρώτησεν. Ὅπου γὰρ ψυχικὸν ᾔδει πάθος, ἐπερωτᾷ, συγκατάθεσιν βουλόμενος δέξασθαι· εἰ μὴ δέξηται συγκατάθεσιν, ἴασιν οὐ παρέχει.
he bade him carry, while he allowed his soul to bear virtue. For why? When the Lord saw this paralytic, He said to him, as you all know, Will you become whole? But here the sons of the Jews take hold of the Lord, saying: If Christ was God, how did He ask the paralytic, Will you become whole? He was gripped by the disease, he had thirty-eight years in his infirmity, he remained by the pool in order to cast off his suffering, and He asks him, Will you become whole? What sort of God is He who asks? Here the Lord asks not as one who is ignorant, but as one who wills to grant correction through all things. If the weakness had been of the body only, the Lord would not have said to the paralytic, Will you become whole? knowing that he wills what he wills; but since it was a slip of faults of the soul, on this account He asks the paralytic, saying: Will you become whole? that is, Will you guard yourself from now on from sinning? If you will to become whole, give your consent and receive the healing, since I compel nothing by necessity; for I am He Who cried through the prophet from times of old: If you are willing and hearken to Me, you shall eat the good things of the earth; but if you are not willing and do not hearken to Me, a sword shall devour you. Since, then, man is a free-willed living creature, and the paralytic was dissolved in soul, on this account the Lord, lest He grant him the cure without reward, asked him, saying and seeking his consent, Will you become whole? In the case of bodily sufferings the Lord did not ask at all, saying, Will you become whole? just as He asked neither the woman with the flow of blood, nor the leper, nor the two blind men. For wherever He knew there was a suffering of the soul, He asks, wishing to receive consent; if one does not receive consent, He does not provide healing.
Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί οὖν; καὶ οἱ δύο τυφλοὶ ἁμαρτιῶν ἔφερον γνώρισμα, ὅτι κἀκείνους ἐπηρώτησε λέγων ὁ Κύριος, Τί θέλετε, ἵνα ποιήσω ὑμῖν; Μὴ κἀκεῖνοι οἱ ἀναγεγραμμένοι ἐν τοῖς θείοις Εὐαγγελίοις δύο τυφλοὶ συνετυφλοῦντο τοῖς σωματικοῖς ὀφθαλμοῖς, καὶ τὸ ψυχικὸν βλέμμα οὐχ ὠξυδόρκουν περὶ τὸν Κύριον; Οὐχ εἶχον τελείαν τὴν γνῶσιν, ἀμφέβαλλον περὶ τὴν ὁμολογίαν· διὸ καὶ ὁ Κύριος ὑπερτίθεται τὴν ἴασιν, ἵνα κρατύνῃ τὴν πίστιν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καταψηφίζει τῶν τυφλῶν, πιστοὶ ἦσαν οἱ ἄνδρες. Οὐχὶ, ἀλλὰ μόνον ἤκουσαν [ὅτι] Ὁ Κύριος παροδεύει, [καὶ] ἐβόησαν λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὲ Δαβίδ. Πῶς τοίνυν ἁμαρτωλοὶ, οἱ ταύτην τὴν φωνὴν βοήσαντες, ἄκουε ὁ ἀντιλέγων. Διὰ ταύτην τὴν φωνὴν, ἣν πρώτην ἔῤῥηξαν, καὶ τὴν ὑπέρθεσιν τῆς ἰάσεως ἐποιήσατο, ἐπειδὴ παρακαλοῦντες ἔλεγον· Ἐλέησον ἡμᾶς, υἱὲ Δαβίδ. Ποῖος υἱὸς Δαβὶδ τοσαύτην δύναμιν παρέχει, ἢ τοσαύτας θαυματουργίας ἐποίησεν; Ὡραῖος ὁ Ἀβεσσαλὼμ, ἀλλὰ πατροκτόνος ἐφάνη· ποθητὸς ὁ Ἀμνὼν, ἀλλὰ τὴν ἰδίαν ἀδελφὴν διέφθειρε· σοφὸς ὁ Σολομὼν, ἀλλ' εἰς τὸ τέλος ὠλίσθησεν. Ἐπεὶ οὖν ὡς υἱῷ Δαβὶδ προσῆλθον, καὶ οὐχὶ Θεὸν, κραταιὸν δοκοῦντες αὐτὸν καὶ ἐπιστήμονα
Someone may certainly say: What then? Did the two blind men also bear a mark of sins, because the Lord asked them too, saying, What do you wish that I should do for you? Were not those two blind men recorded in the divine Gospels blinded together with their bodily eyes, and did they not fail to see sharply with their soul's gaze concerning the Lord? They did not have perfect knowledge; they were in doubt concerning the confession; therefore the Lord also postpones the healing, in order to strengthen their faith. Someone may certainly say: You condemn the blind men; the men were faithful. Not so, but they only heard [that] The Lord is passing by, [and] they cried out, saying: Have mercy on us, Lord, Son of David. How, then, were those who cried out this utterance sinners? Listen, you who contradict. Because of this utterance, which they broke forth with first, He also made the postponement of the healing, since in entreating they said: Have mercy on us, Son of David. What son of David provides such power, or has performed such wondrous works? Handsome was Absalom, but he appeared a parricide; beloved was Amnon, but he corrupted his own sister; wise was Solomon, but in the end he slipped. Since, then, they approached Him as Son of David, and not God, supposing Him to be a mighty and skilled
PG 39:128Read from the page
ἰατρὸν, οὐχὶ δὲ ἔνδοξον Θεὸν, βοώντων τῶν τυφλῶν, Ἐλέησον ἡμᾶς, υἱὲ Δαβὶδ, οὐκ ἔδωκεν αὐτοῖς ἀπόκρισιν, ἵνα τὴν πίστιν αὐτῶν προκόψαι παρασκευάσῃ. Διὸ τὴν ὑπέρθεσιν οἱ τυφλοὶ δεξάμενοι, κατὰ ψυχὴν ἐφωτίσθησαν, καὶ μετ' ὀλίγον, ὡς εἶδεν ὁ Κύριος, ὅτι κατὰ ψυχὴν ἐφωτίσθησαν, καὶ ἐδέξαντο τὸν φωστῆρα τῆς πίστεως, ἐπηρώτα ὁ Κύριος λέγων αὐτοῖς· Πιστεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Τί οὖν οἱ τυφλοὶ, προκόψαντες, φασίν; Ναὶ, Κύριε. Οὐκέτι εἶπον, Ναὶ, υἱὲ Δαβίδ· ἀλλὰ, Ναὶ, Κύριε. Ὑπεμνήσθησαν τῆς ἀναβολῆς, διὸ παραυτὰ τὴν ὁμολογίαν ποιοῦνται λέγοντες· Ναὶ, Κύριε, πιστεύομεν, ὅτι δύνασαι τοῦτο ποιῆσαι. Εἶτα δεικνὺς ὁ Κύριος, ὅτι τῇ πίστει προέκοψαν, ἀπεκρίνατο λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν, ὡς, εἰ μὴ προέκοψαν τῇ πίστει, τὸ βλέπον οὐκ ἐδέχοντο. Διὰ τοῦτο καὶ ἐνταῦθα ὁ Κύριος, ἐπειδὴ ὁ παράλυτος μᾶλλον ψυχικῶς ἦν ἐξηρθρωμένος, τῇ τῶν ἁμαρτημάτων καταφθορᾷ, ἐπηρώτα τοῦτον ὁ Κύριος λέγων· Θέλεις ὑγιὴς γενέσθαι; Ὁ δὲ παράλυτος, μὴ εἰδὼς ἔτι, τίς ἐστιν ὁ λαλῶν, ἀπεκρίνατο πρὸς τὸν Κύριον λέγων· Θέλω ὑγιὴς γενέσθαι· καλῶς ἐπηρώτησας [εἰ] θέλω· οὐκέτι γὰρ θέλω· πολλοστὸν γὰρ θελήσας, οὐδὲν ἤνυσα· τί λοιπὸν θέλω, ὃ οὐ λαμβάνω; Θέλω ὑγιὴς γενέσθαι, κατεγήρασα τῇ κλίνῃ, τάφος εἰμὶ πολύλαλος, τέθνηκα ζῶν, οὐδὲν καινότερον ὑπομένειν μέλλω, ὅρκον μὲ πάντες λαμβάνουσιν· τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχω παραμένων τῇ κολυμβήθρᾳ, καὶ οὐδεὶς συμπαθεῖ. Πιπράσκεται τὸ δῶρον, καπηλεύουσιν αὐτῷ Φαρισαίων παῖδες· εἷς τῷ ἐνιαυτῷ καθαίρεται, καὶ, δέον τὸν πρῶτον προτιμᾶσθαι, ὁ εὐπορώτερος τοίνυν προκρίνεται· ἄκριτος ἡ κολυμβήθρα, ἄδικα τὰ παρόντα· ἆρα ἔσται ἐπισκοπή τις δικαία, ἵνα μὴ τὸ ὕδωρ καπηλεύηται, ἀλλὰ πᾶσιν ἀφθόνως δίδωται; Ὁ δὲ Κύριος πρὸς τὸν παράλυτον· Τί ἐν ἑνὶ τόπῳ κατακείμενος πελάζει τῷ λογισμῷ; Ὡς ἀγνοοῦντί μοι διαλέγει. Τῆς κολυμβήθρας δεσπόζω, καὶ οὐκ οἶδα τὰ γινόμενα; Ἔγνων τὴν Ἰουδαίων πραγματείαν; Διὰ τοῦτο παρεγενόμην ἀνταλλάξαι τὴν κολυμβήθραν, καὶ νῦν ταύτην παύω, καὶ τὴν τοῦ βαπτίσματος ἀνοίγω. Ἐν ταύτῃ εἷς κατ' ἔτος καθαίρεται, ἐκεῖ ἀναρίθμητοι καθ' ἑκάστην ἀναγεννηθήσονται· ἐν ταύτῃ ἄγγελον ἀπέστειλα, ἐν ἐκείνῃ ἐγὼ ὁ τῶν ἀγγέλων ποιητὴς κατῆλθον. Διὸ πρὸς τὴν ἐρώτησιν ἀποκρίθητι· Θέλεις ὑγιὴς γενέσθαι; τουτέστι, Πιστεύεις, ὅτι ἐν τούτοις δυνατός εἰμι ὁ λαλῶν σοι; Ὁ δὲ παράλυτος, μικρὸν ἀνανεύσας, καὶ τὴν δεσποτείαν τοῦ Κυρίου γνωρίσας, τῇ συνηθείᾳ ἔτι συνεχόμενος, ἀπεκρίνατο λέγων, ἅπερ ἴστε σαφῶς γινώσκοντες· Ναὶ, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ μὲ εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ὁ δὲ Κύριος πρὸς τὸν παράλυτον· Τί βαμβαίνεις, παράλυτε; Ἀρκεῖ σοι τὸ
physician, and not glorious God, when the blind men cried out, Have mercy on us, Son of David, He did not give them an answer, in order to prepare their faith to advance. Therefore, having received the postponement, the blind men were illumined in soul, and after a little while, when the Lord saw that they were illumined in soul and had received the lamp of faith, the Lord asked them, saying: Do you believe that I am able to do this? What, then, do the blind men, having advanced, say? Yea, Lord. No longer did they say, Yea, Son of David; but, Yea, Lord. They were reminded of the delay, therefore at once they make the confession, saying: Yea, Lord, we believe that Thou art able to do this. Then, showing that they had advanced in faith, the Lord answered, saying: According to your faith be it unto you, as if, had they not advanced in faith, they would not have received their sight. On this account here too the Lord, since the paralytic was rather unjointed in soul through the corruption of his sins, asked him, saying: Will you become whole? And the paralytic, not yet knowing Who it was that was speaking, answered the Lord, saying: I will to become whole; you have asked well [whether] I will; for I no longer will; for having willed many times over, I have accomplished nothing; what further do I will that I do not receive? I will to become whole; I have grown old upon my bed, I am a loquacious tomb, I am dead while living, I am about to endure nothing newer; all take me as a byword for an oath; for thirty-eight years I have been remaining by the pool, and no one has compassion. The gift is sold, the sons of the Pharisees traffic in it; one person in the year is cleansed, and, though the first ought to be preferred, the wealthier is chosen instead; the pool is without judgement, the present affairs are unjust; shall there be some just visitation, that the water may not be trafficked in, but given abundantly to all? And the Lord [said] to the paralytic: Why, lying in one place, do you draw near with your reasoning? You converse with Me as with one who is ignorant. Am I Master of the pool, and do I not know what is happening? Have I not known the trafficking of the Jews? On this account I have come to exchange the pool, and now I put an end to this one, and open that of baptism. In this one, one person a year is cleansed; there, countless numbers shall be born again each day; into this one I sent an angel, into that one I Myself, the Maker of the angels, have come down. Therefore answer the question: Will you become whole? that is, Do you believe that I Who speak to you am able in these things? And the paralytic, looking up a little and recognizing the Lordship of the Lord, yet still held by custom, answered saying the things which you clearly know: Yea, Lord, I have no man, when the water is troubled, to put me into the pool; and while I am coming, another goes down before me. And the Lord [said] to the paralytic: Why do you stammer, paralytic? It suffices for you
PG 39:129Read from the page
γνωρίσαι μὲ Κύριον· μὴ φαντάζου περὶ πολλὰ, μὴ εἰς τὴν ταραχὴν τῆς κολυμβήθρας ἀφόρα· τετάρακται τὰ Ἰουδαϊκὰ, τῆς ἐμῆς πηγῆς τὴν ὀγδοάδα ἔχε· ἃ ἐπιζητεῖς, οἶδα. Εἰ γὰρ καὶ ἄνθρωπον οὐκ ἔχεις, ἀλλὰ παρέστηκά σοι ὁ ἐνανθρωπήσας Θεός. Διὸ ἄκουσόν μου, καὶ ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Δρίμυξον Ἰουδαίους, θάμβησον δαίμονας, κάπνισον τοὺς ἀντιλέγοντας, πληροφόρησον τοὺς κακόφρονας, λῦσον τὴν τοῦ Σαββάτου ἀργίαν, ἀντὶ δικολόγου τὴν κλίνην φέρε. Ταῦτα ἀκούσας ὁ παράλυτος, καὶ τὸ πάθος παραχρῆμα ἀποθέμενος τῷ τοῦ Κυρίου λόγῳ, τὸ πρόσταγμα ἀπεπλήρου, καὶ τὴν κλίνην ἐβάσταζεν, καὶ τοὺς Ἰουδαίους, κωλῦσαι θέλοντας διὰ τὸ Σάββατον καὶ λέγοντας, Οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον, ὅτι Σάββατον ἔστιν, ἀπεσόβει, ὡς πρόσταγμα πληρῶν τοῦ κελεύσαντος, λέγων πρὸς αὐτούς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Τῶν δὲ ἀνόμων Ἰουδαίων αἰτιωμένων τὸν Κύριον καὶ ἐρωτώντων, τίς ἐστιν ὁ ἰασάμενός σε καὶ προστάξας ἆραι τὸν κράββατόν σου; καὶ δίκην κυνῶν ὑλακτούντων κατὰ τοῦ τεθεραπευκότος, ἐνέμεινεν ὁ ἰαθεὶς μαρτυρικῶς ἀγωνισάμενος κατὰ τῶν μιαιφόνων. Εὑρίσκει αὐτὸν μετὰ ταῦτα πάλιν ὁ Κύριος, καὶ λέγει αὐτῷ, Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ὁρᾷς, ἀγαπητὲ, ὅτι διὰ τὰς ἁμαρτίας τοσοῦτον χρόνον τῇ ἀσθενείᾳ κατείχετο; Ἐπιστρέψωμεν τοίνυν καὶ ἡμεῖς, ὅπως τῆς προσκαίρου ταύτης κολάσεως ῥυσθῶμεν, καὶ τῆς αἰωνίου γεέννης ἐκφύγωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
to recognize Me as Lord; do not imagine many things, do not look away to the troubling of the pool; Jewish things have been troubled, hold fast the ogdoad of My spring; what you seek, I know. For even though you have no man, yet I, the God Who became man, stand beside you. Therefore hear Me, and rise up, take your pallet, and go to your house. Sting the Jews, amaze the demons, put the gainsayers to smoke, give full assurance to the evil-minded, loose the idleness of the Sabbath, instead of an advocate carry your bed. Having heard these things, the paralytic, and having immediately laid aside his suffering at the word of the Lord, fulfilled the command and carried his bed, and drove away the Jews who wished to hinder him because of the Sabbath and said, It is not lawful for you to take up your pallet, because it is the Sabbath, as fulfilling the command of Him Who bade him, saying to them: He Who made me whole, that same One said to me, Take up your pallet and walk. And when the lawless Jews accused the Lord and asked, Who is he who healed you and commanded you to take up your pallet? and barked like dogs against him who had been cured, he who was healed remained steadfast, contending like a martyr against the blood-stained men. After these things the Lord finds him again and says to him, Behold, you have become whole; sin no more, lest something worse happen to you. Do you see, beloved, that on account of his sins he was held in weakness for so long a time? Let us therefore also turn back, that we may be delivered from this temporal chastisement and escape the eternal Gehenna, in Christ Jesus our Lord, to Whom be the glory and the might unto the ages of ages. Amen.
PG 39:131Read from the page
Didymus, Alexandrinus, Didymo, Alexandrino grammatico chalcentero annis prope quadringentis junior, nec cum monacho Aegyptio Didymo (de quo Socrates IV, 33) confundendus, parva aetate quadrimulus, cum adhuc etiam prima litterarum ignoraret elementa, oculorum usum amisit; sed majore inde desiderio scientiae verique luminis inflammatus, precibus et audiendi meditandique impigro studio tantum profecit, ut non modo grammaticae, rhetoricae, dialecticae, geometriae, arithmeticae, musicae et astronomiae, caeteraeque philosophiae adyta penetraverit, sed et sacrarum litterarum insigni peritia instructus, doctorem Ecclesiae praestiterit tanto magis eximium, quanto
Didymus of Alexandria, nearly four hundred years younger than the Alexandrian grammarian Didymus Chalcenterus, and not to be confused with the Egyptian monk Didymus (of whom Socrates IV, 33 [speaks]), lost the use of his eyes at a tender age when four years old, while he was still ignorant even of the first elements of letters; yet inflamed thereby with a greater desire for knowledge and the true light, by prayers and by tireless zeal in listening and meditating he made such progress that he not only penetrated the inner sanctuaries of grammar, rhetoric, dialectic, geometry, arithmetic, music, and astronomy, and of the rest of philosophy, but also, furnished with a distinguished mastery of the sacred Scriptures, proved himself a teacher of the Church all the more outstanding in proportion as