Migne Reading Room

PG 39 · cols. 977–988 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:977Read from the page
σήσας εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἰπών· « Λάβετε Πνεῦμα ἅγιον, » ὡς προείρηται. Τὸ δὲ, « Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς, » ἐδίδαξεν, ὡς ὃν τρόπον τὸ Πνεῦμα τοῦ Θεοῦ ἦν καὶ πρὸ τῆς γνωστῆς αὐτοῦ [215 b] ἐπιδημίας ἐν πᾶσιν, οὕτω καὶ μετὰ τὴν ἀνάληψιν ὁ Υἱὸς, ἐν ἀπεριγράφῳ μιᾷ θεότητι καὶ θελήσει τῶν ὑποστάσεων οὐσῶν, οὐκ αὐτὸς ὢν ἄμφω καὶ Πνεῦμα τοῦ Θεοῦ (ὡς ἐνόησεν Μοντανὸς, καὶ τούτῳ μάλιστα ἐπερείδεται τῷ μέρει τῆς Γραφῆς, μὴ βλέπων, μηδ' ἀκούων, ὡς ἄλλος περὶ ἄλλου καὶ ἄλλου προσώπου λέγει· « Ἐρωτήσω τὸν Πατέρα, καὶ πέμψει ἄλλον Παράκλητον »)· ἀλλ' ὡς σὺν τῷ Πνεύματι παρὼν ἰδιοσύστατος, καθά ἐστιν ἀεὶ πανταχοῦ καὶ ὁ Πατήρ. Οὐ μέντοι ἐκ δευτέρου ἤδη ἐλθὼν, ἢ πολλάκις καὶ τὴν ἐσομένην ἐν τῇ κρίσει δευτέραν ἄφιξιν αὐτοῦ ἐσήμανεν. Εὖ δὲ καὶ τὸ φάναι· « Ἐκεῖνος περὶ ἐμοῦ μαρτυρήσει. » Ἡ ἀλήθεια, φησὶν, περὶ τῆς ἀληθείας, καὶ ὁ Κύριος περὶ τοῦ Κυρίου, ὃν τρόπον περὶ τοῦ Πατρὸς εἶπεν· « Καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. » Ταῦτα πάντα, καὶ πρὸ ὅλων τὸ λέγειν τὸν Δεσπότην, « Ἐρωτήσω τὸν Πατέρα, » ὅπερ ἀνεπίληπτόν ἐστιν, οὐ κατὰ κοσμικὴν συνήθειαν νοεῖσθαι ὀφεῖλον, Μακεδόνιος παρεὶς, τῷ « Πέμψει » προσέδραμεν καὶ προσεχάρη. Ἐχέτω δὲ ἀπόκρισιν πρὸς τὰς τοιαύτας περὶ τοῦ ἁγίου Πνεύματος φωνὰς, ἣν αὐτὸς ἐρωτώμενος δώσει ἕνεκα τῶν περὶ τοῦ Υἱοῦ κειμένων ἁγίων Γραφῶν· καὶ τοῦτο γινώσκων, ὅτι μάλιστα μὲν οὐ πάντως ὁ λέγων, ἢ πέμπων, μείζων τοῦ ἀκούοντος, ἢ πεμπομένου καθέστηκεν· ἀλλὰ τὸν ἴσον καὶ ὁμότιμον πολλάκις εὑρίσκεται τις ἀποστέλλων· οὐκ ἀπεικὸς δὲ ἐν ἀνθρώποις, τὸν παντοίας τέχνης δημιουργὸν, καὶ ἀμείνονα τυγχάνειν τοῦ δοκοῦντός τι λέγειν αὐτῷ, ἢ [216 a] πέμπειν αὐτόν. Ἔπειτα ὅτι καὶ ὁ μονογενὴς Θεὸς Λόγος ἐπέμφθη παρὰ τοῦ Πατρὸς, ἢ τοῦ Πνεύματος, ὡς αὐτὸς παρὰ Ἠσαΐᾳ λέγει· « Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα· ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν. » Καὶ μεθ' ἕτερα ἐπιφέρει· « Καὶ νῦν Κύριος ἀπέσταλκέν με, καὶ τὸ Πνεῦμα αὐτοῦ. » Ὥστε οὐ πέμπεται κατὰ τὴν ἀποστόλων ἢ προφητῶν ἀποστολὴν τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' ὡς Πνεῦμα αὐτοῦ· καὶ οὐδὲ μεταβατικῶς, ἐπειδὴ οὐδὲ ὁ Πατὴρ, οὗ τῆς ὑποστάσεως Πνεῦμά ἐστιν, πέρασι περιγέγραπται.
upon the faces of the apostles and said: "Receive the Holy Spirit," as has been said before. And the saying, "I will not leave you orphans; I am coming to you," taught that just as the Spirit of God was in all even before His known [215 b] sojourn, so also after the Ascension is the Son, the hypostases being in one uncircumscribed Godhead and will—not that He Himself is both [Son] and Spirit of God (as Montanus supposed, and he relies especially upon this part of Scripture, neither seeing nor hearing that one speaks as concerning another and another person: "I will ask the Father, and He will send another Paraclete"), but as being present with the Spirit with His own proper subsistence, just as the Father also is always everywhere. Not indeed as having already come a second time, or often did He signify His second arrival that will be at the judgement. Well too did He say: "He shall bear witness concerning Me." Truth, He says, concerning Truth, and Lord concerning Lord, in the way He spoke concerning the Father: "And the Father who sent Me bears witness concerning Me." Passing over all these things, and before all else the Master's saying, "I will ask the Father"—which is blameless, since it ought not to be understood according to worldly custom—Macedonius ran to "He will send" and rejoiced over it. Let him have an answer to such utterances concerning the Holy Spirit, which he himself when questioned will give because of the sacred Scriptures that stand concerning the Son; and knowing this, that in general he who speaks or sends is not at all greater than he who hears or is sent, but one is often found sending an equal and one of equal honour; nor is it improbable among men that the craftsman of every art is even better than him who seems to say something to him or [216 a] send him. Furthermore, [let him know] that the only-begotten God the Word was also sent by the Father, or by the Spirit, as He Himself says in Isaiah: "I am the first, and I am for ever; My hand laid the foundation of the earth, and My right hand established the heaven." And after other things he adds: "And now the Lord has sent Me, and His Spirit." So that the Spirit of God and the Father is not sent according to the mission of apostles or prophets, but as His Spirit; and not by local transition, since neither is the Father, of whose hypostasis He is the Spirit, circumscribed by limits.
ΚΕΦ. ΛΘʹ.
Chapter XXXIX.
Ἔτι σμικρύνοντες, καὶ τῷ ἑαυτῶν κακῷ κατακιβδηλεύοντες τὰ περὶ τοῦ ἁγίου Πνεύματος, ὀνειδίζουσιν αὐτῷ καὶ ἄλλην θεϊκὴν φιλανθρωπίαν, ἣν Παῦλος
Still belittling, and by their own evil adulterating the things concerning the Holy Spirit, they reproach Him with yet another divine philanthropy, which Paul
PG 39:980Read from the page
ἔγραψεν, εἰπών· « Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ. » Τὸ δὲ « Ἐξαπέστειλεν » τὴν συμφωνίαν, ὡς προελέχθη, σημαίνει· τὸ δὲ ἐν ταῖς καρδίαις ἡμῶν κράζειν, Ἀββᾶ, ὃ ἑρμηνεύεται « Πατὴρ, » τὴν τοῦ ἁγίου Πνεύματος εὐσπλαγχνίαν παρίστησιν, οἰκειότητα ἡμῖν παρέχουσαν πρὸς τὸν Θεὸν καὶ Πατέρα, ἐν τῷ ἀνθ' ἡμῶν καὶ ὑπὲρ ἡμῶν ταύτην εἰρηκέναι τὴν φωνὴν, τῶν τότε νηπίων ἔτι τυγχανόντων, καὶ γάλακτι τρεφομένων, καὶ ἀπαῤῥησιάστων, διά τε τὴν ἀρχαίαν παρακοὴν καὶ τὸ καταλεῖψαι Θεὸν ζῶντα, διά τε τὴν κακὴν τοῦ βίου ἀδιαφορίαν καὶ τὸ ἀνάξιον εὑρίσκεσθαι τοιαύτην ῥῆξαι [216 b] πρόσρησιν· ὃν τρόπον καὶ ὁ Υἱὸς ἐν τῇ οἰκονομίᾳ δι' ἡμᾶς πάντα τὰ ἡμῶν ἀνεδέξατο. Ἀμέλει διὰ τῶν ἐφ' ἑξῆς καὶ Θεὸν εἶπεν τὸ ἅγιον Πνεῦμα, καὶ ἔδειξεν, ὡς διὰ τῆς προλεχθείσης αὐτοῦ φωνῆς ἐλευθερούμεθα, υἱοθετούμεθα, καὶ τῶν ἐπουρανίων κληρονομοῦμεν. Ἐπάγει γὰρ εὐθὺς μετὰ τὸ εἰπεῖν, Ἀββᾶ, ὁ Πατήρ· « Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ· » τοῦ κράζοντος ἡμῖν ἁγίου Πνεύματος. Ὅτι δὲ ἀνθ' ἡμῶν ἡ προλεχθεῖσά ἐστιν φωνὴ, ὁ αὐτὸς Ῥωμαίοις ἐπέστειλεν· « Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ. » Ἐπειδὴ γὰρ, ὡς εἴρηται πολλάκις, κοινῇ παρὰ τῆς ἁγίας Τριάδος πᾶσα ἡμῖν σωτηρία δεδώρηται, ὁ μὲν Πατὴρ εἰς υἱοθεσίαν ἐκάλεσεν· ὁ δὲ μονογενὴς, καὶ ἀληθινὸς, καὶ γνήσιος Υἱὸς ἀδελφοὺς προσηγόρευσεν· ἐπέτρεψεν δὲ ἐπικαλεῖσθαι ἑαυτῶν Πατέρα τὸν Θεόν· τὸ δὲ ἅγιον Πνεῦμα ἐνώκησεν, ἐνήχησεν, ἐδίδαξεν, εἰρηκὸς, Ἀββᾶ. « Αὐτὸς, φησὶν, διδάξει ὑμᾶς, » καὶ, « Ὁδηγήσει εἰς πᾶσαν ἀλήθειαν. » Προσέτι δὲ καὶ ἀνεγέννησεν, καὶ ἠλευθέρωσεν ἀπὸ ἁμαρτίας καὶ θανάτου, καὶ ἡγίασεν, καὶ υἱοὺς κατ' οἰκείαν ἀγαθότητα ἀνέδειξεν τοῦ Θεοῦ. Τοιγαροῦν πρὶνὴ παρ' αὐτοῦ ἀναγεννηθῆναι διὰ τοῦ φωτίσματος, οὐδὲ λέγειν ἁρμόττει· « Πάτερ ἡμῶν ὁ ἐν [217 a] τοῖς οὐρανοῖς. » Πρὸς δὲ τούτοις κράζει ἐν ταῖς καρδίαις
wrote, saying: "God sent forth His Spirit into our hearts, crying, Abba, Father." Now "sent forth" signifies concord, as was said before; and crying in our hearts, Abba, which is interpreted "Father," sets forth the compassion of the Holy Spirit, which grants us intimacy with God and the Father, in that He spoke this utterance on our behalf and in our stead, when we were still infants, and fed with milk, and lacking boldness of speech, both because of the ancient disobedience and our having forsaken the living God, and because of our evil indifference of life and our being found unworthy to break forth into such an [216 b] address; just as the Son also in the economy took upon Himself all our things for our sake. Indeed, through what follows he also called the Holy Spirit God, and showed that through His aforesaid utterance we are set free, are adopted as sons, and inherit the heavenly things. For he adds immediately after saying, Abba, Father: "So that thou art no longer a slave, but a son; and if a son, also an heir through God"—the Holy Spirit who cries for us. And that the aforesaid utterance is on our behalf, the same [Apostle] wrote to the Romans: "But if by the Spirit you put to death the deeds of the body, you shall live; for as many as are led by the Spirit of God, these are sons of God; for you did not receive a spirit of bondage again unto fear, but you received the Spirit of adoption, in whom we cry, Abba, Father." For since, as has been said many times, all salvation has been bestowed upon us in common by the Holy Trinity, the Father called us to adoption as sons; the only-begotten, and true, and genuine Son called us brothers, and permitted us to call upon God as our own Father; and the Holy Spirit indwelt, sounded within, and taught, having said, Abba. "He," He says, "shall teach you," and, "He shall guide [you] into all truth." Moreover, He also regenerated, and freed from sin and death, and sanctified, and showed us forth as sons of God according to His own goodness. Therefore, before being regenerated by Him through illumination, it is not even fitting to say: "Our Father who art in [217 a] the heavens." In addition to these things, He cries in the hearts
Notes, col. 980

On the reading

Printed πρὶνὴ, for πρὶν ἢ.

PG 39:981Read from the page
ἡμῶν, « Ἀββᾶ, » τὰς κωφὰς αἱρετικῶν ἀκοὰς διδάσκον, ὅτι αὐτός ἐστιν ὁ ἐνοικῶν τοῖς πιστοῖς Θεὸς, κατὰ τὸ, « Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός· » κατὰ τὸν Ἀπόστολον γράφοντα· « Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; » Αἱρετικοὶ δὲ τὸ, « Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν, » καὶ ὅσα τοιαῦτα, περὶ τοῦ ἰδίου ἡμῶν πνεύματος, οὐ περὶ τοῦ ἁγίου Πνεύματος εἰρῆσθαι βιάζονται. Κρίνει δὲ αὐτὸ ἡ ἐπαγωγὴ, ἔχουσα· « Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας. » Πάντως γὰρ ἔχοντες ἤδη τὸ ἴδιον ἡμῶν πνεῦμα, προσελάβομεν τὸ τῆς υἱοθεσίας ἅγιον Πνεῦμα.
of us, "Abba," teaching the deaf ears of heretics that He Himself is the God who indwells the faithful, according to the saying, "I will indwell in them, and walk about among them, and I will be their God, and they shall be My people"; according to the Apostle writing: "Do you not know that you are a temple of God, and the Spirit of God dwells in you?" But the heretics force the saying, "As many as are led by the Spirit of God, these are sons of God," and all such passages, to have been spoken of our own spirit, not of the Holy Spirit. Yet the sequel decides it, which runs: "For you did not receive a spirit of bondage again unto fear, but you received the Spirit of adoption." For while certainly already having our own spirit, we received in addition the Holy Spirit of adoption.
ΚΕΦ. Μʹ.
Chapter XL.
Ἐθελεχθρῶς καὶ φιλαπεχθημόνως ἔχοντες πρὸς τὸ ἅγιον Πνεῦμα, κακοφρόνως ἐκλαμβάνουσιν καὶ τὸ παρ' Ἰωάννῃ παρὰ τοῦ Σωτῆρος λεχθὲν περὶ αὐτοῦ· « Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. » Οὐ γὰρ θέμις, ὡς τὰ ἀνθρώπινα, οὕτω καὶ τὰ τοῦ Θεοῦ νοεῖν, οὐδὲ τῇ ὁμοιότητι τῶν καθ' ἡμᾶς λέξεων καὶ ἐννοιῶν τὸ θεῖον ἐνυβρίζειν, τὸ μηδαμῶς ἡμῖν προσεοικός. Δοξάσει οὖν, φησὶν, καθὸ τὰ αὐτὰ ὑμᾶς διδάξει, ἅπερ ἐγώ· ἐγὼ δὲ, ἅπερ ἤκουσεν ὁ Πατήρ· καὶ καθὸ ἀπὸ τῆς αὑτοῦ ἀφάτου [217 b] μεγαλειότητος ἐπιδείξει καὶ τῆς ἐμῆς θεότητος τὸ ἀμέγεθες· καὶ οὐ τούτῳ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ καθὸ γέγραπται· « Υἱὸς δοξάζει Πατέρα· » καὶ, « Δόξα ἡλίου τὸ φῶς· » καὶ ὡς εἶπον· « Δόξασόν με, Πάτερ· » καὶ ἀπεκρίθη μοι· « Ἐδόξασά σε, καὶ πάλιν δοξάσω. » Οὐ γὰρ ὑμνεῖ ὡς ἡ κτίσις· ἐπειδὴ τῇ θεότητι καὶ τῇ τιμῇ ἀλλήλων μὴ ἀφεστᾶσιν· οὐδὲ λαμβάνον ἀναγγέλλει τὸ οἰκονομοῦν ἡμῖν ἀφ' ἑαυτοῦ καθαρῶς ἀεὶ τὰ θεῖα χαρίσματα, καὶ μὴ διωρισμένον τῇ φύσει τοῦ Πατρός. Ὥσπερ γὰρ ὁ διδοὺς Υἱὸς οὐδενὸς στερεῖται, οὐδὲ κενοῦται· οὕτω τὸ ἅγιον Πνεῦμα οὐ λαμβάνει, ὃ μὴ ἔχει, οὐδὲ ἀκοῦον λαλεῖ, τὸ μόνον εἰδὸς, κατὰ Παῦλον, τὰ τοῦ Θεοῦ· ἐνίησι δὲ μᾶλλον αὐτὸ σοφίαν καὶ σύνεσιν, ἐξ ἐμφύτων θείων κινημάτων, τοῖς ἐπαξίοις τοῦ δέχεσθαι· οὐδὲ παρ' ἑτέρου διδάσκεται, τὸ σοφίαν καὶ γνῶσιν προφητείας τοῖς ἀκεραίοις ἐπιπνέον· ὑπὲρ
Being wilfully hostile and maliciously disposed towards the Holy Spirit, they also take in an evil sense that which was spoken concerning Him by the Saviour in John: "He shall glorify Me, because He shall take of Mine and declare it to you." For it is not lawful to understand the things of God as human things, nor to insult the Divine—which in no way resembles us—by the likeness of words and conceptions after our manner. He will glorify [Me], then, He says, inasmuch as He will teach you the same things which I [teach]—and I, what the Father heard—and inasmuch as from His own ineffable [217 b] majesty He will also display the immeasurable greatness of My Godhead; and not in this way alone, but also as it is written: "A son glorifies a father"; and, "The glory of the sun is light"; and as I said: "Glorify Me, Father," and He answered Me: "I have glorified Thee, and will glorify Thee again." For He does not sing hymns like creation, since in Godhead and in honour they are not distant from one another; nor does He receive and declare who purely and ever dispenses to us from Himself the divine gifts, and is not separated in nature from the Father. For just as the Son who gives is deprived of nothing, nor emptied, so the Holy Spirit does not receive what He does not have, nor does He speak by hearing, who alone knows, according to Paul, the things of God; rather, He instils wisdom and understanding from His innate divine movements into those worthy to receive; nor is He taught by another, who breathes wisdom and knowledge of prophecy into the guileless; beyond
PG 39:984Read from the page
γνῶσιν γὰρ ἡ θεότης αὐτοῦ εὑρίσκεται· καταχρηστικῶς γὰρ οὕτω τὰ τοιαῦτα περὶ τῆς ἀῤῥήτου Τριάδος εἴρηται. Τοιγαροῦν καὶ περὶ ἑαυτοῦ ὁ Σωτὴρ ἔφη· « Καθὼς ἀκούω, κρίνω· » καὶ Ἰωάννης περὶ αὐτοῦ· « Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· » ὅ ἐστι, συναινεῖ. Δοξάζεται δὲ καὶ τὸ ἅγιον Πνεῦμα διά τε τῆς πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν περὶ ὅλα κοινωνίας, καὶ δι' ὧν ὁ Υἱὸς περὶ αὐτοῦ ἀπειλεῖ, ὅτι « Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα βλασφημία οὐχ [218 a] ἀφεθήσεται.
knowledge is His Godhead found to be; for catachrestically are such things thus spoken concerning the ineffable Trinity. Therefore the Saviour also said concerning Himself: "As I hear, I judge"; and John concerning Him: "He who has received His testimony has set his seal to this, that God is true; for He whom God sent speaks the words of God"—that is, He agrees [with Him]. And the Holy Spirit is glorified both through His communion in all things with the Father and the Son, and through the things which the Son threatens concerning Him, that "Every sin and blasphemy shall be forgiven to men, but the blasphemy against the Spirit shall not [218 a] be forgiven.
ΚΕΦ. ΜΑʹ.
Chapter XLI.
Καὶ Μοντανιστῶν ἡ πλάνη ἐν τούτοις·
And the error of the Montanists consists in these things:
Αʹ. Πρῶτον, ὅτι ἀπομαντεύονται ἓν πρόσωπον εἶναι τῶν τριῶν θείων ὑποστάσεων· Μοντανὸς γὰρ, φησὶν, εἶπεν· « Ἐγώ εἰμι ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ ὁ Παράκλητος. » Καὶ πρὸς σύστασιν δῆθεν τούτου προφέρουσιν, πάσης ἰδιωτείας ἐπέκεινα νοοῦντες, ὅπερ θαυμασίως εἶπεν ὁ Υἱός· « Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· » καὶ, « Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν· » καὶ, « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· » καὶ, « Ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα· » καὶ, « Ὁ Παράκλητος, ὃν πέμψει ὁ Πατὴρ ἐν τῷ ἐμῷ ὀνόματι. » Ταῦτα δὲ πάντα, ὡς καὶ ἀνωτέρω εἴρηται, ἓν καὶ ἓν καὶ ἓν πρόσωπον ἰδιοσυστάτως δηλοῖ ἐν μιᾷ θεότητι καὶ συμφωνίᾳ. Οὐ γὰρ εἶπεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι, ἀλλὰ, « Ἕν ἐσμεν. » Καὶ κατηγορεῖ ταῦτα τῆς ἀνοίας αὐτῶν καὶ κακοδοξίας.
I. First, that they divine there to be one person of the three divine hypostases; for Montanus, it says, said: "I am the Father, and the Son, and the Paraclete." And for the supposed establishment of this they bring forward—understanding beyond all simplicity—what the Son wonderfully said: "I am in the Father, and the Father in Me"; and, "I and My Father will come, and make our abode with him"; and, "I and the Father are one"; and, "He who has seen Me has seen the Father"; and, "The Paraclete, whom the Father will send in My name." Yet all these, as has also been said above, make clear one and one and one person with its own subsistence in one Godhead and concord. For He did not say: I and the Father am one, but: "We are one." And these things accuse their folly and false opinion.
Βʹ. Δεύτερον, ὅτι τοῦ Ἀποστόλου γράψαντος Κορινθίοις ἐν τῇ πρώτῃ Ἐπιστολῇ· « Εἴτε προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται· ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται· » ἐκεῖνοι λέγουσιν τὸν Μοντανὸν ἐληλυθέναι, καὶ ἐσχηκέναι τὸ τέλειον τὸ τοῦ Παρακλήτου, τοῦτ' ἔστιν τὸ τοῦ ἁγίου Πνεύματος· οὐ προσέχοντες [218 b] τοῖς προσκειμένοις. Ἔχει γὰρ εὐθύς· « Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνὴρ,
II. Second, that when the Apostle wrote to the Corinthians in the First Epistle: "Whether prophecies shall be done away with, whether tongues shall cease, whether knowledge shall be done away with; for in part we know, and in part we prophesy; but when that which is perfect comes, then that which is in part shall be done away with"; they say that Montanus has come, and has had that which is perfect, that of the Paraclete, that is, that of the Holy Spirit—not paying heed [218 b] to what follows. For it has immediately: "When I was a child, I spoke as a child, I reasoned as a child; when I became a man,
Notes, col. 984

On the reading

Printed οὐχ [218 a] ἀφεθήσεται, for οὐκ ἀφεθήσεται.

PG 39:985Read from the page
κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι· τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Ἄρτι γινώσκομεν ἐκ μέρους· τότε δὲ ἐπιγνωσόμεθα, καθὼς καὶ ἐπεγνώσθημεν. » Τοῦτ' ἔστιν· Ἅπερ νῦν ἀκούοντες ὑπὸ τῶν Γραφῶν πιστεύομεν εἶναι, μετὰ τὴν ἀνάστασιν τῇ ὄψει θεασόμεθα, καὶ τῷ πράγματι γνωσόμεθα, τῆς μερικῆς γνώσεως παυσαμένης· ἡ γὰρ γνῶσις, ἡ ἐξ ἀκοῆς, τῆς αὐτόπτου γνώσεως καὶ τῆς πείρας μέρος ἐστίν. Οἷον νῦν ἀκούοντες πιστεύομεν περὶ τῆς δευτέρας παρουσίας τοῦ Δεσπότου, καὶ περὶ τοῦ βήματος αὐτοῦ, καὶ τῆς τρισμακαρίας φωνῆς· « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· » τότε τῇ θέᾳ καὶ τῇ πείρᾳ μαθησόμεθα. Νῦν ἀκούοντες πιστεύομεν περὶ τῶν ἁγίων ἀγγέλων· τότε κατὰ πρόσωπον λειτουργοῦντας αὐτοὺς ὀψόμεθα. Νῦν ἀκούοντες πιστεύομεν, « Ἃ ὀφθαλμὸς οὐκ ἴδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· » τότε οὐκ ὄψονται μόνον, ἀλλὰ καὶ ἐν ἀπολαύσει αὐτῶν οἱ ἄξιοι γένωνται. Τὰ γὰρ νῦν κάτω τῆς ψυχῆς ἡμῶν ὄμματι τῶν ἐπουρανίων ἀφανῆ καθεστῶτα, ὁ μέλλων βίος φανερὰ ποιήσει. Ἀλλ' εἶπεν, φησὶν, ὁ Χριστός· « Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· » καὶ, « Ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν· » καὶ, « Ἐκεῖνος ἐμὲ δοξάσει· » καὶ πάλιν· « Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. » Ἦλθεν οὖν δῆθεν, ὅταν Μοντανός. Οὐχ οὕτως δέ· μὴ γένοιτο! ἐπεὶ πρὸς τοῦτον τὸν ἀδιανόητον αὐτῶν λόγον εὑρίσκονται πρὸ Μοντανοῦ οἵ τε τὸν Χριστὸν ἐσχηκότες, οἵ τε ἀπόστολοι οἱ τὴν τάξιν δεξάμενοι παρὰ τοῦ Θεοῦ, καὶ ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα τὸν Χριστὸν, καὶ οἰκοῦν τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν καὶ ἄλλοις παρέχοντες αὐτὸ κατὰ τὴν αὐτοῦ βούλησιν, καὶ μετὰ παῤῥησίας διδάσκοντες, καὶ παρὰ πᾶσιν πιστευόμενοι καὶ μὴ ὡς Μοντανὸς ἀπιστούμενος· οἵ τε ἀκούσαντες· « Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· » μὴ ἐσχηκότες τὸν Χριστὸν καὶ τὸ ἅγιον Πνεῦμα. Ἀλλὰ τὰ προκείμενα ῥήματα τοῦ Σωτῆρος τὴν ἰσοτιμίαν, καὶ τὴν συνᾴδουσαν αὐτῷ διδασκαλίαν τοῦ ἁγίου Πνεύματος παριστᾷ. Τί δὲ σημαίνει τὸ, « Ἔρχομαι πρὸς ὑμᾶς, » εἴρηται ἀνωτέρω· εἴχομεν γὰρ (εἰ καὶ ἔχουσιν οἱ ἄξιοι τελείως) τόν τε Χριστὸν τὸν εἰπόντα· « Ἔρχομαι πρὸς ὑμᾶς· » τό τε ἅγιον Πνεῦμα, περὶ οὗ εἶπεν· « Ὅταν ἔλθῃ ἐκεῖνος. » Οὐδὲ γὰρ ἀτελές τι ἐποίει ὁ Δεσπότης, ἐμφυσῶν μετὰ τὴν ἀνάστασιν εἰς πρόσωπα τῶν ἀποστόλων, καὶ λέγων· « Λάβετε Πνεῦμα ἅγιον· » οὐδ' ἐψεύδετο, ἢ αὐτὸς λέγων· « Ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἐστιν· » ἢ Ἀπό-
I have put away the things of a child. For now we see through a glass darkly; but then face to face. Now I know in part; but then shall I know even as also I am known. » That is to say: the things which we now believe to be true as we hear them from the Scriptures, we shall behold with our eyes after the resurrection and know in reality, that partial knowledge then ceasing; for the knowledge that comes from hearing is a part of eyewitness knowledge and experience. For instance, we now hear and believe concerning the second coming of the Master, and concerning His judgement-seat, and that thrice-blessed voice: « Come, ye blessed of My Father, inherit the kingdom prepared for you; » then we shall learn these things by sight and experience. Now we hear and believe concerning the holy angels; then we shall see them ministering face to face. Now we hear and believe, « What eye hath not seen, nor ear heard, neither have entered into the heart of man, the things which God hath prepared for them that love Him; » then the worthy shall not only see them, but also be in the enjoyment of them. For the heavenly things that are now invisible to the eye of our soul below, the life to come will make manifest. But Christ said, they say: « I have yet many things to say unto you, but ye cannot bear them now; howbeit when He, the Spirit of truth, is come, He will guide you into all truth; » and, « He shall not speak of Himself, but shall take of Mine, and shall declare it unto you; » and, « He shall glorify Me; » and again: « I will not leave you orphans; I come unto you. » So He came, forsooth, when Montanus came. Not so; God forbid! since according to this senseless argument of theirs, those who possessed Christ before Montanus, and the apostles who received their order from God, and had Christ speaking in themselves and the Spirit of God dwelling in them, and by the laying on of hands imparted Him also to others according to His will, and taught with boldness, and were believed by all and not disbelieved like Montanus, and those who heard: « As many of you as were baptized into Christ have put on Christ, » are found not to have possessed Christ and the Holy Spirit. Rather, the words of the Saviour before us demonstrate the equal honour and the teaching of the Holy Spirit that is in harmony with Him. What « I come unto you » signifies has been stated above; for we had (even if the worthy have them perfectly) both Christ who said: « I come unto you; » and the Holy Spirit, concerning Whom He said: « When He is come. » For neither was the Master doing anything imperfect when He breathed after the resurrection upon the faces of the apostles, saying: « Receive ye the Holy Spirit; » nor was He lying, either when He Himself said: « For He abideth with you, and is in you; » or the Apo-
PG 39:988Read from the page
στολος γράφων· « Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; » οὔτε ἡ Σοφία λέγουσα· « Πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην· καὶ τὸ συνέχον τὰ πάντα, γνῶσιν ἔχει φωνῆς. » Οὔτε μὴν ἀτελέστεροι Μοντανοῦ οἱ ἀπόστολοι καὶ οἱ πρὸ αὐτῶν ἅγιοι ἐτύγχανον ὄντες. Ἐπεφάνη δὲ τῇ Πεντηκοστῇ, ἔνθα καὶ ἤδη ἦν τὸ πάντα συνέχον ἅγιον Πνεῦμα, καὶ ἐδέχθη, ὡς ἔχουσιν αἱ Πράξεις οὕτως· « Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν Πνεῦμα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός· μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. » Καὶ ὃν τρόπον ὁ Υἱὸς ἀεὶ μὲν πανταχοῦ παρῆν, ὅμως δὲ μετὰ τὴν ἐν κόσμῳ ἐπιδημίαν τελείως ἐπεγνώσθη καὶ ἐδοξάσθη· οὕτω καὶ τὸ ἅγιον Πνεῦμα ἀεὶ μὲν πάντα ἐπλήρου καὶ συνεῖχεν, μετὰ δὲ τὴν ἐν τῇ Πεντηκοστῇ ἐπιφοίτησιν αὐτοῦ τελειότερον ἐπεγνώσθη καὶ ἐδοξάσθη.
-stle writing: « Know ye not that ye are the temple of God, and that the Spirit of God dwelleth in you? » nor Wisdom saying: « The Spirit of the Lord hath filled the world; and that which containeth all things hath knowledge of the voice. » Neither indeed were the apostles and the saints before them less perfect than Montanus. But the Holy Spirit, Who holdeth all things together, appeared at Pentecost, where He already was, and was received, as the Acts have it thus: « Now when the apostles which were at Jerusalem heard that Samaria had received the word of God, they sent unto them Peter and John; who, when they were come down, prayed for them, that they might receive the Holy Spirit; for as yet He was fallen upon none of them; only they were baptized in the name of our Lord Jesus Christ. Then laid they their hands on them, and they received the Holy Spirit. » And in the same manner as the Son was always everywhere present, yet after His sojourn in the world was perfectly known and glorified; so too the Holy Spirit always filled and held all things together, yet after His descent at Pentecost was more perfectly known and glorified.
Γ΄. Τρίτον ὅτι κατασκευάζοντες δεῖξαι, τόν τε Μοντανὸν ἐσχηκέναι τὸ τέλειον τοῦ Παρακλήτου, τήν τε Πρισκίλλαν καὶ Μαξιμίλλαν προφήτιδας . . . . . . . . ἔγραψαν Μοντανῷ. Λέγουσιν, ὅτι ὑμεῖς οὐ πιστεύετε μετὰ τὴν πρώτην ἐπιφάνειαν τοῦ Δεσπότου εἶναι προφήτας· εἶπεν δὲ, φησὶν, ὁ Σωτήρ· « Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν. » Λέγει δὲ, οὐχ ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ τοὺς ἀποστόλους προειπόντας πολλὰ τῶν μελλόντων καὶ τῶν ἐσχάτων καιρῶν, καὶ τῆς ἐν οὐρανοῖς βασιλείας· ἐξ ὧν καὶ ἀπεκτάνθησαν, ὡς Στέφανος καὶ Ἰάκωβος· καὶ ἐσταυρώθησαν, ὡς Πέτρος· καὶ ἐμαστιγώθησαν, ὡς Παῦλος. Ἔσθ' ὅτε δὲ εἶπεν καὶ τοὺς μάρτυρας καὶ τοὺς σοφοὺς ἐπισκοπομάρτυρας. Προφήτιδας δὲ οἶδεν ἡ Γραφὴ τὰς Φιλίππου τέσσαρας θυγατέρας, τὴν Δεβόῤῥαν, Μαριὰμ τὴν ἀδελφὴν Ἀαρὼν, καὶ τὴν Θεοτόκον Μαριὰμ, εἰποῦσαν, ὡς τὸ Εὐαγγέλιον εἶπεν· « Ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γυναῖκες καὶ αἱ γενεαί· » βίβλους δὲ συνταγείσας ἐξ ὀνόματος αὐτῶν οὐκ οἶδεν· ἀλλὰ καὶ ἐκώλυσεν ὁ Ἀπόστολος, Τιμοθέῳ τὸ πρῶτον γράψας· « Γυναιξὶν διδάσκειν οὐκ ἐπιτρέπω· » καὶ πάλιν ἐν τῇ πρὸς Κορινθίους
Chapter III. Thirdly, endeavouring to show both that Montanus possessed the perfection of the Paraclete and that Priscilla and Maximilla were prophetesses ... they wrote to Montanus. They say: Ye do not believe that there are prophets after the first appearing of the Master; yet the Saviour said, say they: « Behold, I send unto you prophets, and wise men, and scribes; and some of them ye shall kill and crucify, and some of them shall ye scourge in your synagogues. » But He meaneth, not as they suppose, the apostles who foretold many things of the future and of the last times and of the kingdom in heaven; of whom some were killed, as Stephen and James, and some crucified, as Peter, and some scourged, as Paul. And sometimes He called both the martyrs and the wise men bishop-martyrs. As for prophetesses, the Scripture knoweth the four daughters of Philip, Deborah, Miriam the sister of Aaron, and Mary the Mother of God, who said, as the Gospel saith: « From henceforth all women and generations shall call me blessed; » yet books composed in their name it knoweth not; nay, the Apostle even forbade it, writing in his First Epistle to Timothy: « I suffer not a woman to teach; » and again in that to the Corinthians