Migne Reading Room

PG 39 · cols. 929–940 · Read from the page

On the Trinity, three books

On the Trinity, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 39:929Read from the page
τι· » ὅπερ οὐδαμοῦ γέγραπται συνημμένως, ἀλλὰ κεχωρισμένως, καθ' ὑπαλλαγὴν λέξεων, διὰ τὰς μνημονευθείσας αἰτίας, οὐ μέντοι διὰ δοξολογίαν, ἤ τινα ὕφεσιν· οἷον ἐν τοῖς προκειμένοις ἡ Γραφὴ εἶπεν· « Εἷς Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα· » καὶ οὐκ ἐπήγαγεν, Ἐν ἁγίῳ Πνεύματι, ἢ, Ἐν τῷ Πνεύματι. Πολλάκις δὲ κέχρηται τῷ « δι' οὗ » ἀντὶ τοῦ, μεθ' οὗ· ὡς Παῦλος Κορινθίοις γράφει· « Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων· » ἀντὶ τοῦ, μετὰ πολλῶν. Καὶ πάλιν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· « Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν ἐν Ἱερουσαλήμ· » τουτέστιν, μετὰ ἐπιστολῶν πέμψω. Εἶτα ἀλλαχοῦ, οὐκ εἰποῦσα ἡ Γραφὴ τὸ « ἐξ οὗ » καὶ « δι' οὗ, » λέγει· « Ἐν Πνεύματι ἁγίῳ· » ὅ ἐστιν, σὺν τῷ ἁγίῳ Πνεύματι. Πολλαχοῦ γὰρ, ἀντὶ τοῦ εἰπεῖν, μετὰ καὶ τοῦδε, ἢ σὺν τῷδε, εἴρηκεν τὸ « ἐν τῷδε· » ὡς ἐν ξςʹ προφητεύει ψαλμῷ· « Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν· » ἀντὶ τοῦ, μετὰ ὁλοκαυτωμάτων· καὶ πάλιν· « Ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ· » τουτέστιν, μετὰ [199 b] ἀργυρίου καὶ χρυσίου· καὶ πάλιν ἐν ρζʹ· « Οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν· » ὅ ἐστι, σὺν ταῖς δυνάμεσιν ἡμῶν. Ὁ δὲ σοφώτατος Παῦλος, περὶ τοῦ Σωτῆρος Χριστοῦ γράφων, ἀντὶ τοῦ εἰπεῖν, Πάντα ἐπ' αὐτὸν συνέστηκε καὶ παρ' αὐτοῦ ἐκτίσθη, ἔφη· « Πάντα ἐν αὐτῷ συνέστηκεν, καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. » Εἰ οὖν παραλλαξίαν οὐ δηλοῖ ἡ λέγουσα τοῦ Δεσπότου φωνὴ, « Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, » παραλλαξίαν ἡ λέξις οὐχ ἕξει, « ἐν τῷ ἁγίῳ Πνεύματι, » διά τε εἰς ἓν ὄνομα ἰσοτίμως εἰρῆσθαι, διά τε αὐτὸν εἶναι εἰπεῖν, « εἰς τὸ ὄνομα, » καὶ « ἐν τῷ ὀνόματι. »
-rit"; which is nowhere written conjointly, but separately, by an interchange of expressions, for the reasons already mentioned, yet not on account of a doxology or any subordination; for instance, in the passages before us Scripture said: "One God and Father, from Whom are all things, and one Lord Jesus Christ, through Whom are all things," and did not add, "In the Holy Spirit," or "In the Spirit." And often it uses "through whom" instead of "with whom"; as Paul writes to the Corinthians: "For out of much affliction and anguish of heart I wrote to you through many tears," instead of "with many." And again in the First Epistle: "And when I arrive, whomsoever you approve, these I will send through letters to carry your gift to Jerusalem," that is, "I will send with letters." Then elsewhere, Scripture, not having said "from Whom" and "through Whom," says: "In the Holy Spirit," that is, "with the Holy Spirit." For in many places, instead of saying "along with this" or "together with this," it has said "in this"; as in Psalm 66 it prophesies: "I will enter into Thy house in burnt offerings," instead of "with burnt offerings"; and again: "He brought them out in silver and gold," that is, "with silver and gold"; and again in Psalm 107: "Wilt Thou not go forth in our hosts?" which is, "with our hosts." And the most wise Paul, writing concerning Christ the Saviour, instead of saying, "All things hold together upon Him and were created by Him," said: "All things hold together in Him, and in Him were all things created." If, then, the voice of the Master which says, "Baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit," does not signify variation, neither will the expression "in the Holy Spirit" have variation, both because "into one name" is said with equal honour, and because it is the same thing to say "into the name" and "in the name."
Ἱκανὰ μὲν οὖν ἐστι καὶ ταῦτα. Εὑρίσκεται δὲ ὅμως τὸ « ἐξ οὗ » γεγραμμένον περί τε τοῦ Υἱοῦ, περί τε τοῦ ἁγίου Πνεύματος, καὶ τὸ « δι' οὗ » κείμενον περὶ τοῦ Πατρὸς καὶ περὶ τοῦ θείου Πνεύματος, καὶ τὸ « ἐν ᾧ » οὐ τῷ ἁγίῳ Πνεύματι ἀφωρισμένον, ἀλλὰ καὶ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λεχθὲν, ὡς αἱ ὑποκείμεναι παριστῶσιν γραφαί. Ὅτι τὸ « ἐξ οὗ » εἴρηται καὶ περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὕτως· περὶ τοῦ Υἱοῦ, Παῦλος Ἐφεσίοις· « Ὅστις ἐστὶν ἡ κεφαλὴ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ· » Ἰωάννης ἐν Εὐαγγελίῳ· « Ἐκ
Even these things, then, are sufficient. Yet nevertheless "from Whom" is found written concerning both the Son and the Holy Spirit, and "through Whom" is set down concerning the Father and concerning the divine Spirit, and "in Whom" is not restricted to the Holy Spirit, but is also spoken concerning the Father and the Son, as the subjoined Scriptures show. That "from Whom" is said concerning both the Son and the Holy Spirit is thus [shown]: concerning the Son, Paul to the Ephesians: "Who is the head, Christ, from Whom the whole body, being joined together and knit together, increases with the increase of God"; John in the Gospel: "Of
Notes, col. 929

On the reading

Printed αὐτὸν, for ταυτὸν.

PG 39:932Read from the page
τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· » καὶ πάλιν ἀπὸ τοῦ Υἱοῦ· « Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν· » καὶ ἑτέρωθι· « Ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ. » Περὶ τοῦ ἁγίου Πνεύματος, Ἰωάννης· « Ὁ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον· » καὶ πάλιν· « Τὸ [200 a] γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμά ἐστιν· » καὶ ὁ ἄγγελος· « Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Ὅτι περὶ τοῦ Πατρὸς γέγραπται ἡνωμένως « ἐξ οὗ, δι' οὗ, » καὶ « ἐν ᾧ, » προελέχθη· ὅτι κεχωρισμένως τὸ « δι' οὗ » κεῖται περὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, οὕτως· περὶ τοῦ Πατρὸς, Ἡσαΐας ἀπὸ τοῦ Πατρὸς πρὸς τὸν Υἱόν· « Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ. » Ἐπιτήρησον, ὡς διὰ τὸ ἰσότιμον καὶ ὁμοούσιον, προσάγει τὰ ἔθνη τῷ Υἱῷ ὁ Πατήρ· καὶ πάλιν· « Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου. » Καὶ ἐν τῇ Γενέσει Ἀδὰμ λέγει· « Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· » καὶ πάλιν· « Ὅσα ἐνετείλατο Μωϋσῆς τῷ Ἰσραὴλ διὰ τοῦ προστάγματος Κυρίου.» Καὶ Ἰωσὴφ πρὸς τοὺς εὐνούχους φησίν· « Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἔσται; » Ἀλλὰ καὶ Παῦλος Ἑβραίοις· « Ἔπρεπεν γὰρ, » φησὶν, « αὐτῷ, δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀναγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. » Σημειωτέον, πῶς παραπλήσιον τοῦτο μάλιστα τῷ ἐκκειμένῳ κεφαλαίῳ τῷ, « Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα· » καὶ Κολοσσαεῦσιν· « Παῦλος ἀπόστολος δοῦλος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ· » καὶ Κορινθίοις· « Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. » Μέμνησο πάλιν, ὅτι ὁ Θεὸς καὶ Πατὴρ καλεῖ πρὸς τὸν ἑαυτοῦ Υἱόν. Καὶ Ῥωμαίοις· « Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· » καὶ Γαλάταις· « Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ. »
his fullness we have all received"; and again from the Son: "He shall take of Mine and shall declare it to you"; and elsewhere: "I perceived power going out from Me." Concerning the Holy Spirit, John: "He who sows unto the Spirit shall from the Spirit reap eternal life"; and again: "That which is born of the Spirit is spirit"; and the angel: "For that which is begotten in her is of the Holy Spirit." That "from Whom, through Whom," and "in Whom" have been written unitedly concerning the Father was said before; that "through Whom" stands separately concerning the Father and the Holy Spirit is thus [shown]: concerning the Father, Isaiah from the Father to the Son: "Behold, proselytes shall come to Thee through Me." Observe how on account of equal honour and consubstantiality, the Father brings the nations to the Son; and again: "Woe to you who make counsel deeply, and not through the Lord." And in Genesis Adam says: "I have acquired a man through God"; and again: "Whatsoever Moses commanded Israel through the commandment of the Lord." And Joseph says to the eunuchs: "Will not the interpretation of them be through God?" Moreover, Paul also to the Hebrews: "For it was fitting," he says, "for Him, for Whom are all things and through Whom are all things, in bringing many sons to glory, to perfect the author of their salvation through sufferings." It should be noted how closely this resembles the passage set forth, "One Lord Jesus Christ, through Whom are all things"; and to the Colossians: "Paul, an apostle, a servant of Jesus Christ through the will of God"; and to the Corinthians: "God is faithful, through Whom you were called into the fellowship of His Son Jesus Christ our Lord." Remember again that God the Father calls to His own Son. And to the Romans: "I beseech you therefore, brethren, through the mercies of God"; and to the Galatians: "So that you are no longer a servant, but a son; and if a son, also an heir through God."
Περὶ τοῦ ἁγίου Πνεύματος Ἡσαΐας ἀπὸ [200 b] τοῦ Πατρός· « Βουλὴν ἐποιήσατε οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου· » Παῦλος Κορινθίοις· « Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· » καὶ πάλιν· « ᾯ μὲν γὰρ
Concerning the Holy Spirit, Isaiah from the Father: "You have made counsel not through Me, and covenants not through My Spirit"; Paul to the Corinthians: "To us God has revealed them through His Spirit; for the Spirit searches all things, even the deep things of God"; and again: "For to one
PG 39:933Read from the page
διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ πίστις διὰ τοῦ αὐτοῦ Πνεύματος. » Ῥωμαίοις· « Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος· » καὶ πάλιν· « Ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ· » καὶ πάλιν· « Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου· » καὶ πρὸς Τιμόθεον· « Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου, τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. » Καὶ αἱ Πράξεις φησίν· « Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη. » Εἶπεν δὲ « πρῶτον » τὸ Εὐαγγέλιον τὸ κατὰ Λουκᾶν· αὐτὸς γὰρ καὶ τὰς ἀποστολικὰς Πράξεις συνέγραψεν. Ὅτι, ἐν ᾧ, ἐγράφη περί τε τοῦ Πατρὸς, περί τε τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ οὑτωσί. Περὶ τοῦ Πατρὸς, Ὡσιέ· « Καὶ εἶπεν αὐτῷ, » φησὶν « ὁ Θεός· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ἰσραὴλ, ἀλλ' ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς· [201 a] τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν. » Ἐν τῇ ᾠδῇ Ἄννης· « Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου.» Δαυῒδ ἐν ψαλμῷ ρζʹ· « Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς· » καὶ πάλιν· « Ἐν τῷ Θεῷ ὑπερβήσομαι τεῖχος· » καὶ πάλιν· « Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου. » Παῦλος πρὸς Κολοσσαεῖς· « Εὐχαριστοῦντες τῷ Πατρὶ, τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν
through the Spirit is given a word of wisdom, and to another faith through the same Spirit." To the Romans: "Now I beseech you, brethren, through our Lord Jesus Christ, and through the love of the Spirit"; and again: "He Who raised Jesus Christ from the dead shall also quicken your mortal bodies through His Spirit dwelling in you, according to the riches of His glory, to be strengthened with power through His Spirit"; and again: "The love of God has been poured out in our hearts through the Holy Spirit"; and to Timothy: "Guard the good deposit through the Holy Spirit Who dwells in us." And the Acts says: "The first account I made concerning all things, O Theophilus, which Jesus began both to do and to teach, until the day in which, having given commandment through the Holy Spirit to the apostles whom He chose, He was taken up." And he called "first" the Gospel according to Luke, for he himself also composed the Acts of the Apostles. That "in Whom" was written concerning both the Father and His only-begotten Son is thus [shown]. Concerning the Father, Hosea: "And God said to him," it says: "Call his name Not-pitied; because I will no longer add to have mercy on the house of Israel, but rather opposing I will oppose them; yet on the sons of Judah I will have mercy, and I will save them in the Lord their God." In the Song of Hannah: "My heart has been established in the Lord, my horn has been exalted in my God." David in Psalm 107: "And wilt Thou not go forth, O God, in our hosts? Give us help from affliction, for vain is the salvation of man. In God we shall do mightily, and He will bring to nothing those who afflict us"; and again: "In God I will leap over a wall"; and again: "In God I will praise my words." Paul to the Colossians: "Giving thanks to the Father, Who made you fit for the share of the lot of the saints in light; Who delivered us from the power of darkness, and translated us into the kingdom
Notes, col. 933

On the reading

Printed αὐτοῦ, for αὐτῆς.

PG 39:936Read from the page
τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ· ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· › καὶ πάλιν· ‹ Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· › καὶ πάλιν· ‹ Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν τῷ Θεῷ· › καὶ ἑτέρωθι· ‹ Εἷς Θεὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· › καὶ πάλιν· ‹ Ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι· › αὖθίς τε· ‹ Ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς· › καὶ πάλιν· ‹ Εὔχεσθε ἐν Θεῷ· › καὶ πάλιν· ‹ Ὁ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ, ὅτι ἐν Θεῷ εἰσιν εἰργασμένα. ›
of the Son of His love, in Whom we have redemption, the forgiveness of sins; and again: Paul, and Silvanus, and Timothy, to the Church of the Thessalonians in God our Father, and the Lord Jesus Christ; and again: But if thou art named a Jew, and restest upon the law, and boastest in God; and elsewhere: One God, through Whom are all things, and we unto Him; and again: In God Who created all things; and again: Now at length I may be prospered in the will of God to come unto you; and again: Pray in God; and again: He that doeth the truth cometh to the light, that it may be made manifest of him, that his works are wrought in God.
Περὶ τοῦ Υἱοῦ, Παῦλος Κολοσσαεῦσι μέν· ‹ Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. › Κορινθίοις μὲν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· ‹ Ἀλλὰ ἀπελούσασθε, ἀλλ’ ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν· › ἐν δὲ τῇ δευτέρᾳ· ‹ Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν· › καὶ πάλιν· ‹ Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· › Ῥωμαίοις δέ· ‹ Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου· › τοῖς αὐτοῖς· ‹ Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· › Ἑβραίοις δέ· ‹ Πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. › Πέτρος ἐν Ἐπιστολῇ· ‹ Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ. ›
Concerning the Son, Paul writes to the Colossians: For in Him were all things created, in the heavens and upon the earth, the visible and the invisible; whether thrones, or dominions, or principalities, or powers, all things were created through Him and unto Him; and He is before all things, and in Him all things hold together. To the Corinthians in the First Epistle: But ye were washed, but ye were sanctified, but ye were justified in the name of the Lord Jesus Christ, and in the Spirit of our God; and in the Second: But thanks be to God, Who always leadeth us in triumph in Christ, and maketh manifest the savour of His knowledge through us; and again: Therefore if any man be in Christ, he is a new creation; and to the Romans: For the law of the Spirit of life in Christ Jesus hath set me free from the law of sin and of death; to the same: For all have sinned, and fall short of the glory of God, being justified freely by His grace through the redemption that is in Christ Jesus; and to the Hebrews: God, having of old spoken in many parts and in many manners unto the fathers in the prophets, in these last days hath spoken unto us in a Son. Peter in his Epistle: But the God of all grace, Who called us unto His eternal glory in Christ Jesus.
ΚΕΦ. ΚΔʹ.
Chapter XXIV.
Ἔτι καὶ οἱ οἰήσει σοφοὶ καὶ πάσης ἀβελτηρίας ἐπέκεινα Ἕλληνες, οἱ πολυθεΐας δόξῃ καταμεθύοντες, καὶ ἑαυτοὺς πείθοντες, ὅτιπερ μόνοι εἰσὶν πολυμα-
Moreover, the Greeks also, who are wise in their own conceit and beyond all folly, intoxicated with the opinion of polytheism and persuading themselves that they alone are
PG 39:937Read from the page
θεῖς, ἀμαθαίνοντες δὲ περὶ τὸ καίριον παρὰ πάντας, καὶ οὐδεμίαν ἀκριβῆ περὶ τῆς ἐν μονάδι μακαρίας Τριάδος εἴδησιν ἔχοντες, αὐτῶν (παραπλησίως τῇ λεγούσῃ Γραφῇ, ‹ Ἀσεβὴς ἐμπεσὼν εἰς βάθος κακῶν, καταφρονεῖ· ›) δι’ ἐθελοακρότητα δεισιδαιμονίας δῆθεν καὶ περιεργίας, εἰς βεβαίωσιν τῆς πολυθεΐας, μᾶλλον δὲ ἀθεΐας αὐτῶν ἐπερείδονται κακῶς τῇ προλεχθείσῃ τοῦ Ἀποστόλου φωνῇ· ‹ Εἴ τινές εἰσι λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί· › καὶ τῇ προφητικῇ, τῇ φασκούσῃ· ‹ Θεοὺς οὐ κακολογήσεις· › καὶ, ‹ Θεὸς θεῶν Κύριος ἐλάλησεν· › οὐκ ἔτι βλέποντες δύο ταῦτα· ἓν μὲν, ὅτι ὁ Ἀπόστολος ἔγραψε πρὸ τοῦ μνησθέντος ῥητοῦ· ‹ Οὐδεὶς Θεὸς, εἰ μὴ εἷς· › ἕτερον δὲ, ὅτι ‹ Λεγόμενοι θεοί εἰσιν· › τοῦτ’ ἔστιν, οὐ φύσει ὑπάρχοντες, ἀλλ’ ὀνόματι. Τὸ μὲν γὰρ ἀποτέλεσμα σεσιώπηται, δεῖ δὲ ἐκδέξασθαι, ὡς δεδομένον ἀπὸ μέρους τὸ ὅλον νοοῦντας. Χάριν γὰρ καὶ τῶν κατ’ ἔλλειψιν φρασθέντων γράφει· ‹ Ὁ ἀναγινώσκων νοείτω. › Θεοὺς τοίνυν τοὺς ἁγίους λέγει, τοὺς κατὰ χάριν ἀξιωθέντας τῆς υἱοθεσίας καὶ ταύτης τῆς προσηγορίας· ὧν ἐξ ἀρετῆς τὸ πολίτευμα, κατὰ τὸν αὐτὸν Ἀπόστολον, ἔστιν ἐν οὐρανῷ· περὶ ὧν αὐτὸς ὁ ἀπλανὴς Θεὸς εἰρηκὼς φαίνεται· ‹ Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες· › καὶ ὁ εὐαγγελιστής· ‹ Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. › Καὶ μέντοι Μωϋσέα καὶ Ἀαρὼν αἰνίττεται ἡ Γραφὴ, τοὺς ἀγγέλων γείτονας, τοὺς οὐ μόνον γενικώτερον, ἀλλὰ καὶ ἰδικώτερον κατηγλαϊσμένους τῷ τοῦ Θεοῦ ὀνόματι. Εἶπεν γὰρ ὁ Θεὸς τῷ Μωϋσεῖ· ‹ Ἰδοὺ τίθεμαί σε θεὸν τῷ Φαραώ· › καὶ πάλιν τῷ Ἀαρών· ‹ Ἔσῃ αὐτῷ εἰς θεόν· › τουτέστι, τῇ περὶ αὐτὸν προνοίᾳ. Ἦ τάχα οὐκ ἀπεικὸς κατ’ ἐμὲ καὶ τὰς πιστὰς καὶ εὐδοκίμους λειτουργικὰς τοῦ Θεοῦ δυνάμεις τὰ εὐχάριστα ποιήματα, σεραφὶμ λέγω καὶ κυριότητας, δυνάμεις τε καὶ ἐξουσίας, τούτῳ, καθὰ καὶ ἡμεῖς, τῷ ὑπερφερεῖ τετιμῆσθαι ὀνόματι. Ἀφθόνως γὰρ ὁ πάντων γενεσιουργὸς τοῖς αἰτοῦσιν αὐτὸν, καὶ οὐκ αἰτοῦσι, πιστοῖς δὲ καὶ εὐγνώμοσιν οὖσιν, καὶ χάριτος εἰδόσι μεμνῆσθαι, πάντων μεταδίδωσι, κἂν σιγῶσιν, τῶν ἑαυτοῦ ἀγαθῶν. Μᾶλλον οὖν ἐπιλεγέσθωσαν, Ἱερεμίαν μὲν προφητεύοντα περὶ τῶν παρ’ Ἕλλησι συμπτωχοτάτων αὐτοῖς θεῶν· ‹ Θεοὶ, οἳ
learned, while being more ignorant than all about the essential matter, and having no exact knowledge of the blessed Trinity in unity, through a self-willed excess of superstition, as it were, and idle curiosity (similarly to the Scripture which saith: When the ungodly cometh into a depth of evils, he despiseth), they lean wickedly, for the confirmation of their polytheism, or rather atheism, upon the aforesaid saying of the Apostle: Though there be that are called gods, whether in heaven or upon earth; as there are gods many, and lords many; and upon the prophetic word which saith: Thou shalt not revile gods; and: The God of gods, the Lord, hath spoken; no longer seeing these two things: first, that the Apostle wrote before the passage mentioned: There is no God, save one; and secondly, that he saith: They are called gods, that is, existing not by nature, but in name. For the conclusion hath been passed over in silence, and one must receive it by understanding the whole from a part given. For on account of things expressed elliptically also he writeth: Let him that readeth understand. He calleth the saints, therefore, gods, those who by grace have been counted worthy of adoption and of this appellation, whose citizenship by virtue, according to the same Apostle, is in heaven; concerning whom the unerring God Himself is seen to have said: I said, Ye are gods, and all of you sons of the Most High; and the Evangelist: If he called them gods, unto whom the word of God came. And indeed Scripture hinteth at Moses and Aaron, the neighbours of angels, who were adorned not only more generally, but also more particularly, with the name of God. For God said unto Moses: Behold, I make thee a god to Pharaoh; and again concerning Aaron: Thou shalt be to him for a god; that is, in providence towards him. Or perhaps it is not unlikely, in my judgement, that the faithful and approved ministering powers of God, the grateful creatures—I mean seraphim and dominions, powers and authorities—have also been honoured, even as we, with this surpassing name. For the Creator of all things bestoweth bountifully upon those who ask Him, and upon those who ask not, yet are faithful and grateful and know how to remember grace, all His good things, even if they keep silence. Rather, then, let them read Jeremiah prophesying concerning the gods among the Greeks, who are utterly destitute together with them: The gods, who
PG 39:940Read from the page
τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς. Κύριος ἐποίησε τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς Θεὸς ζῶν καὶ ἀληθινός· › τὸν δὲ Δαυῒδ ἐν ριγʹ ψάλλοντα· ‹ Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσιν, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσιν, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσιν, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσιν, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσιν, καὶ οὐ ψηλαφήσουσιν· πόδας ἔχουσιν, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῷ. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. ›
made not the heaven and the earth, let them perish from upon the earth. The Lord made the heavens in understanding, He is the living and true God; and David singing in the hundred and thirteenth psalm: The idols of the nations are silver and gold, the works of men's hands. A mouth they have, and shall not speak; eyes they have, and shall not see; ears they have, and shall not hear; nostrils they have, and shall not smell; hands they have, and shall not handle; feet they have, and shall not walk; they shall not utter a sound in their throat. Like unto them let those become who make them, and all who trust in them.
ΚΕΦ. ΚΕʹ.
Chapter XXV.
Καταλιπόντες οὖν ἤδη καὶ τὸ κεφάλαιον τοῦτο, ἐπὶ ἕτερον μεταβῶμεν. Αἱρετικῶν οἱ ἐξηγηταὶ, νενευκότες πρὸς τὰ αἰσχίω, τὸν ἀγῶνα πρὸς τὸ παραῤῥηγνύναι τὴν ἀλήθειαν ἔχουσιν, καὶ μηδὲν ὀρθῷ σκοπῷ προσηκούσας ἀμφισβητήσεις ἐπινοοῦσιν ἀεί. Προσπταίουσι γὰρ καὶ περὶ τὰς ἀναιτίους καὶ μείζονας συλλαβὰς τοῦ τὰ κακυνθέντα ἡμῶν δι’ ἡμετέραν ἀφροσύνην ἰωμένου δι’ οἰκείαν εὐσπλαγχνίαν, καὶ ἀρήγοντος πάντοτε πᾶσιν, καὶ μήτε ὀρθῶν, μήτε τῶν ἐπταισμένων τὴν πολιτείαν ἀποστρεφομένου μεγάλου καὶ ἀναμαρτήτου Θεοῦ, τὰς ἐχούσας ὧδε· ‹ Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ· › ὑπολαμβάνοντες ἰδίαν αὐτὸν κεκτῆσθαι δόξαν, καίτοι ἐπαγαγόντος· ‹ Τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί· › καὶ ποιήσαντος διὰ τῆς συμφράσεως ταύτης δῆλον, ὅτι ἀΐδιον καὶ σύμφυτον ἔχει δόξαν κατὰ τὸ θεῖον, ἥτις οὐκ ἀπεβλήθη αὐτοῦ· ἀμετάβλητον γὰρ τὸ θεῖον. Ἔφασαν τοιγάρτοι αὐταῖς λέξεσιν, ὁ μὲν ἀοίδιμος Ἰωάννης· ‹ Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς· › ὁ δὲ ἀείμνηστος καὶ πολύπειρος τούτων Παῦλος· ‹ Εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. › Καὶ ἄλλως δὲ οὐ θέμις νοεῖν, ὡς τῷ ἰδίῳ ἔργῳ δοξάζεται ὁ Θεὸς (πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο), σὺν πᾶσιν δὲ πάντως, καὶ ἣν νομίζουσι δόξαν. Καὶ Θεοῦ δὲ δυνάμεως καὶ σοφίας ἔργα καὶ δοῦλα τὰ σύμπαντα κεχρησμῴδηται. Τοῦ Θεοῦ σοφία καὶ δύναμις ὁ Μονογενής ἐστιν, ἅτε δημιουργὸς Λόγος. Ἡρμήνευσε τοιγαροῦν παρὰ τῷ αὐτῷ εὐαγγελιστῇ οὗτος ὁ εὔμικτος Θεὸς, τί ἐστιν τὸ, ‹ Δόξασόν με, › πρὸς τὸν Πατέρα εἰπών· ‹ Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω· › ἀντὶ τοῦ, Οὐδὲν ἔξωθεν τοῦ θελήματός σου ἡ ἐνανθρώπησίς μου ἐποίησεν, ἀλλὰ πάντα
Leaving now this chapter also, let us pass on to another. The expositors of the heretics, inclining towards baser things, direct their struggle towards tearing the truth apart, and continually devise controversies in no way belonging to a right aim. For they stumble even over the blameless and greater words of the great and sinless God—Who healeth through His own compassion our evils caused by our own folly, and always succoureth all, and turneth away neither from the upright nor from those who have stumbled in their way of life—which run thus: Glorify Thou Me, Father, with Thine own self; supposing that He acquired a glory of His own, even though He added: With the glory which I had with Thee before the world was, and made it clear by this context that He hath an eternal and connatural glory according to the divine nature, which was never cast away from Him; for the Godhead is immutable. Therefore they spoke in these very words—the renowned John: And we beheld His glory, glory as of the Only-begotten; and Paul, ever-remembered and deeply versed in these things: For had they known it, they would not have crucified the Lord of glory. And in another way also it is not lawful to think that God is glorified by His own work (for all things were made through Him), and together with all things assuredly also that glory which they suppose. And all things have been declared by oracle to be works and servants of the power and wisdom of God; and the Only-begotten is the wisdom and power of God, inasmuch as He is the Creator Word. Accordingly, in the same Evangelist this gentle God interpreted what Glorify Me meaneth, saying unto the Father: I have glorified Thee upon the earth; I have finished the work which Thou hast given Me to do; instead of saying: My incarnation hath done nothing outside Thy will, but all things
Notes, col. 940

On the reading

Printed αὐτῷ, for αὐτῶν (per fn. 80).